Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν Σκυθῶν τοίνυν, ὡς διεξῆλθον, ἐσκεδασμένων καὶ τὸ πολὺ μέρος ἀποβαλόντων μειζόνων ἐφιεμένη ἡ Ζηνοβία πραγμάτων Ζάβδαν ἐπὶ τὴν Αἴγυπτον ἐκπέμπει, Τιμαγένους ἀνδρὸς Αἰγυπτίου τὴν ἀρχὴν τῆς Αἰγύπτου Παλμυρηνοῖς καταπραττομένου. συναχθέντος δὲ τοῦ στρατεύματος ἐκ Παλμυρηνῶν καὶ Σύρων καὶ βαρβάρων ἐς ἑπτὰ μυριάδας, καὶ Αἰγυπτίων δὲ πέντε μυριάσιν ἀντιπαραταξαμένων, μάχης

32
καρτερᾶς γενομένης περιῆσαν οἱ Παλμυρηνοὶ παρὰ πολὺ τῷ πολέμῳ, καὶ φρουρὰν ἐγκαταστήσαντες πεντακισχιλίων ἀνδρῶν ἀνεχώρησαν.

Πρόβος δὲ καθῆραι τῶν καταποντιστῶν τὴν θάλατταν ἐκ βασιλέως ταχθείς, ἐπειδὴ τὴν Αἴγυπτον ἔγνω παρὰ Παλμυρηνῶν ἐχομένην, ἅμα τῇ σὺν αὐτῷ δυνάμει καὶ Αἰγυπτίων ὅσοι μὴ τὰ Παλμυρηνῶν φρονοῦντες ἔτυχον ἐπιθέμενος τὴν μὲν φρουρὰν ἐξέβαλεν: αὖθις δὲ Παλμυρηνῶν ἐπιστρατευσάντων, συναγαγόντος δὲ καὶ Πρόβου στρατόπεδον Αἰγυπτίων τε καὶ Λιβύων, ὑπέρτεροι μὲν ἦσαν Αἰγύπτιοι καὶ τῶν ὁρίων τῆς Αἰγύπτου Παλμυρηνοὺς ἤλαυνον, Πρόβου δὲ τὸ πρὸς τῇ Βαβυλῶνι καταλαβόντος ὄρος καὶ ταύτῃ τὴν ἐπὶ Συρίαν τῶν πολεμίων πάροδον ἀποκλείοντος, Τιμαγένης ἅτε δὴ ἴδρις τῶν τόπων, ἅμα δισχιλίοις Παλμυρηνῶν τὴν ἄκραν τοῦ ὄρους κατασχών, ἀδοκήτοις ἐπιστὰς τοῖς Αἰγυπτίοις διέφθειρεν: ἐν οἷς καὶ ὁ Πρόβος ἁλοὺς ἑαυτὸν ἀποσφάττει.