Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Κατὰ τοῦτον δὴ τὸν χρόνον Σκυθῶν οἱ περιλειφθέντες, ἐκ τῶν προλαβουσῶν ἐπαρθέντες ἐφόδων, Ἑρούλους καὶ Πεύκας καὶ Γότθους παραλαβόντες καὶ περὶ τὸν Τύραν ποταμὸν ἀθροισθέντες, ὃς εἰς τὸν Πόντον εἰσβάλλει, ναυπηγησάμενοι πλοῖα ἑξακισχίλια καὶ τούτοις ἐμβιβάσαντες δύο καὶ τριάκοντα μυριάδας, ἄραντες διὰ τοῦ Πόντου, Τομεῖ μὲν τειχήρει πόλει προσβαλόντες ἀπεκρούσθησαν, προελθόντες δὲ καὶ ἐπὶ Μαρκιανούπολιν, ἣ Μυσίας ἐστίν, ἀναβάντες καὶ ταύτης διαμαρτόντες ἔπλεον ἐπὶ τὸ πρόσω, κατὰ πρύμναν τὸν ἄνεμον ἔχοντες.

ἐπεὶ δὲ τὰ στενὰ τῆς Προποντίδος κατέλαβον, τότε δὴ τῶν νεῶν τὸ πλῆθος ἐνεγκεῖν τὴν τοῦ ῥοῦ ταχυτῆτα μὴ δυνάμενον ἀλλήλοις τὰ πλοῖα προσήραττεν, καὶ ἐφέρετο τὰ σκάφη σὺν οὐδενὶ κόσμῳ, τῶν κυβερνητῶν μεθιέντων τοὺς οἴακας, ὥστε τὰς μὲν καταδῦναι αὐτάνδρους, τινὰς δὲ καὶ ἀνδρῶν ἐρήμους ὀκεῖλαι, πλήθους πολλοῦ καὶ ἀνθρώπων καὶ πλοίων ἀπολομένου.