Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τούτων τῷ βασιλεῖ Θεοδοσίῳ συναγγελθέντων συνετάραξεν ἡ τούτου γαμετὴ Γάλλα τὰ βασίλεια, τὸν ἀδελφὸν ὀλοφυρομένη. πολλῇ δὲ καὶ ὁ βασιλεὺς λύπῃ τε ἅμα καὶ φροντίδι κατείχετο, κοινωνοῦ μὲν τῆς ἀρχῆς ἐκπεσὼν καὶ νέου καὶ ἀγχιστείᾳ συναπτομένου, περιπεσὼν δὲ ἀνδράσιν ἀλλοτρίως τε πρὸς αὐτὸν ἔχουσι καὶ ἄλλως οὖσιν ἀμάχοις διά τε τὴν Ἀρβογάστου θρασύτητι μεμιγμένην ἀνδρείαν καὶ τὰς Εὐγενίῳ προσούσας μετὰ παιδεύσεως ἀρετάς.

καίπερ οὖν ταῦτα λέγων τε καὶ ἀνακινῶν τῷ λογισμῷ πολλάκις, ἀναρρῖψαι

212
τὸν ὑπὲρ πάντων ὁμοῦ τῶν πραγμάτων κύβον ἐγνώκει, παντοίαις παρασκευαῖς εἰς τὸν πόλεμον χρώμενος. καὶ τὰ μὲν ἱππικὰ τάγματα Ῥιχομήρει καταπιστεῦσαι διενοεῖτο, τῆς ἀνδραγαθίας τἀνδρὸς ἐκ πολλῶν ἤδη πολέμων πεπειραμένος, ἑτέρους δὲ τοῖς ἄλλοις τέλεσιν ἐπιστῆσαι τοὺς ἡγουμένους:

Ῥιχομήρους δὲ κατὰ καιρὸν τῆς περὶ ταῦτα βουλῆς νόσῳ τελευτήσαντος, εἰκότως ἐφ̓ ἑτέρας ἡγεμόνων αἱρέσεις ἐτράπετο. γνώμης οὖν ἔτι περὶ τούτου ταῖς τοῦ βασιλέως ἐννοίαις ὑποκειμένης, ἀπηγγέλλετο πρεσβεία παρὰ Εὐγενίου, πυνθανομένη τοῦ βασιλέως Θεοδοσίου πότερον τίθεται τῷ βασιλεύειν αὐτὸν ἢ ἀποσείεται τὴν ἀνάρρησιν.

ὁ δὲ τῇ πρεσβείᾳ διακονούμενος ἦν Ῥουφῖνος Ἀθηναῖος, Ἀρβογάστου μήτε γράμματα κομίσας μήτε ἄλλην αὐτοῦ τινὰ ποιησάμενος μνήμην. τοῦ δὲ βασιλέως εἰς τὸ διασκέψασθαι καὶ προσηκόντως ἀποκρίνασθαι τοῖς πρέσβεσιν ἀναβαλλομένου, καὶ ἕτερόν τι τοιόνδε συνέπεσε πραχθῆναι.