Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἰδόντες δὲ αὐτοὺς οἱ πολέμιοι πλησιάζοντας Ἀκκήτῃ πόλει τοὺς ἐν τῇ γῇ καρποὺς ἐπυρπόλουν: οἷς ἐπιδραμόντες

149
οἱ Ῥωμαῖοι τὸ πῦρ κατέσβεσαν καὶ τῶν καρπῶν τοῖς λειπομένοις ἐχρήσαντο.

περαιτέρω δὲ προελθόντες εἰς Μάρωνσα παρεγένοντο κώμην, ᾗ τοῖς τὴν οὐραγίαν τοῦ στρατοῦ φυλάττουσιν ἐπιθέμενοι Περσῶν λόχοι συνέπεσον, καὶ ἀπώλεσαν ἄλλους τε στρατιώτας καὶ Βετρανίωνα τὸν ἡγεμονίαν ἔχοντα τοῦ λόχου --- καὶ ἀνδρείως ἀγωνισάμενον. καὶ πλοῖα δὲ. ἥλω κατόπιν πολὺ τοῦ στρατοπέδου τοῖς πολεμίοις περιπεσόντα.

παραδραμόντες δὲ κώμας τινὰς εἰς Τούμμαραν ἦλθον, ἔνθα μεταμέλεια πάντας εἰσῆλθε τῆς τῶν πλοίων ἐμπρήσεως: τά τε γὰρ ὑποζύγια πρὸς τὴν τῶν ἐπιτηδείων κομιδὴν οὐκ ἐπήρκει, τοσαύτην ὁδὸν καὶ πᾶσαν διὰ πολεμίας ταλαιπωρούμενα, καὶ οἱ Πέρσαι τὰ γεννήματα συλλέγοντες ὅσα οἷοί τε ἦσαν, καὶ τοῖς ὀχυρωτάτοις ἐναποκλείσαντες τόποις, τῆς ἀπὸ τούτων χρείας τὸ Ῥωμαϊκὸν ἀφῃροῦντο στρατόπεδον. ἐν τούτοις δὲ ὅμως οὖσιν αὐτοῖς ἐπεφάνη Περσικὰ τάγματα, καὶ μάχης γενομένης ἐκράτουν τῷ πλείονι Ῥωμαῖοι, πολλοὺς ἅμα τῶν Περσῶν ἀνελόντες.

Τῇ δὲ μετὰ ταῦτα ἡμέρᾳ περὶ πλήθουσαν ἀγορὰν οἱ Πέρσαι συνταχθέντες εἰς πλῆθος τοῖς οὐραγοῖς τοῦ Ῥωμαίων στρατεύματος ἀδοκήτοις ἐπέπεσον. οἳ δὲ ἀσύντακτοι τέως ὄντες καὶ τῷ αἰφνιδίῳ τῆς ἐφόδου συνταραχθέντες ὅμως ἀντεπιέναι προεθυμοῦντο, τοῦ βασιλέως ᾗπερ εἰώθει περιιόντος καὶ εἰς θάρσος τὰς τάξεις ἐγείροντος.