Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ὁ μὲν οὖν Γερόντιος τῶν ἐπηρτημένων τὴν Σκυθίαν ἐλευθερώσας κινδύνων, καὶ τῶν ἐπαναστάντων αὐτῇ βαρβάρων ἀνδρείας ὑπερβολῇ καὶ μεγαλοψυχίᾳ κρατήσας, τὰς παρὰ τοῦ βασιλεύοντος ἀμοιβὰς προσεδέχετο: Θεοδόσιος δὲ ὁ βασιλεὺς οὐ μετρίως ἀγανακτήσας ὅτι βάρβαροι τοσαύτης ἠξιωμένοι παῤ αὐτοῦ τιμῆς ἀνῃρέθησαν, εἰ καὶ τοῖς πράγμασιν ἔτυχον λυμηνάμενοι, συναρπάζει τε τὸν Γερόντιον παραχρῆμα καὶ λόγον τῆς ὑπὲρ Ῥωμαίων ἀριστείας ἀπῄτει.

τοῦ δὲ καὶ τὴν κατὰ Ῥωμαίων αὐτῶν ἐπανάστασιν ἐπελέγχοντος, διεξιόντος τε τὰς ἁρπαγὰς καὶ τὴν τῶν οἰκητόρων ἀπώλειαν, τούτων μὲν οὐδενὶ προσεῖχεν ὁ βασιλεύς, ἐνίστατο δὲ τῷ μὴ διὰ τὸ κοινῇ λυσιτελὲς ἀλλ̓ ἐπιθυμίᾳ τῶν παρὰ βασιλέως αὐτοῖς δεδωρημένων, ὡς ἂν μὴ ἐλεγχθείη ταῦτα κερδάνας, ἐκποδὼν αὐτοὺς ἐθελῆσαι ποιῆσαι.

τοῦ δὲ καὶ ταῦτα τῷ δημοσίῳ λέγοντος πεπομφέναι μετὰ τὴν ἐκείνων ἀναίρεσιν ʽἦν δὲ περιαυχένια χρυσᾶ παρὰ βασιλέως αὐτοῖς δεδομένα πρὸς κόσμον̓, μόλις ἣν εἶχε διανείμας τοῖς εὐνούχοις οὐσίαν οἷός τε γέγονε τῶν περιεστώτων

198
ἐξαιρεθῆναι κινδύνων, ἄξια τῆς εἰς Ῥωμαίους εὐνοίας ἐκτίσας τὰ ἐπίχειρα.