In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Ammonius

Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.

1
[*](Cod. Paris. 2064)

Ὁ φιλόσοφος ὅτε περὶ φωνῶν διαλέγεται, οὐ περὶ τῶν ἀσήμων διαλέγεται, ἀλλὰ περὶ τῶν σημαντικῶν. σκοπὸς γάρ ἐστιν αὐτῷ ἡ τῶν πραγμάτων ἐξέτασις· πρὸς δὲ τοῦτο οὐδὲν αὐτῷ συντελοῦσιν αἱ ἄσημοι φωναὶ ἀλλ’ αἱ σημαντικαὶ τῶν πραγμάτων. τί γὰρ αὐτῷ συντελεῖ περὶ τοῦ βλίτυρι καὶ τοῦ σκινδαψὸς καὶ τῶν τοιούτων διαλαβεῖν; περὶ φωνῶν οὖν διέλαβεν ἐν ταῖς Κατηγορίαις, οὐκ ἀσήμων ἀλλὰ περὶ φωνῶν σημαντικῶν τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων. καὶ καλῶς Θεόδωρος λέγει δύνασθαι διττὸν εἶναι τὸν σκοπὸν τῶν Κατηγοριῶν, καὶ περὶ φωνῶν καὶ περὶ πραγμάτων. ᾗ μὲν γὰρ πρόκειται αὐτῷ διδάξαι ἡμᾶς περὶ ἁπλῶν φωνῶν καὶ ἀρχή ἐστιν πάσης τῆς λογικῆς πραγματείας, περὶ φωνῶν ἐροῦμεν τὸν σκοπόν· ᾗ δὲ οὐ περὶ ἁπλῶν φωνῶν πρόκειται αὐτῷ λέγειν ἀλλὰ περὶ σημαντικῶν τῶν πραγμάτων καὶ ἀρχή ἐστιν πάσης φιλοσοφίας τὸ βιβλίον, περὶ πραγμάτων ἐροῦμεν τὸν σκοπόν. εἰ δὲ περὶ φωνῶν καὶ πραγμάτων, πρόδηλον ὅτι καὶ περὶ τῶν μέσων τούτων, τῶν νοημάτων. ὥστε ἐν μὲν ταῖς Κατηγορίαις διέλαβεν περὶ ἁπλῶν φωνῶν σημαντικῶν τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων, ἐν δὲ τῷ Περὶ ἑρμηνείας ἀκολούθως μετὰ τὰς ἁπλᾶς φωνὰς διέλαβεν πρῶτον περὶ ὀνόματος καὶ ῥήματος, καὶ τούτων οὐκ ἀσήμων ἀλλὰ σημαντικῶν· ἀκόλουθον γὰρ ἦν μετὰ τὰς ἁπλᾶς φωνὰς διαλαβεῖν περὶ ὀνόματος καὶ ῥήματος † δὲ κατὰ δευτέραν θέσιν τεθεῖσθαι λέγεται. πρῶτον γὰρ ἔθεντο τοῖς πράγμασιν κατὰ πρώτην θέσιν τὰς ἁπλᾶς φωνάς· εἶτα τούτων τῶν ἁπλῶν φωνῶν κατὰ δευτέραν θέσιν ἔθεντο τὰς μὲν ὀνοματικὰς τὰς δὲ ῥηματικάς. ἀκολούθως οὖν μετὰ τὸ διαλαβεῖν ἐν ταῖς Κατηγορίαις περὶ ἁπλῶν φωνῶν διέλαβεν ἐν τῷ Περὶ ἑρμηνείας πρῶτον | μὲν περὶ ὀνόματος καὶ ῥήματος, [*](f. 88v) ἔπειτα δὲ ἀκολούθως μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα περὶ λόγου, ὅς ἐστιν ἐξ ὀνόματος καὶ ῥήματος, καὶ περὶ λόγου οὐ παντὸς ἀλλὰ τοῦ ἀποφαντικοῦ. [*](2 ΑΜΜΟΝΙΟΥ P 9 θεόδορος P 16 νοημάτων] ὁ in ras. Ρ1 21 δὲ in ras. Ρ1: fortasse ἃ Comment. Arist. IV 6. Ammon. in Anal. Prior. 1)

2
καὶ σαφῶς λέγει· “ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν·” “ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει”. ὥστε οὐ περὶ παντὸς λόγου ἐκεῖ διαλαμβάνει, οὔτε περὶ τοῦ εὐκτικοῦ οὔτε περὶ τοῦ προστακτικοῦ οὔτε ἄλλου τινὸς ἤτοι τῶν πέντε κατὰ τοὺς Περιπατητικοὺς ἢ τῶν δέκα κατὰ τοὺς Στωικοὺς πλὴν τοῦ ἀποφαντικοῦ. ἀκόλουθον λουθον δέ ἐστιν μετὰ τὸ διαλαβεῖν περὶ ἑνὸς λόγου διαλαβεῖν καὶ περὶ δύο λόγων καὶ τριῶν καὶ ἀπλῶς συλλογῆς λόγων. ἡ δὲ τῶν λόγων συλλογὴ συλλογισμός ἐστιν· ἀκολούθως οὖν μετὰ τὸ εἰπεῖν περὶ λόγου ἐρεῖ περὶ συλλογισμοῦ. καὶ εἰ μὲν μὴ διάφορα ἦν τὰ εἴδη τῶν συλλογισμῶν ἀλλὰ πάντων ἓν ἦν εἶδος, ἤρκεσεν ἂν μία πραγματεία. νῦν δὲ διάφορά ἐστιν εἴδη συλλογισμῶν· οἱ μὲν γάρ εἰσιν ἀποδεικτικοί, οἱ δὲ διαλεκτικοί, οἱ δὲ σοφιστικοί. καὶ ἀποδεικτικοὶ μέν εἰσιν οἱ ἐπιστημονικοί, οἷς οἱ ἀπιστήμονες κέχρηνται πρὸς τὰς ἀποδείξεις, ἀληθέστατοι ὄντες καὶ δι’ ἀληθεστάτων ὁδεύοντες· διαλεκτικοὶ δέ εἰσιν οἱ ποτὲ μὲν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς δι’ ἐνδόξων ὁδεύοντες, οἷς κέχρηνται πρὸς γυμνασίαν· σοφιστικοὶ δέ εἰσιν οἱ ψευδεῖς, δι’ ὧν οἱ σοφισταὶ ἀπατῶσιν. καὶ περὶ μὲν τῶν ἀποδεικτικῶν διαλαμβάνει ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν ἐν τοῖς τόποις, περὶ δὲ τῶν σοφιστικῶν ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις. ἔστιν δὲ καὶ ἄλλο εἶδος συλλογισμῶν τὸ καλούμενον πειραστικόν, ᾧ αὐτὸς μὲν οὐ κέχρηται, ὁ δὲ Πλατῶν κέχρηται καὶ αὐτῷ. φασὶν δὲ τὸν πειραστικὸν περιέχεσθαι ἐν τῷ σοφιστικῷ· τῇ γὰρ προαιρέσει μόνῃ διαφέρειν τὸν αὐτὸν ὄντα. ὁ μὲν γὰρ σοφιστικὸς μοχθηρὰν ἔχει προαίρεσιν, ὁ δὲ πειραστικὸς βελτίστην· ὁ γὰρ κεχρημένος αὐτῷ πειρᾶται τοῦ προσδιαλεγομένου, οὐχ ὡς ὁ σοφιστικὸς | ἵνα ἀπατήσῃ, ἀλλ’ ἵνα διδάξῃ μὴ ἀπατᾶσθαι, [*](f. 89r) καὶ τούτου πεῖραν λαμβάνει, εἴτε δύναται ἀπατᾶσθαι εἴτε μή, ἵνα διδάξῃ αὐτὸν μὴ ἀπατᾶσθαι, ὡς ὁ Εὐκλείδης διδάσκει ἡμᾶς διὰ τῶν ψευδαρίων μὴ ἀπατᾶσθαι ἐν τοῖς Θεωρήμασιν. οὕτως μὲν οὖν τοῖς διαφόροις εἴδεσι τῶν συλλογισμῶν συνδιεῖλεν τὰς πραγματείας ὁ Ἀριστοτέλης, ὧν ἡ διαφορὰ ὡς τύπῳ εἰπεῖν εἴρηται. λάβοις δ’ ἂν ἀκριβῶς τὰς διαφορὰς αὐτῶν, εἰ λαβὼν τὰ τρία ταῦτα, τὸ γιγνῶσκον, τὸ γιγνωσκόμενον, τὴν μεταξὺ τούτων γνῶσιν, ἀπὸ ἑκάστου δείξειας τὴν τῶν συλλογισμῶν διαφοράν. οἷον τὸ γιγνῶσκον ἐνταῦθα τὰ πράγματα διὰ τῶν συλλογισμῶν ἡ ψυχή ἐστιν τριδύναμος οὖσα· ἔχει γὰρ τὸ διανοητικόν, τὸ δοξαστικόν, τὸ φανταστικόν. καὶ τῷ μὲν διανοητικῷ ἐπιστημονικῶς καὶ ἀπταίστως πάντα μετ’ αἰτίας γιγνώσκει· τῷ δὲ δοξαστικῷ τινὰ μὲν ὀρθῶς τινὰ δὲ οὐκ ὀρθῶς· ἡ γὰρ δόξα οὐκ ἔχουσα τὸ σταθερὸν τῆς διανοίας ἀλλὰ καὶ πλησιάζουσα τῇ φαντασίᾳ ποτὲ καὶ πταίει· ἡ δὲ φαντασία περὶ τὰ φαινόμενα ἔχει καὶ [*](1 λέγει] De interpret, c. 4 p 17a6. 2 3 ἐφεκτικοῦ Waitz Organ. 143 ἐβκτικοῦ in P scriptum esse arbitratus) 5 στοϊκούς P 7 λόγον (post δύο) P 8 post οὖν superscr. τί P1 cf. p. 23,22 9 εἰ in ras. P1 μὴ] ἡ corr. ex ι P1 διάφορα scripsi: ἀδιάφορα P 19 ᾧ scripsi: ὃ P 21 περιέρχεσθαι P 22 σοφιστικῶς (sic) P 23 προδιαλεγομένου P 24 οὐχ ὡς ὁ scripsi: οὐχ’ ὣ corr. ex οὐχ’ ὁ P 32 γιγνῶσκον scripsi: γιγνώσκειν P)
3
πταίει. κατὰ τὰς διαφορὰς τούτων τῶν γνωστικῶν δυνάμεων τῆς ψυχῆς λάμβανε τὰς διαφορὰς τῶν συλλογισμῶν. οἱ μὲν γὰρ ἀποδεικτικοὶ ἐπιστημονικοί εἰσιν δι’ ἀληθῶν ἀποδείξεων ἐπιστημονικῶς ὁδεύοντες· οἷον θέλω ἀποδεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, καὶ λέγω· ἡ ψυχὴ αὐτοκίνητός ἐστιν· πᾶν αὐτοκίνητον ἀεικίνητον· πᾶν ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ὄρα ἀθάνατος. οἱ δὲ διαλεκτικοὶ δοξαστικοί εἰσιν δι’ ἐνδόξων ὁδεύοντες· οἷον ἡ δεῖνα ὠχρά ἐστιν· πᾶσα ὠχρὰ τέτοκεν· ἡ δεῖνα ἄρα τέτοκεν. τοῦτο εἰκός ἐστιν ἀληθές, εἰκὸς δὲ καὶ ψευδές· εἰκὸς μὲν γὰρ αὐτὴν τετοκυῖαν ὠχρὰν εἶναι, εἰκὸς δὲ καὶ μὴ τετοκυῖαν ὑπὸ ἄλλης τινὸς αἰτίας. καὶ ἐπὶ τούτου· ὁ δεῖνα καλλωπιστής ἐστι· πᾶς καλλωπιστὴς μοιχός· ὁ δεῖνα ἄρα μοιχός· εἰκὸς γὰρ τινὰ καὶ καλλωπιζόμενον μὴ εἶναι μοιχόν. οἱ δὲ σοφιστικοὶ φαντα|σιώδεις εἰσὶν μηδὲ τὸ φαινόμενον ἔχοντες· οἷον ὃ ὁρᾷ τις, [*](f. 89v) τοῦτο ὁρᾷ· τὸν τοῖχον ὁρᾷ τις· ὁ τοῖχος ἄρα ὁρᾷ. ὁ ἐτερόφθαλμος ὁρᾷ· πᾶς ὁρῶν ὀφθαλμοὺς ἔχει· ὁ ἑτερόφθαλμος ἄρα ὀφθαλμοὺς ἔχει. αὕτη μὲν οὖν ἡ διαφορὰ αὐτῶν ἔστω εἰλημμένη ἀπὸ τοῦ γιγνώσκοντος· εἴληπται γὰρ ἀπὸ τῶν τῆς ψυχῆς δυνάμεων, ἥτις ἐνταῦθα διὰ συλλογισμῶν γιγνώσκει τὰ πράγματα. οὐ παρείληπται δὲ ἡ νοερὰ δύναμις τῆς ψυχῆς, ἐπειδὴ ἐκείνη οὐ διὰ συλλογισμῶν ἀλλ’ ἁπλαῖς ἐπιβολαῖς γινώσκει ἃ γινώσκει. ἀπὸ δὲ τοῦ γινωσκομένου εἰλήφθω· ἢ ὄντα ἐστὶν καὶ ἀεὶ ὡσαύτως ἔχοντα, ὡς τὰ νοητά, τὰ οὐράνια, ἢ μὴ ὄντα ἐστίν, ὡς ὁ τραγέλαφος καὶ ὁ σκινδαψὸς καὶ τὸ βλίτυρι καὶ ὅσα τοιαῦτα, ἢ πῇ μὲν ὄντα πῇ δὲ οὐκ ὄντα, ὡς τὰ ἐν γενέσει καὶ φθορᾷ. ὁ μὲν οὖν ἀποδεικτικὸς συλλογισμὸς περὶ τὰ ὄντα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν· ὁ δὲ σοφιστικὸς περὶ τὰ μὴ ὄντα, ὡς καὶ ὁ θεῖος Πλατῶν λέγει ἐν τῷ Σοφιστῇ ὅτι περὶ τὸ μὴ ὃν ἔχει· ὁ δὲ διαλεκτικὸς ἔχει περὶ τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα. λάμβανε δὲ καὶ ἀπὸ τῆς γνώσεως· πᾶσα γνῶσις ἢ ἀεὶ ἀληθής ἐστιν ἡ ἀεὶ ψευδὴς ἢ ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδής· ὁ ἀποδεικτικὸς συλλογισμὸς ἀεὶ ἀληθής ἐστιν, ὁ σοφιστικὸς ἀεὶ ψευδής, ὁ διαλεκτικὸς ποτὲ ἀληθὴς ποτὲ ψευδής. ἔχομεν οὖν τὴν διαφορὰν αὐτῶν ἀπὸ τοῦ γινώσκοντος, ἀπὸ τοῦ γινωσκομένου, ἀπὸ τῆς γνώσεως. λέγει δὲ καὶ ἄλλω ἀπὸ τῶν πραγμάτων· πάντα τὰ πράγματα ἢ αὐτόθεν αἱρετά ἐστιν καὶ ἀγαθά, ἢ αὐτόθεν κακὰ καὶ φευκτά, ἢ ἀναγκαῖα· ὁ ἀποδεικτικὸς αἱρετός ἐστιν· ὁ σοφιστικὸς φευκτός· διὸ καὶ διδασκόμεθα αὐτόν, ἵνα φύγωμεν αὐτόν· τὰ μὲν γὰρ ἀγαθὰ μανθάνομεν, ἵνα κεχρήμεθα αὐτοῖς, τὰ δὲ κακά, ἵνα φύγωμεν, ὡς ὁ ἰατρὸς τὰ νοσώδη· ὁ δὲ διαλεκτικὸς ἀναγκαῖος· γυμναζόμεθα γὰρ ἐν αὐτοῖς καὶ ἀπ’ αὐτῶν διαβιβαζόμεθα ἐπὶ τὸν ἀποδεικτικόν. ἐπειδὴ οὖν, ὡς εἴρηται, περὶ μὲν ἀποδεικτικοῦ συλλογισμοῦ λέγει | ἐν τοῖς δύο τοῖς [*](f. 90r) Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ διαλεκτικοῦ ἐν τοῖς τόποις, περὶ δὲ τοῦ σοφιστικοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, τὰ δύο τὰ Πρῶτα ἀναλυτικὰ [*](9 δὲ add. Ρ2 14 ὀφθαλμοὺς prius] οὑς in ras. P1 15 γιγνώσκοτος (sic) P 24 ἐν τῷ Σοφιστῇ] c. 39 p. Α sqq. 29 γινόσκοντος P 30 fort. λέγω ut p. 7,6, at cf. p. 4,27 13,17 34 κεχρήμεθα] cf. p. 9,6 10,3 37 δύο scripsi cf. vs. 39: δευτέροις P )
4
ποῦ χοροῦ τάξομεν; τί ἐροῦμεν λείαν αὐτὸν ἐν αὐτοῖς; λέγοῳν ὅτι ἐν τούτοις περὶ ἁπλῶς συλλογισμοῦ λέγει. ἄλλο γάρ ἐστιν ἀλλῶς άμπεῖν περὶ ζῴου. τοῦ γένους, καὶ ἄλλο περὶ τοῦδε τοῦ ζῴου, τοῦ εἴδους· ὥσπερ γὰρ ὁ ἁπλῶς εἰδὼς περὶ τοῦ ζῴου, ὄτι οὐσία ἐστὶν ἔμψυχος αἰψῳκή, οἶὸεν τὰ κοινῶς ὑπάρχοντα πᾶσιν τοῖς ζῴοις, οὕτως ἐνταῦθα λέγει περὶ ἁπλῶς συλλογισμοῦ τοῦ ὡς γένους, καὶ ὅσα λέγει ἐνταῦθα, πα συλλο γισμιῷ ὑπάρχει, καὶ τῷ ἀποδεικτικῷ καὶ τῷ δικτικῷ καὶ τῷ σοφιστικῷ. Ἀλλὰ διὰ τί μὴ ἓν βιβλίον ενγμψεν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ; λέγομεν ὅτι ὲν παντὶ συλλογισμῷ τὸ μέν τί ἐστιν ὰνλλογον ὕλῃ τὸ δὲ εἴδει. ὕαῃ μὲν οὗν ὰνλλογεῖ τὰ πράγματα αὐτὰ δι’ ὧν ὁ συλλογισμὸς πλέtα̣ται, εἴδει δὲ τὰ σχἡματα· οἱ μὲν γὰρ ἐν πρώτῳ σχήματί εἰσιν, οἱ δὲ ἐν δευτέρῳ, οἱ δὲ ἐν τρίτῳ. οἷον θέλω δεῖξαι ὅτι ἄνθρωπος κεχώρισται τοῦ ἵππου, u καὶ λέγω· πᾶς ἄνθρωπος λογικόν· οὐδὲν λογικὸν ἵππος· οὐδεὶς ἄρα ἇνθρωπος ἵππος. ἐν τούτῳ τῷ συλλογισμῷ ὕλῃ μὲν ἀνλλογεῖ τὸ ἄνθρωπος καὶ τὸ λογικὸν καὶ τὸ ἵππος, εἴδει δὲ τὸ πχῆῳ· ἐν πρωίω γὰρ σχήματί ἐστιν. ἐν δευτέρῳ δὲ σχήματί ἐστιν οὕτως· πᾶς ἄνθρωπος λογικός· οὐὲὶς ἵππος λογικός· οὐδεὶς ἄρα ἄνθρωπος ἵπποζ̣. ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ διαλλαμβάνει περὶ τῶν ἀνλλογοὑντων τῷ εἴδει, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἀνλλογούντων τῇ ὕλῃ. ἀπὸ τοῦ πλείονος δέ ἐrιν ἡ διαῴεας αὕτη· <οὐ> γὰρ τελείως αὐτὰ διέστειλεν, ἀλλὰ καὶ ἐν τῷ πρώτῳ περὶ τῶν ἀναλογούντων τῇ ὕγη διαλαμβάνει καὶ ἐν τῷ δευπ́Lοῳ περὶ τῶν ἀνλλογούντων τῷ εἴδει, ἀπὸ τοῦ πλείονός ἐστιν ἡ διαίρεσις· μᾶλλον γὰρ περὶ τῶν τῷ εἴδει ἄναλογούντων διλλαμβἁνει ἐν τῷ πρώτῳ ἢ ἐν τῷ δευτέρῳ, καὶ τὸ ὰνάπλιν ἐν τῷ δευτέρῳ μᾶλλον διαλμβάνει περὶ τῶν ἀνλλογούτων τῶν τῇ ὕλῃ ἢ ἐν τῷ πρώτῳ. ἐπειδὴ οὖν τιμιώτερόν ἐστιν τὸ εἶδος ὸς τῆς υγης. | ἐν τῷ πρώτῳ διλλαμΝνει περὶ τοῦ ὡς ειῶυς, ἐν δὲ τῷ δευτέρῳ [*](f. 90v) περὶ τῆς ὕλης. πρὸς δὲ ιούτοις καὶ τοῦτο λέγει, ὅτι τὰ ἐν τῷ πρώτῳ λεγόμενα οἰκεῖά ἐστιν τῇ ἀποδεικτικῇ πραγματείᾳ, τὰ δ’ ἐν τῷ δευτέρῳ τῇ, διλλεκτικῇ· εἰκότως οὖν τὸ μὲν πρῶτόν ὑτιν , τὸ δὲ δεύτερον· καὶ γὰρ πρώτη ἐστὶν ἡ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ φγιuαἀταῃ δευτέρα δὲ ἡ περὶ τοῦ διαλεκτικοῦ. ὅτι δὲ ἐν τοῖς δύο τούτοις ἀπλῶς περὶσυλλογισμοῦ πρόκειται αὐτῷ εἰπεῖν, καὶ αὐτὸζ πολύς ἐστιν μαρτυρῶν τὰ κοινῶς ὑπἁρχοντα παντὶ συλλογισμῷ· πολλαχοῦ γὰρ καὶ ἐν τοῖς Ὑστέροιζ ἀνλλυτικοῖς καὶ ἐν τοῖς Τόποις λέγει 'ὡς εἴρηται ἡμῖν ἐν τοῖς περὶ συλλογισμοῦ’ τὰ δύο ῦ, βιβλία λέγων.

ἔχομεν οὖν τὸν σκοπὸν τοῦ βιβλίου, ὅτι περὶ συλλογισμοῦ ἀλλῶς, τὴν τάξιν, ὅτι εἰκότως μετὰ τὸ Περὶ ἑρμηνείας τέτακται, ἐν ᾧ περὶ ἑνὸς λόγω εἶπεν, περὶ συλλ̀ογῆς λόγων, καὶ ὅτι δεῖ πρότερον μαθεῖν τὰ κοινῶς ὑπάρχοντα πᾶσιν τοῖς συλλορσμοῖς, εἶτα τὰ ἰδίως τῷδε καὶ τῷδε ὑπάρχο τὸ χρήσιμον, [*](1 ποῦ scripsi cf. p. 11,26: ποίου P 2 λέγει scripsi: λόγου P 16 an οὗτος? 20 οὐ addidi 27 immo περὶ τοῦ <ὡς> 33 πολλαχοῦ] velut Anal. Post. I 3 p. 73a 14, 11 p. 77a34, set in Top. nusquam cf. VIII 11 p. 162a11, 13 p. 162b32 38 εἷπεν, 〈τὸ βιβλίον ἐν ᾧ εἶπεν〉 conicio 39 εἶτα. quod post 38 εἶεν habet P, huc transposui cf. p. 7,21 τὰ scripsi: ἃ P)

5
ὅτι συντελεῖ ἡμῖν εἰς γνῶσιν παντὸς συλλογισμοῦ δι’ ὧν τὰ πράγματα γνῶναι δυνησόμεθα, ὅτι γνήσια τὰ βιβλία, εἴ γε αὐτὸς αὐτῶν πολλαχοῦ μέμνηται καὶ ἀτελὴς ἦν ἡ λογικὴ τούτων ἐστερημένη, καὶ τὰ ἑξῆς, ὑπὸ ποῖον μέρος ἢ ὄργανον ἀνάγεται, ὅτι ὑπὸ τὴν λογικήν, ἥτις ἐστὶν ὄργανον τῆς φιλοσοφίας. ὑπόλοιπον περὶ τῆς ἐπιγραφῆς εἰπεῖν, διὰ τί Ἀναλυτικὰ ἐπιγέγραπται ἀλλ’ οὐχὶ Περὶ συλλογισμοῦ, περὶ οὗ καὶ πρόκειται αὐτῷ λέγειν, ὡς εἴρηται, καὶ διὰ τί ταῦτα μὲν τὰ δύο βιβλία, περὶ ὧν νῦν πρόκειται αὐτῷ λέγειν, Πρότερα ἀναλυτικὰ ἐπιγέγραπται, τὰ δὲ μετὰ ταῦτα, ἐν οἷς περὶ ἀποδεικτικοῦ συλλογισμοῦ διαλαμβάνει, “Υστερα ἀναλυτικὰ ἀπιγέγραπται. καὶ λέγομεν ὅτι ἔστιν ἐν τοῖς συλλογισμοῖς σύνθεσις, ἔστιν δὲ καὶ ἀνάλυσις, ὥσπερ καὶ παρὰ τοῖς γραμματικοῖς ἔστιν σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μὲν καθ’ ἣν ἀπὸ τῶν στοιχείων ἢ τῶν συλλαβῶν συντιθέασιν ὀνόματα ἢ ῥήματα, ἀνάλυσις δὲ καθ’ ἣν τὰ συντεθέντα | ἀναλύουσιν [*](f. 91r) ἐπὶ τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, εἰς τὰς συλλαβὰς καὶ τὰ στοιχεῖα. ἔστιν δὲ καὶ παρὰ τοῖς φυσιολόγοις σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μὲν ἡ γένεσις καθ’ ἣν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα ἔρχονται, δεικνύντες ὅτι ἀπὸ τῶν δ στοιχείων οἱ δ χυμιὶ ἀφ’ ὧν ἄνθρωποι, ἀνάλυσις δὲ καθ’ ἣν ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἔρχονιαι, οἷον ὁ ἄνθρωπος ἐκ τῶν δ χυμῶν, οἱ δ χυμοὶ ἐκ τῶν δ στοιχείων. καὶ παρὰ τοῖς φιλοσόφοις δὲ ἔστιν σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μέν, ὅταν ἀπὸ τῶν ἁπλῶν εἰδῶν ἔλθωσιν ἐπὶ τὰ σύνθετα, οἷον ἀπὸ τοῦ καθ’ αὑτὸ καλοῦ ἐπὶ τὸ ἐν τῶ νῷ καλόν, ἐπὶ τὸ ἐν τῇ ψυχῇ, ἐπὶ τὸ ἐν τοῖς σώμασιν· ἀνάλυσις δέ ἐστιν, ὅταν ἀπὸ τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν ἀναδράμωσιν ἐπὶ τὰ ἐν ἰοῖς νοητοῖς. ἔστιν δὲ καὶ ἐρωτικὴ ἀνάλυσις, ᾗ κέχρηται ἐν τῷ Συμποσίῳ ἀπὸ· ἰοῦ ἐν τοῖς αἰσθητοῖς κάλλους ἀνατρέχων ἐπὶ τὸ νοητὸν νοητὸν ἔστιν δὲ καὶ γεωμετρικὴ ἀνάλυσις † ἡ πῶς τὸ δεύτερον τῶν Εὐκλείδου ἀναλύεται ὅλον. καὶ τήν τοιαύτην ἀνάλυσιν ὁ Γεμῖνος ὁριζόμενός φησιν “ἀνάλυσίς ἐστιν ἀποδείξεως εὕρεσις”· ἀπὸ γὰρ τοῦ συμπεράσματος ἔρχονται οἱ ἀναλύοντες· καὶ ἐὰν εὕρωσιν ἀναλῦσαι, εὐχερῶς ἃ ἀναλύοντες εὑρήκασιν συνθέντες ποιοῦνται τὴν ἀπόδειξιν· ὥστε καλῶς ὡρίσατο τὴν ἀνάλυσιν ἀποδείξεως εὕρεσιν εἶναι. ἔστιν δὲ καὶ παρὰ τοῖς ἀστρονόμοις σύνθεσις καὶ ἀνάλυσις. ἔστιν οὖν καὶ ἐν τοῖς συλλογισμοῖς. καὶ σύνθεσις μέν ἐστιν ἡ συναγωγὴ τῶν λημμάτων καὶ ἡ γένεσις αὐτοῦ τοῦ συλλογισμοῦ· οἷον θέλω ἀποδεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, καὶ συνάγω λήμματά τινα, ἐξ ὧν πλέκω συλλογισμὸν οὕτω· ἡ ψυχὴ αὐτοκίνητον· [*](ad 1—3 in sinistro margine ascripsit ἐν μὲν τοῖς πρακτικοῖς τὴν τοῦ ἀγαθοῦ καὶ κακοῦ διάκρισιν· ἐν δὲ τοῖς θεωρητικοῖς τὴν τοῦ ἀληθοῦς καὶ ψευδοῦς ἐπιδρομήν P 2 εἴ γε scripsi: εἰ δὲ (sic) P ad 3—7 in dextro margine ascripsit διαρεῖται (sic) τὸ ἁ βιβλίον εἰς 7. καὶ ἐν μὲν τῶ πρώτω τμήματι περὶ συνθέσεως συλλογισμῶν, ἐν δὲ τῶ β περὶ εὑρέσεως λημμάτων, ἐν δὲ τῶ γ(??) περὶ ἀναλύσεως P 6 περὶ prius superscr. P 14 immo εἰς τὰ ἁ. 24 ἐρωτηματικὴ prave Waitz Org. I 44 ἐν τῷ Συμποσίῳ] c. 24 p. 204 D sqq. 25 κάλους—κάλος P 26 ἦ που Waitz Ι. c. ἠπῶ in P scriptum esse arbitratus: ᾖπερ Diels 30 ὁρίσατο P)
6
πᾶν αὐτοκίνητον ἀεικίνητον· πᾶν ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθά. αὕτη αὕτη σύνθεσίς ἐστιν. ἀνάλυσις δέ, ὅταν τὸν συλλογισμὸν εὑρόντες κείμενον παρά τινι τῶν παλαιῶν ζητῶμεν ὑπὸ ποῖον σχῆμα ἀνάγεται, καὶ οὕτως αὐτὸν ἀναλύωμεν εἰς τὰ λήμματα τὰ ἐξ ὧν συνετέθη· οἷον τοῦτον αὐτὸν τὸν εἰρημένον συλλογισμὸν ἐὰν βουληθῶ ἀναλῦσαι εὑρὼν παρὰ Πλάτωνι | κείμενον, ἄρχομαι ἀπὸ τοῦ συμπεράσματος καὶ λέγω· ἡ ψυχὴ [*](f. 91v) ἀθάνατός ἐστιν· πόθεν δὲ τοῦτο κατεσκευάσθη; ἐκ τοῦ ᾿πᾶν ἀεικίνητον ἀθάνατόν ἐστιν᾿ καὶ ᾿πᾶν αὐτοκίνητον ἀεικίνητον᾿. καὶ οὕτως ἀναλύω τὸν συλλογισμὸν εἰς τὰ λήμματα ἐξ ὧν συνετέθη. καὶ αὐτὰ δὲ τὰ λήμματα ἐὰν βουληθῶ ἀναλῦσαι, ἀναλύω αὐτὰ εἰς τοὺς ὅρους· πᾶν γὰρ λῆμμα ἔχει πάντως τὸν μὲν ὑποκείμενον τὸν δὲ κατηγορούμενον ὅρον. λέγει δὲ ἐν τοῖς βιβλίοις τούτοις καὶ περὶ ἀναλύσεως· οὐ γὰρ ὁ εἰδὼς μὲν συνθεῖναι μὴ εἰδὼς δὲ ἀναλῦσαι οὗτος ἐπιστήμων ἐστὶν τῆς συλλογιστικῆς μεθόδου. αὐτὸς γοῦν εἰπὼν περὶ γενέσεως συλλογισμοῦ πρότερον, τουτέστιν περὶ συνθέσεως, εἶτα περὶ εὑρέσεως τῶν λημμάτων, ποίᾳ μεθόδῳ κεχρημένον δυνατὸν εὑρίσκειν λήμματα ἐξ ὧν ἡ τῶν συλλογισμῶν γένεσις, ἐπάγει καὶ περὶ ἀναλύσεως καὶ λέγει πῶς δεῖ ἀναλύειν. ἀρχόμενος δὲ τοῦ περὶ ἄνα· λύσεως τμήματος λέγει ὅτι ἀναγκαῖόν ἐστιν καὶ περὶ ἀναλύσεως εἰπεῖν· ὁ γὰρ εἰδὼς τὴν σύνθεσιν τῶν συλλογισμῶν καὶ δύναμιν ἔχων εὑρετικὴν τῶν λημμάτων καὶ ἀναλύειν ἐπιστάμενος κατωρθωκὼς ἄν εἴη τὸ προκείμενον, τουτέστιν ἐπιστήμων ἔσται τῆς συλλογιστικῆς μεθόδου, ὡς ἂν μὴ ἀρχοῦντος τοῦ μόνον εἰδέναι τὴν σύνθεσιν ἀλλὰ καὶ ἀνάλυσιν, ἥτις τῇ συνθέσει ἀντίκειται· ἡ μὲν γὰρ ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα ἔρχεται, ἡ δὲ τὸ ἀνάπαλιν ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ. λέγει δὲ αὐτὸς ἀρχόμενος τοῦ περὶ ἀναλύσεως λόγου ‘εἰ γὰρ συντιθέναι γιγνώσκοιμεν καὶ δύναμιν τοὐ εὑρίσκειν ἔχοιμεν, ἔτι μέντοι καὶ ἀναλύοιμεν, πέρας ἄν ἔχοι ἡ ἐξ ἀρχῆς πρόθεσις' ὡς ἂν <οὖν> οὐ περὶ συνθέσεως μόνης προτεθὲν αὐτῷ ἀλλὰ καὶ περὶ ἀναλύσεως συλλογισμοῦ διδάσκειν ἐν τοῖς προκειμένοις δύο βιβλίοις καὶ ἐν τοῖς ἄλλοις δύο τοῖς μετὰ ταῦτα Ἀναλυτικὰ αὐτὰ ἀπέγραψεν. ἀλλ’ εἴποι τις, οὗ καὶ περὶ συνθέσεως διδάσκει καὶ περὶ εὑρέσεως, τί δήποτε οὐ Συνθετικὰ ἐπέγραψεν οὐδὲ εὑρετικὰ ἀλλὰ Ἀναλυτικά; τίς ἡ ἀποκλήρωσις; καὶ λέγομεν ὅτι ἀπὸ τοῦ ἀπιστημονικωτέρου καὶ | τοῦ [*](f. 92r) τιμιωτέρου· ὁ γὰρ εἰδὼς ἐπιστημονικῶς ἀναλῦσαι καὶ συνθεῖναι οἶδεν, οὐ πάντως δὲ ὁ εἰδὼς συνθεῖναι καὶ ἀναλῦσαι· οἷον ὁ οἰκοδόμος ὁ ἀναλῦσαι εἰδὼς ὥστε τὰς ὕλας ἀπαθεῖς φυλάξαι πάντως καὶ συνθεῖναι οἶδεν· [*](4 τὰ alt. deleverim cf. vs. 9 et p. 8,25 5. 6 παρὰ Πλάτωνι] Pbaedr. c. 24 p. 245 C 8 αὐτοκίνητον ἀεικίνητον scripsi cf. vs. 1: inv. ord. P ad αὐτοκίνητον in mrg. add. ψυχὴν αὐτοκίνητον P; fort. καὶ ἡ ψυχὴ αὐτοκίνητον addendum 14 γοῦν scripsi: γε ὅτι Ρ cf. p. 9,1. 20 15 κεχρημένον scripsi: κεχρημένος P 20 κατορθωκὼς P 21 ἐπιστήμων scripsi: ἐπιστήμη P 22 ἀλλὰ] fortasse ἀλλ’ οὐ 25 εἰ γὰρ—πρόθεσις (27)] memoriter citat Anal. Pr. I 32 p. 47 a 2—5 26 ἀναλύοιμεν ex Arist. scripsi: ἀναλύομεν P 27 οὑν addidi αὐτῷ scripsi: τῶν (sic) P 28 διδάσκειν scripsi: διδάσκει P 34 δὲ ὁ εἰδὼς in ras P2 post συνθεῖναι induxit πάντως P2, ut videtur)
7
<οἶδε> γὰρ τί πρῶτον, τί μέσον, τί τελευταῖον συνετέθη, καὶ οὕτως ἀναλύει. ἐπειδὴ οὖν ἡ ἀνάλυσις τιμιωτέρα ἐστὶν καὶ ἐπιστημονικωτέρα καὶ περιληπτικωτέρα καὶ τελειοτέρα ὁ γὰρ ἀναλῦσαι εἰδώς, ὡς εἴρηται, πάντως καὶ συνθεῖναι οἶδεν), ἀπὸ τῆς ἀναλύσεως Ἀναλυτικὰ αὐτὰ ἐπέγραψεν ὁ φιλόσοφος. συντόμως δὲ ἠρκέσθη ἀπὸ τοῦ τελειοτέρου αὐτὰ ἐπιγράψαι, καὶ οὐκ ἀπὸ τῶν δύο αὐτὰ ἐπέγραψεν. λέγω δὲ καὶ ἄλλως, ὅτι συλλογισμοῖς μὲν καὶ ἄλλοι πρὸ τοῦ Ἀριστοτέλους ἐχρήσαντο, ὥσπερ οὖν καὶ ὁ Πλατῶν καὶ πάντες † οἷς καὶ ἄλλοι πλεῖστοι, καὶ οἱ ἰδιῶται δὲ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ πράττειν τι συλλογισμοῖς κέχρηνται· οὐδεὶς μέντοι πρὸ τοῦ Ἀριστοτέλους παρδέδωκεν τὴν συλλογιστικὴν μέθοδον οὐδὲ εὗρεν τὰ τρία σχήματα ὑφ’ ἃ πάντες οἱ συλλογισμοὶ ἀνάγονται. καὶ μεγάλα φρονεῖ, καὶ εἰκότβς μεγάλα φρονεῖ ἐπὶ τῇ εὑρέσει τῶν τριῶν σχημάτων καὶ τῷ κατανοῆσαι ὅτι τρία σχήματά ἐστιν καὶ οὔτε πλέον οὔτε ἧττον, ὑφ’ ἃ πάντες οἱ συλλογισμοὶ ἀνάγονται, καὶ πᾶσα πίστις, εἴτε ἐπαγωγικὴ εἴη εἴτε οἱαδήποτε, ὑπὸ ἓν τῶν σχημάτων τούτων ἀνάγεται· δείκνυσιν γὰρ ὅτι πᾶσα πίστις, καὶ ᾗ ὁ φυσιολόγος κέχρηται καὶ ᾗ ὁ φυσιογνώμων καὶ ᾗ ὁ θεολόγος καὶ πᾶσα ἁπλῶς, ὑπὸ ἓν τῶν σχημάτων τούτων ἀνάγεται. ἐπειδὴ οὗν τῇ ἀναλύσει κέχρηται πάντα συλλογισμὸν καὶ πᾶσαν πίστιν ὑπὸ ἓν τῶν τριῶν τούτων σχημάτων ἀνάγων, Ἀναλυτικὰ ἐπιγέγραπται. ἐπειδὴ δέ, ὡς εἴρηται, εὔτακτόν ἐστιν καὶ ἀκόλουθον πρότερον διδάξαι τὰ κοινῶς ὑπάρχοντα παντὶ συλλογισμῷ , εἶτα τὰ ἰδίως τῷδε καὶ τῷδε, διὰ τοῦτο ταῦτα μὲν τὰ δύο βιβλία, ἐν οἷς διδάσκει περὶ τοῦ κοινοῦ συλλογισμοῦ, Πρότερα ἀναλυτικὰ ἐπιγέγραπται, <τὰ> δὲ ἄλλα δύο, ἐν οἷς οὐκέτι ἁπλῶς περὶ καθόλου συλλογισμοῦ δισλαμβάνει, ἀλλὰ | περὶ ἀποδεικτικοῦ συλλογισμοῦ [*](f. 92v) διαλαμβάνει , Ἀναλυτικὰ ὕστερα ἐπιγέγραπται.

τοσαῦτα μὲν περὶ τῆς ἐπιγραφῆς. ἆρα δὲ ἡ ἀνάλυσις μόνῃ τῇ συνθέσει ἀντίκειται ἢ καὶ ἄλλοις τισίν; λέγομεν ὅτι καὶ ἄλλοις τισίν· τῆς γὰρ διαλεκτικῆς δ εἰσὶν μέθοδοι δυνάμεις οὖσαι καὶ οἱονεὶ βλαστήματα αὐτῆς, διαιρετική, ὁριστική, ἀποδεικτική, ἀναλυτική· ταύταις ταῖς τρισὶ μεθόδοις ἀντίκειται ἡ ἀναλυτική. ἴδωμεν δὲ ἑκάστης τὴν δύναμιν, ἵνα μάθωμεν πῶς ἀντίκειται αὐταῖς. ἡ διαιρετικὴ τὸ ἓν εἰς πολλὰ διαιρεῖ· ἡ ὁριστικὴ τὰ πολλὰ τὰ ὑπάρχοντά τινι συναγαγοῦσα ἀποκλείει αὐτὸ ἀπὸ τῶν ἄλλων πάντων· ἡ ἀποδεικτικὴ ἄλλῳ ἄλλο ὑπάρχον ἀποδείκνὒσιν· ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἀνατρέχει. καὶ ὅτι μὲν τέως τῇ διαιρετικῇ ἀντίκειται, πρόδηλον· ἡ μὲν γὰρ τὸ ἓν εἰς πολλὰ διαιρεῖ, ἡ δὲ τὰ πολλὰ εἰς ἓν συνάγει. ἀντίκειται δὲ καὶ τῇ ὁριστικῇ· ἡ μὲν γὰρ ἐκ πολλῶν ὑπαρχόντων, οἷον γένους καὶ διαφορῶν, σύνθετον ὅρον ἀποτελεῖ ἀποκλείουσα αὐτὰ τῶν ἄλλων, οἷον σύνθεσίς τις οὖσα· ἡ δὲ τὸ σύνθετον εἰς τὰ ἁπλᾶ ἀναλύει· ἐπισκοοἶδε [*](1 addidi 4 συνθῆναι P 8 fortasse οἱ σ<οφισταὶ> 9 κέχρηται P 10 συλλογιτικὴν P 16 17 θελόγος P 18 οὖν scripsi: ὃ P 23 τὰ addidi 30 εἰδῶμεν P 32 ἀποκλείn P)

8
πεῖ γὰρ τὸ γένος καὶ τὰς διαφορὰς ἐξ ὧν συνετέθη. ἀντίκειται δὲ καὶ τῇ ἀποδεικτικῇ· ἡ μὲν γὰρ ἄλλο ἄλλῳ συνάπτει, οἷον τῇ ψυχῇ τὸ ἀθά· νατον δείκνυσιν ὑπάρχον συλλογιστικῶς συντιθεῖσα συλλογισμόν· ἡ δὲ τὰ συναφθέντα διίστησιν. συντόμως δὲ εἰπεῖν ἡ μὲν διαιρετικὴ τὰ γένη εἰς τὰ εἴδη τέμνει, ἡ δὲ ἀναλυτικὴ τὰ εἴδη συνάγει εἰς τὰ γένη. πάλιν ἡ μὲν ὁριστικὴ ἐκ μερῶν ὅλον τι ποιεῖ, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν ὅλων εἰς τὰ μέρη μεταβαίνει ἐξ ὧν τὸ ὅλον γέγονεν. πάλιν ἡ μὲν ἀποδεικταὴ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ δείκνυσιν, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια μεταβαίνει. πάσαις ἄρα ἀντίκειται. ταύταις δὲ πάσαις κέχρηται ταῖς μεθόδοις ὁ θεῖος Πλατῶν πολλαχοῦ, καὶ ἀνυμνεῖ αὐτὰς ἐν διαφόροις, ὡς ἐν τῷ Φαιδρῷ τὴν διαιρετικὴν | καὶ τὴν ὁριστικήν, [*](f. 93r) ὡς ἐν τῷ Φιλήβῳ τὴν ἀναλυτικὴν καὶ ἄλλοθί που τὴν ἀποδεικτικήν. ταῦτα καὶ περὶ τῆς ἀναλυτικῆς, ὅτι ἀντίκειται καὶ ταῖς ἄλλαις τρισὶ μεθόδοις τῆς διαλεκτικῆς.

ἐπειδὴ δέ, ὡς εἴρηται, ὑπὸ τὴν λογικὴν ἀνάγεται ἡ προκειμένη πραγματεία, ἥτις κατὰ τοὺς Hεριπατητικοὺς ὄργανόν ἐστιν φιλοσοφίας, οὐ πάντες δὲ οὕτως ἐδόξασαν περὶ τῆς λογικῆς, ὅτι ὄργανόν ἐστιν φιλοσοφίας, ἀλλὰ ἄλλοι ἄλλως, φέρε τούς τε διαφόρως δοξάσαντας περὶ τούτου εἴπωμεν τά τε δόγματα αὐτῶν καὶ τοὺς λόγους οἷς κεχρημένοι τὰ ἑαυτῶν, ὡς οἴονται, δόγματα κρατύνουσιν. οἱ μὲν Στωϊκοὶ τὴν λογικὴν οὐ μόνον ὄργανον οὐκ ἀξιοῦσι καλεῖσθαι φιλοσοφίας, ἀλλ’ οὐδὲ μόριον τὸ τυχὸν ἀλλὰ μέρος. καὶ τινὲς δὲ τῶν Πλατωνικῶν ταύτης ἐγένοντο τῆς δόξης, ὅτι κατὰ Πλάτωνα οὐκ ὄργανον ἡ λογικὴ ἀλλὰ μέρος καὶ τιμιώτατον μέρος ἐστὶν φιλοσοφιοίας. οἱ δὲ Περιπατητικοὶ ὄργανον αὐτὴν λέγουσιν ἀλλ’ οὐ μέρος. λεκτέον δὲ τὰ ἐπιUο ῥήματα τὰ οἷς κεχρημένοι κατασκευάζουσιν οἱ μὲν ὅτι ὄργανον, οἱ δὲ ὅτι μέρος ἐστὶν φιλοσοφίας. πρὸ δὲ τούτου λεκτέον τί διαφέρει ὄργανον μέρους. ὄργανον μὲν οὖν ἐστιν ὃ μὴ συντελεῖ τινι πρὸς τὸ εἶναι καὶ οὗ ἀναιρεθέντος τὸ ὅλον μένει· μέρος δὲ ὃ συντελεῖ τινι πρὸς τὸ εἶναι καὶ οὗ ἀναιρεθέντος συναναιρεῖται τὸ ὅλον. οἷον τὸ σκυτέως ὄργανόν ἐστιν σμίλη· οὐ γὰρ ἡ σμίλη συμπληρωτική ἐστιν τῆς οὐσίας αὐτοῦ, οὐδὲ ταύτης ἀφανισθείσης συναπόλλυται ὁ σκυτεύς· ἡ χεὶρ δὲ μέρος ἐστὶν τοῦ ἀνθρώπου, καὶ τῆς χειρὸς ἀναιρεθείσης συναπόλλυται καὶ ὅλος ὁ ἄνθρωπος· οὐκέτι γὰρ ὅλος ἐστίν, ἀλλὰ κολοβὸς καὶ ἀτελής ἐστιν. μέρος δὲ μορίου διαφέρει, ὅτι τὸ μέρος μέγα μέρος ἐστίν, τὸ δὲ μόριον μικρὸν μέρος ἐστὶν καὶ τοῦ μέρους μέρος· οἷον μέρος μέν ἐστιν φιλοσοφίας τὸ θεωρητικόν, μόριον δὲ τὸ θεολογικόν. τούτων προδιωρισμένων λεκτέον οἷς κρατύνουσιν τὰ ἑαυτῶν δόγματα οἵ τε Στωϊκοὶ καὶ οἱ Περιπατητικοί. [*](5 τέμνῃ P 11 ἐν τῷ Φαιδρῷ] c. 42 p. 259 E sqq. (imprimis p. 277 Β) διαιρετιδιαιρετικήν, quod coniecit Waitz 1. c, noa διαλεκτικὴν exhibet P 12 ἐν τῷ Φιλήβῳ] c. 6 p. 15 D sqq. 13 καὶ ταῦτα conicias, at cf. p. 10,7.20.34 11,20 20 στοἰκοι P 25 τὰ alteium fortasse delendum cf. p. 6,4 30 σμίλη οὐ γὰρ P^: σμηλίου γὰρ γὰρ Pi ἡ σμήλη P 31 οὐδὲ P2: οὐσία δὲ P’ 36 προςδιωρισΜνων pr., ς era,sum P 37 στο·ικοί ut solet P, σ superscr, P)

9
οἱ μὲν οὖν Στωικοί φασιν ὅτι αὐτὴ ἡ φιλοσοφία τὴν λογικὴν ἀπογεννᾷ | καὶ ταύτῃ μέρος ἂν εἴη αὐτῆς. καὶ ἄλλους δὲ πολλοὺς τοιούτους [*](f. 93v) λέγουσι λόγους σαθρούς, δι’ ὧν, ὡς οἴονται, κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. διὸ τοὺς μὲν πολλοὺς ἐατέον, ἐκεῖνον δὲ λεκτέον ὃν οἴονται κατασκευαστικώτατον καὶ δριμύτατον εἷναι. συλλογίζονται γὰρ οὕτως· ἐάν τις τέχνη κέχρηταί τινι ὃ μηδεμιᾶς ἄλλης τέχνης μέρος ἐστὶν ἢ μόριον, τοῦτο πάντως ταύτης τῆς τέχνης ἢ μέρος ἐστὶν μόριον· οἷον τῇ χειρουργικῇ, φασίν, κέχρηται ἡ ἰατρική, καὶ ἐπειδὴ οὐδεμία ἄλλη τέχνη κέχρηται τῇ χειρουργικῇ ὡς μέρει ἢ μορίῳ, ἡ χειρουργικὴ τῆς ἰατρικῆς οὐκ ἔστιν ὄργανον. ἡ δὲ φιλοσοφία, φασίν, κέχρηται τῇ λογικῇ, ἥτις οὐδεμιᾶς ἄλλης τέχνης * * * τῆς φιλοσοφίας ἀλλ’ ἢ μέρος ἢ μόριον. εἰ δέ τις λέγει ὅτι καὶ ἄλλαι τέχναι κέχρηνται τῇ λογικῇ, ὡς ἡ ἰατρικὴ κέχρηται συλλογισμοῖς καὶ ἄλλαι πᾶσαι κέχρηνται συλλογισμοῖς, ἐροῦμεν ὅτι κέχρηνται μὲν κἀκεῖναι, ἀλλ’ οὐκ εἰσὶν τῶν μεθόδων ἐπιστήμονες καὶ οὐ προηγουμένως περὶ τοῦτο σπουδάζονσιν· οἷον ὁ ἰατρὸς οὐ προηγουμένως περὶ τὴν συλλογιστικὴν μέθοδον σπουδάζει, οὐδὲ εἴποις μέρος ἢ μόριον ἰατρικῆς εἶναι αὐτήν, ἀλλ’ ὅσον ἐστὶν αὐτῷ χρήσιμον πρὸς ἀπόδειξιν τῶν ἰατρικῶν θεωρημάτων, τοσοῦτον παραλαμβάνει παρὰ τοῦ διαλεκτικοῦ ὡς ὄργανον· ὁ δὲ φιλόσοφος ἐπιστήμων ἐστὶν ὡς ἔνι μάλιστα τῆς τοιαύτης μεθόδου. ταύτῃ μὲν οὖν οἱ Στωικοί, ὡς οἴονται, κατασκευάζουσιν ὅτι οὐκ ὄργανόν ἐστιν ἡ λογική. λοιπὸν δὲ ὅτι μόριον, λέγουσιν ὅτι τῶν τριῶν μορίων τοῦ πρακτικοῦ ὕλη μέν ἐστιν τὰ ἀνθρώπινα, τέλος δὲ ἡ τοῦ ἀνθρωπίνου βίου εὐδαιμονία, ἣν ὁ πολιτικὸς σπουδάζει περιποιεῖν· πάλιν δὲ τῶν τοῦ θεωρητικοῦ μορίων ὕλη μέν ἐστι τὰ θεῖα πράγματα, τέλος δὲ ἡ θεωρητικὴ εὐδαιμονία· ἡ δὲ λογικὴ πραγματεία οὔτε ὕλην τὴν αὐτὴν ἔχει οὔτε τέλος· ὕλη μὲν γὰρ αὐτῆς ἐστιν οἱ λόγοι, τέλος δὲ ἡ γνῶσις τῶν ἀποδεικτικῶν μεθόδων· [*](f. 94r) καὶ τὰ ἄλλα γὰρ πάντα εἰς τοῦτο συντελεῖ, εἰς τὸ ἐπιστημονικῶς ἀποδεικνύναι. ὥστε ὑπ’ οὐδέτερον μέρος φιλοσοφίας δύναται τετάχθαι· εἰ γὰρ καὶ περὶ ἀνθρωπίνων καὶ θείων πραγμάτων ἡ λογικὴ πραγματεύεται κεχρήμεθα γὰρ αὐτὴ ἢ περὶ ἀνθρωπίνων ἢ θείων πραγμάτων διαλεγόμενοι), ἀλλ’ οὐ περὶ ἀνθρώπινα μόνα ἔχει ὡς τὰ τοῦ πρακτικοῦ μόρια, οὐδὲ περὶ θεῖα μόνα ὡς τὰ τοῦ θεωρητικοῦ· ὥστε οὐ μόριον ἀλλὰ τρίτον μέρος ἐστὶν φιλοσοφίας. οὕτως οἴονται κατασκευάζειν οἱ Στωικοὶ ὅτι μέρος ἐστὶν φιλοσοφίας. ἔστιν δὲ τὰ ἐπιχειρήματα αὐτῶν εὐδιάσειστα· πρὸς μὲν γὰρ τὸ πρῶτον ἐροῦμεν ὅτι, εἰ καὶ φιλοσοφία ἀποτελεῖ τὴν λογικήν, οὐκ ἀνάγκη αὐτὴν μέρος εἶναι· οὐ γάρ, ἐπειδὴ ὁ χαλκεὺς ἀποοὖν [*](1 scripsi cf. vs. 20: ὅτι P1: induxit P2 στοϊκοί P1: corr. P2 2 μέρος] μ e corr. P 6 οὕτως] ς supra lineam P κέχρηταί] cf. p. 3,34 10,3 10 φασίν scripsi cf. vs. 8: φησὶν P 11 lac. signavi; supple μέρος ἐστὶν ἢ μόριον· ἡ λογικὴ ἄρα οὐκ ἔστιν ὄργανον 15. 16 σποδάζουσιν P 20 οὖν scripsi cf. vs. 1: ὅτι P 21 στοϊκοὶ P 22 immo μέρος sive μέρος, <μέρος,> μόριον cf. vs. 33.34 24 τῶν τοῦ θ. μορίων scripsi: τοῦ τῶν μορίου P 31 αὐτῇ scripsi: αὐτὴν P 34 στοϊκοὶ P 35 εὐδειάσαστα P)
10
τελεῖ τὸν ἄκμονα, ὁ ἄκμων μέρος ἐστὶν τῆς χαλκευτικῆς ἀλλ’ ὄργανον. πρὸς δὲ τὸ δεύτερον ἐροῦμεν ὅτι παρελογίσαντο· οὐ γὰρ ἔδει εἰπεῖν ὅτι, ἐὰν τέχνη κέχρηταί τινι ὃ μή ἐστιν ἄλλης τέχνης μέρος ἢ μόριον, τοῦτο ἐκείνης τῆς χρωμένης ἡ μέρος ἐστὶν ἢ μόριον, ἀλλ’ ἔδει προσθεῖναι καὶ τὸ ὄργανον καὶ εἰπεῖν ‘δ ἐὰν μὴ ᾖ ἄλλης τέχνης ἢ μέρος ἢ μόριον ἢ ὄργανον᾿. οἱ δὲ τοῦ ὀργάνου μνήμην οὐκ ἐποιήσαντο ὡς μὴ δυναμένου τινὸς ὀργάνου μόνως εἶναι. ταῦτα καὶ πρὸς τὸ ἀνατρέψαι τοὺς λόγους δι’ ὧν, ὡς οἴονται, οἱ Στωικοὶ κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας.

Οἰ δὲ Περιπατητικοὶ ὄργανον αὐτὴν λέγουσιν· φασὶν γὰρ ὅτι <οὐ> συντελεῖ τῇ φιλοσοφίᾳ πρὸς τὸ εἶναι· καὶ τῆς λογικῆς οὖν πραγματείας ἀνῃρημένης μένει τελεία ἡ φιλοσοφία. πρὸς δὲ τούτοις φασὶν ὅτι, ἐάν τι ᾖ πρᾶγμα ἄλλης μὲν τέχνης ἀποτέλεσμα ἄλλης δὲ ὄργανον, ἡ χρωμένη αὐτῷ ὡς ὀργάνῳ κρείττων ἐστὶν τῆς ἀποτελούσης αὐτό· οἷον ἡ χαλινοποιικὴ καταδεεστέρα ἐστὶν τῆς ἱππικῆς· τῆς μὲν γὰρ ἀποτέλεσμά ἐστιν ὁ χαλινός, τῆς δὲ ὄργανον. εἰ οὖν ἡ λογικὴ μέρος ἐστὶν καὶ ἀποτέλεσμα φιλοσοφίας, κέχρηται δὲ | αὐτῇ καὶ ἰατρικὴ καὶ ἄλλαι τέχναι, ὡς εἴρηται, κέχρηνται [*](f. 94v) τῇ συλλογιστικῇ ὡς ὀργάνῳ, συμβαίνει αὐτὰς κρείττονας καὶ ὑπερτέρας εἶναι φιλοσοφίας, ὅπερ ἄτοπον· τέχνη γὰρ τεχνῶν ἐστιν καὶ ἐπιστήμη ἐπιστημῶν ἡ φιλοσοφία. οὐκ ἄρα μέρος ἐστὶν ἀλλ’ ὄργανον φιλοσοφίας ἡ λογική. ταῦτα καὶ οἱ ἐκ τοῦ Περιπάτου. τινὲς δὲ τῶν Πλατωνικῶν εἰρήκασιν ὅτι κατὰ Πλάτωνα μέρος ἐστὶν ἡ λογικὴ τιμιώτατον τῆς φιλοσοφίας. καὶ παραφέρουσιν τὰ ἐν Φαιδρῷ ῥηθέντα περὶ τῆς διαλεκτικῆς, ἐν οἷς ἀνυμνεῖ αὐτήν, καὶ τὰ ἐν Φιλήβῳ καὶ τὰ ἐν ἄλλοις ὡς ἀνάγουσαν τὰς ψυχὰς ἄχρι τοῦ ἀγαθοῦ καὶ τῆς γνώσεως τῶν πραγμάτων αἰτίαν. ἡμεῖς δέ φαμεν πρὸς τούτους, ὅτι ἔστω μέρος αὐτὴν εἶναι, οὐ μέντοι δύναται εἶναι τὸ τιμιώτατον· ὁρῶμεν γὰρ ὅτι αὐτῇ κεχρήμεθα πρὸς κατασκευὴν καὶ ἀπό- δειξιν τῶν τῆς φιλοσοφίας μερῶν, τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ. ὥστε κἄν ᾖ μέρος, οὐ τὸ τιμιώτατον ἔσται ἀλλὰ τῶν ἄλλων ἕνεκα μερῶν εὑρημένον, ὡς καὶ ὑπὸ τῆς φύσεως ὁρῶμεν μέρη ἕνεκα μερῶν εὑρημένα· οἷον ὁ πνεύμων λέγεται διὰ τὴν καρδίαν ὑπὸ τῆς φύσεως εὑρῆσθαι, ἵνα παρακείμενος αὐτῇ τὴν ὑπερβάλλουσαν αὐτῆς θερμότητα καταψύχῃ καὶ εὐκρασίαν ἀπεργάζηται, καὶ ὁ σπλὴν διὰ τὸ ἧπαρ, ἵνα τὸ ὅσον παχύτερον καὶ οὐ πάνυ καθαρὸν τῆς τροφῆς ὑποδέχηται· ὅθεν καὶ σπλὴν καλεῖται παρὰ τὸ σπᾶν εἰς ἑαυτόν. ταῦτα καὶ πρὸς τούτους. καὶ τῷ ἀληθεῖ λέγουσιν μέν τι οὗτοι, οὐ μέντοι τελείως καταδράττονται τῆς ἀληθείας. κατὰ γὰρ Πλάτωνα καὶ τὸν ἀληθῆ λόγον οὔτε μέρος ἐστίν, ὡς οἱ Στωικοί φασιν καὶ τινὲς τῶν Πλατωνικῶν, οὔτε μόνως ὄργανον, ὡς οἱ ἐκ τοῦ Περιπάτου φασίν, ἀλλὰ καὶ μέρος ἐστὶν καὶ ὄργανον φιλοσοφίας· ἐὰν μὲν γὰρ [*](4 προσθῆναι P 7 μένως P 9 οὐ addidl 13 κρίττων P χαλινοποιηκη pr. P, corr. P1 15 οὖν scripsi cf. p. 9,1. 20: ὅτι P 16 τέχναι, 003E; conicio 22 ἐν Φαιδρῷ] cf. p. 8,11 23 ἐν Φιλήβῳ] cf. p. 8, 12 26 κατασκευὴν] ἡ in ras. P 33 τροφῆς scripsi: τρυφῆς P ὅθεν κτλ.] cf. Ind. Arist. sub v. σπλήν p. 695 b 33)

11
μετὰ τῶν πραγμάτων τῶν ὑποκειμένων | αὐτοῖς, μέρος ἐστίν, ἐὰν δὲ [*](f. 95r) ψιλοὺς τοὺς κανόνας ἄνευ τῶν πραγμάτων, ὄργανον. ὥστε καλῶς οἱ ἐκ τοῦ Περιπάτου τὰ παρὰ Ἀριστοτέλει ἀφορῶντες ὄργανον αὐτήν φασιν· ψιλοὺς γὰρ κανόνας παραδίδωσιν, οὐ πράγματα λαμβάνων ὑποκείμενα ἀλλὰ τοῖς στοιχείοις τοὺς κανόνας ἐφαρμόζων· οἷον τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Α ἄρα κατὰ παντὸς τοὐ Γ. ὁ δὲ Πλάτων κέχρηται αὐτῇ καὶ ὡς μέρει καὶ ὡς ὀργάνῳ· ὅτε μὲν γὰρ τοὺς κανόνας τούτους τοῖς πράγμασιν ἐφαρμόζει καὶ κέχρηται συλλογισμοῖς ἐπὶ τῶν πραγμάτων, οἷον ὅτε λέγει ἰὴ ψυχὴ αὐτοκίνητον, τοῦτο δὲ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα Ἀθάνατο᾿, τότε κεχρημένος τῇ λογικῇ μετὰ τῶν ὑποκειμένων αὐτῇ πραγμάτων ὡς μέρει αὐτῇ κέχρηται· ὅτε δὲ καὶ αὐτὸς μεθόδους μόνας καὶ κανόνας ψιλοὺς ἄνευ τῶν πραγμάτων παραδίδωσιν, ὡς ὀργάνῳ αὐτῇ κέχρηται. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τὸ ὡς ὄργανον καὶ τὸ ὡς μέρος ὁμωνύμως καλεῖται· πολλὰ γάρ ἐστιν τοι· αὐτὰ· οἷον πῆχυς καλεῖται καὶ τὸ μέτρον καὶ τὸ μετρηθὲν τὸ πηχυαῖον ἢ ξύλον ἢ ἄλλο ὁτιοῦν πῆχυν καλοῦμεν καὶ τὸ μέτρον καὶ τὸ μετρηθέν], εἴτε ὑγρόν τι εἴη εἴτε ξηρόν. οὕτω καὶ τὴν λογικὴν πραγματείαν μετὰ μὲν πραγμάτων ὑποκειμένων σκοπῶν λέγε μέρος φιλοσοφίας, ἄνευ δὲ πραγμάτων ψιλοὺς τοὺς κανόνας λέγε ὄργανον. ταῦτα καὶ περὶ τούτου.

Ἐπειδὴ δὲ εἴρηται ὅτι τρία ἐστὶν εἴδη συλλογισμοῦ, ἀποδεικτικόν, διαλεκτι- κόν, σοφιστικόν, καὶ περὶ μὲν τοῦ ἀποδεικτικοῦ διδάσκει ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ διαλεκτικοῦ ἐν τοῖς τόποις, περὶ δὲ τοὐ σοφιστικοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, τὰς ᾿Ρητορικὰς τέχνας καὶ τὰ Περὶ τῆς ποιητικῆς ποῦ χοροῦ τάξομεν; βούλεται γὰρ αὐτὰ τῆς λογικῆς εἶναι πραγματείας· ἢ λεκτέον τοῦτο, ὅπερ καὶ ἀληθέστατόν ἐστιν, ὅτι ἄλλο ἐστὶν ἡ πραγματεία καὶ ἄλλο λογική. εἰ μὲν οὖν τῆς συλλογιστικῆς | τὴν διαίρεσιν ποιοῖμεν, διαιροῦμεν, ὡς εἴρηται, εἰς τρία εἴδη τοῦ συλλογισμοῦ· [*](f. 95v) ὁ γὰρ πειραστικὸς ὁ αὐτός πώς ἐστιν τῷ σοφιστικῷ· ἀμφότεροι γὰρ ψευδῆ συλλογίζονται, ἀλλ’ ὁ μὲν μοχθηρᾷ συμποδίζων προαιρέσει, ὁ δὲ βελτίστη ὠφελῶν, ὡς ὁ Εὐκλείδης διὰ τῶν ψευδαρίων πειρᾶται καὶ γυμνάζει· καὶ οὐ παραληψόμεθα τὰς ᾿Ρητορικὰς τέχνας οὐδὲ τὸ Περὶ ποιητικῆς· ἀσυλλόγιστα γὰρ ἐκεῖνα. εἰ δὲ τῆς λογικῆς τὴν διαίρεσιν ποιοῦμεν, διαιροῦμεν οὕτως· τῆς λογικῆς τὸ μέν ἐστιν συλλογιστικόν, τὸ δὲ ἀσυλλόγιστον· τοῦ συλλογιστικοῦ τὸ μὲν ἀποδεικτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ σοφιστικόν· τοὺ ἀσυλλογίστου τὸ μὲν ἔμμετρον, τὸ δὲ ἄμετρον, ἔμμετρον μὲν τὸ Περὶ ποιητικῆς, ἄμετρον δὲ τὸ Περὶ τῶν ῥητορικῶν τεχνῶν.

[*](1 αὐτοὺς scripsi: αὐτὸς P 10 λέγει] cf. p. 6,5 sq. 14 αὐτῇ scripsi: αὐτὴν P cf. ό p. 9,31 17 ἄλλο ὁτιοῦν scripsi: ἄλλο τι et in mrg. ὅτι P cf. p. 9,1. 20 πῆχυν— μετρηθέν delevi 19 post ὑποκειμένων 2 litt. eras. P 24 fortasse <τοῦ> 26 πραγματείας εἶναι P pr. 29 an ποιοῦμεν? ut vs. 34. 35)
12
[*](p. 24a10)

Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις ἕως τοῦ ἢ μηθενὸς κατηγορεῖσθαι.

Τὸν σκοπὸν ἐνταῦθα προαναφωνεῖ. εἴωθεν δὲ πολλάκις τοῦτο ποιεῖν. τοῦτο ἐποίησεν καὶ ἐν Τόποις· ἀρχόμενος εὐθὺς τὸν σκοπὸν ἀνεφώνησεν σαφῶς, ὅτι ἡ πρόθεσις τῆς πραγματείας τοιάδε ἐστίν. τοῦτο δὲ καὶ ἐνταῦθα ποιεῖ. λείπει δὲ τὸ ᾿χρή'· Ἀττικὸν δὲ τὸ ἔθος· πρῶτον εἰπεῖν χρὴ περὶ τί ἐστιν ἡ σκέψις κατὰ κοινοῦ γάρ ἐστιν ἡ σκέψις) καὶ τίνος ἡ σκέψις ἀντὶ τοῦ ‘περὶ τίνος᾿. εἶτα πρὸς μὲν τὸ περὶ τί ἀποδέδωκεν τὴν αἰτιατικήν, ὅτι περὶ ἀπόδειξιν· πρὸς δὲ τὸ περὶ τίνος ἀποδέδωκεν τὴν γενικήν, καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς. πῶς δὲ λέγει τὸν σκοπὸν εἶναι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς; καίτοι, ὡς εἴρηται, οὐκ ἐν τούτοις λέγει περὶ ἀποδείξεως ἀλλ’ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ἐν γὰρ τούτοις περὶ συλλογισμοῦ ἁπλῶς λέγει τὰ κοινῶς ὑπάρχοντα πᾶσι συλλογισμοῖς. καὶ λέγομεν ὅτι ἄλλο ἐστὶν τὸ προσεχὲς τέλος, ἄλλο τὸ ἀπωτέρω· οἷον προσεχὲς τέλος ἐστὶν τοῦ σπουδαίου ἡ ἀρετή, ἀπωτέρω δὲ ἡ εὐδαιμονία· ἵνα γὰρ εὐδαιμονίας τύχῃ, σπουδάζει ἀρετὴν κτήσασθαι. καὶ τούτων τοίνυν τῶν βιβλίων ὁ μὲν προσεχὴς σκοπός ἐστιν περὶ συλλογισμοῦ εἰπεῖν, ὁ δὲ ἀπωτέρω περὶ ἀποδεικτικοῦ· καὶ γὰρ εἰς τοῦτον τὸν σκοπὸν εἴη πᾶσα πραγματεία περὶ συλλογισμῶν· | καὶ γὰρ οἱ διαλεκτικοὶ γυμνασίας ἕνεκεν παραλαμβάνονται, ἵνα γεγυμνασμένοι [*](f. 96r) τοῖς ἀποδεικτικοῖς συλλογισμοῖς προσβάλλωσιν, καὶ οἱ σοφιστικοὶ παραλαμβάνονται, ἵνα τὰς ἐνοχλήσεις καὶ τὰς ἀπάτας τῶν σοφιστῶν ἐκφυγόντες ἀνεμποδίστως τοῖς ἀποδεικτικοῖς χρώμεθα. οὐ τὸ προσεχὲς οὖν τέλος ἐνταῦθα ἀναφωνεῖ τοῦ βιβλίου ἀλλὰ τὸ ἀπωτέρω, τῶν δ βιβλίων ἅμα τὸν σκοπὸν λέγων. πληρώσας γοῦν τὰ δ βιβλία ἐν ἀνακεφαλαιώσει τοὺς δύο σκοποὺς λέγει, τόν τε προσεχῆ τῶν πρώτων δύο, ὅτι περὶ συλλογισμοῦ, καὶ τὸν ἀπωτέρω τῶν ὑστέρων δύο, ὅτι περὶ ἀποδείξεως· λέγει γὰρ οὕτως· “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκάτερόν ἐστιν καὶ πῶς γίνεται, φανερόν ἐστιν, ἅμα δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικικῆς· ταὐτὸν γάρ ἐστιν”. οὐ λέγει δὲ ὅτι ταὐτόν ἐστιν ἀπόδειξις καὶ ἐπιστήμη ἀποδεικτική, ἀλλ’ ὅτι ταὐτόν ἐστιν εἰπεῖν περὶ ἀποδείξεως καὶ ἐπιστήμης ἀποδεικτικῆς· ὁ γὰρ λέγων περὶ ἀποδείξεως δῆλον ὅτι λέγει τὰς μεθόδους ἃς δεῖ εἰδέναι τὸν ἕξιν ἔχοντα ἐπιστημονικὴν τῆς ἀποδεικτικῆς· κῆς· διαφέρει γὰρ ἀπόδειξις ἐπιστήμης ἀποδεικτικῆς, ᾗ ἡ μὲν ἀπόδειξις συλλογισμός ἐστιν ἀποδεικτικός, ἡ δὲ ἐπιστήμη ἡ ἀποδεικτικὴ ἕξις ἐστὶν [*](2 κατηγορῆσθαι P 3 προαναφωνεῖ scripsi: πρὸς ἀναφωνεῖ P 4 aut ἐν οἷς ante ἀρχ. ant γὰρ post ἀρχ. addendum videtur 5 an δὴ? 16 τύχη P2: τύχει P1 σπουδάζῃ P 21 an προσβάλλωμεν? cf. vs. 23 22 ἐνοχλήσῃς P pr., corr. P1 26 τῶν τε P 27 τῶν ἀπωτέρων P λέγει] Anal. Post. II 19 p. 99b15—17 29 ἐστιν alterum om. Arist. (non om. D) 31 ταὐτόν scripsi: ταὐτὸ aJv (sic) P)

13
ἀφ’ ἧς οἷόν τέ ἐστιν συλλογισμοὺς ἀποδεικνύναι. περὶ ἀποδείξεως οὖν λέγει εἶναι τὸν σκοπὸν καὶ ἐπιστήμης ἀποδεικτικῆς, ὅτι παρα- διδοὺς τὰς ἀποδεικτικὰς μεθόδους δῆλον καθίστησιν οἵαν δεῖ ἕξιν ἔχειν τὸν ἐπιστήμονα τῆς ἀποδεικτικῆς. εἶτα, φησίν, χρὴ διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός· κατὰ κοινοῦ δὲ χρὴ λαμβάνειν λεῖπον τὸ ‘χρή᾿. ὥσπερ δὲ οἱ γεωμέτραι λήμματα ὧν δέονται, οὕτως καὶ οὗτος εἴωθεν προλαμβάνειν λήμματα ὧν δέεται εἰς κατασκευὴν τοῦ προκειμένου. ὥσπερ οὖν ἐν ταῖς Κατηγορίαις σκοπὸν ἔχων διαλαβεῖν περὶ τῶν δέκα κατηγοριῶν προέλαβέν τινα καὶ εἶπεν περὶ ὁμωνύμων, περὶ συνωνύμων καὶ ἄλλων τινῶν, καὶ ἐν τῷ Περὶ ἑρμηνείας σκοπὸν ἔχων περὶ λόγου εἰπεῖν, ὡς καὶ αὐτὸς λέγει “δ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν’’, προέλαβέν τινα, πρὶν ἄρξηται [*](f. 96v) λέγειν περὶ τοῦ προκειμένου (οὕτως γοῦν ἄρχεται· “πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα”), οὕτως καὶ ἐνταῦθα προλαμβάνει τινὰ ὥσπερ λήμματα. ἐπειδὴ γὰρ σκοπὸς αὐτῷ περὶ ἀποδείξεως εἰπεῖν, ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν, ὁ δὲ συλλογισμὸς ἐκ προτάσεων, <ἡ δὲ πρότασις> ἐξ ὅρων, εἰκότως ταῦτα θέλει προλαβεῖν καὶ διορίσαι. ζητεῖ δὲ πῶς τὸ Περὶ ἑρμηνείας ὅλον περὶ προτάσεων εἰπών (πάντα γὰρ τὰ ἐκεῖ λεγόμενα περὶ ἐστιν) ὅλον τὸ Περὶ ἑρμηνείας ἀλλ’ οὐ προτάσεις ὀνομάζει, ἀλλὰ τὰς προτάσεις λόγους ἀποφαντικοὺς ὀνομάζει, καὶ ἅπαξ, μᾶλλον δὲ δὶς μόνον ἔστιν εὑρεῖν τὸ ὄνομα τῆς προτάσεως ἐν ὅλῳ ἐκείνῳ τῷ βιβλίῳ· φησὶν γὰρ ἱεῖ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεως ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον’’. ὡς μὴ πάνυ οὖν ἐγνωσμένον τὸ ὄνομα διορίζει ἐνταῦθα. εἰ δὲ βούλει τὸ ἀληθέστερον λέγειν, ὅτι οὐδαμοῦ ἐν τῷ Περὶἑρμηνείας περὶ προτάσεων εἶπεν, ἀλλ’ ὅλον τὸ βιβλίον περὶ ἀποφαντικοῦ ἐστιν λόγου, ὡς καὶ αὐτὸς εἶπεν “ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν”. οὐ μέντοι εἶπεν ὅτι περὶ προτάσεως αὐτῷ πρόκειται λέγειν. διαφέρει γὰρ πρότασις ἀποφαντικοῦ λόγου· πᾶσα μὲν γὰρ πρότασις πάντως καὶ ἀποφαντικὸς λόγος, οὐ πᾶς δὲ ἀποφαντικὸς λόγος πρὸτασίς ἐστιν. καθ’ ἑαυτὸν μὲν γὰρ ὁ ἀποφαντικὸς λόγος οὐκ ἔστιν πρότασις· τότε δὲ γίνεται πρότασις, ὅταν μέρος συλλογισμοῦ γένηται· οἷον ἐὰν εἴπω κατ’ αὐτὸ τοῦτο ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’, λόγον μὲν ἀποφαντικὸν εἶπον, οὐ μὴν πρότασιν. πότε δὲ γίνεται πρότασις; ὅταν ὡς μέρος συλλογισμοῦ εἴπω τὸ ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’ καὶ ἐπαγάγω τὰς ἄλλας προτάσεις καὶ τὸ συμπέρασμα. ἐπειδὴ οὖν ἐν μὲν τῷ Περὶ ἑρμηνείας λόγους ἀποφαντικοὺς ἔλεγεν καθ’ αὑτούς, ἐνταῦθα δὲ [*](1 οἷόν τέ scripsi: οῖόνται (sic) P 8 ἐν ταῖς Κατηγ.] c. 1 p. 1 a 1 sq. 9 διαλαβεῖν σ scripsi: προλαβεῖν P 10 καὶ alt. scripsi: ὡ P 11 λέγει] De interpr. c. 4 p. 17 a 6 13 ἄρχαιται P pr., corr. P2 πρῶτον κτλ.] De interpr. c. 1 p. 16a1 16 ἡ δὲ πρ. addidi ὒ 17 ζητεῖ] cf. p. 3,30 4,27 20 ἀποφαντικος 22 φησὶν] De interpr. c. 1 1 p. 20b22—24 27 εἶπεν] cf. vs. 11 33 immo καθ’ αὑτὸ cf. vs. 37 et p. 15,32 34 an τότε? ut vs. 32)
14
τοὺς λόγους ὡς μέρη συλλογισμῶν παραλαμβάνει, εἰκότως ἐκεῖ μὲν οὐδε- μίαν μνήμην προτάσεων ἐποιήσατο, ἐνταῦθα δὲ ὁρίζει τί ποτέ ἐστιν [*](f. 97r) πρότασις· ἐνταῦθα γὰρ κέχρηται προτάσεσιν, ὅπου καὶ περὶ συλλογισμοῦ λέγει· ἐκεῖ δὲ οὐ περὶ προτάσεων ἔλεγεν ἀλλὰ περὶ ἀποφαντικοῦ λόγου. ζητεῖται δὲ καὶ ἡ τάξις, διὰ τί πρώτην εἶπεν τὴν πρότασιν, εἶτα τὸν ὅρον, εἶτα τὸν συλλογισμόν· τῇ γὰρ αὐτῇ τάξει κέχρηται καὶ ἐν τῷ διορίζειν αὐτὰ καὶ λέγειν τί ἐστιν ἕκαστον τούτων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἁπλουστέρων ἐζήτει ἄρξασθαι, ἔδει ἀπὸ τοῦ ὅρου ἀρξάμενον διὰ μέσης τῆς προτάσεως ἐλθεῖν ἐπὶ τὸν συλλογισμόν· εἰ δὲ ἀπὸ τῶν συνθετωτέρων, ἔδει ἀπὸ τοῦ συλλογισμοῦ ἀρξάμενον ἐλθεῖν ἐπὶ τὴν πρότασιν καὶ ἀπ’ ἐκείνης ἐπὶ τὸν ὅρον. καὶ οἱ μὲν λέγουσιν ὅτι ὡς ἤδη εἰπὼν ἐν τῷ Περὶ ἑρμηνείας περὶ προτάσεων ἀπ’ αὐτῆς ἤρξατο ὡς γνωριμωτέρας ἐκ τῶν περὶ αὐτῆς λεχθέντων. οἱ δὲ ὅτι τὸ τῆς προτάσεως ὄνομα οὐκ αὐτὸς ἔθετο, ἀλλὰ πρὸ αὐτοῦ καὶ ὁ Πλατῶν καὶ ἄλλοι αὐτῷ ἐχρήσαντο, τὸ δὲ τοῦ ὅρου ὄνομα αὐτὸς ἔθετο· προιὼν γοῦν περὶ μὲν τοῦ ὅρου λέγε ”ὅρον δὲ καλῶ ὡς ὅν αὐτὸς θέμενος τὸ ὄνομα, περὶ δὲ τῆς προτάσεως οὐ λέγει ‘καλῶ’ ἀλλὰ ‘πρότασις δέ ἐστιν’ ὡς καὶ πρὸ αὐτοῦ λεγομένου τοῦ ὀνόματος τούτου. λέγουσιν ὅτι ἀπὸ τούτου ἤρξατο ὡς γνωριμωτέρου. ἔστιν δὲ ἄλλη αἰτία πιθανωτέρα καὶ μᾶλλον ἀληθής, ἣ καὶ τῷ φιλοσόφῳ δοκεῖ * * ἀπὸ τῆς προτάσεως σαφηνίζειν τὸν ὅρον τῷ κατὰ ἀνάλυσιν τρόπῳ διδασκαλίας κεχρημένος οἰκείως τοῖς προκειμένοις· λέγει γὰρ “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”. ἀνάγκη οὖν ἡμᾶς προγνῶναι τί ποτέ ἐστιν πρότασις, εἰ μέλλοιμεν ἀπ’ αὐτῆς τὸν ὅρον γνώσεσθαι· διὸ ἀπὸ τῆς προτάσεως ἤρξατο. ἔστιν δὲ πρότασις μὲν ὡς τύπῳ εἰπεῖν τὸ ‘ἄνθρωπος περιπατεῖ’, ὅρος δὲ τὸ ‘ἄνθρωπος’ ἢ τὸ ‘περιπατεῖ’, συλλογισμὸς δὲ τὸ ἡ ψυχὴ αὐτοκίνητος, πᾶν αὐτοκίνητον ἀεικίνητον, πᾶν ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’. χρὴ δέ, φησίν, διορίσαι ποῖος μέν ἐστιν συλλογισμὸς τέλειος, ποῖος δὲ ἀτελής. τέλειον λέγει τὸν αὐτάρκη τὸν μὴ δεόμενόν τινος πρὸς τὸ εἶναι, ἀτελῆ δὲ τὸν δεόμενον· καὶ γὰρ ἐν τοῖς ἀνθρωπίνοις τέλειον καλοῦμεν τὸν αὐτάρκη καὶ μὴ δεό|μενόν τινος. [*](f. 97v) ὀψόμεθα δὲ ἐκεῖ ἐλθόντες ἔνθα λέγει περὶ τοῦ τελείου καὶ τοῦ ἀτελοῦς, μήποτε οὐδείς ἐστιν ἀτελής, ἀλλ’ οἴεται μὲν αὐτὸς εἶναί τινας ἀτελεῖς, τῇ δὲ ἀληθείᾳ πάντες τέλειοί εἰσιν.

Μετὰ δὲ ταῦτα, φησίν, χρὴ διορίσαι τί λέγομεν τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι. μεμαθήκαμεν ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τῶν προτάσεων αἱ μὲν προσδιωρισμέναι εἰσὶν αἱ δὲ ἀπροσδιόριστοι, καὶ τῶν προσδιωρισμένων αἱ μὲν καθολικαί εἰσιν αἱ ἔχουσαι τὸ ‘πᾶς’ καὶ τὸ ‘οὐδείς’ αἱ δὲ μερικαὶ [*](4 an προτάσεως? cf. p. 16,5 5 ζητεῖται] εῖ in ras. P 9 εἰ in ras. P συνθέτων P (superscr. P1) 11 τὸν] ν in ras P. 15 προϊὼν] p. 24 b 16 17 λεγομένου] λε in ras. P τοῦ scripsi: τὸ in ras. P 18 fortasse 003E; ὅτι τουτούτου (sic) P 19 lac. siguavi; supple velut λέγομεν οὖν ὅτι δοκεῖ 20 tu) ex τὸ corr. P1 30 τοῖς] ζ add. P2 31 ἐκεὶ] p. 30,34 sq. 36 ἐν τῷ Περὶ ἑρμ.] c. 7 p. 17 a 38 sq.)

15
αἱ ἔχουσαι τὸ ‘τὶς’ καὶ τὸ ‘οὐ πᾶς’. περὶ τῶν προτάσεων οὖν λέγει ἐνταῦθα τῶν ἐχουσῶν τοὺς καθόλου διορισμοὺς ἑκατέρωθεν ἐπιχειρῶν, ποτὲ μὲν ἀπὸ τοῦ ὑποκειμένου ποτὲ δὲ ἀπὸ τοῦ κατηγορουμένου, ἐν ἑκατέρῳ καθ’ ἑκάτερον, κατά τε τὸ καταφατικὸν καὶ κατὰ τὸ ἀποφατικόν. οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄνθρωπος τετράπουν· ἐν ὅλῳ τῷ ζῴῳ ἐστὶν ὁ ἄνθρωπος καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν· ἐνταῦθα ἀπὸ τοῦ ὑποκειμένου ἐπεχείρησεν· πᾶς γὰρ ἄνθρωπος ἐν τῷ ζῴῳ ἐστὶν ὅλῳ ὄντι, καὶ οὐδεὶς ἄνθρωπός ἐστιν ἐν τῷ τετράποδι ὅλῳ ὄντι. διὰ οὖν τοῦ τὸ ἐν ὅλῳ εἶναι ἐσήμανεν τὴν κατάφασιν, διὰ δὲ τοῦ μὴ εἶναι τὴν ἀπόφασιν. εἶτα ἀπὸ τοῦ κατηγορουμένου ἐπιχειρεῖ· κατὰ παντὸς γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῷον ἐν τῇ καταφάσει τῇ ‘πᾶς ἄνθρωπος ζῷον’ καὶ κατ’ οὐδενὸς ἀνθρώπου κατηγορεῖται τὸ τετράπουν ἐν τῇ ‘οὐδεὶς ἄνθρωπος τετράπουν’ ἀποφάσει.

Περὶ προτάσεως.

[*](15 p. 24a16)

Πρότασις μὲν οὖν ἐστιν λόγος καταφατικὸς καταφατικὸς ἢ τὸ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν.

Τρία ἐστὶν ταῦτα, λόγος, ἀπόφανσις, πρότασις. καὶ δοκεῖ τὰ τρία κατὰ τοῦ αὐτοῦ λέγεσθαι· οὐκ ἔστιν δὲ τὰ τρία κατὰ τοῦ αὐτοῦ, ἀλλ’ ἔστιν τις αὐτῶν διαφορά. ὁμοίως δέ ἐστιν τούτοις ἄλλα τρία ἀνάλογον, ὄνομά ἢ ῥῆμα (οὐδὲν γάρ μοι διαφέρει), φάσις, ὅρος. καὶ πάλιν δὲ τὰ τρία δοκεῖ κατὰ τοῦ αὐτοῦ λέγεσθαι· οὐκ ἔστιν δὲ τὰ τρία κατὰ τοῦ αὐτοῦ, ἀλλ’ ἔχει τινὰ διαφοράν. πᾶσα μὲν γὰρ πρότασις καὶ ἀπόφανσίς ἐστιν, καὶ πᾶσα ἀπόφανσις καὶ λόγος ἐστίν· οὐκέτι δὲ τὸ ἀνάπαλιν· οὐ γὰρ πᾶς λόγος ἀπόφανσίς ἐστιν. τί δέ ἐστιν | ἀπόφανσις; λόγος “ἐν ᾧ τὸ ἀληθεύειν [*](f. 98r) ἢ ψεύδεσθαι ὑπάρχει”, ὡς εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας. ἔστιν δὲ λόγος ἐν ᾧ οὐκ ἔστιν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον ὁ εὐκτικός, ὁ προστακτικός· ὥστε ἔστιν λόγος μὴ ὢν ἀπόφανσις. πᾶσα ἄρα ἀπόφανσις καὶ λόγος, οὐ πᾶς δὲ λόγος καὶ ἀπόφανσις· περιληπτικώτερος γάρ ἐστιν καὶ ἐπὶ πλέον ὁ λόγος τῆς ἀποφάνσεως. πάλιν ἀπόφανσις μέν ἐστιν πᾶς λόγος ἐν ᾧ ἐστιν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι· πρότασις δέ ἐστιν, ὅταν μὴ καθ’ ἑαυτὸν ᾖ ὁ λόγος ἀποφαντικός, ἀλλὰ μέρος τοῦ συλλογισμοῦ νοῆται. οἷον ἐὰν εἴπω ὡς δογματίζων λόγον τινὰ καθ’ αὑτόν, ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’, ἀπόφανσιν μὲν λέγω, πρότασιν δὲ οὔ· ἐὰν δὲ συλλογιζόμενος μέρος τοῦ συλλογισμοῦ εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητός ἀστιν’ ὡς ἐπάξων τὰ ἄλλα λήμματα καὶ τὸ συμπέρασμα, ἵνα τὸν συλλογισμὸν πληρώσω, τότε [*](4 καταφατικὸν—ἀποφατικόν scripsi: in v. ord. P 8 οὖν τοῦ scripsi: τοῦ ὅτι P 9 εἶναι prius ex Arist. scripsi: εστιν P 18 οὐκέτιν P 25 ἐν τῷ Περὶ ἑμρ.] c. 4 p. 17 a 3)

16
τὴν ἀπόφανσιν καὶ πρότασιν ἐποίησα, μέρος αὐτὴν τοῦ συλλογισμοῦ ποιή- σας. ὥστε ἡ ἀπόφανσις περιληπτικωτέρα ἐστὶν καὶ ἐπὶ πλέον τῆς προτάσεως· πᾶσα ἄρα πρότασις καὶ ἀπόφανσις, οὐ πᾶσα δὲ ἀπόφανσις πρότασις. διὸ καί, ὡς εἴρηται, ἐνταῦθα ὁρίζει τί ποτέ ἐστιν πρότασις. ἐν γὰρ τῷ Περὶ ἑρμηνείας οὐ περὶ προτάσεως ἐδίδαξεν ἀλλὰ περὶ ἀποφαντικοῦ λόγου· καθ’ ἑαυτοὺς γὰρ τοὺς λόγους ἐλάμβανεν, οὐχ ὡς μέρη συλλογισμῶν. ἐνταῦθα δὲ τοὺς ἀποφαντικοὺς λόγους λαμβάνων μέρη τῶν συλλογισμῶν δῆλον ὅτι προτάσεις αὐτοὺς ποιεῖ, καὶ εἰκότως ὁρίζεται τί ποτέ ἐστιν πρότασις. πάλιν δὲ ἐπὶ τῶν ἄλλων· πᾶς μὲν γὰρ ὅρος φάσις ἐστίν, καὶ πᾶσα φάσις ὄνομα ἢ ῥῆμα· οὐκέτι δὲ ἀνάπαλιν· οὐ γὰρ πᾶν ὄνομα ἢ ῥῆμα φάσις ἐστίν. τί γάρ ἐστιν φάσις; τὰ μόρια τοῦ ἀποφαντικοῦ λόγου φάσεις εἰσίν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας λέγων περὶ ἀποφαντικοῦ λόγου σαφῶς εἶπεν “τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον”. ἔστιν δὲ ὄνομα ἢ ῥῆμα τὰ μόρια τοῦ εὐκτικοῦ ἢ τοῦ προστακτικοῦ λόγου, ἃ οὐκ εἰσὶν φάσεις· περιληπτικώτερον ἄρα ἐστὶν τὸ ὄνομα καὶ τὸ ῥῆμα καὶ ἐπὶ πλέον τῆς φάσεως, ὥστε πᾶσα μὲν φάσις καὶ ὄνομα ἢ ῥῆμα, οὐ πᾶν δὲ ὄνομα ἢ ῥῆμα καὶ φάσις. πάλιν φάσεις μέν εἰσιν τὰ μόρια τῆς ἀποφάν- σεως, | ὅροι δὲ τὰ μόρια τῆς προτάσεως, τὸ ὑποκείμενον καὶ κατηγορούμενον [*](f. 98v) ὥστε ταύτῃ διαφέρει φάσις ὅρου, ᾗ διαφέρει ἀπόφανσις προτάσεως· τότε γὰρ ἡ φάσις ὅρος γίνεται, ὅταν ἡ ἀπόφανσις πρότασις γένηται. ἐπὶ πλέον ἄρα ἐστὶν καὶ περιληπτικωτέρα ἡ φάσις τοῦ ὅρου· ἡ μὲν γὰρ μόριόν ἐστιν παντὸς ἀποφαντικοῦ λόγου, ὁ δὲ μόριον προτάσεως ἐστιν. τούτων διωρισμένων ἔλθωμεν ἐπὶ τὸ ῥητόν. πρόκειται αὐτῷ τὴν πρότασιν ὁρίσαι· τοῦτο γὰρ προέθετο πρότερον, ὁρίσαι τί ἐστιν πρότασις, τί ὅρος, τί συλλογισμός. ἐπεὶ οὖν πᾶς ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν, ὡς γένος μὲν τῆς προτάσεως λαμβάνει τὸν λόγον· ὡς εἴρηται γάρ, περιληπτικός ἐστιν τῆς ἀποφάνσεως, ἥτις περιληπτική ἐστιν τῆς προτάσεως· ἀνάλογον δὲ διαφοραῖς λαμβάνει τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν καὶ τὰ ἑξῆς. ὥσπερ δὲ ἐν τῷ Περὶ ἑρμηνείας μεμαθήκαμεν, τὸ μέν τί ἐστιν ποσὸν τῶν προτάσεων, τὸ δὲ ποιόν· ἀφ’ ἑκατέρου οὖν ὁρίζεται τὴν πρότασιν, καὶ ἀπὸ τοῦ ποσοῦ καὶ ἀπὸ τοῦ ποιοῦ· ἀπὸ μὲν τοῦ ποιοῦ εἰπὼν λόγος ταταφατικὸς ἢ ἀποφατικός τινος κατὰ τινος κατά τινος ἢ τινὸς ἀπό τινος. ὀλίγον δὲ μεθυπερβατῶς αὐτοῦ ἀκουστέον, ἵν’ ᾖ † τί λόγος καταφατικός τινος κατά [*](3 ἀπόφασις (post καὶ) P 9 γὰρ deleverim 12 ἐν τῷ Περὶ ἑρμ.] c. 5 p. 17a 17 14 post ῥῆμα addendum videtur καὶ 17 φάσις scripsi cf. vs. 11: φάσεις P 23 ἔλθομεν P ad 25 sq. in mrg. καλῶς ὁ ἀλέξανδρος ἐπεσημήνατο μήτε (1. μηδὲ) ὅρον εἶναι τὸν ἀποδοθέντα· αἱ γὰρ διαφοραὶ ἐπὶ πλέον βούλονται τοῦ ὁριστοῦ ὑπάρχειν καὶ κατὰ πλειόνων βούλονται κατηγορεῖσθαι, ὅπερ ἐπὶ τοῦ παρόντος οὐκ (1. οὐχ) ὑπάρχει· οὐ γὰρ κατὰ προσθέσεως (1. προτάσεως) καὶ ἑτέρου τινὸς ἥ τε κατάφασις καὶ ἀπόφασις κατηγοροῦται (1. κατηγοροῦνται). ἀλλὰ μᾶλλον ὑπογραφὴν δεῖ καλεῖν αὐτήν P1 26 ὅρον P, superscr. P2 29 ἐν τῷ Περὶ ἑρμ.] c. 7 μεμαθήκαμεν ἐν τῶ περὶ ἑρμηνείας P pr. 33 ἱν ἡ, ι in ras. P fortasse τὸ λόγος καταφατικὸς <ἢ ἀποφατικός> τινος κατά τινος ἢ τινὸς ἀπό τινος <ἀντὶ τοῦ λόγος)
17
τινος ἢ τινὸς ἀπό τινος· ἐν μὲν γὰρ τῇ καταφάσει καταφάσκομέν τι κατά τινος· οἷον Σωκράτης δίκαιός ἐστιν, καὶ τοῦ Σωκράτους τι, τὸ δίκαιος· ἐν δὲ τῇ ἀποφάσει ἀποφάσκομέν τι ἀπό τινος· ‘ὁ Σωκράτης ἄδικος οὐκ ἔστιν‘ ἀποφάσκομεν καὶ ἀπαγορεύομεν καὶ ἀποχωρίζομεν τοῦ Σωκράτους τὸ ἄδικον· πᾶσα γὰρ πρότασις ἢ καταφατική ἐστιν ἢ ἀποφατική. καὶ ταύτῃ διαφέρουσιν κατὰ τὸ ποιόν. ἀπὸ δὲ τοὐ ποσοῦ ὁρίζεται αὐτὴν λέγων ὅτι οὗτος ὁ λόγος ἢ καθόλου ἐστὶν ἢ ἐν μέρει ἡ ἀδιόριστος· πᾶσα γὰρ πρότασις ἢ καθόλου ἐστὶν ἢ μερικὴ ἡ ἀδιάριστος· στος· ἢ γάρ τινα τῶν καθόλου προσδιορισμῶν ἔχει ἤ τινα τῶν μερικῶν ἢ ἀπροσδιόριστός ἐστιν. οὗτός ἐστιν ὃν ἀποδίδωσιν ὅρον τῆς προτάσεως. ἰστέον δὲ ὅτι τὰ μὲν νεώτερα βιβλία | ἔχει τὸ τινὸς κατά τινος ἢ τινὸς [*](f. 99r) ἀπό τινος· καὶ σαφῆ ποιεῖ τὸν ὅρον ἡ τοιαύτη γραφή· τὸ μὲν γὰρ τινὸς κατά τινος περὶ τῆς καταφάσεως ἂν εἴη κείμενον, τὸ δὲ τινὸς ἀπό τινος περὶ ἀποφάσεως. τὰ δὲ ἀρχαῖα βιβλία καὶ ἡ ἀρχαία γραφὴ οὐκ ἔχει τὸ ἢ τινὸς ἀπό τινος· ὕστερον γὰρ προσετέθη σαφηνείας χάριν· ἀλλὰ μόνον τὸ τινὸς κατά τινος ἔχουσιν. καὶ εἴη ἄν τὸ τινὸς κατά τινος λεγόμενον καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως. ἢ ἐπειδὴ περὶ μόνων κατηγορικῶν συλλογισμῶν ἀνταῦθα διαλαμβάνει καὶ προτάσεων δῆλον ὅτι ὁμοίως τῶν γὰρ προτάσεων αἰ μέν εἰσιν κατηγορικαί, αἱ τελείως καὶ ἀδιστάκτως ἀποφαινόμεναι, οἷον ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, αἱ δὲ ὑποθετικαί, αἱ μὴ τελείως ἀποφαινόμεναι ἀλλ’ ἐν ὑποθέσει, οἷον εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ὁ γὰρ οὕτως λέγων οὐ τελείως ἀποφαίνεται ὅτι φῶς ἐστιν, ἀλλ’ ὑπόθεσιν λαβὼν τὸ ‘εἰ ἡμέρα ἐστίν’ λέγει ὅτι εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν), ἐπειδὴ οὖν πᾶσαι αἱ προτάσεις, ἃς παραλαμβάνει ἐνταῦθα, κατηγορικαί εἰσιν καὶ οἱ συλλογισμοὶ πάντες, περὶ ὧν ἐνταῦθα διαλαμβάνει, κατηγορικοί εἰσιν, τὸ τινὸς κατά τινος εἶπεν καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως, ὡς ἄν εἰ εἶπεν ‘πρότασίς ἐστιν, ἣν νῦν ὁρίζομαι, λόγος καταφατικὸς ἢ ἀποφατικός’, ἵν’ ᾖ τὸ τινὸς κατά τινος ἀντὶ τοῦ ‘κατηγορικός’. ἢ τὸ τινὸς κατά τινος ἀκουστέον ἀντὶ τοῦ περί τινος’· κοινότερον γάρ ἐστιν τὸ περί τινος καὶ καταφάσεως καὶ ἀποφάσεως· καὶ γὰρ καὶ ὁ τὴν κατάφασιν λέγων περί τινος λέγει καὶ ὁ τὴν ἀπόφασιν.

Εἶτα ἐξηγεῖται τί ἐστιν τὸ ἐν τῷ ὅρῳ εἰρημένον καθόλου καὶ τί τὸ ἐν μέρει καὶ τί τὸ ἀδιόριστον. καὶ λέγει καθόλου λέγειν τὸ παντὶ ἢ μηθενὶ ὑπάρχειν. τοῦτο δὲ περὶ τῆς καθόλου καταφατικῆς εἶπεν καὶ τῆς καθόλου ἀποφατικῆς· ἐὰν μὲν γὰρ εἴπω ‘πᾶς ἄνθρωπος δίπους ἀστίν’, παντὶ τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίπουν· ἐὰν δὲ εἴπω ‘οὐδεὶς ἄνθρωπος τετράπουν ἐστίν’, οὐθενὶ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ τετράπουν. | [*](καταφατικός τινος κατά τινος ἢ ἀποφατικός τινος ἀπό τινος> cf. p. 17,28. 29; an τί et ἀποφατικός a librario ad vs. 32 aberrante omissum post ἡ addendum est? 4. 5 ἀποχωρίζωμεν P 9 προσδιορισμῶν scripsi cf. p. 18,22: προσδιορισμὸν P 11. 12 ἡ τινὸς ἀπό τινος in nostris codd. deest 15 σαφεινείας P 22 ὁ ex οὐ corr. P 38 τῶι P)

18
ἐν μέρει δέ, φησίν, λέγω τὸ τινὶ καὶ μήτινί ἢ μὴ παντὶ ὑπάρχειν. [*](f. 99v) καὶ ἐπὶ μὲν τῶν καθόλου μίαν ηὗρεν ἀποφατικήν· ἐπὶ δὲ τῶν μερικῶν δύο εὑρίσκει ἀποφατικάς· ἥ τε γὰρ καθόλου καταφατικὴ προσλαβοῦσα <τὸ> ‘οὐ’ γίνεται μερικὴ ἀποφατική, οἷον οὐ πᾶς δίκαιός ἐστιν, ἥ τε μερικὴ καταφατικὴ προσλαβοῦσα τὸ ‘οὐ’ γίνεται μερικὴ ἀποφατική, οἷον τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν. ὁ γὰρ λέγων ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν’ τινὶ ἀνθρώπῳ λέγει ὑπάρχειν τὸ δίκαιον· ὁ δὲ λέγων ‘οὐ πᾶς ἄνθρωπος δίκαιος’ οὐ παντὶ ἀνθρώπῳ λέγει ὑπάρχειν τὸ δίκαιον· πάλιν ὁ λέγων ‘τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ τινὶ ἀνθρώπῳ λέγει μὴ ὑπάρχειν τὸ δίκαιον· ὥστε καὶ αὕτη μερική ἐστιν ἀποφατική· μέρους γάρ τινος τῶν ἀνθρώπων ἀποφάσκει τὸ δίκαιον. τοῦτο οὖν σημαίνει, διὰ μὲν τοῦ τινὶ ὑπάρχειν τὴν κατάφασιν, διὰ δὲ τοῦ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν τὰς δύο ἀποφάσεις. ἀμφότεραι δὲ ὑπεναντίως ἀντίκεινται τῇ μερικῇ καταφατικῇ· ἑκατέρα γοῦν αὐτῶν συναληθεύει μετ’ αὐτῆς ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ἀδιόριστον δέ, φησίν, λέγω τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἄνευ τοῦ καθόλου ἢ κατὰ μέρος ἀντὶ τοῦ ‘τὸ καταφάσκειν τι κατά τινος ἢ ἀποφάσκειν τι ἀπό τινος ἄνευ τοῦ ποιεῖν ἢ καθόλου ἢ μερικὴν τὴν πρότασιν’. οἷον ἐὰν εἴπω ‘ἄνθρωπος δίκαιός ἐστιν’, τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίκαιον· ἐὰν δὲ εἴπω ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’, τῷ ἀνθρώπῳ λέγω μὴ ὑπάρχειν τὸ δίκαιον. καὶ ἀδιορίστβς προάγω τὰς προτάσεις· οὔτε γὰρ τοῖς καθόλου οὔτε τοῖς μερικοῖς προσδιορισμοῖς κέχρημαι. αὐτὸς δὲ καὶ παραδείγμασιν κέχρηται <ἃ> ἀδιορίστως προενέγκασθαι· οἷόν ἐστιν πρότασις τοιαύτη ‘τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη’, καὶ ἔστιν ἀληθής· ὁ γὰρ ἰατρὸς οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν ἀλλὰ καὶ τὰ νοσώδη, τοῖς μὲν ἵνα χρήσηται, τὰ δὲ ἵνα φύγῃ. ὁμοίως ὁ μουσικὸς καὶ τὰ εὐάρμοστα καὶ τὰ ἀνάρμοστα οἶδεν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἀληθές ἐστιν εἰπεῖν ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν | ἐπιστήμη. ἐὰν μέντοι εἴπω μετὰ προσδιορισμοῦ ‘πάντων τῶν ἐναντίων [*](f. 100r) ἡ αὐτή ἐστιν ἐπιστήμη’, ψεύδομαι· οὐ γὰρ πάντων τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, ἀλλ’ ἑκάστης μὲν ἀντιθέσεως τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, οὐ πάντων δὲ ἅμα τῶν ἐναντίων· οὐ γὰρ ἡ αὐτή ἐστιν ἐπιστήμη εὐαρμόστου καὶ ἀναρμόστου καὶ ὑγιεινοῦ ἅμα καὶ νοσώδους. ὥστε ἀνάγκη ταύτην τὴν πρότασιν ἀδιορίστως προφέρεσθαι, εἰ μέλλοιμεν ἀληθεύειν. πάλιν ἐὰν εἴπω ‘πᾶσα ἡδονὴ ἀγαθὸν οὐκ ἔστιν‘, ψεύδομαι· οὐ γὰρ πᾶσα ἡδονὴ οὐκ ἀγαθόν ἐστιν, ἀλλ’ αἱ μὲν ἀκόλαστοι καὶ ἀκάθαρτοι οὐκ ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς ἀρεταῖς <καὶ> καθαραὶ ἀγαθαί. ὥστε ἀδιορίστως λεκτέον καὶ ταύτην τὴν πρότασιν, εἰ μέλλοιμεν ἀληθεύειν, οἷον ἡδονὴ ἀγαθὸν οὐκ ἔστιν· αἱ γὰρ μὴ αἱρεταὶ μηδὲ ἀναγκαῖαι οὐκ ἀγαθαί.

[*](3 τὸ addidi 6 τί (post οἷον) P 11 ad οὖν in mrg. τί P cf. p. 23,21 12 ad μὴ τινὶ in mrg. add. τὸ μὴ τί ἀντὶ τῆς καθόλου ἀποφατικοῦ (I. ἀποφατικῆς) λάμβανε τῆ (I. τῆς) οὐδενί· κυρίως γὰρ κατὰ πάσας τὰς ὕλας ἀντιφατικῶς αὕτη ἀντίκειται P 22 ἇι addidi 24 ὁ ex οἱ sive ου corr. P1 36 καὶ addidi)
19
[*](p. 24a22)

Διαφέρει δὲ ἡ ἀποδεικτικὴ ἕως τοῦ καθάπερ καὶ ἐν τοῖς Τοπικοὶς εἴρηται.

Εοικεν ἐνταῦθα παρεκβάσει κεχρῆσθαι καὶ ἀφίστασθαι τοῦ προκειμένου. ἐπειδὴ γὰρ σκοποὶ αὐτῷ νῦν περὶ τοῦ κοινοῦ συλλογισμοῦ ἁπλῶς διαλαβεῖν μόνου δῆλον ὅτι καὶ περὶ μόνης τῆς κοινῆς προτάσεως, οὐ περὶ ἀποδεικτικῆς (περὶ γὰρ ταύτης ἐρεῖ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς) περὶ διαλεκτικῆς περὶ γὰρ ταύτης ἐρεῖ ἐν τοῖς τόποις), καὶ <οὐκ> ὅδε μετὰ τὸ ὁρίσασθαι τὴν κοινὴν πρότασιν λέγει πῇ διαφέρει ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς. καὶ λέγομεν ὅτι οὐδὲν ἔξω τοῦ προκειμένου λέγει· ταύτας γὰρ παρήγαγεν, τήν τε ἀποδεικτικὴν καὶ τὴν διαλεκτικήν, ἵνα δείξῃ ὅτι καὶ κατὰ τούτων ἁρμόζει ὁ ἀποδεδομένος <ὅρος> τῆς προτάσεως, καὶ ὅτι αἱ προτάσεις οὐδὲν ἀλλήλων διαφέρουσιν, ἀλλὰ κατὰ πάσης προτάσεως ἀποδέδοται ὁ ἀποδεδομένος ὅρος. διχῇ δὲ λαμβάνει τὴν διαφορὰν τῆς τε ἀποδεικτικῆς προτάσεως καὶ τῆς διαλεκτικῆς, ἀπό τε τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως· ἀπὸ μὲν τῆς ὕλης, ὅτι ἡ μὲν ἀποδεικτικὴ περὶ τὰ ἀναγκαῖα πράγματα ἔχει τὰ ἀεὶ ὡσαύτως | ἔχοντα, [*](f. 100v) ἡ δὲ διαλεκτικὴ περὶ τὰ φαινόμενα, περὶ τὰ ἔνδοξα· ἀπὸ δὲ τῆς χρήσεως, ὅτι ἡ μὲν ἀποδεικτικὴ πρότασις λῆψίς ἐστιν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως ὁ γὰρ ἀποδεικνύων οὐκ ἐρωτᾷ τὸν προσδιαλεγόμενον, ἀλλὰ τὴν πρότασιν τὴν συμβαλλομένην αὐτῷ πρὸς ἀπόδειξιν λαμβάνει, κἄν τε ἀρέσκῃ πάντας κἄν τε μηδένα ἀρέσκῃ· πᾶσα γὰρ πρότασις τὸ ἕτερον μόριόν ἐστιν τῆς ἀντιφάσεως· ἀντίφασις γάρ ἐστιν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν, “κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι”· ὥστε κἄν κατάφασιν λάβῃς κἀν ἀπόφασιν, τὸ ἕτερόν ἐστιν τῆς ἀντιφάσεως μόριον), ἡ δὲ διαλεκτικὴ πρότασις ἐρωτῶντι μὲν ἐρώτησίς ἐστιν, συλλογιζομένῳ δὲ λῆψις τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως· ὁ γὰρ διαλεκτικὸς ἐπειδὴ οὐκ αὐτὸς λαμβάνει ἑαυτῷ τὰς προτάσεις ὡς ὁ ἀποδεικτικός, ἀλλ’ ἐκείνας λαμβάνει ἃς δίδωσιν αὐτῷ καὶ αἷς τίθεται ὁ διαλεγόμενος, πᾶσαν τὴν ἀντίφασιν λέγων ἐρωτᾷ, ἵνα ἔχῃ ὁ προσδιαλεγόμενος θέσθαι ᾧ βούλεται μορίῳ τῆς ἀντιφάσεως. οἷον ἐρωτᾷ ὁ διαλεκτικὸς ‘δοκεῖ σοι ἡ ἡδονὴ κατὰ φύσιν εἶναι ἢ μὴ εἶναι;’· εἶτα τοῦ προσδιαλεγομένου θεμένου τῷ ἑτέρῳ μορίῳ, οἷον ὅτι κατὰ φύσιν ἐστὶν ἡ ἡδονή, ἐπάγει ‘τί δέ, δοκεῖ σοι τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι ἢ μὴ εἷναι;’· τοὐ δὲ θεμένου τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι συλλογίζεται καὶ οὐκέτι πᾶσαν τὴν ἀντίφασιν ἀλλὰ τὸ ἕτερον μόριον τὸ δοθὲν αὐτῷ τῆς ἀντιφάσεως λαμβάνει καὶ λέγει ἰὴ ἡδονὴ κατὰ φύσιν, τὸ κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν᾿. ὥστε ἡ πρότασις ἐρωτῶντι μὲν τῷ διαλεκτικῷ ἐρώτησίς ἐστιν τῆς ἀντιφάσεως· [*](7 οὐκ addidi 11 ὅρος addidi cf. vs. 13 19 ὁ ex οὐ corr. P1 22. 23 ἐν τῷ Περὶ ἑρμ.] c. 6 p. 17a33 28 αἷς (sic) P διαλεγόμενος ex διαλεκτικὸς corr. P1 29 ἔχει P cf. p. 20,11)

20
ἐστιν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως· τὴν γὰρ δοθεῖσαν αὐτῷ λαμβάνει. διχῇ οὖν τὴν διαφορὰν δείκνυσιν, καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως· καὶ πρῶτον μὲν | ἀπὸ τῆς χρήσεως, ὕστερον δὲ ὑποκατιὼν [*](f. 101r) καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως. ἀπὸ τῆς χρήσεως, ὅτι ἡ μὲν ἀποδεικτικὴ πρότασις λῆψίς ἐστιν θατέρου μορίου τῆς ἀντιφάσεως (οὐ γὰρ ἐρωτᾷ ὁ ἀποδεικνύων ἀλλὰ λαμβάνει, ἐστιν, κἄν τε θῆται ὁ προσδιαλεγόμενος κἄν τε μή), ἡ δὲ διαλεκτικὴ πρότασις ἐρώτησίς ἐστιν ἐντιφάσεως. καὶ εἴρηται διὰ τί, ὅτι, ἐπειδὴ ἐξ ἐνδόξων συλλογίζεται, ἐξ ὧν τίθεται ὁ προσδιαλεγόμενος, πᾶσαν τὴν ἀντίφασιν ἐρωτᾷ, ἵνα ἔχῃ ὁ προσδιαλεγόμενος ᾧ βούλεται μορίῳ τῆς ἀντιφάσεως θέσθαι. οὐδὲν δὲ διοίσουσιν αὗται ἀλλήλων ᾗ προτάσεις, οὐδὲ διοίσουσίν τι πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν, ᾗ συλλογισμὸς ἁπλῶς, οὐχ ᾗ τοιόσδε· καὶ γὰρ καὶ ὁ ἀποδεικνύων, ἀντὶ τοῦ ‘ἀποδεικτικός’, καὶ ὁ ἐρωτῶν, ἀντὶ τοῦ ‘ὁ διαλεκτικός’ συλλογίζεται λαβών τι κατὰ τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν. ὥστε καλῶς ὡρίσατο ἄνω τὴν κοινὴν πρότασιν, καὶ ἐφαρμόζει ὁ λόγος αὐτῆς πάσῃ προτάσει. καὶ ἵνα τοῦτο δείξῃ, παρήγαγεν τὴν διαφορὰν τῆς διαλεκτικῆς καὶ ἀποδεικτικῆς προτάσεως. τῆς δὲ σοφιστικῆς οὐκ ἐμνήσθη ὡς καὶ αὐτοῦ ὅλου τοῦ συλλογισμοῦ φευκτοῦ ὄντος καὶ βλαβεροῦ· ἀναγινώσκομεν οὖν τὴν περὶ αὐτοῦ πραγματείαν, οὐχ ἵνα χρησώμεθα αὐτῷ, ἀλλ’ ἵνα φύγωμεν αὐτὸν καὶ μὴ ὑπὸ τῶν σοφιστῶν ὀχλώμεθα. ὥστε, φησίν, καλῶς ὡρισάμεθα τὴν κοινὴν πρότασιν, καὶ ἔστιν μὲν ἡ συλλογιστικὴ πρότασις ἀπλῶς πᾶσα ἡ κοινὴ κατάφασις ἡ ἀπόφασίς τινος κατά τινος ἢ τινὸς ἀπό τινος, ὡς εἴρηται. πάλιν δὲ ἐνταῦθα τὰ ἀρχαίως γεγραμμένα βιβλία οὐκ ἔχει τὸ τινὸς ἀπό τινος, ἀλλὰ μόνον τὸ τινὸς κατά τινος, καὶ ἐξηγητέον αὐτὸ ὡς εἴρηται ἄνω. ἀποδεικτικὴ δὲ γίνεται, <ἐὰν> ἀληθὴς ἡ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων ἐνταῦθα ἀπὸ τῆς ὕλης λαμβάνει τὴν διαφορὰν τῆς ἀποδεικτικῆς προτάσεως πρὸς τὴν διαλεκτικήν. ἄνω μὲν ἀπὸ τῆς χρήσεως | εἶπεν [*](f. 101v) τὴν διαφοράν, ἐνταῦθα δὲ καὶ ἀπὸ τῆς ὕλης· ἀεὶ γὰρ ἡ ἀποδεικτικὴ πρότασις ἀληθής ἐστιν καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ἐπειδή, ὡς εἴρηται, ἡ ὕλη αὐτῆς ἐστιν τὰ ἀναγκαῖα πράγματα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. προσέθηκεν δὲ τὸ δὲ] διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ἐπειδὴ ὥσπερ οἱ γεωμέτραι ἀρχάς τινας καὶ ὑποθέσεις λαμβάνοντες ἀποδεικνύουσιν τὰ θεωρήματα, οὕτως καὶ ὁ ἀποδεικτικὸς συλλογιζόμενος λαμβάνει ὑποθέσεις τινὰς ἐναργεῖς καὶ αὐτόθεν γνωρίμους, αἳ διὰ τὸ σαφὲς καὶ ἐναργὲς αὐτόθεν ἀναπόδεικτοί εἰσιν καὶ οἷον ἀρχαὶ [*](11 ἔχει P cf. p. 19,29 13 διοίσουσίν] δ ex ν corn P 15 <ὁ> conicio 23 ὁρισάμεθα P 25 ἢ τινὸς ἀπό τινος om. nostri codcl. (praeter f n) 26 γεγραμένα P τὸν (post ἔχει) P 27 ἐξηγετέον P 28 ἐὰν ex Arist. addidi 30. 31 ἄνω—ὕλης deleverim 30 χρήσεως] χρή in fine paginae P 34 τόδε P: δὲ delevi 36 ἀποδείκνυσιν pr. P)
21
τοῦ ἀποδεικτικοῦ· ἀεὶ γὰρ ἑκάστης τέχνης καὶ ἑκάστης ἐπιστήμης ἀρχαὶ ἀναπόδεικτοί εἰσιν. ἢ ὅτι ἀποδεικτικὴ πρότασις ἔχει πάντως τὸ ἀληθὲς κατὰ τὴν ὕλην καὶ εἴληπται ἐκ τῶν ὑποθέσεων τῶν ἐξ ἀρχῆς, ἃς ὡς οἰκείας ἀρχὰς ὁ ἀποδεικτικὸς λαμβάνει σαφεῖς οὔσας καὶ ἐναργεῖς καὶ οὐ δεομένας ἀποδείξεως. ἢ τῶν ἐξ ἀρχῆς ἀντὶ τοὐ ‘τῶν ἄνωθέν ποθεν ἀπὸ κοινῶν ἐννοιῶν λαμβανομένων’· μάλιστα γὰρ ἐπὶ πάντων ἀρχαῖς κεχρἡμεθα τῖς κοιναῖς ἐννοίαις. ὥστε τὰ δύο ἐνταῦθα λέγει, καὶ τὴν ὕλην, ὅτι, ἐπειδὴ ἀναγκαία ἐστὶν ἡ ὕλη καὶ ἀεὶ ὡσαύτως ἔχουσα, πάντως ἀληθής ἐστιν ἡ πρότασις, καὶ τὴν χρῆσιν, ὅτι λαμβάνει αὐτὴν ἐξ ὑποθέσεων τῶν ἐξ ἀρχῆς, ἀντὶ τοῦ ‘ἀπὸ τῶν οἰκείων ἀρχῶν καὶ οἷον ἀπὸ κοινῶν ἀννοιῶν’, ὡς καὶ ἄνω σαφέστερον εἶπεν περὶ τῆς χρήσεως ὅτι οὐκ ἐρωτᾷ ὁ ἀποδεικνύων, ἀλλὰ λαμβάνει τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως πάντως <ὡς> ὁμοίως δὲ καὶ ἐπὶ τῆς διαλεκτικῆς λέγει καὶ τὴν ὕλην καὶ τὴν χρῆσιν· λέγει γὰρ ὅτι διαλεκτικὴ δέ ἐστιν πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως εἴρηται γὰρ ὅτι πᾶσαν τὴν ἀντίφασιν ἐρωτᾷ ὁ διαλεκτικός, καὶ διὰ τί εἴρηται), συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· οὐ γὰρ ἐν τῷ συλλογίζεσθαι ὡς ἐν τῷ ἐρωτᾶν πᾶσαν τὴν ἀντίφασιν λαμβάνει οὐδὲ γὰρ ἐνδέχεται), ἀλλὰ τὸ ἕτερον μέρος ᾧ τίθεται ὁ προσδιαλεγέμενος. ὥστε τῇ χρήσει διαφέρει τῆς ἀποδεικτικῆς, | ὅτι [*](f. 102r) ἐκεῖνος οὐδὲ ἐρωτᾷ. ἀλλὰ καὶ τῆ ὕλῃ διαφέρει· ὁ μὲν γὰρ τὸ ἀληθὲς λαμβάνει ὡς περὶ τὰ ἀναγκαῖα καὶ ἀίδια ἔχων, ὁ δὲ τὸ φαινόμενον καὶ τὸ δοκοῦν τοῖς πολλοῖς καὶ τῷ προσδιαλεγομένῳ· περὶ γὰρ τὰ φαινόμενα καὶ ἔνδοξα ἔχει· οἷον ὅταν λέγῃ, ὡς εἴρηται, ἰὴ ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν’· τὸ γὰρ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι φαινόμενον μέν ἐστιν καὶ δοκοῦν τοῖς πολλοῖς, οὐ πάντως δὲ ἀληθές. καθάπερ, φησίν, καὶ ἐν τοῖς τόποις εἴρηται ὅτι ὁ διαλεκτικὸς τὰ φαινόμενα καὶ ἔνδοξα λαμβάνει. λέγει δὲ ἐκεῖ ὅτι τὸ ἔνδοξον πολλαχῶς λέγεται, ἢ τὸ πᾶσι δοκοῦν, καὶ σοφοῖς καὶ οὐ σοφοῖς, ἢ τὸ τοῖς πολλοῖς μὲν δοκοῦν τοῖς σοφοῖς δὲ οὐ δοκοῦν, ἢ τὸ τοῖς σοφοῖς μόνοις δοκοῦν, ἢ τὸ τοῖς ἐπιφανεστέροις τῶν σοφῶν·

[*](p. 24b12)

Τί μὲν οὖν ἐστιν πρότασις ἕως τοῦ διαιρουμένου του εἶναι καὶ μὴ εἷναι.

Ἀνακεφαλαιοῦται τὰ εἰρημένα καὶ λέγει τί μὲν οὖν ἐστιν προτασις ἁπλῶς ἡ κοινή, καὶ τίνι διαφέρει ἡ συλλογ.ιστικὴ πρότασις ἀπλῶς ἡ κοινὴ τῶν μερικῶν, τῆς ἀποδεικτικῆς καὶ τῆς διαλεκτικῆς, καὶ αὗται τίνι διαφέρουσιν ἀλλήλων, ἡ ἀποδεικτικὴ τῆς διαλεκτικῆς, δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται. τί † γὰρ ἄρα νῦν οὐκ ἀκριβῶς [*](8 ἔχουσα] ὁ in ras. V 10 ἐννωῶν P pr. 11 σαφεστέρων (sic) P 12 ὡς addidi 21 ἀείδια P 27 ἐκεῖ] Top. I 1 p. 100b21—23 31 alt. Arist.: τὸ P cf. p. 22,33.37 33 εἰρημένα] εἰ in ras. P 37 fort, γ’ ἄρα aut γ’ οὖν)

22
εἶπεν, ἀλλ’ ἀλλαχοῦ ἐρεῖ καὶ περὶ τῆς συλλογιστικῆς ἁπλῶς προτάσεως τῆς κοινῆς ἀκριβῶς δέον ἐνταῦθα εἰπεῖν, ὅπου πρόκειται αὐτῷ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ εἰπεῖν; τί οὖν ἐροῦμεν πρὸς τοῦτο; λέγομεν ὅτι τὸ δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται οὐ περὶ τῆς συλλογιστικῆς τῆς κοινῆς ἁπλῶς εἶπεν (ἀκριβῶς γὰρ περὶ αὐτῆς εἶπεν), ἀλλὰ τῆς διαλεκτικῆς καὶ τῆς ἀποδεικτικῆς, περὶ ὧν ἐν τοῖς ἑπομένοις ἐρεῖ ἀκριβέστερον, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς Τόποις. πρὸς δὲ τὴν παροῦσαν χρείαν, φησίν, πρὸς τὸ δεῖξαι ὅτι ἱκανῶς ὡρισάμεθα τὴν ἁπλῶς συλλογιστικὴν τὴν κοινὴν καὶ πάσῃ προτάσει ἐφαρμόζει ὁ εἰρημένος ὅρος, ἱκανῶς ἡμῖν διωρίσθω τὰ νῦν.

Λοιπὸν δὲ ἀκολούθως τοῖς προ|ειρημένοις μετὰ τὸ εἰπεῖν τί [*](f.102v) ἐστιν πρότασις ἔρχεται ἐπὶ τὸ εἰπεῖν τί ἐστιν ὅρος· οὕτως γὰρ καὶ ἄνω εἶπεν, ὅτι χρὴ εἰπεῖν “τί ἐστιν πρότασις καὶ τί ὅρος”. οὐκέτι δὲ λέγει ‘ὅρος δέ ἐστιν’, ὡς εἶπεν περὶ τῆς προτάσεως “πρότασις δέ ἐστιν”, ἀλλ’ ὅρον δὲ καλῶ ὡς μὴ κειμένου τοῦ ὀνόματος τούτου παρὰ τοῖς πρὸ αὐτοῦ ἀλλ’ ὡς αὐτὸς ὀνοματοθέτης ὢν τούτου τοῦ ὀνόματος. ὅρον δέ, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις. εἰς τί δὲ διαλύεται; δῆλον ὅτι εἰς τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, ὂ ἐσήμανεν εἰπὼν καθ’ οὗ κατηγορεῖται· τὸ γὰρ ὑποκείμενον ἐκεῖνό ἐστιν καθ’ οὗ κατηγορεῖται τὸ κατηγορούμενον. ὅρους δ’ ἐκάλεσεν τὰ μόρια τῆς προτάσεως ἀπὸ μεταφορᾶς τῶν ὅρων τῶν ὁριζόντων τὰ χωρία· καὶ τὴν πρότασιν γὰρ τὰ ὁρίζοντα καὶ οἱονεὶ περιέχοντα καὶ ἀποκλείοντα ὅ τε ὑποκείμενός ἐστιν ὅρος καὶ ὁ κατηγορούμενος. εἰκότως ἄρα πρώτην ὡρίσατο τὴν πρότασιν ὡς μέλλων ἀπ’ αὐτῆς τὸν ὅρον σαφηνίζειν. καὶ αὕτη ἐστὶν ἀληθὴς αἰτία, ᾗ καὶ ὁ φιλόσοφος ἀρέσκεται, τοῦ ὁρίσασθαι αὐτὸν τὴν πρότασιν πρὸ τοῦ ὅρου, οὐχ ὥς τινες λέγουσιν διὰ τὸ γνωριμέτερον αὐτὴν εἶναι καὶ ἔννοιάν πως ἡμᾶς αὐτῆς εἰληφέναι ἐκ τῶν εἰρημένων ἐν τῷ Περὶ ἑρμηνείας, οὐδὲ διὰ τὸ τὸ μὲν τῆς προτάσεως ὄνομα καὶ παρὰ τοῖς πρὸ αὐτοῦ κεῖσθαι, τὸ δὲ τοῦ ὅρου αὐτὸν τεθεικέναι. ὅρον οὗν, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις, οἷον τὸν κατηγορούμενον καὶ καθ’ ὧν] οὗ κατηγορεῖται ὁ κατηγορούμενος, τοῦτ’ ἔστιν τὸν ὑποκείμενον, ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι. τοῦτο δὲ τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι ὁ μὲν Ἀλέξανδρος ἁπλούστερον ἐξηγεῖται, καὶ λέγει τὸ μὲν προστιθεμένου τοῦ εἶναι περὶ τῆς καταφάσεως λέγεσθαι, τὸ δὲ διαιρουμένου τοῦ μὴ εἶναι περὶ τῆς ἀποφάσεως. καὶ ἐκδέχεται τὸ προστιθεμένου ἀντὶ ‘προστιθέντος’, τὸ δὲ διαιρουμένου ἀντὶ τοῦ ‘διαιροῦντος’· ἐπὶ μὲν γὰρ τῆς καταφάσεως τὸ εἶναι προστίθησιν καὶ οἱονεὶ συντίθησιν καὶ συνάπτει τὸν κατηγορούμενον τῷ | ὑποκειμένῳ, [*](f. 103r) [*](13 τὸ scripsi: τοῦ P 17 ὀνοματοθέτης scripsi cf. p. 32,28: ὀνομοθετης P 26 φιλόσοφος] λο ex Xto corr. P 28 αὐτῆι (post ἡμᾶς) P 32 ὦν delevi 33 et 37 τοῦ scripsi: τὸ P cf. p. 21,31 35 Ἀλέξανδρος] p. 15,4 sq. 38 προστιθέντος scripsi: προστεθέντος P)

23
ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ μὴ εἶναι διαίρει τὸν κατηγορούμενον ἀπὸ τοῦ ὑπο·κειμένου. οὕτως δὴ καὶ ἐν τῷ Περὶ ἑρμηνείας σύνθεσιν ἐκάλεσεν τὴν κατάφασιν, διαίρεσιν δὲ τὴν ἀπόφασιν λέγων “περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθές”. προστιθεμένου οὖν ἀντὶ τοῦ ‘καταφάσκοντος’, διαιρουμένου δὲ ἀντὶ τοῦ ‘διαιροῦντος, ἀποφάσκοντος, ἀποφατικῶς κειμένου’, ἵν’ ᾖ τὸ ὅλον οὕτως· ὅρον καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις καταφατικὴ ἢ ἀποφατικὴ οὖσα· πᾶσα γὰρ πρότασις ἡ καταφατική ἐστιν ἢ ἀποφατική. οὕτως ὁ Ἀλέξανδρος. ὁ δὲ μέγας φιλόσοφος βαθύτερον καὶ ἀκριβέστερον ἐξηγούμενος λέγει ὅτι τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι τὰ διάφορα εἴδη τῶν προτάσεων σημαίνει· τῶν γὰρ προτάσεων αἱ μὲν αὐτόθεν ἔχουσιν τὸν κατηγορούμενον ὅρον τῷ ὑποκειμένῳ συναπτόμενον, αἱ δὲ τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον, αἱ δὲ μετὰ τρόπου· πάλιν αἱ μὲν ἁπλαῖ εἰσιν, αἱ δὲ ἐκ μεταθέσεως. τοῦτο σημαίνει ἐνταῦθα, ὅτι πᾶσα πρότασις εἰς ὅρους διαλύεται, κἀν αὐτόθεν ἔχῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ συναπτόμενον, κἄν τὸ ‘ἔστιν’ τρίτον προσκατηγορῆται, κἂν μετὰ τρόπου ᾖ, κἄν τε ἁπλῆ κἄν τε ἐκ μεταθέσεως. πῶς οὖν ταῦτα σημαίνει, λεκτέον. λέγει, καὶ καλῶς λέγει, ὅτι δύο ταῦτα εἶπεν προστιθεμένου καὶ διαιρουμένου· ταῦτα δὲ οὐκ ἀντίκειται ἀλλήλοις ἀλλὰ ἔστιν τὰ ἑκατέρῳ τούτων ἀντικείμενα· τῇ προσθέσει ἡ ἀφαίρεσις ἀντίκειται, τῇ δὲ διαιρέσει ἡ σύνθεσις. ἔοικεν οὖν [τί] ἀπὸ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν ἡμῖν τὰ ἕτερα ἐννοήσασιν εἰσαγαγεῖν. λάβωμεν οὖν τὰς δύο ἀντιθέσεις, πρόσθεσιν ἀφαίρεσιν, σύνθεσιν διαίρεσιν, καὶ λάβωμεν ἀντὶ τοῦ εἶναι τὸ ἔστιν’, δῆλον ὅτι καὶ ἀντὶ τοῦ μὴ εἶναι τὸ ‘οὐκ ἔστιν’, καὶ λοιπὸν ἴδωμεν τί βούλεται σημᾶναι. μεμαθήκαμεν καὶ ἐν τῷ | Περὶ ἑρμηνείας ὅτι τὸ [*](f. 103v) ‘ἔστιν’ οὐκ ἔστιν τρίτος ὅρος· ‘‘οὐδὲ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστιν τοῦ πράγματος” ἐκεῖ εἶπεν, ἀλλὰ πρόσθεσίς ἐστιν καὶ προστίθεται τῷ κατηγορουμένῳ ὅρῳ· διὸ καὶ ἕν, καὶ εἶπεν προσκατηγορῆσαι. ἡ οὖν πρόσθεσις τοῦ ‘ἔστιν’ σημαίνει τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ προσκατηγορούμενον· οἷον Σωκράτης δίκαιός ἐστιν· ὁ ὑποκείμενός ἐστιν τὸ Σωκράτης, κατηγορούμενος δὲ τὸ ‘δίκσαιός ἐστιν’· <τὸ δὲ ‘ἔστιν᾿> ἔστιν ὅρος ἀλλὰ προσθήκη. ἐὰν δὲ ἀντὶ τοῦ ‘δίκαιός ἐστιν’ ἄλλον εἴπω κατηγορούμενον, οἷον τὸ ‘ὑγιαίνει’, οὐκέτι χώραν ἔχει τὸ ‘ἔστιν’· οὐ γὰρ δύναμαι εἰπεῖν ‘Σωκράτης ὑγιαίνει ἐστίν’· σαφῶς γὰρ πάλιν ἐκεῖ εἶπεν ὅτι “ἐφ’ ὅσων τὸ ‘ἔστιν’ μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ τῶν τοιούοὕτωι [*](2 P 3 λέγων] De interpr. c. 1 p. 16 a 12 5 καταφάσκοντος scripsi: καταφασκομένου P 6 ἀπαφατικῶς (sic) P 10 τὸ P cf. p. 22,33 15. 16 ἔχει—προσκατηγρεῖται P 19 τὰ deleveritn 20 προθέσει P1, σ superscr. P2 21 τί delevi cf. p. 27,31 καταλιπεῖν] λιπεῖν in ras. P2 24 εἴδωμεν P 25 ἐν τῷ Περὶ ἑο̣μ.] c. 3 p. 16 b 22 26 ἡ μὴ εἶναι post 27 πράγματος collocat P 27 et 29 πρόθεσις P 28 an προσκατηγορεῖσθαι? 31 ante τὸ primum eras. 1 litt. P τὸ δὲ έστιν εἰ addidi 33 ὑγιαίνει] αἰ in ras. P 34 ἐ///κεῖπεν P, el superscr. P1 35 ἐφ’ ὅσων κτλ.] De interpr. c. 10 p. 20 a 3—5 memoriter citat)
24
τῶν, ταὐτὸν ποιεῖ τὸ ‘ὑγιαίνει’ καὶ τὸ ‘βαδίζει’, ὡς ἄν εἰ τὸ εἶναι προσήπτετο”. δῆλον οὗν ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων ἀφαιρῶ τὸ ‘ἔστιν’ καὶ λέγω μόνον τὸ ‘Σωκράτης ὑγιαίνει’. ὥσπερ οὖν ἡ πρόσθεσις τοῦ ‘ἔστιν’ ἐσήμανεν τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον * * * ἀλλ’ ἀλλ’ αὐτόθεν τὸν κατηγορούμενον συνημμένον τῷ ὑποκειμένῳ. πάλιν τῶν μετὰ τρόπου προτάσεων εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ὁ τρόπος οὐκ ἔστιν μέρος τῆς προτάσεως ἀλλὰ σύνδεσμος καὶ οἱονεὶ γόμφου χώραν ἐπέχει· συνδεῖ γὰρ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ. οἷον ἐὰν εἴπω ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν᾿, ὁ τρόπος ὁ καταφάσκει· συνδεῖ γὰρ καὶ συντίθησιν τὸ ‘ἔστιν’ τῷ ‘ἄνθρωπος’. ἡ σύνθεσις οὖν τοῦ ‘ἔστιν’ σημαίνει τὰς μετὰ τρόπου προτάσεις. ἡ δὲ διαίρεσις τοῦ μὴ εἶναι σημαίνει τὰς μετὰ τρόπου ἐκ μεταθέσεως· ἐὰν γὰρ εἴπω ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’, x003E; τρόπος μεταξὺ ὢν διαιρεῖ τὸ μὴ εἶναι ἀπὸ τοῦ τραγελάφου· ὥσπερ γὰρ ἐπὶ τοῦ ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν’ ὁ τρόπος ἐπεβεβαίου τὴν σύνθεσιν τοῦ ‘ἔστιν’ πρὸς τὸ ἄνθρωπος καὶ τὴν ὕπαρξιν τὴν σημαινομένην διὰ τοῦ ‘ἔστιν’ ἐπέτεινεν, οὕτως ἐπὶ τοῦ ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’ τὴν διαίρεσιν τῆς ὑπάρξεως ἐπιβεβαιοὶ καὶ ἐπιτείνει τὸ ‘οὐκ ἔστιν’. κατάφασις | δέ ἐστιν καὶ ἡ ‘τραγέλαφος [*](f. 104r) ἐξ ἀνάγκης οὐκ ἔστιν’. ὥστε οὐ περὶ ἀποφάσεως ἐνταῦθα εἶπεν, ἀλλὰ δ καταφατικὰς ἔλαβεν, τρεῖς μὲν ἐπὶ τῶν τριῶν εἰδῶν τῶν προτάσεων, μίαν δὲ ἐπὶ τῶν ἐκ μεταθέσεως, μόνον οὐχὶ λέγων ὅτι πᾶσα πρότασις, κἄν τε ἁπλῆ ᾖ οἱουδήποτε εἴδους οὖσα τῶν τριῶν εἰδῶν τῶν προτάσεως, κἄν τε ἐκ μεταθέσεως ἡ, διαλύεται εἴς τε τὸν κατηγορούμενον ὅρον καὶ τὸν ὑποκείμενον.

[*](25 p. 24b18)

Συλλογισμὸς δέ ἐστιν λόγος ἕως τοῦ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον.

Ἀκολούθως μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις καὶ τί ὅρος ὁρίζεται τί ἐστιν συλλογισμός· οὕτω γὰρ καὶ ἄνω προέθετο· “εἶτα, φησίν, διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός”. πρὸ δὲ τῆς ἐξηγήσεως τοῦ ὅρου τοῦ συλλογισμοῦ ζητεῖται ἐνταῦθα τί ἐστιν τὸ ἐν ἡμῖν συλλογιζόμενον καὶ περὶ τίνων οἱ συλλογισμοί. καὶ λέγομεν ὅτι τριῶν οὐσῶν τῆς ψυχῆς γνωστικῶν δυνάμεων, τῆς νοερᾶς, τῆς διανοητικῆς, τῆς δοξαστικῆς, οὐ δύναται οὔτε ἡ πρώτη οὔτε ἡ τρίτη συλλογίζεσθαι, ἀλλ’ ἡ μέση μόνη. ἡ μὲν γὰρ πρώτη διὰ τὴν ἀπὸ τοῦ νοῦ ἔλλαμψιν εἰς αὐτὴν ἐφήκουσαν ἁπλαῖς ἐπιβολαῖς γιγνώσκει ἃ γιγνώσκει· ἡ δὲ τρίτη τὰ [*](3 πρόθεσις P 5 lac. signavi; supple οὕτως ἡ ἀφαίρεσις τοῦ ‘ἔστι’ σημαίνει τὰς προτάσεις τὰς οὐκ ἐχούσας τὸ ‘ἔστι’ τρίτον προσκατηγορούμενον 5. 6 τῷ ὑποκειμένῳ scripsi: τὸ ὑποκείμενον P 6. 7 ἐν τῷ Περὶ ἑρμ.] c. 12 p. 21b 26 sq. 8 γόμφου] γ corr. P2; in marg. γόμφου P2 10 ἄνθρωπος] ὁ ex ὢ corr. P 13 ὁ addidi διαιρεῖ scripsi: διαιρεὶται P 14 ἀνθρώπου P 15 ἐπεβεβαίου] inter πε et β 1 lilt. eras. P τοῦ ἔστιν scripsi: τοῦτέστιν P 28 ἄνω] p. 24a 11 34 διὰ scripsi: καὶ P ἔνλαμψιν P 35 ἐφήκουσαν] ἑ in ras. P)

25
συμπεράσματα μόνα παραδέχεται παρὰ τῆς μέσης· διὸ καὶ δόξα καλεῖται παρὰ τὸ δέχεσθαι. ἡ δὲ μέση ἐστὶν ἡ διεξοδικῶς ἀπὸ ἄλλου ἄλλο γιγνώσκουσα· διὸ καὶ διάνοια καλεῖται παρὰ τὸ διανύειν καὶ διεξιέναι. αὕτη ἐστὶν ἡ δύναμις ἡ συλλογιζομένη [ἡ] ἐν ἡμῖν καὶ διὰ συλλογισμῶν γιγνώσκουσα καὶ ἀποδεικνύουσα τὰ πράγματα. ἀπὸ ταύτης τὰ συμπερασματα τῶν ἀποδείξεων δεχομένη ἡ δόξα κατέχει· οἷον ἡ διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς εὑρίσκει καὶ γιγνώσκει ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· τοῦτο <τὸ> συμπέρασμα μόνον τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν’ ἐκτὸς ἄλλων προτάσεων δι’ ὧν ἀποδείκνυται δέχεται ἡ δόξα καὶ δοξάζει ἄνευ ἀποδείξεων. ἡ οὖν διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐπίσταται· ὥστε τὸ συλλογιζόμενον <ἐν> ἡμῖν ἡ διάνοιά ἐστιν. πάλιν τῶν τὰ μὲν νοητά, τὰ δὲ αἰσθητά, τὰ δὲ μέσα τούτων· λέγω δὴ ὅτι | οὔτε ἐπὶ τῶν νοητῶν συλλογιζόμεθα οὐδ’ ἐπὶ τῶν αἰσθητῶν ἀλλὰ μόνον [*](f. 104v) τῶν μέσων. οὔτε γὰρ <ἐπὶ> τῶν νοητῶν συλλογιζόμεθα· οὐ γὰρ ὁ θεολόγος δύναται διὰ τῶν συλλογισμῶν τὰ νοητὰ δεικνύναι, ἀλλ’ ἀναλογίᾳ κέχρηται, καὶ εἰκότως· οἱ μὲν γὰρ συλλογισμοὶ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ 5 δεικνύουσιν καὶ ἀπὸ τῶν καθολικωτέρων τὰ μερικώτερα· τὰ δὲ νοητὰ πρῶτά ἐστιν καὶ καθολικώτερα τῶν ἄλλων πάντως· ὥστε εἰκότως περὶ τῶν πρώτων οὐ συλλογιζόμεθα· οὐδὲ γὰρ ὁριζόμεθα αὐτὰ διὰ τὴν αὐτὴν αἰτίαν· οἱ μὲν γὰρ ὅροι ἐκ γένους εἰσὶν καὶ διαφορῶν· ὑπὲρ δὲ τὰ πρῶτα οὐδέν. οὕτε μὴν ἐπὶ τῶν αἰσθητῶν συλλογιζόμεθα· οὐ γὰρ συλλογιστικῶς γιγνώσκω σκῶ ὅτι τὸ γάλα λευκόν ἐστιν, ἀλλ’ αὐτόθεν ἡ αἴσθησις τοῦτο γιγνώσκει. οὔτε περὶ τῶν πρώτων οὔτε ἐπὶ τῶν ἐσχάτων συλλογιζόμεθα, ἀλλὰ περὶ τῶν μέσων, ἃ καλεῖται διανοητά, ἐπειδὴ διανυστικῶς καὶ διεξοδικῶς αὐτὰ γιγνώσκομεν διὰ τῶν συλλογισμῶν, οἷον τὰ μαθήματα· συλλογιστικῶς γὰρ αὐτὰ γιγνώσκομεν· οὐ. γὰρ δήπου δι’ αἰσθήσεως αὐτὰ ἐπιστάμεθα· τὴν γνῶσιν γὰρ τῶν θεωρημάτων ἐξ ἀφαιρέσεως καλοῦσιν οἱ γεωμέτραι· τὸ γὰρ ξύλινον ἢ χαλκοῦν καὶ ἀπλῶς τὴν ὕλην καὶ τὸ ὅσον τῇ αἰσθήσει ὑποπίπτει ἀφελὼν ὁ γεωμέτρης αὐτὸ καθ’ αὑτὸ τὸ καθόλου εἶδος τοῦ τριγώνου ἢ [ὁ] τετραγώνου διανοεῖται. ἔχομεν οὖν τί τε τὸ ἐν ἡμῖν συλλογιζόμενον, ὅτι οὐ τὸ νοερόν, οὐ τὸ δοξαστικόν, ἀλλὰ τὸ διανοητικόν, καὶ περὶ τίνων οἱ συλλογισμοί, ὅτι οὐ περὶ τῶν νοητῶν, οὐ περὶ τῶν αἰσθητῶν, ἀλλὰ περὶ τῶν μέσων τῶν διανοητῶν. λοιπὸν δὲ ἐπὶ τὴν τοῦ ὅρου ἐξήγησιν ἡμῖν ἰτέον. καὶ πρῶτον αὐτὸν ἐκθώμεθα, εἶτα δείξομεν ὅτι οὐδὲν οὔτε περισσὸν ἔχει οὔτε ἐλλεῖπον.

Συλλογισμός ἐστιν, φησίν, λόγος ἐν ᾧ τεθέντων τινῶν [*](1 συνπεράσματα P 2 post ἄλλο 1 litt. eras. P 4 ἡ tert. delevi 8 τὸ addidi 11 ἐν addidi 13 ἐπὶ prius scripsi: τὴν P 14 ἐπὶ addidi 14. 15 θεοσλόγος P 21. 22 τί γνώσκω P 22 ἔσθησις P 23 <ὥστε> περὶ sive πρώτων x003E; conicio 24 ἐπειδὴ scripsi: ἔπι δὲ, ἑ alterum in ras., P δι ἀνυστικῶς, ι prius in ras., P 26 αὐτὰ γιγνώσκομεν scripsi: τὰ γιγνωσκόμενα P 27. 28 τὸ—ξύλινον scripsi: τοῦ—ξυλίνου P 27 αιφαιρέσεως (sic) P 30 τετραγένου scripsi: ὁ τετράγωνος P διανοῆται P 31 au ἀλλὰ τὸ μέσον x003E;? cf. vs. 33 34 fortasse δείξωμεν cf. p. 26,7)

26
ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν τῷ ταῦτα εἶναι. οὗτός ἐστιν ὁ τοῦ συλλογισμοῦ ὅρος. καὶ ὅτι μὲν τέως τὸ ὄνομα τοῦτο τὸ συλλογισμὸς συλλογὴν λόγων | δηλοῖ, πρόδηλον· ἀεὶ γὰρ ἡ συν(??) πρό. [*](f. 105r) θέσις οὐχ ἕν τι σημαίνει ἀλλ’ ἄθροισμά τι, οἷον ὅταν εἴπω συνέδριον, σύγκλητος, συμπότης, σύμψηφος. συλλογισμὸς οὗν ἀντὶ τοῦ ‘συλλογὴ λόγων καὶ οἱονεὶ ἄθροισμα λόγων’. ἵνα δὲ πρότερον ὡς τύπῳ νοήσωμεν τὰ εἰρημένα ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ, συλλογισμόν τινα ἐκθέμενοι νοήσομεν ἐπ’ αὐτοῦ πῶς τὰ εἰρημένα ἐν τῷ ὅρῳ πάντα ἐφαρμόζει αὐτῷ. οἷον ἔστω συλλογισμος οὕτος· ἡ γραμμὴ σύνεχες, τὸ σύνεχες πόσον, ἡ γραμμὴ ἄρα ποσόν. ὅτι μὲν οὖν τὸ ὅλον τοῦτο λόγος ἐστίν, πρόδηλον· καὶ γὰρ καὶ ἐκ λόγων σύγκειται· εἰσὶν γὰρ ἐν αὐτῷ δύο προτάσεις καὶ τὸ συμπέρασμα· ὥστε λόγος ἐκ λόγων ἐστίν. ὥστε τέως ὁ λόγος ἐφαρμόζει αὐτῷ. ἀλλὰ καὶ τέθειταί τινα ἐν αὐτῷ· τέθειται δὲ ἀντὶ τοῦ ‘ὡμολόγηται’. τί δὲ ὡμολογήθη; ὅτι ἡ γραμμὴ συνεχές ἀστιν, καὶ ὅτι τὸ συνεχὲς καὶ ποσόν ἐστιν. ὥστε ἁρμόζει αὐτῷ καὶ τὸ ἐν ᾧ τεθέντων τινῶν. ἀλλὰ καὶ τὸ συμπέρασμα ἄλλο τι ἀνεφάνη παρὰ τὰ κείμενα, παρὰ τὰ τεθέντα· τὰ μὲν γὰρ κείμενα ἦν τὰ ὁμολογηθέντα, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν· ἕτερον δέ τι παρὰ ταῦτα τὸ συμπέρασμα ἀνεφάνη, ὥστε ἡ γραμμὴ ἄρα ποσόν ἐστιν. ὥστε καὶ τὸ ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν ἁρμόζει αὐτῷ. πόθεν δὲ ἀνεφάνη τὸ συμπέρασμα; τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα· οὐκ ἀλλαχόθεν γὰρ συνέβη καὶ ἀνεφάνη τὸ συμπέρασμα ἢ ἀπὸ τῶν τεθειμένων προτάσεων, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν ἐστιν. ὥστε καὶ τὸ τῷ ταῦτα εἶναι ἁρμόζει αὐτῷ.

οὕτως μὲν ὡς τύπῳ εἰπεῖν ἐπὶ παραδείγματος ἐξηγήσθω ἡμῖν ὁ ὅρος τοὐ συλλογισμοῦ. καὶ ἀκριβέστερον δὲ αὐτὸν ἐπισκεψώμεθα, ἵνα λέξωμεν ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἔχει ἡ ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας. πρόκειται αὐτῷ τὸν συλλογισμὸν ὁρίσασθαι· πᾶς δὲ ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν. ἐνταῦθα οὖν | τὸ [*](f. 105v) μὲν λόγος ὡς γένος παρείληπται· εἶδος γάρ ἐστιν τούτου συλλογισμὸς ὡς τοῦ ζῴου ἄνθρωπος. τὰ δὲ ἑξῆς ὡς διαφοραί, τὸ μὲν ἐν ᾧ τεθέντων, ἵνα χωρίσῃ αὐτὸν ἀπὸ τῶν ἄλλων λόγων, οἷον τοῦ κλητικοῦ ἡ τοῦ εὐκτικοῦ καὶ τῶν ἄλλων ἁπλῶς, εἴτε πέντε αὐτοὺς βούλει λέγειν εἴτε δέκα· τί γὰρ τίθεταί τις ἐν εὐχῇ ἢ ἐν κλήσει; τεθέντων δὲ ἀντὶ τοῦ ‘ὁμολογηθέντων’· καὶ γὰρ αὐτὰς τὰς προτάσεις ὁ Πλατῶν ὁμολογήματα καλεῖ, καὶ πολλαχοῦ λέγει ‘ἀπὸ τῶν ὡμολογημένων’ ἀντὶ τοῦ ‘ἀπὸ τῶν ῥηθεισῶν προτάσεων’. οἱ δὲ Στωικοὶ ἀξιώματα αὐτὰς ἐκάλουν καὶ [*](5 συνπότης P 7 an νοήσωμεν? cf. p. 25,34 10 ποσόν ex ποιόν corr. P1 12 an τέως τὸ ? cf. vs. 28 14 καὶ alteium delendum videtur cf. vs. 18. 23 16 ἀνεφάνη] ἡ in ras. corr. ex εἰ P 17 et 21 ὡμολογηθἐντα P 18 ὥστε] τὸ conicio 21 ῆναι P 23 τῶι superscr. P 25 ὁ ὅρος scripsi: ὅτι ὅροι P 25 αὐτὸν ex αὐτῶν corr. P 26 δείξωμεν conicio οὐδὲ] οὐδὲν pr. P 29 λόγος] λόγ in ras. P τούτου scripsi: τοῦ P 31 ἄλλων λόγων] ὢν λόγ in ras. P 32 τ’ ἀλλ’ (sic) P 34 ὡμολογηθἐντων P 36 στοϊκοὶ P αὐτὰς scripsi: αὐτὰ P)

27
λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα. ὁ δὲ Ἀριστοτέλης προτάσεις αὐτὰς καλεῖ· τῶν δὲ προτάσεων τὰς σαφεῖς καὶ ἐναργεῖς καὶ μὴ δεομένας ἀποδείξεως διὰ τὸ σαφὲς ἀξιώματα καλεῖ μόνως [προτάσεις]. ὥστε τὸ ἐν ᾧ διορίζει τὸν συλλογισμὸν ἀπὸ τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων. τινὲς δὲ τὸ τεθέντων λέγουσιν αὐτὸν εἰρηκέναι, † καὶ ἐπειδὴ κατηγοπικῶν συλλογισμῶν λέγει, ἀντὶ τοῦ ‘κατηγορηθέντων’· ἐπὶ γὰρ τῶν τοιούτων συλλογισμῶν διαρρήδην τιθέμεθα καὶ ὁμολογοῦμεν καὶ ἀποφαινόμεθα ὡς ἀληθεῖς τὰς προτάσεις· ἐπὶ δὲ τῶν ὑποθετικῶν οὐκ ἀποφαινόμεθα ἀλλ’ ὑποτιθέμεθα ‘εἰ τόδε ἐστίν, τόδε ἐστίν’. ἡμεῖς δὲ λέγομεν ὅτι καὶ ἐκεῖ, εἰ καὶ μὴ διαρρήδην τιθέμεθα, ἀλλ’ οὖν καὶ ἐκεῖ τιθέμεθά πως, καὶ ἁρμόζει καὶ τοῖς ὑποθετικοῖς συλλογισμοῖς ὁ ὅρος οὗτος· ὥστε τό τεθέντων οὐ πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν εἴρηται ἀλλὰ τῶν ἄλλων λόγων ἐν οἷς οὐδὲν τίθεται. τὸ δὲ τινῶν εἶπεν διορίζων αὐτὸν ἀπὸ τῶν μονολημμάτων συλλογισμῶν· ἐκεῖνοι γὰρ οὐ τέλειοι· νῦν δὲ τὸν τέλειον ὁρίζεται συλλογισμόν· δεῖ δὲ τὸν τέλειον συλλογισμὸν τὸ ἐλάχιστον ἐκ δύο λημμάτων εἶναι. εἰσὶν δέ τινες ἀτελεῖς συλλογισμοὶ μονολήμματοι, οἷς κέχρηνται οἱ ῥήτορες παραλιμπάνοντες τῷ δικαστῇ τὴν ἑτέραν πρότασιν ἐννοῆσαι, τὴν μείζονα ἢ τὴν | ἐλάσσονα. [*](f. 106r) καὶ συμβάλλεται αὐτοῖς τοῦτο· ὁ γὰρ δικαστὴς ὑπάγεται εἰς τὸ θέσθαι τῇ ἀποδείξει, ἵνα μὴ δόξαν δῷ ἑαυτοῦ ὡς μὴ ἐννοήσας τὴν ἑτέραν πρότασιν. οἷον ὁ δεῖνα καλλωπιστής· ὁ δεῖνα ἄρα μοιχός· ὁ Σωκράτης σπουδαῖος· ὁ Σωκράτης ἄρα εὐδαίμων· ἑκατέρᾳ γὰρ αὐτῶν ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς ‘πᾶς δὲ καλλωπιστὴς μοιχός’ καὶ τῆς ‘πᾶς δὲ σπουδαῖος εὐδαίμων’. τῆς δὲ ἐλάττονος ἐνδεῖ, ἐὰν εἴπω ‘πὰς σπουδαῖος εὐδαίμων· ὁ Σωκράτης ἄρα εὐδαίμων’· ἐνδεῖ γὰρ τῆς ἐλάσσονος τῆς ‘ὁ Σωκράτης σπουδαῖος‘. καὶ ἐν μὲν τοῖς ἑπομένοις ἀκριβῶς μαθησόμεθα τίς ἡ ἐλάσσων καὶ τίς ἡ μείζων πρότασις· νῦν δὲ ὡς τύπῳ εἰπεῖν, ἐὰν ᾖ τοιοῦτος συλλογισμὸς ‘πᾶσα γραμμὴ συνεχές, πᾶν τὸ συνεχὲς ποσόν, πᾶσα γραμμὴ ποσόν’, ἐλάσσων μέν ἐστιν πρότασις ἡ ‘πᾶσα γραμμὴ ἡ] συνεχές’, μείζων δὲ ἡ ‘πᾶν τὸ συνεχὲς ποσόν’. τὸ οὖν [τί] τινῶν αὐτὸν ἀπὸ τῶν παρὰ τοῖς ῥήτορσιν μονολημμάτων συλλογισμῶν· ἐν ἐκείνοις γὰρ οὐ τινὰ τίθεσθαι ἀλλὰ τί, καὶ οὐ τέλειοι οἱ τοιοῦτοι.

Λοιπὸν δὲ λεκτέον τί εἶπεν ἕτερόν τι τῶν κειμένων, καὶ διὰ τί ἀνάγκγ, καὶ διὰ τί συμβαίνειν. τὸ μὲν ἕτερόν τι τῶν κειμένων εἶπεν διὰ τοὺς παρὰ τοῖς Στωικοὶς διφορουμένους συλλογισμοὺς ἢ ἀδιαφόρως περαίνοντας. [*](2 γεωμέτροις P 4 immo μόνας προτάσεις delevi 6 fortasse ἐπειδὴ καὶ <περὶ> 7 ἐπεὶ P 8 ὁμολουγοῦμεν P ἀποφαινόμεθαι 12, 13 θέντων P 19 τετέραν P 20 συμβάλετι P 21 oui τε αὐτοῦ P 23 σπουδαίως P εὐδιμονων P 24. 25 ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς—καὶ τῆς—τῆς δὲ ἐλάττονος scripsi: ἐν δὲ τῆι μείζονι προτάσει τῆι—καὶ τῆι—τῆι δὲ ἐλάττονι τονι P 26. 27 τῆι ἐλάσσονι τῆι P 28 προτάσεις P 30 ἡ alt. delevi 31 τί delevi cf. p. 29,18 31 32 ῥήτορσιν] ν ex σ corr. P1 33 immo τίθεται 36 τοῖς τοϊκοῖς διφορομένου συλλογισμοῦ P ἀδιαφόρως scripsi: διαφόρως P)

28
εἰσὶν δὲ διφορούμενοι οἱ δὶς τὰ αὐτὰ λέγοντες· οἷον ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. δοκεῖ οὗτος συλλογισμὸς εἶναι, οὐκ ἔστι δέ· διὰ γὰρ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσιν. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν φῶς ἐστιν· ἡμέρα ἄρα ἐστίν’. ἀδιαφόρως δὲ περαίνοντας λέγουσιν τοὺς τοιούτους, οἷον ἱεῖ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἀστίν‘. καὶ οὗτος δοκεῖ εἶναι συλλογισμός, οὐκ ἔστι δέ· οὐ γὰρ ὡς ὤφειλεν διεξῆλθεν ἀλλ’ ἀδιαφόρως. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν οὐκ ἔστιν νύξ· ἡμέρα ἄρα ἐστίν’. διορίσας οὖν αὐτὸν ἀπὸ τῶν τοιούτων, ἀπὸ τῶν δοκούντων μὲν εἶναι συλλογισμῶν οὐκ ὄντων δέ, τέθεικεν τὸ ἕτερόν τι τῶν κειμένων· ἐν γὰρ τούτοις, | τοῖς διφορουμένοις [*](f. 106v) καὶ τοῖς ἀδιαφόρως περαίνουσιν, οὐχ ἕτερόν τι τῶν κειμένων ἐστὶν τὸ συμπέρασμα ἀλλὰ ταὐτόν. ὥστε καὶ ταύτῃ δείκνυται ὅτι τὸ τεθέντων οὐχ ὡς τισὶν ἔδοξεν κεῖται πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν· εἰ γὰρ ἦν τὸ τεθέντων κείμενον καὶ πρὸς διαστολὴν τῶν ὑποθετικῶν, οὐκ ἄν προσετέθη τὸ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολήν τινων ὑποθετικῶν, τῶν διφορουμένων, ὡς εἴρηται, καὶ ἀδιαφόρως περαινόντων (ὑποθετικοὶ γὰρ καὶ οὗτοι), εἴ γε πάντων τῶν ὑποθετικῶν ἦν τὸν ὅρον διὰ τοῦ τεθέντων. ὥστε καὶ ταύτην ἐκβλητέον τὴν δόξαν ἐκείνων, ἐξηγητέον δὲ αὐτὸ ὡς εἴρηται.

Τὸ δὲ ἀνάγκη εἶπεν, ἐπειδὴ ὁ συλλογισμὸς πίστις τίς ἐστιν· πᾶς γὰρ ὁ συλλογιζόμενος ἀποδεῖξαί τι ἐθέλει καὶ πεῖσαι πάντως, δῆλον ὅτι τὸν προσδιαλεγόμενον. ἵνα οὖν χωρίσῃ αὐτὸν τῶν ἄλλων πίστεων, εἶπεν τὸ ἀνάγκη· τριῶν γὰρ οὐσῶν πίστεων, τῆς μὲν ἀπὸ τῶν ἴσων τῆς δὲ ἐπαγωγικῆς τῆς δὲ συλλογιστικῆς, μόνη ἡ συλλογιστικὴ ἔχει τὸ ἀναγκαῖον. ἀπὸ μὲν γὰρ ἴσων ἐστὶν <ᾗ> κέχρηνται οἱ ῥήτορες ἀπὸ ἑνὸς ἓν πιστούμενοι, ἀπὸ μερικοῦ οἷον Διονυσίου αἰτοῦντος Συρακουσίους φρουρὰν τοῦ σώματος ἑαυτοῦ λαβεῖν ἀντιλέγει τις καὶ ἀξιοῖ πεῖσαι μὴ δοθῆναι αὐτοῖς λέγων ὅτι καὶ Πεισίστρατος αἰτήσας καὶ λαβὼν ἐτυράννησεν. αὕτη δὲ ἡ πίστις οὐκ ἔχει τὸ ἀναγκαῖον· οὐ γάρ, ἐπειδὴ ἐκεῖνος ἐτυράννησεν, πάντως καὶ οὗτος τυραννήσει. ἐπαγωγικὴ δέ ἐστιν ἡ πίστις ἡ ἐκπεριτρέχουσα τὰ κτὰ μέρος καὶ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστουμένη· οἷον λέγω ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ· καὶ ἀποδεῖξαι μὲν τοῦτο συλλογιστικῶς οὐ δύναμαι οὗ], ἐπαγωγῇ δὲ χρῶμαι καὶ δείκνυμι τοῦτο ἐπὶ πολλῶν διεξιὼν τὰ καθέκαστα καὶ ἀξιῶν ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦσθαι. οὔτε δὲ αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον· εὑρίσκεται γοῦν | τινα ζῷα τὴν ἄνω γένυν κινοῦντα· [*](f. 107r) [*](3 et 7 ἔστι δέ P2 ἔστιν P1 8 ἀλλὰ διαφόρως P 9 διορίσας οὑν scripsi: οὖν διορίσαι P 10 εἶναι scripsi: εστιν P 11 τέθηκεν P 12 οὐκέτερόν P 14 τισὶν scripsi: τινες P 15 τὸ τεθέντων scripsi: τότε P 15. 16 ὑπερθετικῶν P 17 ὡς scripsi: πῶς P 22 δῆλον ὅτι rarg. P 26 ᾗ addidi 28 fortasse αὐτῷ 32 τὼ καθόλου, κ ex ν, ut videtur, corr. P1 33 κινεῖ scripsi: κινεῖν P οὗ delevi 34 διεξιὼν scripsi: ἐξιὼν P 35 ἀξιῶν P2: ἀξίως, ut videtur, P1 τοῦ καθόλου P)

29
ὥστε φασὶν ὁ κροκόδειλος καὶ ὁ φοινικόπτερος] οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ ἐπαγωγικὴ αὕτη πίστις. ἐὰν γάρ τι βουλόμενος δεῖξαι τῇ ἐπαγωγῇ χρή- σωμαι, μάλιστα μὲν οὐ δύναμαι πᾶσιν τοῖς κατὰ μέρος ἐπεξελθεῖν· ἐὰν δὲ καὶ ὑποθῶμαι ὅτι πᾶσιν ἐπεξέρχομαι, ἢ κἀκεῖνο τὸ ζητούμενον μετὰ πάντων λαμβάνω, καὶ εὑρίσκομαι τὸ ζητούμενον λαμβάνων, ἢ ἐκεῖνο οὐ λαμβάνω ἐν τῇ ἐπαγωγῇ, καὶ οὐδὲν κωλύει ἐκεῖνο παρὰ τὰ ἄλλα πάντα εἶναι. ὥστε οὐδὲ ἡ ἐπαγωγικὴ ἔχει τὸ ἀναγκαῖον. μόνη δὲ ἡ συλλο- γιστικὴ ἔχει τὸ ἀναγκαῖον· οἷον πρόκειταί μοι δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· κέχρημαι συλλογισμῷ τοιούτῳ· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αύτοκίνητον ἀεικίνητον· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον. ἔστιν δὲ ἡ πᾶσα διαίρεσις αὕτη· πᾶσα πίστις ἢ ἐξ ἴσων ἐστὶν ἢ ἐξ ἀνίσων ἢ ἀπὸ τῶν μερικῶν τὸ καθόλου πιστοῦ· τᾶι ἡ ἀπὸ τοῦ καθόλου τὸ μερικόν], ἐξ ἴσου μὲν ἡ ἀπὸ τοῦ μερικοῦ τὸ μερικὸν πιστουμένη, ἐξ ἀνίσων δὲ ἡ ἀπὸ τῶν μερικῶν τὸ καθόλου, ὡς ἡ ἐπαγωγική, ἢ ἀπὸ τοὐ καθόλου τὸ μερικόν, ὡς ἡ συλλογιστική. μόνη αὕτη ἔχει τὸ ἀναγκαῖον, καὶ εἰκότως· οὔτε γὰρ τὸ μερικὸν τῷ μερικῷ ὑπάγεται οὔτε τὸ καθόλου τῷ μερικῷ, ἀλλὰ τὸ μερικὸν τῷ καθόλου. τὸ οὖν [τί] ἄνάγκη διορίζει αὐτὸν ἀπὸ τῶν ἄλλων πίστεων αἵτινες ἔχουσιν τὸ ἀναγκαῖον.

Τὸ δὲ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν διττὸν τὸ ἀναγκαῖον ἐν τοῖς συλλογισμοῖς, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τῶν πραγμάτων τὸ δὲ κατὰ τὴν ἀκολουθίαν τῆς λέξεως. καὶ τὸ μὲν ἀναγκαῖον τὸ κατὰ τὴν ὕπαρξιν οὐ παντὶ συλλογισμῷ ὑπάρχει· τὸ δὲ κατὰ τὴν ἀκολουθίαν παντί. οἷον ἐὰν εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον᾿· καὶ τί συμβαίνει; ἐξ ἀνάγκης ἄρα ἀκολουθεῖ τὸ τὴν ψυχὴν (??) ἀθάνατον εἶναι. ἀλλ’ οὐ μόνον κατὰ τὴν ἀκολουθίαν ἐστὶν τοῦτο ἀναγκαῖον [*](f. 107v) ἀλλὰ καὶ κατὰ τὴν ὕπαρξιν. ἐὰν δὲ εἴπω Σωκράτης περιπατεῖ, πᾶς ὁ περιπατῶν κινεῖται᾿, τί συμβαίνει ἐξ ἀνάγκης; τὸ Σωκράτης ἄρα κινεῖται᾿. τοῦτο δὲ κατὰ μὲν τὴν ἀκολουθίαν ἀναγκαῖόν ἐστιν, κατὰ δὲ τὴν ὕπαρξιν οὐκ ἀναγκαῖον· οὐ γὰρ ἐξ ἀνάγκης κινεῖται ὁ Σωκράτης· ἐν· δέχεται γὰρ αὐτὸν καὶ ἠρεμεῖν. ἐπειδὴ οὖν τί] τὸ κατὰ τὴν ὕπαρξιν μὲν ἀναγκαῖον οὐ παντὶ συλλογισμῷ ὑπάρχει, τὸ δὲ κατὰ τὴν ἀκολου- θίαν παντί, διὰ τοῦτο εἶπεν τὸ συμβαίνει ἀντὶ τοῦ ‘ἀκολουθεῖ᾿, ἵνα πᾶσι τοῖς συλλογισμοῖς ὑπάρχον εἴπῃ.

Τὸ δὲ τῷ ταῦτα εἶναι εἶπεν, ἐπειδὴ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι· οὗτε γὰρ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς δεῖ πιστοῦσθαι· οὐδὲ γὰρ δέεται ἀποδείξεως τὸ σαφὲς σαφὲς ὄν· οὔτε τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς [*]( φασὶν—φοινικόπτερος delevi 4 ὑποθῶμαι ὑποθῶμαι scripsi: ὑπώμαι P 6 λα(??) (??) scripsi: λαμβάνων P 11 ἔστιν scripsi: ἔχε τίν (sic) P ἡ alt. superscr. P1 12. 13 ἡ ἀπὸ—μερικόν delevi 13 immo ἐξ ἴσων 17 τὸ καθόλου (post μερικὸν) P, οὐ ex ὢ corr. P1 18 τί delevi cf, vs. 31 30 κινῆται (sic) P 31 τί delevi cf. vs. 18)

30
δεῖ πιστοῦσθαι· γέλοιον γάρ, καὶ εὑρίσκεται ἡ δι’ ἀλλήλων δεῖξις· ἀλλὰ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. εἰκότως οὖν καὶ καλῶς εἶπεν τῶ ταῦτα εἷναι καὶ τεθεῖσθαι τὰ ὁμολογήματα συμβαίνειν τὸ συμπέρασμα, ὅτι δεῖ ἐκ τῶν σαφεστέρων τὰ ἀσαφῆ πιστοῦσθαι· ἐκ γὰρ τῶν προτάσεων σαφῶν οὐσῶν καὶ ὁμολογουμένων τὸ ζητούμενον ἀσαφὲς ὂν δείκνυται. καὶ αὐτὸς δὲ ἐξηγεῖται <τὸ> τῷ ταῦτα εἶναι, καὶ διχῶς αὐτὸ ἐξηγεῖται. λέγω δέ, φησίν, τῷ ταῦτα εἶναι ἀντὶ τοῦ τὸ διὰ ταῦτα συμβαίνειν· διὰ γὰρ τὸ εἶναι ταῦτα τὰ ὁμολογηθέντα συμβαίνει τὸ συμπέρασμα· δεῖ γάρ, ὡς εἴρηται, ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. σημαίνει οὖν τὸ τῷ ταῦτα εἶναι τὸ <τὸ> εἶναι τὰ τεθέντα συμβαίνειν τὸ συμπέρασμα καὶ μηδενὸς ἔξωθεν δεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. τοῦτο δὲ διὰ τοὺς ἐλλείπεις συλλογισμούς. οἷον ἐὰν εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον τὸ] ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, ὁ τοιοῦτος συλλογισμὸς καὶ λόγος ἐστὶν καὶ | ἐν αὐτῷ τεθέντων τινῶν ἕτερόν τι [*](f. 108 r) τῶν κειμένων ἐξ ἀνάγκης συνέβη, ἀλλ’ οὐ <τῷ> ταῦτα εἶναι· γὰρ ἐκ τῶν εἰλημμένων συνέβη τὸ συμπέρασμα, ἀλλ’ ἔξωθεν ἄλλου ὅρου προσεδέησεν, τοῦ ἀθανάτου, ἵνα γένηται ἄλλη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ἀεικίνητον ἀθάνατον᾿. ὁμοίως δὲ τὸ αὐτὸ λέγει καὶ ἐπὶ τῶν πλεοναζόντων συλλογισμῶν· ἐὰν γὰρ εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἴον, τὸ ἀεικίνητον ἀθάνατον, ὁ δὲ κόσμος ἀίδιος, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐ τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα συνέβη τὸ συμπέρασμα· οὐ γὰρ διὰ πάντα τὰ ὁμολογήματα συνέβη, ἀλλὰ πλεονάζει ἐνταῦθα μία πρότασις, ἡ λέγουσα ‘ὁ δὲ κόσμος ἀίδιος᾿. καὶ αὐτὸς μὲν οὐκ ἐμνήσθη πλεονασμοῦ ἀλλὰ μόνης ἐνδείας· λέγει δὲ αὐτὸς ὅτι τὸ τῷ ταῦτα εἶναι διαστέλλει αὐτὸν ἀπὸ τῶν ἐλλείπων καὶ τῶν πλεοναζόντων. πάλιν δὲ οὐκ εἶπεν πρὸς τὸ εἶναι τὸ ἀναγκαῖον᾿, ἀλλὰ πρὸς τὸ γενέσθαι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ τὸ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν, ὡς εἴρηται, τὸ ἐν τοῖς συλλογισμοῖς ἀναγκαῖον διττόν, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τὸ δὲ κατὰ τὴν ἀκολουθίαν· καὶ τὸ μὲν κατὰ τὴν ὕπαρξιν οὐκ ἔστιν ἐν πᾶσιν τοῖς συλλογισμοῖς, τὸ δὲ κατὰ τὴν ἀκολουθίαν ἐν πᾶσιν. πρὸς τὸ γενέσθαι οὖν τι] ἀντὶ τοῦ ‘πρὸς τὸ ἀκολουθῆσαι, πρὸς τὸ συμβῆναι᾿, ἵνα λάβῃ τὸ ἀναγκαῖον τὸ ἐν πᾶσιν τοῖς συλλογισμοῖς. τινὲς δὲ ἐνόμισαν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς λεγομένους παρ’ αὐτῷ ἀτελεῖς συλλογισμούς· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς ὅτι οἱ ἐν τῷ πρώτῳ σχήματι πάντες τέλειοί εἰσιν, οἱ δὲ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ ἀτελεῖς. ἐν πρώτῳ δὲ σχήματί εἰσιν ὡς τύπω εἰπεῖν οἱ τοιοῦτοι. οἷον πᾶς ἄνθρωπος λογικόν, οὐδὲν λογικὸν ἵππος, οὐδεὶς ἄρα ἄνθρωπος <ἵππος>· ἐν δευτέρῳ δὲ σχήματι οἷον πᾶς [*](5 ὁμολογουμένων scripsi: ὁμολογουσῶν P 6 τὸ addidi cf. p. 31,36 32,18 8 σημαίνει scripsi: συμβαίνει P 10 τὸ alt. addidi cf. p. 31,37 13 αὐτοκίνητος—ἀεικίνητος P τὸ alt. delevi post ἀεικίνητος induxit ἀθάνατος, ut videtur, P2 15 τῷ 19 ἐὰν] ἑ ex εἰ corr. P1 20 et 23 ἀείδιος P 25 ἐλλείπων P: fort. ἐλλειπόντων cf. p. 32,6. n 31 τί delevi cf. p. 29,18.31 33 θελομένους (leg. καλουμένους) Waifz Org. I 45 34 ἐρεῖ] c. 4 ρ. 26b 29, c. 5 p. 28 a 4, c. 6 p. 14 37 ἵππος addidi)
31
λογικόν, οὐδεὶς ἵππος λογικόν, οὐδεὶς ἄρα ἄνθρωπος ἵππος. πάντας τούτους τοὺς ἐν δευτέρῳ σχήματι, ἔτι μέντοι καὶ τοὺς ἐν τρίτῳ ἀτελεῖς λέγει, ἐπειδὴ δέονταί τινος ἔξωθεν βοηθείας πρὸς τὸ ἀναχθῆναι εἰς [*](f. 108 v) τὸ πρῶτον σχῆμα· πάντα γὰρ συλλογισμὸν ἀνάγει εἰς τὸ πρῶτον σχῆμα. τρεῖς δὲ λέγει βοηθείας ὧν δέονται οἱ ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμοὶ πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα, ἀντιστροφήν, ἔκθεσιν καὶ ἔτι τὴν εἰς ἀδύνατον ἀπαγωγήν· οἷον ὁ εἰρημένος ἐν δευτέρῳ σχήματι συλλογισμὸς ἀντιστροφῆς δέεται πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· ἐὰν γὰρ τὴν δευτέραν πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικόν᾿ ἀντιστρέφῃς καὶ εἴπῃς ‘οὐδὲν λογικὸν ἵππος᾿, ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα. ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης ταύτης ἐγένετο τῆς δόξης, ὅτι οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ πάντες ἀτελεῖς εἰσιν, ὁ δὲ Βοηθὸς ἑνδέκατος ἀπὸ Ἀριστοτέλους γενόμενος ἐναντίως τῷ Ἀριστοτέλει περὶ τού- του ἐδόξασεν, καὶ καλῶς ἐδόξασεν καὶ ἀπέδειξεν ὅτι πάντες οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι τέλειοί εἰσιν. τούτῳ ἠκολούθησεν Πορφύριος καὶ Ἰάμβλιχος, ἔτι μέντοι καὶ ὁ Μάξιμος, <ὃς> ἀκροατὴς ἦν Ἱερίου τοῦ Ἰαμβλίχου ἀκροατοῦ. καὶ Θεμίστιος δὲ ὁ παραφραστὴς τῆς ἐναντίας ἐγένετο δόξης τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης. τούτοις οὖν τοῖς δύο, τῷ τε Μαξίμῳ καὶ τῷ Θεμιστίῳ, ἐναντία περὶ τούτου δοξάζουσιν καὶ κατασκευάζουσιν, ὡς ᾤοντο, τὸ δοκοῦν αὐτοῖς καὶ] διῄτησεν αὐτὰ ὁ βασιλεὺς Ἰουλιανός, καὶ δέδωκεν τὴν ψῆφον Μαξίμῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ καὶ Βοηθῷ. φαίνεται δὲ καὶ Θεόφραστος ὁ Ἀριστοτέλους αὐτοῦ ἀκροατὴς τὴν ἐναντίαν αὐτῷ περὶ τούτου δόξαν ἔχων. τούτοις δὲ τοῖς ἀπὸ Βοηθοῦ ἠκολούθησεν καὶ ὁ μέγας Πρόκλος καὶ ὁ τούτου διδάσκαλος καὶ ὁ ἡμέτερος πατήρ, ὅτι καὶ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι πάντες τέλειοί εἰσιν. τινὲς δέ, ὡς εἴρηται, ἀποβλέποντες εἰς τὸ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι ἀτελεῖς οἴεται εἶναι τοὺς ἐν δευτέρῳ | καὶ τρίτῳ σχύματι, [*](f. 109r) εἰρήκασιν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐμ δευτέρῳ καὶ τρίτῳ σχήματι ἐκβάλλων αὐτοὺς τῆς τῶν συλλογισμῶν ἑστίας· οὐ γὰρ διὰ τὸ εἶναι καὶ ὁμολογηθῆναι ταῦτα τὰ ἐν αὐτοῖς ὁμολογήματα συμβαίνει τὸ συμπέρασμα, ἀλλὰ δέονται ἔξωθεν βοηθείας πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, οἷον τῆς ἀντιστροφῆς ἤ τινος ἄλλης τῶν τριῶν τῶν εἰρημένων. ἡμεῖς δέ φαμεν ὅτι οὐ διὰ τοῦτο εἶπεν τὸ τῷ ταῦτα εἶναι. πρῶτον μὲν γὰρ ἄτοπόν ἐστιν πάντας τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι λέγειν μὴ εἶναι συλλογισμούς, περὶ ὧν τοσαῦτα ἐρεῖ. ἔπειτα αὐτὸς ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι εἶπεν, ὅτι διὰ τοῦτο εἶπον τὸ τῷ ταῦτα εἶναι, ἐπειδὴ διὰ τὸ ταῦτα εἶναι τὰ τεθέντα συμβαίνει τὸ συμπέρασμα καὶ οὐδενὸς ἔξωθεν ὅρου προσδεῖ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον· τοὺς δὲ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀτελεῖς λέγει, οὐχ ὡς ἔξωθεν ὅρου [*](5 ὧν scripsi: οὐ P IG ὃς addidi 18 Β P: δυσί Waitz 1. c. p. 46, at cf. p. 35,33 20 καὶ delevi αὐτὸς ὁ conicio 30 εἶναι] εἶ ex θ corr. 33 τῷ] ὢ ex αὖ corr. P1 36 διὰ τού in fine versus P)
32
προσδεομένους· οὐδὲ γὰρ ἡ βοήθεια ἡ προσγινομένη αὐτοῖς ὅρον αὐτοῖς προστίθησιν, οἷον ἡ ἀντιστροφὴ ὅρον οὐ προστίθησιν, ἀλλὰ τοὺς κειμένους ἀντιστρέφει· τὴν γὰρ πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικός᾿ ἀντι- στρέφει ἡ ἀντιστροφὴ καὶ λέγει ‘οὐδὲν λογικὸν ἵππος᾿, οὐκ ἄλλον ὅρον προστιθεῖσα ἀλλὰ τοῖς οὖσιν χρωμένη. οὐκ ἄρα τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀλλὰ διὰ τοὺς ἐλλείποντας καὶ πλεονάζοντας, ὡς εἴρηται.

Τελείως ἄρα ἔχει ὁ ὅρος. ἵνα δὲ συντόμως ἐπαναλάβωμεν τὰ ῥη- θέντα, τὸ μὲν λόγος κεῖται ὡς γένος τοῦ συλλογισμοῦ· τὸ δὲ ἐν ᾧ τεθέντων πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων λόγων τῶν ἀσυλλογίτων· τὸ δὲ τινῶν πρὸς ἀντιδιαστολὴν τῶν παρὰ τοῖς ῥήτορσιν μονο- λημμάτων συλλογισμῶν· τὸ δὲ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τῶν παρὰ τοῖς Στωικοῖς λεγομένων | διφορουμένων ἢ ἀδιαφόρως [*](f. 109 v) περαινόντων· τὸ δὲ ἀνάγκη πρὸς διαστολὴν τῶν ἄλλων πίστεων αἳ τὸ ἀναγκαῖον οὐκ ἔχουσιν· τὸ δὲ συμβαίνειν ὡς ἀεὶ ὑπάρχον τὸ κατὰ τὴν ἀκολουθίαν ἀναγκαῖον παντὶ συλλογισμῷ· τὸ δὲ τῷ ταῦτα εἶναι πρὸς διαστολὴν τῶν ἐλλειπόντων συλλογισμῶν ἢ πλεοναζόντων. αὐτὸς δὲ ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι τῶν ἐλλειπόντων <μόνων> ἐμνήσθη· ἐκείνων γὰρ μάλιστα οὐ τῷ ταῦτα εἶναι τὰ τεθέντα ἐν αὐτοῖς συμβαίνει τὸ συμπέρασμα ἀλλὰ τῷ ἔξωθέν τι προσειλῆφθαι. οὐδὲν ἄρα οὔτε περιττὸν οὔτε ἐλλεῖπον ἔχει ὁ ὅρος· αὕτη δέ ἐστιν ὅρου ἀρετή, τὸ ἀπέριττον καὶ ἀνελλειπές.