Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
37. (VI, 167)
Σοὶ, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν τὸν τράγον, ὠ δισσᾶς ἁγέτα θηροσύνας —
σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης,
δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων —
ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει.
38. (VI, 172.)
Sine auctoris nomine in cod. Palatino; Agathiae tributum in Anth. Planudea.
Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχωτὸν, καὶ τὸ περισφύριον,
οἷς ἀνέδην βάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα, κισσωτὴν στέρνοις νεβρίδ’’ ἀναπτομένη,
ἁβροκόμη Διόνυσε, πρὸ παστάδος ᾐώρησεν ταῦτα τὰ τοῦ κάλλευς κόσμια καὶ μανίης.
ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΤΥΜΒΙΑ.
39. (VII, 204.)
Οὐκέτι που τλῆμον, σκοπέλων μετανάστρια πέρδιξι πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις,
οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.
σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἄλλα δὲ πάντα ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.
νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἔξερύσῃ.
40. (VII, 205.)
Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις.
οὐ σὲ, πέρδιξ, πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, ἀλλ’ ἔπι σοι κτενέω τὴν σέθεν ἀντιβίην.
ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω ὅσσ’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.
41. (VII, 220.)
Ἕρπων εἰς Ἐφύρην, τάφον ἔδρακον ἀμφὶ κέλευθον Λαίδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.
δάκρυ δ’ ἐπισπείσας, „χαίροις γύναι· ἐκ γὰρ ἀκουῆς οἰκτείρω οἰκτείρω ἔφην „ἡν πάρος οὐκ ἰδόμην.
ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλ’ ἔδε Λήθην ναίεις, ἀγλαίην έν χθονὶ κατθεμένη.”
42. (VII, 551.)
Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ’ ὑμέων ὤφελεν ἱδρύσθαι βωμὸς Ὁμοφροσύνης.
43. (VII, 552.)
“Ὦ ξένε, τι κλαίεις; β διὰ σὸν μόρον. ἁ οἶσθα τις εἰμι; β οὐ μὰ τόν· ἀλλ’ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσι δέ τίς; α Περίκλεια· β γυνὴ τίνος; α ἀνδρὸς ἀρίστου, ῥήτορος ἐξ Ἀσίης, οὔνομα Μεμνονίου.
β πῶς δέ σε βοσπορίη κατέχει κόνις; ἁ εἴρεο Μοῖραν, ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον.
β Παῖδα λίπες; α τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα.
β αἴθε καλῶς ζώοι. ἁ ναὶ ναὶ, φίλος, εὔχεο κείνῳ, ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.
44. (VII, 567.)
Κανδαύλου τόδε σῆμα· Δίχη δ’ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.
ἤθελε γὰρ δισσοῖσιν ὑπ’ ἀνδράσι μηδὲ φανῆναι, ἀλλ’ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον.
ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.
45.* (VII, 568.)
In Anth. Planudea P. 262. HSt. ἄδηλον.
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.
ἆ Μοῖραι, τι τοσοῦτον ἀπηνέες, οὐδ’ ἐπὶ παστοὺς ἠγάγετ’, οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης;
οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ἱμέναιον μέλλον ἄγειν· στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην.
ἀλλὰ θεοὶ λίτομαι, μητρός γε γόους πατέρος παύσατε, τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης.