Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

19. (V, 282.)

Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,

ἀλλ’ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν οὐ λάθε· τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.

μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ’ ἔγνων ὅττι φύσιν νικᾷν ὁ χρόνος οὐ δύναται.

20.* (V, 285.)

Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην,

καὶ κείνῳ φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,

αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν.

ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἴην χείλεος ἀμφοτέρου.

368

21 (V, 287.)

Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθὼ, πείραζον κραδίην πλάσματι κερδαλέῳ·

βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δὲ κούρη ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.

ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,

καὶ με μένειν ἱκέτευσεν. ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένῳ συγκατένευσα μένειν.

ὄλβιος ἐς πόθον εἰμι· τὸ γὰρ μενέαινον ἀνύσσαι πάντων, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.

22.* (V, 289.)

Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη,

ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτ’ ἐπὶ χρυσῷ, οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ.

τὴν κούρην δ’ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτ’ αὐτὴν ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,

ἇ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.

εἰ δ’ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια, οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.

ἔστω δ’ ἀμφοτέροισι μία τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.

23. (V, 292.)

Ἀγαθίου πέραν τῖς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων, ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον

Σιλεντιάριον.

Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·

ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων·

καἰ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ’ ὀλολυγὼν τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.

ἀλλὰ τι μοι τῶν ἦδος, ἔπει σέο μῦθον ἀκούειν ἤθελον, ἢ κιθάρης κρούσματα Δηλιάδος;

καί μοι δισσὸς ἔρως περικίδναται. εἰσοράαν γὰρ καὶ σὲ μάκαρ ποθέω, καὶ γλυκερὴν Δάμαλιν,

369

ἧς με περισμύχουσι μεληδόνες· ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.

24.* (v, 294.)

Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρη δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη.

προβλὴς ὡς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος ἔσκεπε τὴν κούρην ἁπλοὶς ἐκταδίη.

καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου κεῖτο χαλικρήτῳ νάματι βριθομένη.

ἔμπης οὐ μ’ ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου Χέρσιν ἀδουπήτοις βαιὸν ἀειράμενος

φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμῳ

τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,

ὠρθούμην κατὰ βαιὸν, ὅπη βατὸν ἔπλετο τεῖχος ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,

μαζοὺς μὲν κρατέεσκον ὑπεθρύφθην δὲ προσώπῳ μάστακα πιαίνων χείλεος εὐαφίῃ.

ἦν δ’ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.

οὔπω δ’ ἐξαλάπαξα φίλης πύργωμα κορείης· ἀλλ’ ἔτ’ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.

ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα, ναὶ τάχα πορθήσω τείχεα παρθενίης,

οὐ δ’ ἔτι με σχήσουσιν ἐπάλξιες ἢν δὲ τυχήσω, στέμματα σοι πλέξω, Κύπρι τροπαιοφόρε.

25.* (V, 296.)

Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντῴου μάξατο κισσυβίου,

ἔγνων, ὡς φιλέεις με· τὸ δ’ ἀτρεκὲς αὐτίκα πείσεις εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.

τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς καλλείψω λατάγων παίγμασι τερπομένους.

26. (V, 297.)

Ἠϊθέοις οὐκ ἐστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.

370

τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἶς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ·

παίγνιά τ’ ἀμφιέπουσι παρήγορα, καὶ κατ’ ἀγυιὰς πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι.

ἡμῖν δ’ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.

27. (V, 299.)

„Μηδὲν ἄγαν” σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ὡς καλὸς, ἠέρθην ταῖς μεγαλοφροσύναις,

καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο χεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης.

ἡ δ’ ὑπερηέρθη, σοβαρήν θ’ ὑπερέσχεθεν ὀφρὺν, ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.

καὶ νῦν ὁ βλοσυρωπὸς, ὁ χάλκεος, ὁ βραδυπειθὴς, ὁ πρὶν ἀερσιπότης, ἤριπον εζαπινης·

πάντα δ’ ἔναλλα γένοντο· πεσὼν δ’ ἐπὶ γούνασι κούρης ἴαχον· „ίλήκοις, ἤλιτεν 1) νεότης.”