Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ κατὰ τὴν ἑῴαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα ὄντων ἐν τούτοις, Μάξιμος οὐ κατὰ τὴν ἀξίαν οἰόμενος αὑτῷ τὰ πράγματα φέρεσθαι μόνων ἄρχοντι τῶν ὑπὸ Γρατιανῷ πρότερον τεταγμένων ἐθνῶν, διενοεῖτο παραλῦσαι τὸν νέον Βαλεντινιανὸν τῆς βασιλείας, εἰ μὲν δύναιτο, πάσης, εἰ δὲ τούτου διαμάρτοι, μέρος γοῦν αὐτῆς, ὅσον ἂν οἷός τε γένοιτο,

οἰκειώσασθαι. καὶ ταύτῃ κεκρατημένος τῇ γνώμῃ διαβῆναι τὰς Ἄλπεις καὶ ἐπὶ τὴν Ἰταλίαν χωρῆσαι παρεσκευάζετο. θεωρῶν δὲ ὡς διὰ στενῆς ὁδοῦ καὶ τραχυτάτων καὶ ἀβάτων ὀρῶν ἀνάγκη ποιήσασθαι τὴν ὁδοιπορίαν, διαδέχεται δὲ ταῦτα τέλματα καὶ ἕλη, ὁδοιπόροις σχολαίτερον διιοῦσιν, οὐχ ὅτι στρατιᾷ τοσαύτῃ διέξοδον ἐνδιδόντα, τὸ πρακτέον εἰς ἀμείνονα βουλὴν ἀνετίθετο.

τοῦ δὲ Βαλεντινιανοῦ πρεσβείας ἐκ τῆς Ἀκυληίας χρωμένου καὶ περὶ βεβαιοτέρας εἰρήνης ἀσφάλειαν αὑτῷ δοθῆναι παρακαλοῦντος, ἐτίθετο ταῖς αἰτήσεσι Μάξιμος, δεῖσθαι τούτου καὶ αὐτὸς ὅτι μάλιστα ποιούμενος. πέμπει οὖν Δομνῖνον ἐπὶ τούτῳ Οὐαλεντινιανός, Σύρον μὲν ὄντα τὸ γένος, ἐκ δὲ τοῦ βελτίονος αὐτῷ γνώριμον ὄντα: