Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐλθόντες δὲ εἰς πόλιν Βαρσαφθὰς τὸν χιλὸν εὗρον ὑπὸ τῶν βαρβάρων καταπρησθέντα. μοίρας δέ τινος Περσῶν ἅμα Σαρακηνοῖς ἐπιφανείσης, καὶ οὐδὲ ἄχρι θέας τὸν Ῥωμαϊκὸν στρατὸν ὑποστάσης ἀλλ̓ αὐτόθεν ἀφανοῦς γενομένης, κατ̓ ὀλίγους εἰς ταὐτὸ συνιόντες οἱ Πέρσαι συνειλεγμένοι τε εἰς πλῆθος ἤδη παρεῖχον ὑπόνοιαν ὡς ἐπελευσόμενοι τοῖς ὑποζυγίοις.

τότε δὴ πρῶτος ἐνδὺς τὸν θώρακα ὁ βασιλεὺς παντὸς μὲν αὐτὸς προέδραμε τοῦ στρατεύματος, οἱ Πέρσαι δὲ οὐχ ὑπέμειναν, ἀλλ̓ εἰς τοὺς αὐτοῖς ἐγνωσμένους ἀποδρᾶναι διέγνωσαν τόπους. προϊὼν δὲ εἰς κώμην ἐλήλυθε Σύμβραν, ἥτις ἐν μέσῳ δυοῖν κεῖται πόλεων, αἷς ὀνόματα Νίσβαρα καὶ Νισχαναδάλβη.

διαιρεῖ δὲ ταύτας ὁ Τίγρις, καὶ γέφυρα ἦν, ἣ τὰς ἐπιμιξίας τοῖς ἀμφοτέρων οἰκήτορσιν ἐδίδου ῥᾳδίας καὶ συνεχεῖς, ἣν οἱ Πέρσαι κατέφλεξαν, ὡς ἂν μὴ διὰ ταύτης οἱ Ῥωμαῖοι κατ̓ ἐξουσίαν ἑκατέροις παρενοχλοῖεν. ἔνθα που λόχοι Περσῶν ἀναφανέντες ὑπὸ τῶν προνομευόντων κατασκόπων ἐτράπησαν. καὶ ἅμα τροφὴν ἄφθονον ὁ στρατὸς εὑρὼν ἐν ταύτῃ τῇ κώμῃ, καὶ ὅσα πρὸς τὴν χρείαν ἤρκει λαβών, τὸ περιττὸν ὅσον ἦν ἅπαν διέφθειρεν.

ἐπεὶ δὲ μεταξὺ Δανάβης πόλεως καὶ Σύγκης ἐγένοντο, τοῖς φύλαξι τῆς οὐραγίας τοῦ στρατοπέδου συμπεσόντες οἱ Πέρσαι πολλοὺς ἀπέκτειναν, πλείους δὲ ἀποβαλόντες ἐτράπησαν, καὶ ἄλλως ἐλαττωθέντες: ἀνῃρέθη γὰρ ἐν ταύτῃ τῇ μάχῃ σατράπης τις τῶν ἐπιφανῶν ὄνομα Δάκης, ὃς ἔτυχε πρότερον ἐπὶ πρεσβείαν πρὸς τὸν βασιλέα Κωνστάντιον ἀπεσταλμένος, εἰρήνης πέρι καὶ καταλύσεως τοῦ πολέμου διαλεξόμενος.