Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ταύτην ῥᾷστα τὴν πόλιν οἱ στρατιῶται διαρπάσαντες καὶ ἐμπρήσαντες αὐτήν τε τὴν ἡμέραν καὶ τὴν ὑστεραίαν ἡσυχίαν ἦγον. θαυμάσας δὲ ὁ βασιλεὺς ὅτι τοσαύτην τοῦ στρατοῦ διαδραμόντος ὁδὸν οὐδεὶς ἐκ Περσῶν οὔτε λόχος ἐξ ἐνέδρας οὔτε ἐκ τοῦ προφανοῦς ἀπήντησέ τι πολέμιον, Ὁρμίσδην εἰς κατασκοπὴν ἐκπέμπει μετὰ δυνάμεως, οἷα τὰ Περσῶν διὰ πάσης ἀκριβείας εἰδότα.

ὅς μικροῦ πρὸς ἔσχατον ἐληλύθει μετὰ τῶν σὺν αὐτῷ κίνδυνον, εἰ μὴ τύχη τις αὐτοὺς ἐκ παραδόξου διέσωσεν. ὁ γὰρ σουρήνας ʽἀρχῆς δὲ τοῦτο παρὰ Πέρσαις ὄνομἀ λόχον ἔν τινι τόπῳ καθίσας Ὁρμίσδην καὶ τοὺς σὺν αὐτῷ στρατιώτας ἐκαραδόκει, παριοῦσιν ἐθέλων

134

ἐπελθεῖν, οὐδὲν τοιοῦτον προσδεχομένοις: καὶ δὴ τὰ τῆς ἐλπίδος αὐτοῖς εἰς ἔργον ἐξέβαινεν, εἰ μὴ διῶρυξ ἐν μέσῳ τοῦ Εὐφράτου, πέρα τοῦ συνήθους ῥυεῖσα, τῶν περὶ τὸν Ὁρμίσδην ἐκώλυσε τὴν διάβασιν. καὶ διὰ τοῦτο ἀναβληθείσης τῆς παρόδου, τῇ ὑστεραίᾳ φανέντι τῷ σουρήνᾳ καὶ τοῖς κοινωνήσασιν αὐτῷ τῆς ἐνέδρας συστραφέντες ἐπέθεντο, καὶ τοὺς μὲν ἀνελόντες τοὺς δὲ τρέψαντες εἰς φυγὴν τῇ λοιπῇ στρατιᾷ συνέμιξαν.