Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

10. (V, 237.)

πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος,

ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.

ὄμματα δὲ σταλάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.

ὦ φθονερᾶι παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην.

ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα, καὶ γοάοιτε εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,

βαιὸν ἶνα κνώσσοιμεν· ἴσως δέ τις ἤξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.

11. (V, 261.)

Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.

εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·

πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα, καὶ μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.

12. (V, 263.)

Μήποτε λύχνε μύκητα φέροις, μηδ’ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον.

αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, κὼ γὰρ ὅθ’ Ἥρω ἥρμοσε Λειάνδρῳ... θυμὲ, τὸ λοιπὸν ἔα.

Ἡφαίστου τελέθεις, καἰ πείθομαι, ὅττι χαλέπτων Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.

366

13. (V, 267.)

ἁ Τί στενάχεις; βφιλέω. ατίνα; βπαρθένον· ἁ ἦ ῥά γε καλήν,. β καλὴν ἡμετέροις ὄμμασι φαινομένην.

ἁ ποῦ δέ μιν εἰσενόησας; βἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.

ἁ ἐλπίζεις δὲ τυχεῖν; βναὶ ναὶ φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην.

ἆτόν νόμιμον μᾶλλον φεύγεις γάμον· ἀτρεκὲς ἔγνων ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.

βἔγνως. αοὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

14.* (V, 269.)

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος.

εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγὼ, οἶά τέ τις φὼρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,

ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.

ὀχθήσας δ’ ἄρ’ ἔειπον· ἐμοὶ τάχα καὶ τὸ ὡς τὸ φιλεῖν χαλεπὸν, δισσὰ κολαζομένῳ.

15. (V, 273.)

Ἡ πάρος ἀγλαίῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη,

ἥ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης, γήραι ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.

μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.

τὴν πολιὴν καλέω Νέμεσιν Πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.

16.* (V, 276.)

Σοι τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι.

βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθει παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην.

ναὶ ναὶ στήθει· μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.

367

καὶ τόδε μὶν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις, καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,

ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην, καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.

17. (V, 278.)

Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἀχθόμενοι κραδίην,

ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω, μήτ’ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.

ἄρκια θηλυτέρων ἀλιτήματα, κεῖνα κομίσσω, καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

18.* (V, 280.)

Ἦ ῥά γε καὶ Φίλιννα, φέρεις πόθον, ἦ ῥα καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;

ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίγνεται, οὔτ’ ἀριθμός;

εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.

Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· έν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.