Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
82. (X, 68)
Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ’ ἄρ’ ἀνάγκη, ἀρσενικὴ φιλότης μήποτέ σε κλονέοι.
θηλυτέρας φιλέειν ὀλίγον κακὸν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.
δέρκεο τῶν ἀλόγων ζώων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης.
ἄρσενι γὰρ θήλεια συνάπτεται. οἱ δ’ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.
83. (X, 69.)
Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;
μοῦνον ἅπαξ θνητοῖς παραγίγνεται, οὐδέ ποτ’ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον.
αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ’ ἐπ’ ἄλλων ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι.
ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΣΚΩΠΤΙΚΑ.
84. (XI, 57.)
Γαστέρα μὲν σεσάλακτο γέρων εὐωδεῖ βακχῶ Οἰνοπίων, ἔμπης δ’ οὐκ ἀπέθηκε δέπας.
ἀλλ’ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ, ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ.
οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ’ ἀπ’ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.
πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ’ ἄρα θεῖος Ὄμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.
85.* (XI, 64.)
Ἡμεῖς μὶν πατέοντες ἀπείρονα ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.
ἤδη δ’ ἄσπετον οἶδμα κατέρρεεν· οἶα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθ’ ὑπὲρ ῥοθίων,
οἱσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη θερμῶν Νηι·άδων οὐ μάλα δευόμενοι.
ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ροδάνθη μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάϊσεν.
πόντων δ’ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ.
τλήμονες· ἀλλ’ ὁ μὲν εἷρπε παραὶ πόσιν ἄφθονος ἡμῖν· τῆς δ’ ἀρ’ ὑπ’ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.
86.* ΧΙ, 350.)
Εἰς δικολόγον ἀδικοῦντα.
Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν; οὐ νοέεις δὲ ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;
ῥήτρη πιστεύεις πυκινόφρονι, σῇ τε μενοινῇ ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ.
ἐλπίζειν ἔξεστι· Θέμιν δ’ οὐκ οἶδεν ἀμεῖψαι τῆς σῆς ἠλεμάτου παιγνία φαντασίης.
87.* (XI, 352.)
In Anth. Plan. p. 68. ἀδέσποτον.
Τὸν σοφὸν ἐν κιθάρῃ, τὸν μουσικὸν Ἀνδροτίωνα εἴρετό τις τοίην κρουματικὴν σοφίην·
„δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας, ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως
λεπτὸν ὑποτρύζουσα, καὶ ἀντίτυπον τερέτισμα πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·
ὣστε με θαυμάζειν, πῶς ἄπνοα νεῦρα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.”
ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·
„ἔστι δ᾿” ἔφη „λύσις ἥδε. τὰ νευρία πάντα ἐς οιος χολάδων αμμιγα τερσομένων.
τοὔνεκέν εἰσιν ἀδελφὰ, καὶ ὡς ξύμφυλα συνηχεῖ, ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.
γνήσια γὰρ τάδε πάντα, μιῆς ὅτε γαστρὸς ἐόντα, καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.
καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.”
88.* (XI, 354.)
Palladae in Anth. Plan. p. 188.
Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
τοῖα περὶ ψυχῆς τις ἀνείρετο· πῶς θέμις εἰπεῖν τὴν ψυχὴν, θνητὴν ἢ πάλιν ἀθάνατον;
σῶμα δὲ δεῖ καλέειν ἢ ασώματον; ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;”
αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
καὶ πάρα τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν·
„εἴπερ ὅλως ἔστι ψυχῆς φύσις, οὐδὲ γὰρ ἢ θνητὴ πάντως ἐστιν ἢ ἀθάνατος,
στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ’ Ἀχέροντα περήσῃς, κεῖθι τὸ νημερτὲς γνώσεαι, ὡς ὁ πότων.
εἰ δ’ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον.
καὶ κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν, μοῦνον ὅπερ ζητεῖς τοῦθ’ ὑπολειπόμενος.”
89.* (XI, 365.)
In Anth. Plan. p. 133. ἄδηλον
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε μίη, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,
ᾔτεε δ’ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη.
ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων, δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·
„εἴτερ ἐπομβρηθῇ τὸ ἀρούριον, ὅσσον ἀπόχρη, μηδέ τιν’ ὑλαίην τέξεται ἀνθοσύνην,
μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου,
μηδὲ νεβροὶ κείρωσι τὰ λήι·α, μηδέ τιν’ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,
ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ’ ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.”
90.* (XI, 372.)
Lucillii in Anth. Plan. p.158.
Σῶμα φέρων σκιοειδὲς, ἀδερκέι· σύμπνοον αὔρῃ, μὴ ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι,
μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομώσῃ, ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον.
οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἄμειψας ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις