Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ ὑπὸ τὴν Θεοδοσίου βασιλείαν οὕτω διεφθαρμένων, καὶ σπουδαίου μὲν οὐδενὸς εἰς ἀρετὴν φέροντος ἐπαινουμένου, παντὸς δὲ τρυφῆς καὶ ἀκολασίας εἴδους κατὰ πῆχυν ʽτὸ λεγόμενον̓ ἐφ̓ ἑκάστης ἐπιδιδόντος, οἱ τὴν ἐν Συρίᾳ μεγάλην Ἀντιόχειαν οἰκοῦντες, οὐ φέροντες τὴν ἐπὶ τοῖς δημοσίοις φόροις ὁσημέραι παρὰ τῶν πρακτόρων ἐπινοουμένην προσθήκην, εἰς στάσιν ἀνέστησαν, καὶ τοὺς ἀνδριάντας αὐτοῦ τε τοῦ βασιλέως καὶ τῆς τούτῳ συνοικούσης αἰσχρῶς καθελόντες φωνὰς ἀφῆκαν τῶν μὲν πραττομένων οὐκ ἀναξίας, οὐκ ἔξω μέντοι στωμυλίας καὶ τῆς συνήθους αὐτοῖς ἀστειότητος.

ἐπεὶ δὲ τοῖς παῤ αὐτῶν γεγενημένοις ὁ βασιλεὺς κινηθεὶς ἠπείλει τῷ πταίσματι δίκην ἀξίαν ἐπιθεῖναι, δέει τῆς βασιλέως ὀργῆς ἐδόκει τῇ βουλῇ πρέσβεις ἐκπέμπειν, ὑπὲρ ὧν ὁ δῆμος ἔπραξεν ἀπολογησομένους. αἱροῦνται τοίνυν Λιβάνιόν τε τὸν σοφιστήν, οὗ τὸ κλέος ἐκ τῶν καταλελειμμένων ὑπ̓ αὐτοῦ κηρύττεται λόγων, καὶ Ἱλάριον γένους τε λαμπρότητι καὶ παντὶ παιδείας εἴδει προήκοντα.

καὶ ὁ μὲν σοφιστὴς τὸν περὶ τῆς στάσεως αὐτῷ τε βασιλεῖ καὶ τῇ γερουσίᾳ λόγον εἰπὼν ἴσχυσε τὸν βασιλέα μεταστῆσαι τῆς κατὰ Ἀντιοχέων ὀργῆς, ὥστε ἀμέλει τούτῳ καὶ τὸν περὶ τῶν διαλλαγῶν ἐπιθεῖναι, τελέως τοῦ βασιλέως τὸ πρὸς τὴν πόλιν ἔχθος ἀποθεμένου: Ἱλάριος δὲ διὰ τὸ μέγεθος τῆς ἀρετῆς ἐπαίνων ἀξιωθεὶς ἄρχειν παρὰ βασιλέως ἐτάττετο Παλαιστίνης ἁπάσης.

199