Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Εὐτρόπιος τοίνυν ἐν μὲν τῇ Κωνσταντινουπόλει παντάπασιν ἔχων οὐδένα τὸν ἀντιβλέπειν τολμῶντα, μόνον δὲ Στελίχωνα τῶν κατὰ τὴν ἑσπέραν κυριεύοντα πραγμάτων κατὰ νοῦν ἔχων, ἀνελεῖν αὐτῷ διενοεῖτο τὴν ἐπὶ Κωνσταντινούπολιν ἄφιξιν. ἀναπείθει δὴ τὸν βασιλέα, τέως συναγαγόντα τὴν γερουσίαν, κοινῷ δόγματι τῆς βασιλείας αὐτὸν πολέμιον προσειπεῖν.

οὗ δὴ γενομένου Γίλδωνα παραχρῆμα πάσης τῆς ὑπὸ Καρχηδόνα Λιβύης ἔχοντα τὴν ἡγεμονίαν οἰκειωσάμενος, ἀφίστησι διὰ τούτου τὴν χώραν τῆς Ὁνωρίου βασιλείας καὶ τῇ Ἀρκαδίου προστίθησιν. ἐπὶ τούτῳ δυσχεραίνοντι καὶ λίαν ἀπορουμένῳ Στελίχωνι συνήρατο τὸ ἀπὸ τῆς τύχης αὐτόματον.

ἀδελφὸν γὰρ ἔχων ὁ Γίλδων ᾧ Μασκέλδηλος ἦν ὄνομα, καὶ τούτῳ διὰ βαρβαρικὴν μανίαν ἐπιβουλεύσας ἠνάγκασεν εἰς τὴν Ἰταλίαν ὡς Στελίχωνα πλεῦσαι

229
καὶ ὅσα παρὰ τἀδελφοῦ πέπονθεν ἐξειπεῖν. ὃ δὲ δυνάμεις ἁδρὰς αὐτῷ παραδοὺς καὶ πλοῖα χορηγήσας ἀρκοῦντα, πολεμήσοντα τῷ Γίλδωνι παραπέμπει.

οὗτος ἀποβὰς ἔνθα διατρίβοντα τὸν ἀδελφὸν ἠκηκόει, καὶ ἀπαρασκεύῳ μετὰ τῆς στρατιᾶς ἐπιπεσών, μάχης καρτερᾶς γενομένης τοσοῦτον ἐκράτησεν ὥστε Γίλδωνα τὸν βίον ἀπολιπεῖν ἀπαγξάμενον: τοῦτο γὰρ εἵλετο μᾶλλον ἢ ὑπὸ τοῖς πολεμίοις γενέσθαι. καὶ ὁ μὲν Γίλδωνος ἀδελφὸς ἀποδοὺς τῇ Ὁνωρίου βασιλείᾳ Λιβύην εἰς Ἰταλίαν ἐπανῄει νενικηκώς: Στελίχων δὲ νεμεσήσας ἐπὶ τῷ κατορθώματι θεραπεύειν ὅμως προσεποιεῖτο, χρηστάς ὑποφαίνων ἐλπίδας.

ἐπεὶ δὲ προϊὼν ἐπί τι προάστειον ἐπὶ ποταμοῦ γεφύρας ἐγένετο, μετὰ δὲ τῶν ἄλλων εἵπετο καὶ ὁ Μασκέλδηλος αὐτῷ, σύνθημα πρὸς τούτου δεδομένον αὐτοῖς οἱ δορυφόροι πληροῦντες ὠθοῦσι κατὰ τοῦ ποταμοῦ. καὶ ὁ μὲν Στελίχων ἐγέλα, τὸ δὲ ῥεῦμα συναρπάσαν ἀποπνίγει τὸν ἄνθρωπον.