Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ὃ δὲ ἐπιστὰς τῷ Γαλλιηνῷ δειπνοποιουμένῳ, καὶ φήσας ἀγγεῖλαί τινα τῶν κατασκόπων ὡς Αὐρίολος ἅμα τῇ σὺν αὐτῷ δυνάμει προσάγει, τοῖς τοιούτοις ἐπτόησεν λόγοις. ὅπλα τε οὖν ᾔτει καὶ ἀναθορὼν ἐς τὸν ἵππον σύνθημα τοῖς στρατιώταις ἐδίδου μετὰ τῶν ὅπλων ἀκολουθεῖν, καὶ οὐδὲ τοὺς δορυφοροῦντας ἐκδεξάμενος ἤλαυνεν. γυμνὸν οὖν ὁ ἰλάρχης θεασάμενος ἀποσφάττει.

τῶν δὲ στρατιωτῶν κελεύσει τῶν ἡγουμένων ἡσυχασάντων, Κλαύδιος τὴν τῶν ὅλων ἡγεμονίαν παραλαμβάνει, καὶ πρότερον τῆς κοινῆς ψήφου ταύτην δούσης αὐτῷ. Αὐρίολος δ̓ ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας ἐπεκηρυκεύετό τε παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται, τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ.

30