Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

διά τοι τοῦτο τοῦ

31
μὲν στενοῦ τῆς Προποντίδος ὑπανεχώρουν οἱ βάρβαροι, τὴν δὲ ἐπὶ Κύζικον ἔπλεον. ἄπρακτοι δὲ διεκπεσόντες καὶ παραπλεύσαντες τὸν Ἑλλήσποντον, ἄχρι τε τοῦ Ἄθω παρενεχθέντες, κἀκεῖσε τῶν πλοίων ἐπιμέλειαν ποιησάμενοι, Κασσάνδρειαν καὶ Θεσσαλονίκην ἐπολιόρκουν. μηχανὰς δὲ τοῖς τείχεσι προσαγαγόντες καὶ παρὰ βραχὺ τοῦ ταύτας ἑλεῖν ἐλθόντες, ἐπειδὴ τὸν βασιλέα προσάγειν ἐπύθοντο, εἰς τὴν μεσόγειαν ἀναβάντες τὰ περὶ Δόβηρον καὶ Πελαγονίαν ἐλῄζοντο πάντα χωρία.

ἐς ἃ δὴ τρισχιλίους ἀποβαλόντες εἰς τὴν τῶν Δαλματῶν ἵππον ἐμπεπτωκότες, τοῖς λειπομένοις πρὸς τὴν οὖσαν ἅμα τῷ βασιλεῖ διηγωνίζοντο δύναμιν. μάχης δὲ γενομένης, ἐξ ἑκατέρου τε μέρους πεσόντων..., ἐτρέποντο μὲν οἱ Ῥωμαῖοι, διὰ δὲ ἀτρίπτων αὐτοῖς ὁδῶν ἀπροσδοκήτοις ἐπιπεσόντες πέντε τῶν βαρβάρων μυριάδας διέφθειραν. μοῖρα δὲ τῶν Σκυθῶν Θεσσαλίαν καὶ τὴν Ἑλλάδα περιπλεύσασα τοὺς ταύτῃ τόπους ἐλῄζετο, πόλεσιν μὲν ἐπιέναι μὴ δυναμένη τῷ φθῆναι ταύτας τειχῶν τε καὶ τῆς ἄλλης ἀσφαλείας φροντίδα ποιήσασθαι, τοὺς δὲ ἐν τοῖς ἀγροῖς εὑρισκομένους ἀπάγουσα.