Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
91.* (XI, 376.)
Ammiani in Anth. Plan. p. 171.
Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν, ἔγρετό μιν τοίης ἀμφὶ δικασπολίης·
„ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος,
ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ καὶ τινι δουλεύειν εἰσὶ δικαιότεροι;”
ἐς δ’ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·
„ἢ σοὶ, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν, ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις
δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσεις ψῆφον ἀρειοτέρην, εἴγε δίκαια λέγεις.”
92. (XI, 379.)
Οὔ τις ἀλοιητῆρας ἰδεῖν ·τέτληκεν ὀδόντας ὑμετέρους, ἕνα σοῖς ἐν μεγάροις πελάσῃ·
εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.
ἀλλ’ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.
εἰ δέ ποτ’ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ’ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·
ἀλλ’ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.
93. (XI, 382.)
Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,
νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·
ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης,
πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὐ τι περισσὸν ἄλλο προαγγέλλων, ἢ τὸ γενησόμενον.
Ἀλκιμένους δ’ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως.
καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ’ ἀναπεμπάζων, οὐχ ἑχὰς Ἰπποκράτους.
καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευσάμενος.
„εἴγε φάρυγξ βομβεῦσα, κὼ ἄγρια τύμματα πλευροῦ, κω πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον,
οὐκέτι τεθνήξει πλευρίτιδι, τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστιν ἀπημοσύνης.
θάρσει· τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ εὖ διαθεὶς, βιότου λῆγε μεριμνοτόκου,
καί με τὸν ἰητρὸν, προῤῥήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτη μοίρη κάλλιπε κληρονόμον.”
ANTHOLOGIAE PLANUDEAE EPIGRAMMATA
QUAE
IN CODICE PALATINO NON REPERlUNTUR.
94. (36.)
Εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳ δοθεῖσαν ἐπὶ πρεσβείᾳ πολιτικὴ.
Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας δηρὸν ὀφειλόμενος
νῦν δ’ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡράκλαμον.
εἰ δ’ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.
95. (41.)
Εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου.
Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι,
θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχη γείτονα κοιρανίης.
αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου, πλοῦτον ἀεξήσας, ἀλλὰ μευ εὐσεβίης.
εὔγνωμον τὸ πόνημα. τι γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;
96. (59.)
Εἰς Βάκχην ἐν Βυζαντίῳ.
Οὔπω ἐπισταμένην τάχα κίμβαλα χερσὶ Βάκχην αἰδομένην στήσατο λαοτύπος.
οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· „ἔξιτε, καὶ παταγῶ, μηδενὸς ἱσταμένου.”
97. (80.)
Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίῳ πᾶσι χαριζομένη·
εἰμι δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι,
δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν ἶσα γὰρ αὐτῷ κηρῷ τηκομένῳ τήκεταί οἱ κραδίη.
98. (109.)
εἰς Ἱππόλυτον διαλεγόμενοι τῇ τροφῷ τῆς Φαίδρας.
Ἱππόλυτος τῆς γρηὸς ἐπ’ οὔατι νηλέα μῦθον φθέγγεται· ἀλλ’ ἡμεῖς οὐ δυνάμεσθα κλύειν·
ὅσσον δ’ ἐκ βλεφάροιο μεμηνότος ἐστι νοῆσαι, ὅττι παρεγγυάᾳ μηκέτ’ ἄθεσμα λέγειν.
99. (244.)
Εἰς εἰκόνα Σατύρου πρὸς τῇ ἀκοῇ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου.
Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, ἢ τι παρακλίνας οὖας ἄγεις καλάμῳ;
ἐς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον, ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.
οὐ γὰρ κηρὸς ἔρυκεν ἑκὼν δ’ ἠσπάζετο σιγὴν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.