Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

προελθὼν δὲ περαιτέρω, πολεμίου παντάπασιν οὐδενὸς αἰσθόμενος, ἐκβοήσεσί τε ἀνεκάλει τοὺς ὁμοφύλους καὶ σαλπίγγων ἤχοις πλησιάσαι σφίσιν ἐσήμαινεν. ἀπαντησάντων δὲ κατὰ νοῦν αὐτῷ καὶ τῶν ἀπὸ τῆς τύχης συμπάντων ὁ Λουκιλλιανὸς τεκμηράμενος, τῇ μετὰ Βίκτορος οὔσῃ δυνάμει συμμίξας, ἐπῄει κατὰ νώτου τοῖς πολεμίοις ἀπροσδοκήτως.

οἳ δ̓ ἀπαράσκευοι πρὸς τοῦτο ληφθέντες ἐκτείνοντό τε καὶ ἔφευγον ὅπῃ παρείκοι. καὶ ὁ βασιλεύς, ἐκβάντος αὐτῷ εἰς ἔργον τοῦ στρατηγήματος, ἐπεραιοῦτο τὴν διώρυχα κωλύοντος οὐδενός. καὶ τὴν μὲν ἵππον τοῖς παρατυχοῦσι πλοίοις, τὴν δὲ πεζὴν ναυσίν, ἃς ἐν πολλοῖς μέρεσι τῆς διώρυχος εὗρε, διαβιβάσας εἴχετο τῆς ἐπὶ τὸ πρόσω πορείας, πολέμιον τέως οὐδὲν ὑφορώμενος.

Ἐλθὼν δὲ εἰς πόλιν ᾗ Βηρσαβῶρα ἦν ὄνομα, τὸ μέγεθος ἐσκόπει τῆς πόλεως καὶ τὸ τῆς θέσεως ὀχυρόν. δύο μὲν γὰρ κυκλοτερέσι περιείληπτο τείχεσιν, ἀκρόπολις δ̓ ἦν ἐν μέσῳ τεῖχος ἔχουσα καὶ αὐτή, τμήματι κύκλου τρόπον τινὰ ἐμφερές, πρὸς ἣν ὁδός τις ἦν ἀπὸ τοῦ ἐνδοτέρου τῆς πόλεως τείχους,