Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
73. (IX, 665.)
Εἶξον ἐμοὶ Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.
ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἵ τ’ ἐνὶ πόντῳ Νηρείδες ξυνὴν θέντο συνηλυσίην.
ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.
74.* ΙΧ, 677.)
Τεῦξε με πολλὰ καμὼν Μουσώνιος, οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον.
ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει.
καὶ ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν· ἡ δὲ περισσὴ τέρψις ἔπι ξείνοις ἀνδράσιν ἐκκέχυμαι.
75.* (IX, 766.)
Anth. Plan. p. 377. HSt. ἄδηλον
Εἰς κωνωπεῶνα.
πλέγμασι μὶν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα, καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·
αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους.
οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.
Ὀρνεαὶ που σώζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;
76.* (IX, 767.)
Anth. Plan. p. 377. HSt. ἄδηλον; a Brunckio Paulo Silentiario tributum.
Εἰς τάβλαν.
Ἑξόμενος μὲν τῇδε παρ’ εὐλάϊγγι τραπέζῃ παιγνία κινήσεις τερπνὰ βολοκτυπίης.
μήτε δὲ νικήσας μεγαλίζεο, μήτ’ ἀπολειφθεὶς ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα.
καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός· καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.
77.* (IX, 768.)
Pauli Silentiarii apud Brunckium.
Εἰς τὸ αὐτό.
Παιγνία μὲν τάδε πάντα· Τύχης δ’ ἐτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν.
καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος.
αἰνέομεν δὴ κεῖνον, ὃς ἐν χύβῳ τε κύβῳ τε χάρματι καὶ λύπη μέτρον ἐφηρμόσατο.
78.* (IX, 769.)
Pauli Silentiarii apud Brunckium.
Εἰς τὸ αὐτό.
Τοῖς μὲν πρηυνόοις τάδε παίγνια· τοῖς δ’ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.
ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.
δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν ἐν σπουδῇ. καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον,
ΕΠΙΓΡΑΜΜΑΤΑ ΠΡΟΤΡΕΠΤΙΚΑ.
79. (X, ,4.)
Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα.
οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.
οἱ ζέφυροι πνείουσιν· ἐπιτρύζει δὲ χελιδὼν κάρφεσι κολλητὸν πη·ξαμένη θάλαμον.
θάρσει ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν, κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην.
μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου ἢ σκάρον, ἢ βῶκας φλέξον ἐρευθομένους.
80. (X, 64.)
Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;
νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.
πολλὴ σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα.
81. (X, 66.)
Εὖτέ τις ἐκ πενίης πλούτου τύχοι, ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γιγνώσκει τις πέλε τὸ πρότερον.
τήν ποτε γὰρ φιλίην ἀπαναίνεται. ἀφρονέων δὲ, τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.
ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος οὐκ ἐθέλεις δὲ, αἰτίσσας ἀκόλους, νῦν ἑτέροις παρέχειν.
πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ’ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων, μάρτυρα σαυτὸν ἔχοις.