In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Ammonius
Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.
Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν ἕως τοῦ καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως.
Ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ ὁρίσαι τί ἐστιν συλλογισμὸς ὁρίζει τίς ἐστιν ὁ τέλειος καὶ τίς ὁ ἀτελής· οὕτως γὰρ προέθετο. καὶ πάλιν οὐ λέγει ‘τέλειος δέ ἐστιν᾿, ἀλλὰ τέλειον δὲ καλῶ καὶ ἀτελῆ ὡς αὐτὸς ὤν φησιν τούτων ἀνοματοθέτης. τέλειον δέ, φησίν, κλῶ τὸν μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, τουτέστιν τὸ συμπέρασμα. ὅρα δὲ πῶς εἶπεν τὸν μὴ δεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον ἀντὶ τοῦ ‘τὸν σαφῆ καὶ διηρθρωμένα ἔχοντα τὰ λήμματα᾿, ὥστε ἀτελῆ λέγει τὸν προσδεόμενον ἔξωθέν τινος πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, οὐ πρὸς τὸ γενέσθαι. οὐκ ἄρα λείπει τις αὐτῷ ὅρος, ὡς καὶ ἄνω εἴρηται, ἀλλ’ εἰσὶν ἐν αὐτῷ οἱ ἀρκοῦν· τες ὅροι τὸ γενέσθαι τὸ ἀναγκαῖον”· οὐ φαίνεται δὲ διὰ τὸ συγκεχύσθαι τοὺς ὅρους, καὶ χρείαν ἔχει οὐ προσθήκης ἀλλὰ τάξεως πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον τὸ ὂν μὲν ἐν αὐτῷ κεκρυμμένον δὲ διὰ τὴν σύγχυσιν. [*](3 οὐδὲν P 5 προστεθεῖσα P 13 τοῖς τοϊκοις P διαφορουμένων P 18 μόνων addidi cf. p. 30,24 20 περιττὸν] ὁ in ras. P1 22 ἀνελλειπές] λ alterum in ras. P 23 ante τέλειον 1—2 litt. eras. P 25 μετὰ τὸ ὁρίσαι τοῖς προειρημένοις P pr. 28 φησιν prius deleverim)
Μετὰ δὲ τὸ εἰπεῖν, τίνα λέγει τέλειον συλλογισμὸν καὶ τίνα ἀτελῆ, ἀκολούθως τοῖς προκειμένοις λέγει, τί λέγει τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι· οὕτως γὰρ προέθετο, ὅπερ δὲ καὶ ἄνω εἴρηται, δοκεῖ ταῦτα τέτταρα εἶναι περὶ ὧν λέγει, τὸ ἐν ὅλῳ εἶναι, τὸ ἐν μηδενὶ εἶναι, τὸ κατὰ παντὸς κατηγορεῖσθαι, τὸ κατὰ μηθενὸς κατηγορεῖσθαι. τῇ δὲ ἀληθείᾳ δύο ἐστὶν | περὶ ὧν λέγει· [*](f. 110v) περὶ γὰρ τῆς καθόλου καταφατικῆς λέγει καὶ τῆς καθόλου ἀποφατικῆς διχόθεν ἐπιχειρῶν ἐπὶ ἑκατέρας ἀπό τε τοῦ κατηγορουμένου ὅρου καὶ τοῦ ὑποκειμένου. καὶ αὐτὸς δὲ τοῦτο αὐτὸ σαφῶς λέγει· τὸ ἐν ὅλῳ τῷ ἑτέρῳ, φησίν, τὸ ἕτερον εἶναι καὶ κατὰ παντὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται· οἷον πᾶς ἄνθρωπος δίπους. τὸ μὲν γὰρ ἐν ὅλῳ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι εἶπεν ἀπὸ τοῦ ὑποκειμένου ἐπιγχειρῶν· ἐν γὰρ τῷ ἑτέρῳ, τῷ δίποδι, ὅλῳ ὄντι τὸ ἕτερόν ἐστιν, ὁ ἄνθρωπος· ὁλικώτερον γάρ ἐστιν τοῦ ἀνθρώπου τὸ δίπουν καὶ περιλαμβάνει αὐτόν. τὸ δὲ τὸ ἕτερον κατὰ παντὸς τοῦ ἑτέρου κατηγορεῖσθαι εἶπεν ἐπιχειρῶν ἀπὸ τοῦ κατηγορουμένου· κατὰ παντὸς γὰρ τοῦ ἑτέρου, τοῦ [*](10 λογικὸν—ἵππος P 11 τὸν P 13 εἰ addidi 15 ἀντικστρέφα (sic) P 16 οὐκ P 17 τῷ alt. addidi 18 τῶν ὅρων scripsi: τοῦ ὅρου P 23 immo τοῖς προειρημένοις cf. p. 22,13 32,25 25 ἄνω] p. 15,1 sq. 26 ἐν alt. superscr. ’ 35 ἐν scripsi: ἐὰν P 37 τὸ alt. superscr. P 38 κατηγορουμένου scripsi : εἰρημένου P)
Ἐπειδὴ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ὥως τοῦ καὶ τὸ ζῷον οὐχ ὑπάρχει τινὶ ἀνθρώπῳ.
Περὶ πάντων ὧν προέθετο ἄνω εἰπεῖν εἶπεν, περὶ προτάσεως, περὶ ὅρου, περὶ συλλογισμοῦ, ἔτι τε πρὸς τούτοις τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής, καὶ τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι. εἶτα ἐπειδὴ εἶπεν ἄνω ὅτι “τέλειον καλῶ συλλο- γισμὸν τὸν μηδενὸς προσδεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ δὲ τὸν δεόμενον ἑνὸς ἢ καὶ πλειόνων” (εἰρήκαμεν δὲ ὅτι ἐν ᾧ λέγει, τὰς βοηθείας λέγει δι’ ὧν ἀνάγονται εἰς τὸ πρῶιον σχῆμα οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι· εἰσὶν δὲ τρεῖς, ἀντιστροφή, ἔκθεσις, ἡ εἰς ἀδύνατον ἀπαγωγή), δῆλον ὅτι ἀναγκαίως καὶ περὶ τῶν βοηθειῶν τούτων διαλήψεται πρὸ τοῦ περὶ τῶν συλλογισμῶν διαλεχθῆναι. οὐ λέγει δὲ ἐνταῦθα περὶ τῶν τριῶν βοηθειῶν ἀλλὰ περὶ μόνης τῆς ἀντιστροφῆς, ἐπειδὴ καὶ ἀσαφεστέρα ἐστὶν καὶ οἱ πλείους συλλογισμοὶ διὰ ταύτης βοηθοῦνται· διὸ καὶ ὡς ἀσαφεστέραν καὶ ὡς μάλιστα χρείαν ἔχων ταύτης προλαμβάνει καὶ λέγει περὶ αὐτῆς. περὶ δὲ τῆς ἐκθέσεως ἐρεῖ τούτου τοῦ βιβλίου πρὸς τῷ τέλει· ἐν δὲ τοῖς μέσοις περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· σαφέστεραι γάρ εἰσιν αὗται αἱ δύο βοήθειαι. ἡ μὲν γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τοῦ ὀνόματος δείκνυται τί σημαίνει, ὅτι αὐτόθεν μὲν τὸ [*](4 ἐάσας scripsi: ἐᾶσαι P 13 <καὶ> κατὰ conicio 15. 16 καθουδενὸς 16 τετράπονν—τέτραπον (sic) P 18 ἐπεὶ δὲ Arist. 23 ἄνω] p. 24 b 22—25 25 εἰρήκαμεν] p. 33,4 sq. 26 οἱ scripsi: οἷον P 27 ἀντιτροφη P 29 τῶν συλλογισμὸν P 33 ἐρεῖ] c. 41 p. 49 b 33—50 a 4 34 πρὸς τὸ P ἐν δὲ τοῖς μέσοις] c. 29 p. 45 a 23 sq.)
ΕΙΣ ΤΟΥΣ ΑΝΑΓΚΑΙΟΥΣ ΣΥΑΛΟΓΙΣΜΟΥΣ.
Τὸν αὐτὸν δὲ τρόπον ἕως τέλους τῶν τριῶν σχημάτων. Μετὰ τοὺς ὑπάρχοντας [*](f. 226r) συλλογισμοὺς τοὺς ἀναγκαίους παραδίδωσιν, ἐπειδὴ πολλὴ συγγένεια τῷ ὑπάρχοντι πρὸς τὸ ἀναγκαῖον· καὶ γὰρ τὸ ὑπάρχον, ἔστ’ ἂν ὑπάρχῃ, ἀναγκαῖόν ἐστιν· καὶ αἱ ἀντιστοφαὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ὁμοίως ἔχουσι. καὶ διὰ τοῦτο καὶ οἱ συλλογισμοὶ σχεδὸν ὁμοίως ἔχουσιν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου. τὸ δὲ σχεδὸν διὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος καὶ τὸν πέμπτον τοῦ τρίτου· οὗτοι γὰρ ἐπὶ ὑπάρχοντος δι’ ἀντιστροφῆς μὲν οὐκ ἐδείκνυντο, δι’ ἀδυνάτου δὲ καὶ δι’ ἐκθέσεως, καὶ ἡ δι’ ἀδυνάτου καὶ δι’ ἐκθέσεως πίστις ἐπὶ τῶν ἄλλων περιουσιαστικὴ οὖσα ἐπὶ τούτων ἀναγκαία ἐγίνετο· ἐπὶ δὲ τοῦ ἀναγκαίου δι’ ἀδυνάτου οὐ δείκνυνται, ἐπειδὴ ἐν τῷ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ αἱ ἀντιφάσεις λαμβάνονται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· καὶ διὰ τοῦτο εἰς μῖξιν ἐμπίπτομεν ἐνδεχομένου καὶ ἀναγκαίου, ἣν οὔπω ἴσμεν τί συνάγει. δι’ ἐκθέσεως δὲ μόνης δείκνυνται, καὶ ἡ δι’ ἐκθέσεως πίστις ἐπὶ τοῦ ὑπάρχοντος κατὰ τοὺς εἰρημένους τρόπους περιουσιαστικὴ οὖσα ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γίνεται. δείκνυνται δὲ δι’ ἐκθέσεως τὸν τρόπον τοῦτον. ἔστω γὰρ ὁ τέταρτος τρόπος τοῦ δευτέρου σχήματος· τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης παντί, τῷ δὲ Γ ἐξ ἀνάγκης οὐ παντί· λέγω ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, ἔστω τὸ Δ ὑπὸ τὸ Γ, ᾧ οὐδενὶ τὸ Α ὑπάρχει· | ἐπεὶ οὖν [*](f. 226v) τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Δ ἐξ ἀνάγκης οὐδενί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ δευτέρου σχήματος τὸ Β τῴ Δ ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Δ τι Γ ἐστίν· τὸ Β ἄρα ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ· ὅπερ ἔδει δεῖξαι. ἀλλὰ δὴ ἔστω ὁ πέμπτος τρόπος πος τοῦ τρίτου σχήματος, καὶ τὸ μὲν Α ἐξ ἀνάγκης τῷ Γ οὐ παντί, τὸ δὲ Β τῷ ἐξ ἀνάγκης παντί· λέγω ὅτι τὸ A τῷ Β ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α τινὶ τῶν ὑπὸ τὸ Γ, οἷον τὸ Δ, οὐδενὶ ὑπάρξει ἐξ ἀνάγκης· ἐπεὶ δὖν τὸ μὲν Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ 13 τῷ Δ ἐξ ἀνάγκης παντί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ τρίτου σχήματος τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί.
p. 29b29 Ὅτι ἕτερον τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον. τὸ γὰρ ἐνδεχόμενον οὔτε ὑπάρχει οὕτε ἀναγκαῖόν ἐστιν, μέλλει δὲ ὑπάρχειν· καὶ τὸ ὑπάρχον ἐκβὰν ἐνδεχόμενόν ἐστιν καὶ ταύτῃ διαφέρει τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου.
p. 29 b 32 Ὅτι ἕτεροι καὶ οἱ συλλογισμοὶ τῶν τριῶν τῷ τὰς προτάσεις καὶ τὰ συμ- περάσματα ποτὲ μὲν τοῦ ὑπάρχοντος εἶναι ποτὲ δὲ τοῦ ἀναγκαίου ποτὲ δὲ τοῦ ἐνδεχομένου.
p. 30 a 2 Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστέφει. ἀλλὰ καὶ τὸ κατηγορικόν· καὶ πλέον τὸ κατηγορικόν· τοῦτο γὰρ ὁμοίως ἐπὶ τῶν τριῶν ἀντιστρέφει· τὸ δὲ στερητικὸν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου μόνον ὁμοίως ἀντιστρέφει, ἄλλως δ’ ἐπὶ ἐνδεχομένου. καὶ διὰ τοῦτο μόνου τοῦ κατεπείγοντος ἐμνημόνευσεν.
p. 30a13 Ἐν τῷ οἰκείῳ σχήματι, εἰ καὶ μὴ ἐν τῷ οἰκείῳ τρόπῳ.
Ὅτι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ δι’ ἀδυνάτου δεῖξις περιουσιαστικὴ οὖσα ἐν δευτέρῳ σχήματι πλὴν τοῦ τετάρτου τρόπου καὶ ἐν τρίτῳ πλὴν τοῦ πέμπτου τρόπου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. ὅτι ἡ δι’ ἐκθέσεως ἀπόδειξις ἐπὶ ὑπάρχοντος περιουσιαστικὴ οὖσα ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου.
[*](4 τῶ ἀναγκαίῳ P pr., corr. P1 7 τὸν πέμπτον scripsi: τοῦ E P 10 δείκνυται Ppr., ν superscr. P1 13 et 15 δείκνυνται scripsi cf. vs. 8. 10: δείκνυται P 24 an τῷ ΔΡ)Πῶς ἐπὶ τοῦ ὑπάρχοντος ἔδειξεν τὸν τέταρτον τρόπον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου μὴ ἀντιθεὶς τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιόν ποιῷ, εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν, δηλοῖ γὰρ τὸ ἐκβὰν ἐνδεχόμενον· οὐ γάρ, εἰ [*](f. 227r) ψεῦδος τὸ ὑπάρχειν μὴ παντί, ἀληθὲς τὸ ὑπάρχειν παντί, ἐπειδὴ ἐπὶ τῶν μετὰ τρόπου κατὰ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται. ἢ ἐχρήσατο τότε τῷ ὑπάρχειν ἀντὶ τοῦ ἔστιν· πρὸ μὲν γὰρ τῶν μίξεων τὸ ὑπάρχον ἰσοδυναμεῖ τῷ ἔστιν· ἐν δὲ ταῖς μίξεσιν ἐστὶν τὴν ἔκβασιν τοῦ ἐνδεχομένου δηλῶν. καὶ τὸ μὲν πρῶτον δείξεις ἐκ τοῦ λέγεσθαι πᾶσαν πρότασιν ἡ τοῦ ὑπάρχειν εἶναι ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· εἰ γὰρ καὶ τὸ ὑπάρχειν τρόπος, ποῦ αἱ ἄνευ τρόπου προτάσεις; τὸ δὲ δεύτερον ἐκ τοῦ τρόπων εἶναι τὰς μίξεις· τὸ γὰρ ἔστιν παντὶ τρόπῳ ἀεὶ συνέζευκται καὶ οὐ ποιεῖ μῖξιν ἀεί. τὸ ὑπάρχον οὐ τρόπος, εἰ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· ποῦ γὰρ αἱ ἄνευ τρόπου, εἰ καὶ τό ὑπάρχον τρόπος; ἢ ἐπὶ τοῦ ὑπάρχοντος τὸν τέταρτον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου δεικνὺς ἀντίφασιν ἔλαβεν τοῦ ὑπάρχειν παντὶ τὸ ὑπάρχειν οὐ παντί, οὐ τὸ μὴ ὑπάρχειν παντί· κατὰ γὰρ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται τῶν μετὰ τρόπου καταφάσεων. ὅτι τὸ ὑπάρχον τρόπος, εἰ μίγνυσιν αὐτὸ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ· τρόπων γὰρ αἱ μίξεις· οὐ γὰρ λέγεται μῖξις τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος πρὸς τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀεὶ συνόντος αὐτοῖς.
ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ.
p. 30a15 Συμ βαίνει δέ ποτε. Μετὰ τοὺς συλλογισμοὺς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου παραδίδωσιν ὁ Ἀριστοτέλης τοὺς συλλογισμοὺς τοῦ ἐνδεχομένου. ἀλλὰ μίγνυσι πρότερον τὸ ὑπάρχον τῷ ἀναγκαίῳ διὰ δύο αἰτίας· ἢ γὰρ ὅτι ποικίλος ὁ περὶ τῶν ἐνδεχομένων συλλογισμῶν λόγος, ἡ ἵνα συμπληρώσῃ τὸν περὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου λόγον καὶ τῶν ἁπλῶν ἐγνωσμένων καὶ τοῦ συνθέτου. ὑπάρχον δὲ λαμβάνει νῦν οὐχ ὡς ἐν τοῖς τρισὶ σχήμασι τὸ κατὰ τὸ ἔστιν ἀλλὰ κατὰ τὸ ἐκβὰν ἐνδεχόμενον εἴτε γὰρ τὸ ἐν τοῖς τρισὶ σχήμασιν ὑπάρχον τρόπος εἴη, παραλελειμμέναι ἔσονται αἱ ἄνευ τρόπου προτάσεις | ἔφη γὰρ ἐκεῖσε ‘‘ἐπεὶ δὲ πᾶσα πρότασις ἡ τοῦ ὑπάρχειν ἡ [*](f. 227v) τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν”), εἴτε τὸ νῦν ὑπάρχον μὴ εἴη τρόπος, οὐκ ἔστιν μῖξις· τῷ γὰρ ψιλῶ ‘ἔστιν᾿ πᾶς τρόπος συνέζευκται. ζητοῦμεν δὲ ἐν ταῖς μίξεσιν οὐχὶ <εἰ> καθόλου ἢ μερικὸν συνάγεται, οὐδ’ εἰ καταφατικὸν ἢ (οὐδεμία γὰρ περὶ ταῦτα γίνεται ἐξαλλαγὴ παρὰ τὰ εἰρημένα, ἐπειδὴ καὶ καθόλου ὑπάρχον τότε ἐλαμβάνετο φερόμενον καὶ κατὰ τῶν τρόπων), ἀλλ’ εἰ ὑπάρχον ἡ ἀναγκαῖον ἣ ἐνδεχόμενον τὸ συμπέρασμα. μίξεως τοίνυν γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν· πρώτῳ σχήματι ὁ μὲν Ἀριστοτέλης τῇ μείζονι ἕπεσθαι βούλεται τὸ συμπέρασμα, εἰ δὲ ἐν δευτέρῳ, τῇ ἀντιστρεφομένη, εἰ δὲ ἐν τρίτῳ, τῇ μὴ ἀντιστρεφομένῃ· αὗται γὰρ μείζονες γίνονται ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου τῶν μὴ ἀναγομένων δι’ ἀντι- στροφῆς εἰς τὸ πρῶτον σχῆμα τῇ χείρονι ἕπεσθαι τό συμπέρασμα. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ οἱ ἀπὸ Πλάτωνος καθόλου καὶ νῦν τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμά φασιν ὥσπερ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ. τῶν δέ νεωτέρων ἠκολούθησαν [*](4 ὑπάρχειν prius scripsi: ὑπάρχον P 7 δείξεις scripsi: δεῖξις P cf. vs. 26 13 ἢ scripsi: εἰ P 16 αὐτὸ scripsi: αὐτῶι P 17 τρόπων scripsi: τρόπωι P 23 συμπληρώσῃ] συμ superscr. P1 26 παραλελιμμέναι P 27 ἐκεῖσε] c. 2 p. 25a1 28 εἴη scripsi: ἡ P 30 ἐν ταῖς μίξεσιν in ras. P1 εἰ prius addidi 32 ἐλαμβά- νετο] ὁ in ras. P τῶν ex τὸν corr. P1 39 τῇ χείρονι] χεῖρον δὲ τὸ ὑπάρχον τοῦ ἀναγκαίου mrg. P)
Ὅτι ἄπορος ἡ μίξις ὑπάρχοντος καὶ ἀναγκαίου· οὔτε γὰρ ἀεὶ ὑπάρχον συνάγεται, ὡς οἱ Πλατωνικοὶ καὶ Θεόφραστος, διὰ τοὺς ὅρους τούτους· περιπατοῦν οὔτε τῆς μείζονος ἀναγκαίας οὔσης ἀναγκαῖον, ὡς ὁ Ἀριστοτέλης, διὰ τοὺς ὅρους τούτους· ζῷον παντὶ ἀνθρώπῳ ἀναγκαίως, ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως, [*](4. 5 ἀριστοτέλει P cf. p. 39,13 ad 17. 18 in mrg. ascr. ἰστέον ὅτι ἡ ἐλάττων προτασις ἡ λέγουσα πᾶν τὸ κινούμενον ἄνθρωπον εἶναι ὑπαρχόντως ψεύδεται· οὐ γὰρ ἐνδέχεται οὐδὲ κατὰ ἐπίνοιαν μὴ κινεῖσθαι τὸν αἰθέρα καὶ τοὺς ἀστέρας P 25 fort, καὶ ὁ Ἀρ. ὅτε—λαμβάνει (27) 29 οὕτε P 30 ἐπιρρεπῆι P 32 οὐκ addidi cf. p. 41,7 34 fort. οὔσης <ὑπαρχούσης> cf. vs. 36 et p. 41,2)
ἀλλ’ οὐδ’ ἀντίφασις | γίνεται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν [*](f. 229v) ποιῷ. φεῦδος γὰρ καὶ τὸ ἐνδέχεται τινὰ ἄνθρωπον ζῷον καὶ τὸ ἀνάγκη μηδένα ἄν- θρωπον ζῷον.
[*](p. 30a19)Τὸ δὲ τῷ Γ ὑπαρχέτω μόνον. ἰδοὺ τῆς μείζονος ἀναγκαίας οὕσης τὴν ἐλάττονα οὐ καλεῖ μὴ ἀναγκαίαν ἀλλ’ ὑπάρχουσαν ὡς πρὸς τῷ ἀναγκαίῳ οὖσαν, καίτοι, ὅτε ἡ ἐλάττων ἀναγκαία ἐστίν, τὴν μείζονα μὴ ἀναγκαίαν καλῶν.
p. 30a23 Εἰ δὲ τὸ μὲν ΑΒ μή ἐστιν ἀναγκαῖον. τὰ Α τῷ Β ὑπάρχει παντί, τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί· ὅτι οὐ συνάγεται τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί· εἰ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Γ τῷ Β ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν, τὸ Α ὥ Β ἐξ ἀνάγκης τινί· ἀλλὰ καὶ ὑπάρχει παντί· ὅπερ ἀδύνατον· ἐνδέχεται γὰρ τὸ ὑπάρχον παντὶ καὶ μηδενὶ ὑπάρχειν. ἡ καὶ οὕτως ἐν τρίτῳ σχήματι· εἰ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί, τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί. ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον.
p. 30a28 Ἔτι δέ καὶ ἐκ τῶν ὅρων φανερόν. ἔχεις ὅρους, φασίν, Ἀριστότελες· διὰ τί γὰρ μὴ καὶ πρότερον, ὅτε ἀναγκαῖον συνῆγες παραλογιζόμενος;
p. 30a31 Κινεῖται δὲ τὸ ζῷον οὐκ ἐξανάγκης, οὐδ᾿ ὁ ἄνθρωπος, καὶ ἐπὶ τῶν παραδειγμάτων τὴν ὑπάρχουσαν τὴν πρὸς τῷ ἐνδεχομένῳ οὐκ ἀναγκαίαν καλεῖ. ἡ γάρ αὐτὴ ἀπόδειξις, δι’ ἀδυνάτου καὶ δι’ ὅρων.
p. 30 a33 ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν. ὅτι καὶ ἐπὶ τῶν μερικῶν συλλογισμῶν τῆς μείζονος ἀναγκαίας οὔσης καὶ τὸ συμπέρασμα ἀναγκαῖον γίνεται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, παντὶ μέρει αὐτοῦ ἐξ ἀνάγκης ὑπάρχει· τὶ δὲ τῶν Γ μέρος ἐστὶν τοῦ Β· ἐκείνῳ ἄρα τῷ μέρει ἀναγκαίως τὸ Α ὑπάοχει, ἀλλ’ οὐ παντὶ μέρει τοῦ Β ἀναγκαίως τὸ Α ὑπάρχει, ἀλλὰ μόνοις τοῖς ἀναγκαίοις μέρεσι τοῦ Β. τὰ δ’ αὐτὰ καὶ ἐπὶ τοῦ στερητικοῦ. εἰ δὲ ἡ μείζων ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμά ἐστιν ὑπάρχον καὶ οὐκ ἀναγκαῖον· ὅτι μὲν γὰρ ὑπάρχον συνάγεται, ἔστιν δεῖξαι δι’ ἀδυνάτου ὅτι δὲ ἀναγκαῖον συνάγεται, οὐκ ἔστιν δεῖξαι δι’ ἀδυνάτου. τό γὰρ Α παντὶ τῷ Β ὑπαρχόντως, I τὸ δὲ Β τινὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως. [*](f. 230r) εἰ δὲ ψεῦδος τό ὑπάρχειν τινί, ἀληθὲς τὸ ἀνάγκη μηδενί, οὐχὶ δὲ τὸ ἐνδέχεται μηδενί· τῷ γὰρ ὑπάρχοντι οὐκ ἀντίκειται τὸ ἐνδεχόμενον, ἐπειδὴ τὸ νυν υπαρχον ἐνδέχεται εἰς ὕστερον μὴ ὑπάρχειν καὶ τὸ νῦν ὑπάρχον ἐνδεχόμενόν ἐστιν, οὖ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει. καὶ διὰ τοῦτο ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς οὐ ληπτέον· ἀντικείμενον τῷ ὑπάρχειν τὸ ἐνδεχόμενον· οὐ γὰρ ἀντίκειται κατὰ τὸ ἀναγκαῖον καὶ ἀδύνατον ἀλλὰ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ οὖν φεῦδος τὸ Α τῷ Γ ὑπάρχειν τινί, ἀληθές τὸ Α τῷ Γ ἀνάγκη μηδενί· τὸ δὲ Γ τῷ Β ἀνάγκη τινί. τὸ Α ἄρα τῷ Β ἀνάγκη οὐ παντί· ὅπερ ἀδύνατον· ὑπάρχει γὰρ παντί. ἀντίφασις δὲ ἀνάγκη οὐ παντί, ὑπάρχει παντί. οὐ μὴν ἔστιν δεῖξαι δι’ αουνατου καὶ ἀναγκαῖον συναγόμενον. οἷον λέγω ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινί· εἰ γάρ [*](18 καὶ in ras. P1 19 ἀριστοτέλες P, ἑ alt. ex ἡ, ut videtur, corr. P1 22 αὐτὴ sciipsi: αὐτῆς P ad 32 in mrg. aser. ψευδῶς ἔλαβεν ἐνταῦθα. τῆς ὑπάρχει τινὶ ἀντίφασιν φασιν τὴν ἀνάγκη μηδενί· τῇ γὰρ ἀνάγκη μηδενὶ ἀντιφάσκει ἡ ἐνδέχεται τινί, ἀλλὰ καὶ ὑπάρχει τινί· ὥστε ἔσονται δύο μιᾶς P)
Ποῦ λέγει ὁ Πλάτων ἐν τῇ μίξει ἀναγκαίου καὶ ἐνδεχομένου τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἡ ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐν τῷ συμπεράσματι | τῶν πρὸς Πολέμαρχον [*](f. 230v) λόγων ἐπὶ παραδειγμάτων τοιούτων·
δίκαιον κακοὺς κακῶς φίλους κακῶς ποιεῖν, ἀγαθοὺς ποιεῖν καὶ ἐχὁ δίκαιος φίλους εὺ ποιεῖ κακοὺς εὖ ποιεῖ, καὶ ἐχθρ ὺς εἰ τύχοιεν φίλοι κακῶς ὄντες, ἀγαθοὺς εὖ ἀναγκ. (??) ἐνδεχ.
Ἐπὶ μὲν τῶν καθόλου συζυγιῶν τοῦ πρώτου σχήματος τῆς ἐλάττονος προτά- σεως ἀναγκαίας οὔσης, ἐὰν τὸ συμπέρασμα ἀναγκαῖον ὐποτεθῇ, ψεῦδος ἕπεται διὰ τῆς εἰς ἀδύνατον, ἤτοι εἰς ψεῦδος, ἀπαγωγῆς. ἐπὶ δὲ τοῦ ἐν μέρει οὐ δυνάμεθα διὰ τῆς εἰς ἀνύνατον ἀπαγωγῆς ἀναγκαίου τεθέντος τοῦ συμπεράσματος ψεῦδος συναγαγεῖν· ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται, οἴαν δ’] ἄν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι· εἴτε γὰρ τὴν μερικὴν προσλάβωμεν, ἐκ δύο μερικῶν ἐστι καὶ ἀσυλλό- γιστον, εἴτε τὴν καθόλου, γίνεται δεύτερον σχῆμα ἐκ δύο ὁμοιοσχημόνων προτάσεων καὶ οὕτως ἀσυλλόγιστον· ἀλλὰ δείκνυται ὑπάρχον τὸ συμπέρασμα διὰ τῶν ὅρων· κίνησις, ζῶον, λευκόν.
ΜΙΞΙΣ EN B ΣΧΗΜΑΤΙ ΥΠΑΡΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
p. 30b7 ἐπὶ δευτέρου δευτέρου σχήματος. Ὅτι ἐν δευτέρῳ σχήματι μίξεως γινομένης, εἰ μὲν ᾖ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐπὶ τῶν πρώτων τριῶν τρόπων, τῇ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ | μείζων γίνεται τοῦ πρώτου [*](f. 231r) σχήματος ἐν τῇ εἰς ἄτοπον ἀπαγωγῇ· τῇ δέ μείζονι τοῦ πρώτου σχήματος δέδεικται τὸ συμπέρασμα ἑπόμενον· εἰ δὲ μὴ ᾖ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐν τῷ τετάρτῳ τρόπῳ, τῇ χείρονι ἕπεται τὸ συμπέρασμα. καὶ τὰς μὲν συναγούσας ἀναγκαῖον διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυσιν, τὰς δ’ ὑπάρχον καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου καὶ δι’ ὅρων.
p. 30b18 Εἰ δ' ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔστι συμπέρασμα ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου, ἐὰν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμα ὑπάρχον ἐστί, τριχῶς ἀποδείκνυσι. καὶ [*](4 τὸ αὐτὸν P 5 μὲν superscr. Ρ1 7 ἐνδεχομένως scripsi: ἐνδεχομένως P 12 ἐν τῷ πρώτῳ τῆς Πολιτείας] c. G p. 332 A sq. 15 ποιεῖ utrobique P 18 ἀνα- γωγῆς P ἐπὶ scripsi: ἐπεὶ P 19 ἀναγκαίου scripsi: ἀναγκαίως P 20 δ’ delevi 22 δεύτερον scripsi: Α P 29 ἀναγωγῆ P 34 οὐκ ἔσται Arist.)
p. 31a3 Ὅταν δ᾿ ἡ κατηγορικὴ καθόλου τε καὶ ἀναγκαία ᾖ. κατὰ μέρος διχῶς, φησίν, τὸ ὑπάρχον συνάγεται· καὶ γὰρ ἐν τῷ τετάρτῳ τρόπῳ, ὅτε καὶ ἔστιν καθόλου κατηγορική, καὶ ἐν τῷ τρίτῳ τρόπῳ, ὅταν ἡ μερικὴ κατηγορικὴ ἀναγ- καία ᾖ· τηνικαῦτα γὰρ ἡ λοιπὴ καθόλου ἀποφατικὴ ὑπάρχουσα γίνεται, καὶ διὰ τοῦτο τὸ συμπέρασμα ὑπάρχον. ὥστε διὰ τὸ δεύτερον πρόσκειται τὸ καὶ ἀναγκαία, οὐ διὰ τὸ πρῶτον· ὡς ἂν γὰρ ἔχη ἡ καθόλου κατηγορικὴ κατὰ τὸ ὑπάρχον καὶ ἀναγ- καῖον, ὑπάρχον συνάγεται.
ΜΙΞΙΣ ΥΠΑΠΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ ΕΝ Γ ΣΧΗΜΑΤΙ.
p. 31 a 18 Ἐ(??)ν δὲ τῷ τελευταίῳ σχήματι. Μίξεως γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι ἐν τῷ πρώτῳ τρόπῳ πάντως ἀναγκαῖόν φησιν συνά- γεσθαι ὁ Ἀριστοτέλης, διότι ἐν τούτῳ τῷ σχήματι τῇ μὴ | ἀντιστρεφούσῃ ἕπεται [*](f. 232r) τὸ συμπέρασμα· αὕτη γὰρ γίνεται μείζων ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· δύναται δὲ ἡ μὴ ἀθμπέρασμα· ἀναγκαία εἶναι. ἀλλ’ ὅσον ἐπὶ τούτῳ, φησὶν ὁ φιλόσοφος Πρόκλος ἐν τῷ σχολικῷ ὑπομνήματι τοῦ πρώτου τῶν Προτέρων ἀναλυτικῶν, δύναται ὁ προκείμενος τρόπος καὶ ὑπάρχον ἀεὶ συνάγειν τῷ δύνασθαι τὴν μὴ ἀντιστρεφομένην ὑπάρχουσαν εἶναι. πῶς οὑν ὁ αὐτὸς τρόπος δύο συμπεράσματα συνάγει, ποτὲ μὲν ἀεὶ ἀναγ- καῖον, ποτὲ δὲ ἀεὶ ὑπάρχον; ἡ ἄλυτος ἦν ὁ λόγος, εἰ καθόλου ἢν τὸ συναγόμενον· νῦν δὲ δύναται τὸ μερικὸν καὶ ἀναγκαῖον εἶναι καὶ ὑπάρχον· ζῶον γὰρ τινὶ λευκῷ καὶ ἐξ ἀνάγκης διὰ τὸν κύκνον καὶ ὑπαρχόντως διά τινα ἄνθρωπον. ἐν δὲ τῷ δευτέρῳ τρόπῳ τῇ καθόλου ἀποφατικῇ βούλεται ἕπεσθαι τὸ συμπέρασμα· αὕτη γὰρ πάντως ἐστὶν ἡ μὴ ἀντιστρέφουσα ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆ· καὶ εἰ μὲν ἀναγκαία ᾖ ἡ καθόλου ἀποφατική καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι, εἰ δ’ ὑπάρχουσα, ὑπάρχον. καὶ δείκνυσιν ἑκάτερον μὲν διὰ τοῦ πρώτου σχήματος, μόνον δὲ τὸ ὑπάρχον καὶ δι’ ὅρων· κενεμβατεῖ γὰρ πανταχοῦ τὸ ψεῦδος μὴ ἐποχούμενον πράγμασιν. καὶ εἰσὶν οἱ ὅροι· ἀγαθὸν ἵππῳ ὑπαρχόντως· ζῷον παντὶ ἵππῳ ἀναγκαίως· καὶ ἀγαθὸν οὐ [*](2 ἀντιστροφῆς] ῆ ιν ras. ex εῖ corr. Ρ1 8 Α prius ex Γ corr. Ρ1 15 ὑπάρχει P οὕτω scripsi: οὔτο P 22 διὰ τοῦ Β P 42 ἀναγκαίως scripsi: ἀναγκαίωι P)
p. 31b37 Ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ, ἢ καθόλου ὂν [*](f. 223r) ἢ ἐν μέρει, ἢ τὸ στερητικὸν κατὰ μέρος, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. τρεῖς ἅμα συζυγίαι, φησίν, ὑπάρχον <συνάγου>σιν, ἡ λοιπὴ τοῦ ἕκτου καὶ αἱ δύο τοῦ του· καταφατικὸν γὰρ καθόλου ἔχει ἀναγκαῖον εἷς τοῦ πέμπτου, μερικὸν δὲ καταφατικὸν ἀναγκαῖον ὁ λοιπὸς τοῦ ἕκτου, στερητικὸν δὲ κατὰ μέρος ἀναγκαῖον ὁ λοιπὸς τοῦ πέμπτου.
p. 32a6 Φανερὸν οὖν ὅτι. Τοῦτο οἰκεῖόν ἐστιν οὔτε πᾶσι τοῖς σχήμασι οὔτε μόνῳ τῷ τρίτῳ ἀλλὰ μόνῳ τῷ πρώτῳ τρόπῳ τοῦ τρίτου σχήματος· οὗτος γὰρ ὑπάρχον μοναχῶς συνάγει· μόνον γάρ, ὅταν ἄμφω ὑπάρχουσαι ὦσιν· ἀναγκαῖον δὲ διχῶς· καὶ γὰρ ἀμφοτέρων ἀναγκαίων οὐσῶν καὶ τῆς μὲν οὔσης ἀναγκαίας τῆς δ’ ὑπαρχούσης, ὡς δέδεικται. ἔμπαλιν δὲ ὁ τέταρτος τοῦ δευτέρου καὶ ὁ πέμπτος τοῦ τρίτου ἀναγκαῖον μὲν μοναχῶς συνάγουσιν· ἀμφοτέρων γὰρ ἀναγκαίων οὐσῶν· ὑπάρχον δὲ διχῶς· καὶ γὰρ ἄμφω ὑπαρχουσῶν <οὐσῶν> καὶ τῆς μὲν οὔσης ἀναγκαίας τῆς δ’ ὑπαρχούσης· ἐν γὰρ τοῖς τρόποις τούτοις τῇ χείρονι ἕπεται τὸ συμπέρασμα.
p. 32a8 Ἐν ἀμφοτέροις δέ. ὅτι ὁ τρόπος τοῦ συμπεράσματος πάντως ἐν ταῖς προτάσεσι προείληπται, ὡς καὶ τὸ καταφατικὸν ἢ ἀποφατικόν, οὐ μὴν καὶ τὸ καθόλου ἡ μερικόν· ἐν τρίτῳ γὰρ σχήματι καὶ ἐξ ἀμφοτέρων καθόλου μερικὰ συνά- γεται. ἐν ἀμφοτέροις δέ, φησίν, τοῖς ἁπλοῖς καὶ τοῖς μικτοῖς, καὶ ἁπλοῖς διχῶς, ἢ ἐξ ὑπαρχουσῶν ἢ ἐξ ἀναγκαίων.
ΠEPI TOΥ ENΔEXOMENOΥ.
p. 32a16 Περὶ δὲ τοῦ ἐνδεχομένου. Μετὰ τοὺς ὑπάρχοντας συλλογισμοὺς καὶ τοὺς ἀναγκαίους καὶ τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου μέτει|σι [*](f. 233v) καὶ ἐπὶ τὸ ἐνδεχόμενον. καὶ πρῶτον διδάσκει τοὺς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν [*](3 οὐδενὶ scripsi: οὐδὲν P 4 διορθοῦται scripsi: διορθοῦνται P 5 ἀναγκαίως scripsi: ἀναγκαίωι P 17 ἀναγκαίαν scripsi: ἀναγκαῖον P 19 δὲ scripsi: μὲν P 21 ἔσται Arist. 22 ὑπάρχον συνάγουσιν scripsi: ὑπάρχονσιν (sic) P 30 ὑπάρχον] ὁ ex ὢ corr. P 31 οὐσῶν addidi 35 μερικὰ] ἁ ex ὂν corr. P1)
οὐκ ἐνδέχεται εἶναι ἐνδέχεται εἶναι ἀνάγκη μὴ εἶναι οὐκ ἀνάγκη μὴ εἶναι ἀδύνατον εἶναι οὐκ ἀδύνατον εἶναι.
β(??). Ἦσαν αἱ ἀντιστροφαὶ τοῦ ἐνδεχομένου οὐχ αἱ ἁπλαῖ ταύτας γάρ παραδώσει μετὰ τὸ πρῶτον σχῆμα, ὅπου καὶ δέεται αὐτῶν· τὰ γὰρ ἄλλα σχήματα δι’ ἁπλῆς ἀντιστρο- φῆς εἰς τὸ πρῶτον σχῆμα ἀνάγεται) ἀλλ’ αἱ ἐνδεχόμεναι αἰ τὸ ποιὸν μόνον ἀμείβουσαι τὴν δὲ τάξιν τῶν ὅρων φυλάττουσαι. κατὰ ταύτην τοίνυν τὴν ἐνδεχομένην ἀντιστροφὴν αἶ τε καθόλου πρὸς ἀλλήλας ἀντιστρέφουσιν καὶ <αἱ> μερικαὶ πρὸς ἀλλήλας· διὰ τὸν τοῦ ἐνδεχομένου ὃ ἐνδέχεται <οὐδενί, ἐνδέχεται> καὶ παντί, καὶ ἔμπαλιν· καὶ ὃ ἐνδέχεται οὐ παντί, καὶ τινί, καὶ ἔμπαλιν· καὶ ἔτι αἱ καθόλου πρὸς τὰς διαγωνίους μερικὰς ἀντι- στρέφουσιν· ὃ γὰρ ἐνδέχεται παντί, καὶ οὐ παντὶ διὰ μέσης τῆς οὐδενί· καὶ ὃ ἐνδέ- χεται οὐδενί, καὶ τινὶ διὰ μέσης τῆς παντί. οὐκέτι δὲ καὶ ταῖς μερικαῖς αἱ καθόλου ἕπονται. οὐ πᾶν μὲν γὰρ ζῷον ἐνδέχεται βαδίζειν· οὐ μὴν καὶ πᾶν ζῷον ἐνδέχεται βαδίζειν διὰ τὰ ἑρπετά. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφρα- στος καὶ Εὔδημος, καὶ ἔτι οἱ Πλατωνικοὶ οὐ βούλονται ἐνδεχομένην ἀπόφασιν ἀντι- στρέφειν πρὸς ἐνδεχομένην κατάφασιν, ἐπειδὴ οὐ μένει τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, περὶ οὗ ὁ λόγος. οἱ γὰρ συλλογισμοὶ ὑπὸ τεχνῶν προβάλλονται, αἲ περὶ τὸ ὡς ἐπὶ τὸ [*](12 ἐδεώμεθα P ὑπάρχον tert.] ὁ in ras. ex ει corr. P 17 ἀντικήμενον P ἀδύνατον scripsi: ἀδυνάτωι P καὶ delevi 18 τὸν ὅρον scripsi: τῶν ὅρων P 36 αἶ τε scripsi: ἄν τε P αἱ addidi 37 οὐδενί, ἐνδέχεται addidi 39 post ὁ prius eras. 1 litt. P)
(??) Ὅτι τὸ ἐνδεχόμενον φέρεται κατὰ πάσης ὑπάρξεως, ἀναγκαίας, ὑπαρχούσης, μελλούσης· ἀλλ’ ἀναγκαίας μὲν καὶ ὑπαρχούσης δέει τῆς ἀποφάσεως· ὃ γὰρ δὴ οὐκ ἐνδέχεται· μελλούσης δὲ κυρίως. καὶ τὸ κυρίως ἐνδεχόμενον διττόν· ἢ γὰρ ὡρισμένον, ὡς τὸ ὡς ἐπὶ τὸ πολύ· τοῦτο γὰρ ὥρισται, ἐπειδὴ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν· ἢ ἀόρι- στον, ὡς τὸ ἐπ᾿ ἔσης καὶ ἐπ’ ἔλαττον. ἀλλὰ πῇ τὸ ἐπ’ ἔλαττον ἀόριστον; ὥρισται γὰρ καὶ τοῦτο μᾶλλον οὐκ ὃν ἡ ὄν. ἢ ὡς πρὸς ὕπαρξιν ἀόριστον τὸ ἐπ᾿ ἐπ’᾿ πρὸς ἀνυπαρξίαν τὸ ὡς ἐπὶ τὸ πολὺ ἀόριστον.
p. 32a17 Διὰ τίνων; ὅτι διὰ δύο τοὐλάχιστον προτάσεων. πῶς; ὅτι τοῦ μέσου ἢ κατηγορουμένου μόνως ἡ ὑποκειμένου ἢ ἀμφότερα. πότε; ὅτι τῶν ἰδίων σωζομένων καθ’ ἕκαστον σχῆμα, ὡς καὶ ἐπὶ τοῦ ἀπλῶς συλλογισμοῦ ἐλέγετο. διὰ τί οὖν καὶ νῦν πρόσκειται ταῦτα; διότι τινὲς ἀσυλλόγιστοι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου συλλογιστικοὶ γίνονται ἐπὶ ἐνδεχομένου. λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον σπερματικῶς. προέλαβεν τὰ σημαινόμενα τοῦ ἐνδεχομένου· ὕστερον δὲ ἐξαπλοῖ αὐτά· ἔδει γὰρ τὸ τί σημαίνει τοὔνομα τοῦ τί ἔστιν προηγήσασθαι καὶ μὴ πάντῃ ὑπερτεθῆναι.
p. 32a20 Τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν. τί βούλεται ὁ ‘γάρ’ σύνδεσμος; ἢ ὅτι ἀπέφησε τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου ἐνδεχομένου ὄντος.
p. 32a26 Ἤτοι τὰ αὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις. τὰ αὐτά ἐστιν τῷ σημαινομένῳ· ἀκολουθεῖ δὲ ἀλλήλοις τῇ προφορᾷ μὴ ὄντα τὰ αὐτά.
p. 32a27 Κατὰ παντὸς γὰρ ἢ φάσις ἢ 'ἀπόφασις. αἰνίττεται τὸ λῆμμα τὸ λέγον ὅτι, ἐὰν δύο ἀντιφάσεων θάτερον μόριον ἀντιστρέφῃ, καὶ τὸ λοιπὸν ἀντιστρέψει.
p. 32a29 Συμβαίνει δέ. τό δεύτερον κεφάλαιον, αἱ ἐνδεχόμεναι ἀντιστροφαί· τὰς γὰρ ἁπλάς ἀντιστροφὰς οὐ παραδίδωσι νῦν τῶν ἐνδεχομένων προτάσεων, ἐπεὶ μηδὲ δεῖται αὐτῶν ἐν τῷ πρώτω σχήματι. πῶς πᾶσαι ἀντιστρέφουσιν; ἐπειδὴ αἱ καθόλου καὶ ἀλλήλαις καὶ ταῖς μερικαῖς ἀντιστρέφουσιν. | ὅτι οὐ δι’ ἀντιστροφῆς τὸ παντὶ f. 235r τῷ τινὶ ἰσοδυναμεῖ ἢ τὸ οὐδενὶ τῷ οὐ παντί· τὸ γὰρ ποιὸν ἔμεινεν. ὅτι αἱ νῦν ἀποφάσεις φωνῇ μόνον εἰσὶν ἀποφάσεις· ὁ γὰρ τρόπος ἀκέραιος ἔμεινεν.
p. 32a33 Οἶον τὸ ἐνδέχεται ὑπάρχειν. ὅτι ἡ ἀπροσδιόριστος κατάφασις τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντιστρέφει, καὶ τὸ παντὶ τῷ οὐδενὶ καὶ οὐ παντί, καὶ τὸ οὐδενὶ τῷ παντὶ καὶ τινί, τὸ δὲ τινὶ μόνω τῷ οὐ παντί.
p. 32a35 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ τὸ τὸ ἀντιστρέφει τῷ οὐδενὶ καὶ οὐ παντί, οὕτως καὶ τὸ οὐδενὶ καὶ παντὶ καὶ τινί. ὅτι δείκνυσιν τὰς καθόλου ἀντιστρεφούσας ἀλλήλαις καὶ τὰς μερικὰς ἀλλήλαις οὐ διὰ τοῦ ὅρου τοῦ ἐνδεχομένου· οὗτος γὰρ τὸ ἐνδεχόμενον ὑπάρχον ποιεῖ. ἀλλὰ τῷ τὸ ἐνδεχόμενον εἶναι ἐνδέχεσθαι καὶ μὴ εἶναι, ὡς τὸ εἶναι μὲν ἐπὶ τῶν ἀπροσδιορίστων καὶ ἄνευ τρόπου προτάσεων κατάφασιν ποιεῖ, οὕτως καὶ τὸ ἐνδεχόμενον. τοῦτο δὲ τὸ κῶλον καὶ ἐν τοῖς τρισὶ σχήμασιν εἴρηται.
p. 32b4 Πάλιν λέγωμεν· ᾐνίξατο γὰρ ἤδη τὰ σημαινόμενα τοῦ ἐνδεχομένου. ἢ πάλαι μὲν εἶπε τὰ σημαινόμενα τοῦ ἁπλῶς ἐνδεχομένου, νῦν δὲ τοῦ κυρίως. τὸ δὲ πάλιν, διότι τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἀντιδιῃρημένων καὶ ἐν τοῖς τρισὶ σχήμασιν ἐμνημόνευσεν.
Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ σχεδὸν ἀναγκαῖόν ἐστιν καὶ διαλεῖπον ἀναγκαῖον· τὸ δὲ ἐπ’ ἔλαττον σχεδὸν ἀδύνατον καὶ διαλεῖπον ἀδύνατον· διὰ γὰρ τὸ ἐπ’ ἔλαττον οὐκ ἀναγκαῖον τὸ ὡς ἐπὶ τὸ πολύ· διὰ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐκ ἀδύνατον τὸ ἐπ’ ἔλαττον.
[*](4 an ὑπαρχούσης <οὔσης>? ? 7 ἐφίσης P πῇ scripsi: δὴ P 11 ου alt. ex ως corr. P 16 τοῦ τί ἔστιν scripsi: τουτέστιν P 17 άναγκαίως καίως P pr., corr. P1 29 φονῆι P 34 fort, τῷ παντὶ)Διὰ τὸ μὴ ἀεὶ εἶναι ανθρωπον. δύο αἴτια τοῦ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον μὴ ἐκβαίνειν, ἣ τὸ ὑποκείμενον μὴ ὃν ἢ τὸ κατηγορούμενον μὴ ὄν· πέφυκε γὰρ ἄνθρωπος ὡς ἐπὶ τὸ πολὺ ἐν γήρᾳ πολιοῦσθαι καὶ ἀκμάζειν καὶ παρακμάζειν· ἀλλὰ καὶ μειράκιον ὂν ἀπόλλυται, ἡ καὶ εἰς γῆρας ἐλθὼν οὐ πολιοῦται διά τινα ἰδιότητα κατὰ γένος.
p. 32b9 Ἤ ἐξ ἀνάγκης. πῶς ἐξ ἀνάγκης; ἢ ἐπὶ τῇ προσεχεστάτῃ ὕλῃ ἐξ ἀνάγκης τὸ εἶδος ἐπιγίνεται.
p. 32b10 Ἄλλον δὲ τὸ ἀόριστον. πρόσθες ἐν ὑπάρξει· τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν ἀνυπαρξίᾳ ἀόριστόν ἐστιν. | ὅτι δὲ τὸ ἀόριστον κατὰ τοῦ ἐπ’ ἴσης καὶ τοῦ [*](f. 235v) ἐπ’ ἔλαττον φέρει, δηλοῖ τὰ παραδείγματα· τὸ μὲν γὰρ βαδίζειν τοῦ ἐπ’ ἴσης ἐστίν, ὁ δὲ σεισμὸς τοῦ ἐπ’ ἔλαττον.
p. 32b11 Ὃ καὶ οὕτω καὶ μὴ οὕτω δυνατόν. τοῦτο ἁρμόζει καὶ τῷ ἐπ’ ἔλαττον, ἀλλὰ καὶ τῷ ὡς ἐπὶ τὸ πολύ.
p. 32b13 Οὐδὲ γὰρμᾶλλον οὕτως πέφυκεν ἢ ἐναντίως. τοῦτο ὃιὰ το μᾶλλον μόνῳ τῷ ἐπ’ ἴσης ἁρμόζει.
Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ πεφυκὸς καλεῖ διὰ τὸ περὶ αὐτὸ καταγίνεσθαι τὴν φύσιν καὶ τὴν αὐτὴν μιμουμένην τέχνην.
p. 32b14 Αντιστρέφει μὲν οὖν. αἱ ἐνδεχόμεναι, φησίν, ἀντιστροφαὶ ἐπὶ τῶν δύο ἐνδεχομένων προβαίνουσιν· καθόλου γὰρ τὸ ἐνδεχόμενον καὶ εἶναι δύναται καὶ μὴ εἶναι. τὸ δὲ διάφορον, ὅτι ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἡ κατάφασις ἀληθεύει, ἐπὶ δὲ τοῦ ἀορίστου ἢ ἐξ ἴσου ἡ μᾶλλον ἡ ἀπόφασις. πλήν, φησίν, αἱ σκέψεις τὸ ὡς ἐπὶ τὸ πολὺ ζητοῦσιν. ἔδει οὑν διὰ τοῦτο, Ἀριστότελες, μὴ παραλαβεῖν τὰς ἐνδεχομένας ἀντιστροφάς. τὸ πεφυκὸς εἶναι δύναται καὶ μὴ εἶναι διὰ μόνον τὸ μὴ ἐξ ἀνάγκης εἶναι· πολλὴν γὰρ ἔχει πρόσκλισιν πρὸς τὸ εἶναι· τὸ δὲ ἐπ’ ἴσης ὡς κέντρον ὃν ὑπάρξεως καὶ ἀνυπαρξίας· ἴσον γὰρ ἑκατέρας ἀπέχει. τὸ δ’ ἐπ’ ἔλαττον παρῆκεν διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον· οὐδὲν γὰρ μᾶλλον τὸ μέσον τῷ μείζονι ὑπόκειται ἢ οὐχ ὑπόκειται, καὶ οὐδὲν μᾶλλον τοῦ ἐλάττονος κατηγορεῖται ἢ οὐ κατηγορεῖται· καὶ ἐπ ἔλαττον αἲ τέχναι τυγχάνουσι τοῦ τέλους, μᾶλλον ἀτεχνίαι εἰσὶν ἢ τέχναι.
p. 32b22 Οὐ μὴν εἴωθέ γε ζητεῖσθαι. δικαίως ὄρα οἱ Πλατωνικοὶ οὐ προσίενται τὰς ἐνδεχομένας ἀντιστροφάς· ζητοῦμεν γὰρ αὐτὰς διὰ τοὺς συλλογισμούς· οἱ δὲ συλλογισμοὶ ὑπὸ τεχνῶν ἢ ἐπιστημῶν προβάλλονται.
p. 32b23 Ταῦτα μὲν οὖν. ἐν γὰρ τῷ δευτέρῳ τῆς Φυσικῆς σαφέστερον διελεῖ τὸ ἐνδεχόμενον εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον, καὶ διακρινεῖ τὰ περὶ αὐτὰ καταγινόμενα, ὅτι ὅπου μὲν φύσις καὶ τέχνη, ὅπου δὲ προαίρεσις, ὅπου δὲ τύχη καὶ αὐτόματον.
p. 32b 24 Καὶ τίς. κατὰ τὸν τρόπον τοῦ συμπεράσματος.
p. Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι | τόδε τῷδε ὑπάρχειν. ὅτι τὸ ἐνδέχεσθαι [*](f. 236r) παντὶ δύο σημαίνει· πάντως μὲν γὰρ ὑπάρχει τὸ Α τοῖς ὑπὸ τὸ Β διὰ τὸν ὅρον τοῦ κατὰ παντός, ἀλλ’ ἢ ἐνδεχομένοις μέρεσιν οὖσιν τοῦ Β ἢ ὑπάρχουσιν. καὶ τὸ μὲν πρῶτον εἰλήφθω νῦν, ἐπειδὴ περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων διαλεγόμεθα· τὸ δὲ δεύτερον περιμενέτω τὴν μῖξιν ἐνδεχομένου καὶ ὑπάρχοντος. ἵνα δὲ μῖξις ᾖ καὶ ἐνδεχομένου καὶ ἀναγκαίου, τὸ ἐνδεχόμενον παντὶ τρία σημαινέτω, ὅτι τὸ Α τοῖς ὑπὸ τὸ Β ὑπάρχει ἢ ἀναγκαίοις αὐτοῦ μέρεσιν οὖσιν ἢ ἐνδεχομένοις ἢ ὑπάρχουσιν· ἰσοδυ- [*](4 καὶ, quod post πολιοῦται in fine versus habet P, post ἀλλὰ transposui, quod ot ipsum in fine versus est 9 et 10 ἐφίσης P 10 τοῦ scripsi: τὸ P 12 et 13 τῷ scripsi: τὸ P 21 ἡ ἐξ᾿ ἴσου scripsi: ἡ ἐξῆς (ῆς in ras.) οὗ P ἢ alt.] καὶ mrg. P: fort, ἢ καὶ σκέψεις] εἰ in ras. P 22 παραλαβεῖν] εἰ in ras. P 24 πρόσκλησιν P 30 προσίενται scripsi cf. p. 51,34: προίενται P 32 ἐν γὰρ τῷ δευτέρῳ τῆς Φυσικῆς] c. ὁ. 6 33 διακρίνει P)
p. 32b27 Τὸ γὰρ καθ᾿ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχοντος ἀκουστέον.
p. 32b34 Οὕτω γάρ. ἴσμεν τὸ συμπέρασμα, ὅτι ὁμοιοσχήμονες αἱ τοῦ αὐτοῦ τοοπου.