Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐπεὶ δὲ εἰς χεῖρας ἅπαντες ἦλθον ἀλλήλοις, ἐπιὼν τοὺς ταξιάρχους καὶ λοχαγούς, ἀναμεμιγμένος δὲ τῷ πλήθει, πλήττεται ξίφει παῤ αὐτὴν τῆς μάχης τὴν ἀκμήν, καὶ ἐπιτεθεὶς ἀσπίδι φοράδην ἐπὶ τὴν σκηνὴν ἄγεται, μέχρι τε νυκτὸς μέσης ἀρκέσας ἀπέθανεν, οὐ πόρρω τὴν Περσῶν ἡγεμονίαν ἀπωλείας καταστήσας ἐσχάτης.

ἔτι δὲ τῆς τελευτῆς τοῦ βασιλέως

150
οὔσης ἀδήλου, τῶν Ῥωμαίων ὁ στρατὸς ἐπὶ τοσοῦτον ἐκράτησεν ὥστε πεντήκοντα μὲν τῶν ἐν μεγίστῃ δυνάμει σατράπας πεσεῖν, καὶ ἐπὶ τούτοις Περσῶν ἄπειρον πλῆθος. ἐπεὶ δὲ ἡ τοῦ βασιλέως καταφανὴς ἐγένετο τελευτὴ καὶ ἀνέστρεψαν οἱ πολλοὶ ἐπὶ τὴν σκηνὴν ἔνθα νεκρὸς ἔκειτο, ἔτι μὲν ἔνιοι Ῥωμαίων ἐμάχοντο καὶ τῶν πολεμίων ἐκράτουν, λόχοι δέ τινες ἀπὸ φρουρίου Περσικοῦ τοῖς. ὑπὸ Ὁρμίσδην τεταγμένοις ἐπιθέμενοι κατέστησαν εἰς χεῖρας.

μάχης δὲ καρτερᾶς γενομένης ἔπεσεν Ἀνατόλιος ὁ τῶν περὶ τὴν αὐλὴν ἡγούμενος τάξεων, ὃν καλοῦσι Ῥωμαῖοι μάγιστρον: καὶ Σαλούστιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἐκπεσὼν τοῦ ἵππου, μικροῦ κατεσφάγη τῶν πολεμίων ἐπικειμένων, εἰ μὴ τῶν ὑπηρετῶν τις ἀποβὰς τοῦ ἵππου δέδωκεν αὐτῷ ῥᾳστώνην φυγῆς, συναποκλινάντων αὐτῷ καὶ τῶν ἀμφὶ τὸν βασιλέα δύο ταγμάτων, οὓς σκουταρίους προσαγορεύουσιν.

ἐκ δὲ τῶν εἰς φυγὴν τετραμμένων ἄνδρες ἑξήκοντα μόνοι, σφῶν καὶ τοῦ Ῥωμαίων ἀξιώματος μεμνημένοι παραβαλλόμενοί τε ἄχρι θανάτου, τοῦ φρουρίου γεγόνασιν ἐγκρατεῖς ἀφ̓ οὗ τοῖς Ῥωμαίοις ἐπεξελθόντες οἱ Πέρσαι πλεονεκτεῖν ἔδοξαν: καὶ τρεῖς ἑξῆς ἡμέρας τῶν πολεμίων ἐφεδρευόντων, οὐκ ὀλίγου μέρους τοῖς πολιορκοῦσιν ἐπιθεμένου, περιεσώθησαν.