Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἦν τις ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος Εὐγένιος ὄνομα, παιδείᾳ προήκων ἐπὶ τοσοῦτον ὥστε καὶ ῥητορικὸν ἐπανελέσθαι βίον καὶ προεστάναι διδασκαλείου. πρὸς τοῦτον ὁ Ῥιχομήρης οἷα σφόδρα χαρίεντα καὶ ἀστεῖον ἔχων οἰκείως Ἀρβογάστῃ συνίστησιν,

211
ἔχειν ἐν τοῖς συνήθεσι καὶ φίλοις αἰτήσας ὡς οὐκ ἐσόμενον ἄχρηστον, εἴ ποτε πρᾶγμα φιλίας ἀληθοῦς δεόμενον ἀνακύψειε.

Ῥιχομήρους τοιγαροῦν ὡς τὸν βασιλέα Θεοδόσιον ἐκδημήσαντος, ἡ συνεχὴς συνουσία φίλον Ἀρβογάστῃ τὸν Εὐγένιον ἐς τὰ μάλιστα πεποίηκε, καὶ οὐδὲν ἦν ὃ μὴ ἐθάρρει τῶν σπουδαίων αὐτῷ. τότε δὴ τὸν Εὐγένιον τοῦτον λαβὼν κατὰ νοῦν, καὶ ὅτι διὰ παιδείας ὑπερβολὴν καὶ τὴν ἄλλην τοῦ βίου σεμνότητα πρὸς ἀγαθὴν βασιλείαν ἁρμοδιώτατος ἔσται, κοινοῦται μὲν αὐτῷ τὰ βεβουλευμένα, δυσαρεστοῦντα δὲ τοῖς λεγομένοις ἰδὼν ἐπέμενε θεραπεύων καὶ μὴ ἀποσείσασθαι τὰ δωρούμενα παρὰ τῆς τύχης αἰτῶν.

ἐπεὶ δὲ ἔπεισεν, ἄμεινον ἔχειν ᾠήθη Οὐαλεντινιανὸν ἐκποδὼν πρότερον καταστῆσαι καὶ οὕτως Εὐγενίῳ παραδοῦναι τὴν μοναρχίαν. τῷ βασιλεῖ τοίνυν ἐν Βιέννῃ Κελτικῇ πόλει τὰς διατριβὰς ποιουμένῳ καὶ περὶ τὸ ταύτης τεῖχος ἅμα τισὶ τῶν στρατιωτῶν παιδιαῖς ἐνασχολουμένῳ καὶ μηδὲν τοιοῦτον ἔχοντι κατὰ νοῦν ἐμπεσὼν παίει καιρίαν καὶ διαφθείρει.

πάντων δὲ σιωπῇ τὸ τολμηθὲν ἐνεγκόντων διά τε τοῦ ἀνδρὸς τὸ ἀξίωμα καὶ τὴν ἐν πολέμοις ἀνδρείαν, καὶ προσέτι γε ὅτι πολλὴν αὐτῷ διὰ τὸ χρημάτων ὑπερορᾶν οἱ στρατιῶται συνεισέφερον εὔνοιαν, ἀναδείκνυσιν Εὐγένιον βασιλέα, πᾶσιν ἐπ̓ αὐτῷ χρηστὰς ἔχειν δεδωκὼς ἐλπίδας διὰ τὰ τῷ ἀνδρὶ προσόντα πλεονεκτήματα.