Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐν δὲ τῷ ταῦτα πράττεσθαι Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγγέλλεται τελευτήσας. ὁ δὲ τῆς τελευτῆς τρόπος ἐγένετο τοιόσδε. Ἀρβογάστης ἐκ τοῦ Φράγγων ὁρμώμενος ἔθνους,

210
Βαύδωνι δὲ ὑποστρατηγεῖν ὑπὸ Γρατιανοῦ βασιλεύοντος τεταγμένος, ἐκείνου τελευτήσαντος τῷ δραστηρίῳ τεθαρρηκὼς τὴν στρατιωτικὴν ἀρχὴν εἰς ἑαυτὸν περιέστησε βασιλέως οὐ δεδωκότος, κατάλληλος δὲ τοῖς ὑποτεταγμένοις αὐτῷ στρατιώταις ὀφθεὶς διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐπιστήμην καὶ χρημάτων ὑπεροψίαν ἐπὶ μέγα προῆλθε δυνάμεως, καὶ τοσοῦτος ἦν ὥστε καὶ πρὸς τὸν βασιλέα παρρησιάζεσθαι, καὶ ὅσα μὴ καλῶς αὐτῷ μηδὲ προσηκόντως ἔχειν ἐδόκει κωλύειν.

πρὸς ταῦτα δυσανασχετῶν ὁ Οὐαλεντινιανὸς ἀντέτεινε μὲν πολλάκις, ἤνυε δὲ οὐδέν: ὠχύρωτο γὰρ ὁ Ἀρβογάστης τῇ τῶν στρατιωτῶν ἁπάντων εὐνοίᾳ. ὑποτετάχθαι δὲ τούτῳ περαιτέρω μὴ φέρων, ἐπειδὴ καθήμενος ἐπὶ τοῦ βασιλείου θρόνου τὸν Ἀρβογάστην ἐθεάσατο προσιόντα, δριμύτερον ὑποβλέπων δέδωκεν αὐτῷ γράμματα τῆς ἀρχῆς παραλύοντα.

ὃ δὲ ἀναγνοὺς ʽοὔτε δέδωκάς μοἰ φησί τὴν ἀρχὴν οὔτε ἀφελέσθαι δυνήσῃ. καὶ ταῦτα εἰπών, διαρρήξας τε τὸ γραμμάτιον καὶ ἐπὶ τῆς γῆς ἀφείς, ἀπιὼν ᾤχετο. τότε δὴ λοιπὸν οὐκ ἐν ἀπορρήτῳ τὰ τῆς ὑποψίας ἐτρέφετο, φανερὰ δὲ παρὰ πᾶσι τὰ τῆς πρὸς ἀλλήλους αὐτοῖς ἐγίνετο δυσμενείας.

καὶ ὁ μὲν Οὐαλεντινιανὸς συνεχέσι πρὸς τὸν βασιλέα Θεοδόσιον γράμμασιν ἐχρῆτο, τὴν κατὰ τῆς βασιλείας ἀλαζονείαν τἀνδρὸς ἐξαγγέλλων, καὶ βοηθεῖν παρεκάλει, δραμεῖσθαι πρὸς αὐτόν, εἰ μὴ τάχιστα τοῦτο ποιήσειεν, ἐπομνύμενος: Ἀρβογάστῃ δὲ τὸ πρακτέον ἀνασκοποῦντι γνώμη τις ἐπῄει τοιαύτη.