Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

100. (331.)

Εἰς εἰκόνα πλουτάρχου.

Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων·

ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας

ἀλλὰ τεοῦ βιότοιο παράλληλον βιόν ἄλλον οὐδὲ σὺ γ’ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.

101. (332.)

Εἰς εἰκόνα Αἰσώπου

Εὐ γε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου

ἑπτὰ σοφῶν ἔμπροσθεν, ἔπει κεῖνοι μὶν ἀνάγκην ἔμβαλον, οὐ πειθὼ, φθέγμασι τοῖς σφετέροις·

390

ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας, παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.

φευκτὸν δ’ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὴν ἔχει δέλεαρ.

EPIGRAMMATA

QUAE

IN PLANUDEA AGATHIAE, IN ANTHOLOGIA CONSTANTINI CEPHALAE

ALIIS SCRIPTORIBUS TRIBUUNTUR.

102. (V, 241.)

Παύλου Σιλεντιαρίου.

Σώζεο σοὶ μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω.

σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν, οἶά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.

ἤματι γὰρ σέο φέγγος ὀμοίϊον· ἀλλὰ τὸ μέν που ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις

κεῖνο, τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι εἰσιν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.

103.(VI, 87.)

Ἄδηλον.

Ανθετό σοι κορύνην καὶ νεβρίδας ἡμέτερος πὰν, Εὔϊε, καλλείψας σὸν χορὸν ἐκ Παφίης. Ἠχὼ γὰρ φιλέει, καὶ πλάζεται· ἀλλὰ σὺ Βάκχε ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τέχνην.

104. (VII, 323.)

Ἀδέσποτον.

Εἷς δύ’ ἀδελφειοὺς ἐπέχει τάφος· ὲν γὰρ ἐπέσχον ἦμαρ καὶ γενεῆς οἱ δύο, καὶ θανάτου.

105. (XI, 402.)

Λουκιανοῦ.

Μηδεὶς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου, ποιήσειε θεῶν, ᾑ σὺ κατασπαταλᾷς,

ἔσθων ἐκτραπέλως στομάχων κακὰ, χείρονα λιμοῦ, οἶα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.

391

πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων, ἢ χορτασθείην τῆς παρὰ σοι σπατάλης.

106. (XI, 377.)

Παλλάδα.

Ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες, ἄλλων ὀρνίθων βρώματα γιγνόμενοι.

καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν, ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί.

107. (XI, 357.)

Τοῦ αὐτοῦ.

ἰὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο, τις πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ.

καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν, ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν.

108. (XI, 401.)

Λουκιανὸς.

Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά.

ὡς δὲ τὸ „Μῆνιν ἄειδε” καὶ „ἄλγεα μυρί’ ἔθηκεν” ἔγνω, καἰ τὸ τρίτον τοῖς δ’ ἀκόλουθον ἔπος,

πολλὰς δ’ ψυχὰς ψυχὰς ἄϊδι προΐαψεν,” οὐκέτι μιν πέμπει πρός με μαθησόμενον,

ἀλλά μ’ ἰδὼν ὁ πατὴρ, σοὶ μὲν χάρις” εἷπεν „ἑταῖρε· αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται.

νὼ γὰρ ἐγὼ πολλὰς ψυχὰς ἄϊδι προϊάπτω, καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.”