Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

28. (V, 302.)

Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώζεις χρυσομανεῖ σπατάλῃ.

εἰ δ’ ἔπι παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.

κουριδίαις οἱ γυναιξὶν ἀτερπέα Κύπριν ἐγείρειν τις κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος,

μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων ὦν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.

χήρη δ’, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν, καὶ πάντα φρονέει δήνεα μαχλοσύνης·

ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης,

καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς, ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀμβολίας.

ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωίδι γιγνόμενος·

εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου.

πάντ’ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ’ ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων.

371

ΕΠΙΓΡΑΜΜΑΤΑ ΑΝΑΘΗΜΑΤΙΚΑ.

29. (VI, 32.)

Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν, ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ,

Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τονδ’ ἀνέθηκε τράγον.

30. (VI, 41.)

Χαλκὸν ἀροτρητὴν, κλασιβώλακα, νειοτομῆα, καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην,

καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντα τε γόμφον Δῃοῖ Καλλιμένης ἄνθετο γειοπόνος,

τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.

31. (VI, 59.)

Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα, Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη.

εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβην σώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος.

32. (VI, 72.)

Εἰδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον.

ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροιδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.

εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· ἆ τάχα Βάκχῳ λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.

33. (VI, 74.)

Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη,

ἥ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις, παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,

ἱλήκοις Διόνυσε, τεῆς ἀμέλησα χορείης, Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.

θῆκα δέ σοι τάδε ῥόπτρα· παραῤῥίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.

34. (VI, 76.)

Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι, τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα,

372

νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι, θῆκε δὲ σοι προτέρης λείψανον ἡλικίης.

ἀλλὰ θεὰ, δύνασαι γὰρ, ἢ ἡβητῆρά με τεῦξον, ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.

35. (VI, 79.)

Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀφοτρεὺς ἀντ’ εὐεργεσίης ἄνθετο σοὶ τεμένη.

„βόσκε δ’’’ ἔφη „χαίρων τὰ σὰ ποιμνία, καὶ σέο χώρην δέρκεο, τὴν χαλκῷ μηκέτι τεμνομένην.

αἴσιον εὑρήσεις τὸ ἐπαύλιον· ἐνθάδε γάρ σοι Ἠχὼ τερπομένη καὶ γόμον ἐκτελέσει.’’

36. (VI, 80.)

Δαφνιακῶν βίβλων Ἀγαθίου ἐννεάς εἰμι· ἀλλὰ μ’ ὁ τεκτήνας ἄνθετο σοι, Παφίη.

οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι, οργια τοσσατίων ἀμφιέπουσα πόθων.

αἰτεῖ δ’ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη ἢν τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην.