Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Προελθόντες δὲ εἰς τὰ πρόσω εἴς τινα τοῦ Εὐφράτου διώρυχα διῆλθον, ἐκτεινομένην μὲν εἰς μῆκος ἄχρι τῆς Ἀσσυρίων, συμπαρατεινομένην δὲ πάσῃ τῇ μέχρι τοῦ Τίγρητος χώρᾳ. ἐνταῦθα πηλῷ κολλώδει καὶ τέλμασιν ἐμπεσόντες οἱ στρατιῶται, καὶ τοὺς ἵππους μάλιστα τῇ δυσχωρίᾳ θεώμενοι δυσχεραίνοντας, καὶ οὐδὲ σὺν τοῖς ὅπλοις οἷοί τε ὄντες διανήξασθαι τὴν διώρυχα, τοῦ τε βάθους οὐκ ἐνδιδόντος καὶ τοῦ πηλοῦ διὰ τὸ δίυγρον ὑπερβῆναι μὴ συγχωροῦντος, ἐν ἐσχάτῃ τοῦ πρακτέου κατέστησαν ἀπορίᾳ.

καθίστη δὲ αὐτοῖς τὸν κίνδυνον μείζονα τὸ τοὺς πολεμίους ἐπὶ τῆς ἀντιπέρας ὄχθης ὁρᾶσθαι βέλεσί τε καὶ λίθων ἐκ σφενδονῶν ἀφέσει τὴν διάβασιν εἴργοντας. οὐδενὸς δὲ λύσιν εὕρασθαι δυναμένου τῶν περιεστώτων κινδύνων, ἀγχινοίᾳ τῇ περὶ πάντα καὶ ἐμπειρίᾳ πολεμικῇ προέχων ὁ βασιλεὺς ἔγνω τοῖς ἀπολυθεῖσιν ἐπὶ κατασκοπὴν χιλίοις καὶ πεντακοσίοις ἀνδράσιν, ὑπὸ Λουκιλλιανῷ τεταγμένοις, σημῆναι κατὰ νώτου χωρῆσαι τῶν πολεμίων, ἐπισπάσασθαί τε τὴν τούτων ὁρμήν, τούτῳ τε τῷ τρόπῳ δοῦναι σφίσιν ἀκώλυτον τὸν τῆς διώρυχος ἔκπλουν.

ἐκπέμπει τε πρὸς τοῦτο Βίκτορα τὸν στρατηγὸν μετὰ

135
δυνάμεως ἀρκούσης. ὅ δὲ νύκτα ἐπιτηρήσας, ὡς ἂν μὴ ὀφθείη παρὰ τῶν Περσῶν ἀποχωρῶν τοῦ στρατεύματος, καὶ οὕτω δὲ προελθὼν ὁδὸν τοσαύτην ὅση τὸ γιγνόμενον οὐδὲ ἡμέρας οὔσης ὁρᾶν ἐδίδου τοῖς ἐναντίοις, περαιωθεὶς τὴν διώρυχα τοὺς ὑπὸ Λουκιλλιανῷ τεταγμένους ἐζήτει.