In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Ammonius
Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.
Α ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ENAEXOMENQN.
p. 32b38 Ὅταν οὖν τὸ Α καὶ τὰ λοιπὰ τοῦ πρώτου σχήματος [Εἰπὼν ἐνδεχόμενόν ἐστιν καὶ ὁρισάμενος τὸ κυρίως ἐνδεχόμενον καὶ παραδοὺς τὰς ἐνδεχομένας ἀντιστροφάς, ὅτι αἱ καθόλου πρὸς ἀλλήλας καὶ τὰς διαγωνίους μερικάς, αἰ δὲ μερικαὶ πρὸς ἀλλήλας μόνον,] παραδοὺς τὰ σημαινόμενα τοῦ κυρίως ἐνδεχομένου, ὦν ἑκάστῳ βούλεται καὶ τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου ἀντιστρέφειν, καὶ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ τὴν νῦν τάξιν ὑφηγησάμενος, ὅτι μετὰ τἀς ἐνδεχομένας ἐν πρώτῳ σχήματι οὐ παραδίδωσι τὰς ἐνδεχομένας ἐν δευτέρῳ σχήματι ἀλλὰ πρῶτον τὴν μῖξιν ὑπάρχοντος καὶ ἐνδεχομένου ἐν πρώτῳ σχήματι, περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων συλλογισμῶν διαλέγεται. τούτοις δὲ ξένα τινὰ συμβέβηκεν· οὐ γὰρ ἔτι| πάντες οἱ πρώτω σχήματι τέλειοι ἀλλ’ οἱ μὲν τέλειοι οἱ δ’ ἀτελεῖς, καὶ ἐκ δύο ἀποφάσεων γίνεται, καὶ οὐκέτι τέσσαρες οἱ συλλογιστικοὶ τρόποι τοῦ πρώτου σχήματος ἀλλ’ ὀκτώ· οἷον οὐκέτι δύο ἴδια τοῦ πρώτου σχήματος, τὸ τὴν μείζονα καθόλου εἶναι τὴν δ’ ἐλάτ- τονα | καταφατικήν, ἀλλ’ ἓν μόνον, τὸ τὴν μείζονα καθόλου εἶναι. τῆς δ’ αἰτίας [*](f. 236v) τούτων ἀπὸ τοῦ πρώτου ἀρξόμεθα διὰ τὴν συνέχειαν τοῦ λόγου τὸ πέρας τοῦ ὅτι ἀρχὴν τοῦ διότι ποιούμενοι. ἐπεὶ τοίνυν δέδεικται ὅτι ἐπὶ τοῦ ἐνδεχομένου κατὰ τὰς ἐνδεχο- μένας ἀντιστροφὰς αἱ μερικαὶ πρὸς ἑαυτὰς μόνας ἀντιστρέφουσιν, οὐκέτι δὲ πάντως καὶ πρὸς τὰς καθόλου, διὰ τοῦτο ἡ μὲν ἐλάττων, κἄν ἀπόφασις ᾖ, εἰς κατάφασιν μετα- βάλλει καὶ συλλογιστικὴ γίνεται· ἡ δὲ μείζων ἐὰν ᾖ μερική, οὐ μεταβάλλει εἰς καθόλου, καὶ διὰ τοῦτο οὐ γίνεται συλλογισμός. καὶ τέλειοι μέν εἰσιν οἱ τὴν ἐλάττονα κατα- φατικὴν ἔχοντες ὡς διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δεικνύμενοι· ἀτελεῖς δὲ οἱ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες ὡς ἐνδεχομένης ἀντιστροφῆς δεόμενοι. ὀκτὼ δέ εἰσι συλλογισμοὶ τοῦ πρώτου σχήματος, ἐπειδὴ τῆς μείζονος καθόλου οὔσης ἡ ἐλάττων ἢ καθόλου ἐστὶν ἢ μερική, καὶ ἑκατέρως τετραχῶς παρὰ τὸ ποιόν. καὶ ταῦτα μὲν περὶ τῶν συλλογιστικῶν τρόπων.
Ἀσυλλόγιστοι δὲ πάντες οἱ τὴν μείζονα μερικὴν ἔχοντες· ἐπεὶ γὰρ ὑπερέχεταἳ τὸ Α ὑπὸ τοῦ Β τὸ γὰρ Α τινὶ τῷ Β ὑπάρχει), ὑπερεχέσθω τὸ Α ὑπὸ τοῦ Β τῷ Γ· τὸ δὴ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει· οἷον λευκόν, κινούμενον, κόραξ. εἰ δὲ τό Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ τὸ παντί, οὐ τὸ οὐδενί, οὐ τὸ τινί, οὐ τὸ οὐ παντί, καὶ διὰ τοῦτο ἀσυλλόγιστος ἡ συζυγία· εἰ γὰρ ἦν συλλογιστική, ἐξ ἀμφοτέρων ἐνδεχομένων οὖσα ἐνδεχόμενον συνῆγεν, ὥσπερ ἐξ ἀμφοτέρων ὑπαρχουσῶν ὑπάρχον καὶ ἐξ ἀμφοτέρων ἀναγκαίων | ἀναγκαῖον. καὶ τί λέγω τὴν τοιαύτην f. 237r συζυγίαν μηδὲν συνάγειν ἐνδεχόμενον; καθόλου γὰρ οὐδὲν συνάγει, οὐ τὸ ἐνδεχόμενον οὐ τὸ ὑπάρχον, οὐ τὸ ἀναγκαῖον, ἐπειδὴ συνάγει τὸ μὲν ἐξ ἀνάγκης παντὶ [*](2 τὼ Α (sic) P 4 τῶι Α P 6 οὕτω Arist: οὐ P 12 ante παραδοὺς eras. 1 litt. P 20 fort, καὶ οὐκέτι 23 διότι scripsi: δ’ ὅτι P 32 συλλογιστικῶν scripsi cf. vs. 19: συλλογισμῶν P 34 ὑπερεχέσθω scripsi: ὑπαρχέσθω Ρ)
p. 32b40 Ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός, οὐ τοῦ ἐνδεχομένου, ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί.
p. 33a29 Τῇ δὲ θέσει ὁμοίως ἔχωσιν, ἵνα πάλιν ἡ μὲν μείζων καθόλου, ἡ δὲ ἐλάττων μερικὴ ᾖ. ὅτι τῶν ὀκτὼ τρόπων παρῆκε τὸν ἔχοντα τὴν μείζονα καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα μερικὴν ἀποφατικήν.
p. 33a40 τούτῳ γὰρ οὔτε παντί. πᾶν γὰρ ἐνδεχόμενον, καθόλου, μερικόν, καταφατικόν, ἀποφατικόν, ἀναιρεῖται διὰ τοῦ ἐξ ἀνάγκης μηδενί.
p. 33b3 Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν. δεύτερον ἐπιχείρημα τοῦ πρώτου καθολικώτερον τοῦ ἀσυλλογίστους εἶναι τοὺς ἔχοντας τὴν μείζονα μερικήν.
p. 33b18 Φανερὸν δ’ ὅτι ἐν πρώτῳ σχήματι αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων αἱ ἐξ ἀμφοτέρων καθόλου πᾶσαι συλλογιστικαί εἰσιν.
p. 33b21 Δεῖ δὲ τὸ ἐνδέχεσθαι. οὐ ῥητέον τὸ λευκὸν ἐνδέχεσθαι παντὶ ζῴῳ, ἐπειδὴ τὸ λευκὸν τινὶ | ζῴῳ ἐξ ἀνάγκης ὑπάρχει, οἷον κύκνῳ, καὶ τινὶ ζῴῳ ἐξ [*](f. 237v) ἀνάγκης οὐχ ὑπάρχει, οἷον κόρακι. εἰ μὴ μόνον αἱ ἀποφάσεις ταῖς καταφάσεσιν ἀντιστρέφουσι κατὰ τὴν ἐνδεχομένην ἀντιστοφὴν ἀλλὰ καὶ ἀνάπαλιν, οὐδὲν μᾶλλον αἱ ἀσυλλόγιστοι συλλογιστικαί εἰσιν ἡ ἔμπαλιν. ἡ ἀπόφασιν εἰς κατάφασιν χρὴ μεταβαλεῖν, ἐπειδὴ πᾶσαι ἔργῳ καταφάσεις εἰσὶν τοῦ τρόπου μείναντος ἀκεραίου
ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ EN Α ΣΧΗΜΑΤΙ.
p. 33b25 Ἐὰν ἡ μὲν ὑπάρχειν ἡ δ᾿ ἐνδέχεσθαι λαμβάνηται. Μίξεως γινομένης ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν πρώτῳ σχήματι δόγματα τοῦ Ἀριστοτέλους ταῦτα· τελείους εἶναι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, ἀτελεῖς δὲ τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην· οὗτοι γάρ, εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη ἀπόφασις ᾖ, ἐνδεχομένης ἀντιστροφῆς δέονται· εἰ δὲ καταφατική, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυνται. δεύτερον δόγμα· εἰ μὲν ἡ μείζων ἐνδεχομένη ᾖ ἡ ὑπάρχουσα καταφατική, ἐνδεχόμενον συνάγεται τὸ ὁρισμοῦ ἠξιωμένον· εἰ δὲ ἡ μείζων τύχῃ ὑπάρχουσα ἀποφατική, οὐκέτι τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἀναγκαῖον. τί [*](4 ἢ κατάφασιν—ἢ ἀπόφασιν scripsi: ἡ κατάφασις—ἡ ἀπόφασις P 6 ὅσον scripsi cf. p. 54,42: ὃς P 20 φανερόν] ὁ ex ὢ corr. P1 25 τὸ scripsi: τῶι P 28 χρὴ in ras. Ρ1 35. 36 δείκνυνται] ν alt. superscr. P1 37 ὁρισμοῦ] υ parum liquet P)
p. 34a12 Δεῖ δὲ λαμβάνειν ἐν τῇ γενέσει δυνατὸν τὸ κυρίως ἐνδεχόμενον, ἐν δετῷ ἀληθεύεσθαι τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ὑπάρχειν τὸ ὑπάρχον.
p. 34a14 Ὁσαχῶς ἄλλως λέγεται. διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ᾿ ἴσης καὶ ἐπ’ ἔλαττον. καθόλου οὖν παντὶ δυνατῷ, ἐνδεχομένῳ, ὑπάρχοντι, ἀναγκαίῳ, δυνατὸν ἕπεται.
p. 34a16 Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι. ἐπειδὴ δεικνὺς ὅτι δυνατῷ δυνατὸν ἕπεται ὑπέθετο τῷ Α τὸ Β ἕπεσθαι, | νῦν, φησίν, δεῖ ἄμφω τἀς προτάσεις Α νοεῖν, Β f. 238v δὲ τὸ συμπέρασμα· ἐκ δυνατῶν γὰρ δυνατόν. ἀλλ’ εἰ δυνατῷ δυνατὸν ἕπεται, πῶς ἐξ ἐνδεχομένων ἀναγκαῖον συνάγεται; ἢ τότε οὐκ ἔστιν ὁ μέσος ὅρος αἴτιος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις τῶν ἄκρων.
p. 34a17 Οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, διὰ κατηγορικοῦ συλλογισμοῦ προσυπάκουσον, ἐπεὶ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστὶν πάντως.
p. 30a25 Τούτου δὲ δειχθέντος. τὴν εἰρημένην ἐν τῇ θεωρίᾳ χρείαν τοῦ λήμματος διδάσκει.
p. 34a34 Διωρισμένων δὲ τούτων. μετὰ τοὺς τελείους, τουτέστιν τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, τοὺς ἀτελεῖς διδάσκει, τουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην, καὶ πρῶτον τοὺς δι’ ἀδυνάτου δεικνυμένους, ουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην καταφατικήν. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Γ ἐνθεχέσθω· λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ μή, ἐξ ἀνάγκης οὐ [*](3 τίνι scripsi: τί P 4 εἰ τῷ scripsi: ἢ τὸ P 15 τέθνηκεν οὗτος addidi cf. Alex. p. 177,28 sq. 22 οἷ ante ras. P 35 τῷ Α τὸ scripsi cf. vs. 10: τὸ Α τῶι P νοεῖν scripsi: νοσεῖν P supra Β alt. scriptum ζτ P)
p. 34b3 Ποιῆσαι τὸ ἀδύνατον. οὐκ ἔστιν αὕτη κυρίως κυρίως εἰς ἀδύνατον ἀπαγωγή· οὐ γὰρ μέρος γέγονε τοῦ συλλογισμοῦ ἡ ὑπόθεσις τοῦ ἀντικειμένου· καὶ οὕτως ἔστιν πᾶσαν ἐπ’ εὐθείας δεῖξιν εἰς ἀδύνατον λέγειν.
p. 34b7 Δεῖ δὲ λαμβάνειν. οὐ δεῖ τὴν ὑπάρχουσαν πρότασιν, φησίν, ἐξ ὑποθέσεως ἀληθεύειν, οἷον ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (τοῦτο γὰρ ἀληθές, [*](f. 239v) ἔστ’ ἂν μόνοι ἄνθρωποι κινῶνται), ἐπεὶ οὐκ ἔστι συλλογισμός· συνάγεται γὰρ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης καὶ τὸ παντὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων ἀπέδειξεν. οὐ προσιέμεθα δὲ τὴν ἐξήγησιν ταύτην· οἶδε γὰρ ὁ Ἀριστοτέλης διαφορὰν ὑπάρχοντος καὶ ἀναγκαίου. ἕτεροι τὸ αὐτὸ ἐξηγοῦνται οὕτως· οὐ δεῖ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ ὁρίζεσθαι τῆς ἐνδεχομένης καὶ ἀληθεύειν τὴν ὑπάρχουσαν, ἔστ’ ἄν ἡ ἐνδεχομένη μὴ γένηται ὑπάρχουσα, ὥσπερ νῦν· ἄνθρωπος γὰρ παντὶ κινουμένῳ ὑπάρχει, ἔστ’ ἄν ἐνδέχηται κινούμενον παντὶ ἵππῳ· εἰ δὲ καὶ κινούμενον παντὶ ἵππῳ ὑπάρχει, οὐκέτι ἄνθρωπος παντὶ κινουμένῳ. οὐ δεῖ δὲ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεσθαι, ἐπεὶ οὐκ ἔστι συλλογισμός· καὶ γὰρ τὸ οὐδενὶ καὶ τὸ παντὶ ἐξ ἀνάγκης συνάγεται. καὶ διὰ τοῦτο καὶ προσεχῶς ἔλεγεν ὁ Ἀριστοτέλης ὅτι ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν πρὸ τῆς ἐκβάσεως τοῦ ἐνδεχομένου καὶ οὐ παντὶ μετὰ τὴν ἔκβασιν ἐνδεχομένου. οὐδὲ ταύτην προσιέμεθα τὴν ἐξήγησιν· οἱ γὰρ ἐν τῇ λέξει δεύτεροι ὅροι οὐ συνᾴδουσιν αὐτῇ· οὐδὲ γὰρ ἐν αὐτοῖς τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεται. μήποτε οὑν τὸ λεγόμενόν ἐστιν, ὅτι δεῖ ἐν τῇ ὑπαρχούσῃ προτάσει τὸ κατηγορούμενον πεφυκέναι ὅλῳ τῷ ὑποκειμένῳ ὑπάρχειν, οἷον περιπατοῦν παντὶ ἀνθρώπῳ, ἵνα πρὸς μόνον τὸ ἐκβεβηκέναι ὑποθέσεως δεώμεθα, οὐχὶ δὲ καὶ πρὸς τὸ ὑπάρχειν, ὡς ἐπὶ τοῦ ἄνθρωπος παντὶ κινουμένῳ ἢ ζῷον παντὶ κινουμένῳ. τούτων προσληφθέντων τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη τινί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδεχομένως παντί, μὴ μενέτω ἐνδεχομένη ἡ ΒΓ πρότασις (οὔπω [*](1 ὑπαρχέτω scripsi: ὑπάρχει P 6 ἐπιγράψωμεν P ad 10 in mrg. ascr. τὸ ἐνδεχόμενον εἰ (1. ἡ) μήπω ὄν εἰς ὑπάρχον μεταβάλλοντες P 14 fort, ἦν ὅσον scripsi: ὅσαι P 15 ἀποφατική] τ ex στ corr. P 17 τοῦ prius ex τῶν corr. in ras. P 20 ἐπευθεῖαν P 23 inter μόνοι et ἄνθρ. ras. P κινοῦνται P fort, ἔσται ut p. 34b 10; sed cf. vs. 31 27 ἡ scripsi: ἦι P 28 ἐνδέχεται P 29 ἄνθρωπος scripsi: ἄνθρωπον P 34 <τοῦ> ἐνδ. conicio προσιέμεθα scripsi cf. vs. 24. προϊέμεθα P 39 τὸ scripsi: τῶι P ἄνθρωπος scripsi: ἀνθρώπου P 40 an προληφθέντων? ἐνδεχομένως scripsi: ἐνδεχομένωι P itemque vs. 41)
p. 34 b 28 Αὕτη γὰρ ἡ ἀντίφασις. ἀντιφάσκει γὰρ τῷ ἐξ ἀνάγκης τινὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης· οὐ γὰρ δι’ ἀδυνάτου εἰσάγει τὸ ἀντικείμενον τῷ ἀναιρουμένῳ.
p. 34b32 Ἔστω γὰρ γὰρ τὸ μὲν Α. οὐ καλῶς εἰλημμένοι εἰσὶν οἱ ὅροι· ἀναγκαίως γὰρ ὁ κόραξ, οὐχὶ δὲ ὑπαρχόντως οὐδενὶ διανοουμένῳ ὑπάρχει· καὶ ἡ ἐπιστήμη ἀναγκαίως καίως οὐκ ἔστιν κινούμενον, εἰ μὴ ἄρα τὴν ἐπιστήμην ὡς ἐπιστήμονα λάβωμεν. καὶ μάλιστα διὰ τὸ πρῶτον ἔγκλημα ἐπάγει ληπτέον δὲ βέλτιον τοὺς ὅρους· οἷον λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης διὰ μέσου τοῦ κινουμένου, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης διὰ μέσου τοῦ αὐτοῦ.
p. 35a19 Ὅπερ ἐστὶν ἀληθές. καίτοι ψεῦδός ἐστιν, εἰ καὶ δυνατόν, τὸ ἐνδέχεται ὑπάρχον ὑποθέσθαι. ὅπερ οὑν ἀληθές ἐστιν δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ.
[*](2 Β scripsi: Α P 9 ἐνδέχεται alt.] τ in ras. P 13 ἡ—ἡ P 15 τῷ scripsi: τὸ P 16 fort. γίνεται γὰρ τρίτου scripsi: Ε P 21 τὸ acldidi ἀναγκαῖον scripsi: ἀνάγκη P 22 τοῦ—τοῦ scripsi: τὸ—τὸ P 30 ὁμοίως scripsi: ὁμοίων P 38 εἰλημμένον P ἀναγκαῖος P)p. 35a23 ἄθροι δὲ κοινοί. καὶ νῦν ληπτέον βέλτιον τοὺς ὅρους· ἀναγκαίως τὸ κινούμενον.
p. 35a25 Ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου τῆς ἐλάττονος ἐνδεχομένης οὔσης 5 ἀεὶ γίνεται συλλογισμός.
p. 35a28 Πλὴν ὁτὲ μὲν ἐ.ξ αὐτῶν. καίτοι πάντες ἀτελεῖς εἰσιν οἱ ἔχοντες [*](241r) τὴν ἐλάττονα ἐνδεχομένην. ἐξ αὐτῶν οὖν οὐχ ὡς τέλειοι ἀλλ’ ὡς δεόμενοι τῆς κατὰ τὸ ποιὸν μεταβάσεως. εἰ μὲν ἡ ἐλάττων καταφατική, δι’ ἀδυνάτου, εἰ δὲ ἀποφατική, πρότερον δι’ ἀντιστροφῆς πέφυκε γὰρ τὸ ἐνδεχόμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν), εἶτα δι’ ἀδυνάτου, ἐπειδὴ καὶ ὁ καταφατικὸς συλλογισμός, ᾧ χρώμεθα.
p. 35a30 Ἐὰν δὲ τὸ μὲν καθόλου τὸ δ᾿ ἐν μέρει. οἱ ἔχοντες τὴν μείζονα καθόλου ἐνδεχομένην τὴν δ’ ἐλάττονα μερικὴν ὑπάρχουσαν καταφατικὴν τέλειοί εἰσιν· διὰ γὰρ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυνται· καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγουσι.
p. 35a35 Ἐὰν δὲ καθόλου μέν. οἱ ἔχοντες τὴν μείζονα καθόλου ὑπάρχουσαν τὴν δ’ ἐλάττονα μερικὴν ἐνδεχομένην ἀτελεῖς εἰσιν· εἰ μὲν γὰρ ἡ ἐλάττων καταφατικὴ ᾖ, δι’ ἀδυνάτου δείκνυνται· εἰ δὲ ἀποφατική, πρῶτον δέονται τῆς ἀντιστροφῆς, εἶτά δι’ ἀδυνάτου. τὸ γὰρ οἱ δὲ δι’ ἀντισττροφῆς τῷ ‘οἱ δὲ καὶ δι’ ἀντιστροφῆς καὶ ὡς ἐπὶ τοῦ καθόλου. καὶ εἰ ἡ μείζων ὑπάρχουσα ἀποφατικὴ ᾗ, τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται καὶ νῦν, x003E; δὲ ὑπάρχουσα καταφατική, τὸ κυρίως ἐνδε- χόμενον.
p. 35b2 Ἔσται δὲ συλλογισμὸς δι᾿ ἀντιστροφῆς. εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη μερικὴ ἀποφατικὴ ᾗ, ἔσται συλλογισμός· δύναται γὰρ μεταβάλλειν εἰς κατάφασιν· εἰ δὲ ὑπάρχουσα μερικὴ ἀποφατικὴ ᾖ, οὐκ ἔστι συλλογισμός· τὸ γὰρ οὐ παντὶ ἀληθεύει καὶ ἐπὶ τοῦ οὐδενί· τῆς δ’ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης δέδεικται ὅτι οὐ γίνεται συλλογισμός.
p. 35b9 Ὅροι τοῦ μέν. ληπτέον καὶ νῦν βέλτιον τοὺς ὅρους· λευκὸν γὰρ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ ἐξ ἀνάγκης οὑ παντὶ ζῴῳ· καὶ ζῷον ἐξ ἀνάγκης οὐδεμιᾷ κινήσει ἡ πίττῃ. εἰσὶν οὖν οἱ ὑγιεῖς ὅροι τοῦ παντὶ ἐξ ἀνάγκης κ·ινούμενον, λευκόν, βαδίζον, τοῦ μηδενὶ ἐξ ἀνάγκης κινούμενον, λευκόν, ἑστός.
p. 35b15 Εἴτε ἐνδέχεσθαι λαμβάνουσαι|εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ [*](f. 241v) μόνον τὸ τρίτον οἰκεῖον τοῖς παροῦσι λόγοις, ἀλλ’ ὡς φιλοκαθόλου καὶ τὰ πρῶτα δύο παρελάβομεν.
p. 35b20 Φανερὸν ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ ἀεὶ γίνεται συλλογισμός τί οὖν, κἂν ἐλάττων ὑπάρχουσα ἀνποφατικὴ ᾖ; ἡ τῆς ἐλάττονος καταφατικῆς οὔσης, τῆς δὲ μείζονος καταφατικῆς <ἢ ἀποφατικῆς) τῆς δὲ μείζονος καθόλου, ἀεὶ γίνεται συλλογισμός, ὡς ἄν ἔχῃ τὸ ὑπάρχον καὶ ἐνδε- της οε μ. χόμενον ἐν τῇ τάξει.
ΜΕΞΙΣ ENAEXOMENOY ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
p. 35b23 Ἐὰν δ᾿ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἡδ’ ἐνδέχεσθαι Ὀκτὼ γινομένων συζυγιῶν ἐξ ἀμφοτέρων καθόλου δύο μέν εἰσιν ἀσυλλόγιστοι, αἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχουσαι· ἀνίατον γὰρ τὸ ἁμάρτημα· ἓξ [*](1 ἀναγκαίως scripsi cf. p. 52, 21 n.: ἀνάγκη P 7 an δεόμενοι <μόνον>? 8 ἡ superscr. P 9 ἐνδέχεται P 18 τῷ scripsi: τὸ P 18. 19 fortasse ὡς καὶ ἐπὶ τῶν 20 εἰ addidi 24 ἔσται Arist. 34 οὖν ὅτι Arist. 35 τί scripsi cf. p. 63,20 71,8: τὸ P 36 ἢ ἀποφατικῆς addidi 40 ὑπάρχηι—ὑπάρχηι P)
Δύο ἀσυλλόγιστοι, <οἱ> τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες καὶ ἒξ οἱ μὴ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικήν. καὶ τούτων δ ἀτελεῖς, οἱ ἔχοντες τὴν ἐλάττονα ἐνδεχομένην, πρῶτος, τρίτος, πέμπτος, ἕκτος, δι’ ἀδυνάτου πρῶτος, τρίτος, δι’ ἀντιστροφῆς πέμπτος, ἕκτος· δύο τέλειοι, οἱ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν καταφατικήν, δεύτερος, τέταρτος. δύο τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν, οἱ ἔχοντες τὴν ἀναγκαίαν ἀποφατικήν, τρίτος, ἕκτος· δ τὸ κυρίως ἐνδεχόμενον, οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικήν, ὁ πρῶτος, δεύτερος, τέταρτος, πέμπτος.
Πρῶτος τρόπος. Τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς καὶ δι’ ἀδυνάτου, καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγει. λέγω οὖν ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται· εἰ γὰρ μὴ τοῦτο, ἀνάγκη τινὶ ἡ ἀνάγκη οὐ παντί· ἄμφω δὲ ἀδύνατον. ἔστω γὰρ πρῶτον τὸ Α τῷ Γ ἀνάγκη οὐ παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, τὸ Β ἄρα τῷ Γ ὑπάρχει παντί· ἐπεὶ οὖν τὸ μὲν Α τῷ Γ ἀνάγκη οὐ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾦ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· τὸ Α ἄρα τῷ Β ὑπάρχει οὐ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον. ἀλλὰ δὴ ὑποκείσθω τὸ Α τῷ Γ ἀνάγκη τινί· ἐπειδὴ τὸ Α τῷ Γ ἀνάγκη τινί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ σχήματι τῇ μὴ τῇ μὴ ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα, καὶ τὸ | Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ [*](f. 242v) καὶ ἀνάγκη παντί· ὅπερ ἀδύνατον.
Δεύτερος τρόπος. τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τὸ Β παντὶ τῷ Γ ἀνάγκη · τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐκ ἐχρησάμεθα δὲ τῷ κατὰ παντὸς καὶ πάλαι, ἐπειδὴ οὔπω ἢν γενόμενον μέρος τοῦ Β τὸ Γ ὥσπερ νῦν.
Τρίτος τρόπος. τὸ Α οὐδενὶ τῷ B ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων. εἰ γὰρ ψεῦδος τὸ ὑπάρχειν τὸ Α τῷ Γ οὐδενί, τό Α τῷ Γ ὑπάρχει τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχει· ἐν τρίτῳ σχή- ματι ἐξ ἀμφοτέρων ὑπαρχουσῶν τὸ Α τινὶ τῷ Β ὑπάρχει· ἀλλὰ καὶ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον. ἀλλ’ οὐχ’ ὑγιῶς ἐλήφθη ἡ ἀντίφασις· ἔμεινε γὰρ ὁ τρόπος, καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ καὶ ἀνάγκη οὐδενὶ συνάγεται· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἀνάγκη οὐδενί, τὸ Α τῷ Γ ἀνάγκη τινί· ἀλλὰ τὸ Α καὶ τῷ Β ἀνάγκη οὐδενί· τὸ Β ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἄτοπον. τὸ οὖν ἄτοπον οὐ [*](1 λῦπαί P 17 οἱ addidi 18 δ ἀτελεῖς scripsi: δὲ τατελεῖς P ad 42 in mrg. inf. ascr. ἢ καὶ ὡς ἡ λέξις, ὑποκείσθω τὸ Α τῷ Γ τινὶ ὑπάρχειν· τὸ δέ Α ὑπέκειτο ἐξ ἀνάγκης οὐδενὶ τὸ Α (1. τῷ Β)· ἐπεὶ οὑν ἀντιστρέφει τὸ στερητικόν, οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ Α τῷ Γ τινὶ κεῖται ὑπάρχειν· ὥστε οὐ παντὶ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει· ὑπέκειτο δὲ παντί ἐνδέχεσθαι P ὅσον scripsi: ὃς P cf. p. 65,23)
Τέταρτος τρόπος. τὸ Α ἐνδέχεται οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐ γὰρ ἔστιν ἐλέγξαι τὸ ἐνδεχόμενον μηδενί· ποίαν γὰρ προσλαμβάνῃ; εἰ μὲν τὴν ΑΒ, αἱ δύο ἀποφατικαί· εἰ δὲ τὴν ΒΓ, οὐκ ἔχομεν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι.
Πέμπτος τρόπος. τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ κυρίως ἐνδεχόμενον συνάγων, ὡς ὁ πρῶτος τρόπος.
Ἕκτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ | τῷ Γ ἐνδέχεται· [*](f. 243r) ἀτελὴς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων, ὡς ὁ τρίτος τρόπος.
p. 36a32 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. ἐπὶ τούτων πρώτας τὰς ἀνομοιοσχήμνας ὑποτίθεται ὡς ποικίλας· τῶν γὰρ ἀνομοιοσχημόνων αἱ μὲν ἐνδεχόμενον συνάγουσιν, αἱ δὲ ὑπάρχον· πᾶσαι δ’ αἱ ὁμοιοσχήμονες ἐνδεχόμενον συνάγουσιν. καὶ διὰ τοῦτο τὸν τέταρτον τρόπον τοῦ τρίτου προτάττει. |
[*](f. 243v)Τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· λέγω ὅτι τὸ Α τῷ Γ ὑπάρχει οὐ παντί. * * * τὸ δὲ B τῷ Α ἐξ ἀνάγκης οὐδενὶ διὰ τὴν ἀντιστροφὴν τοῦ καθόλου στερητικοῦ· τὸ Β ἄρα τῷ Γ ἐξ ἀνάγκης οὐδενί· μῖξις γὰρ γέγονεν ἐν πρώτῳ σχήματι ἀναγκαίου καὶ ὑπάρχοντος, καὶ ἡ μείζων ἀναγκαία, ὥστε τῇ μείζονι ἕπεται τὸ συμπέρασμα· ὑπόκειται δὲ τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. ἀλλά, φασὶν οἱ Πλατωνικοί, οὕτως συγχωρητέον τῷ ἐν πρώτῳ σχήματι τῇ μείζονι ἕπεσθαι τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος. καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ ἡ προτεθεῖσα συζυγία καὶ ἀνάγκη οὐ παντὶ συνάγει· εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη παντί· τὸ δὲ Β τῷ Α ἀνάγκη οὐδενί· ἐν πρώτῳ ἄρα σχήματι ἐκ δύο ἀναγκαίων τὸ Β τῷ Γ ἀνάγκη οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί. διότι οὖν κατὰ ἀλήθειαν οὐ παντὶ συνάγεται καὶ ὑπετέθη παντί, τὸ ἀδύνατον οὐ διὰ τὸ ὑπάρχον ἡ τὸ ἀναγκαῖον ὡς ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου. βουλόμενοι δ’ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα ἀντιλέγουσι ταῖς μίξεσι ταύταις μόναις ταῖς ὑπάρχον συναγούσαις.
Β. Τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Β τῷ Γ ἀνάγκη τινί· τέλειος ὁ συλλογισμὸς καὶ τοῦ ἐνδεχομένου· ἡ γὰρ ἀπόδειξις διὰ τοῦ κατὰ μηδενός.
[*](2 ἐνδέχομ., ομ in ras. P 5 προσλαμβάνῃ scripsi: προσλαμβάνει P post δύο eras. 1 litt. P 8 ἐνδεχομένης scripsi cf. vs. 11: ἐνδεχόμενον P 17 τὸ B scripsi (??) τὸ Α P 18 lac. signavi; supple velut εἰ γὰρ ῥῆ, δῆλον ὅτι τὸ Α τῷ Γ ὑπάρχει παντί ad vs. 21 signum appictum est, cui f. 243r respondent haec: οὕτως μὲν αὐτὸς ἔδειξεν ὑπάρ- χον τὸ συμπέρασμα· ὡσαύ | αὔτως (sic) δοκεῖ διά τῆς ἐξ ἀναγκαίας (αι in ras. ex ης corr. χ ὕπαρ συναγουσῶν τὸ ἀδύνατον. φέρε δὲ ἡμεῖς ἀποδείξομεν ὅτι ἐνδέχεται συνάγεσθαι (I. ἐνδεχόμενον συνάγεται) μερικὸν ἀποφατικόν. τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί· τὸ Β τῷ Γ τινὶ ἐνδέχεται· λέγω ὅτι τὸ Α τῷ Γ ἐνδέχεται μὴ παντί. εἰ γὰρ μή, δῆλον ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί· κεῖται δὲ καὶ τὸ τῶ P) Α τῷ Β ἐξ ἀνάγκης οὐδενί· συνάγεται οὖν τὸ Β σχῆμα (I. ἐν Β σχήματι) τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Β τῷ Γ τινὶ ἐνδέχεσθαι. ἀλλὰ καὶ ἀναγκαῖον συνάγεται· λέγω γὰρ ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ οὔ· εἰ γὰρ μή, τὸ Α τῷ Γ ἐνδέχεται παντί· ἀλλὰ καὶ τὸ ὁ in ras. ex ὢ corr.) Β τῷ Γ τινὶ ἐνδέχεται· συνάγεται οὑν ἐν Γ σχήματι τὸ Α τῷ Β ἐνδέχεται τινί· ὅπερ ἀδύνατον· κεῖται γὰρ ἐξ ἀνάγκης οὐδενί. ἀλλὰ καὶ ὑπάρχον δείκνυται P 22 οὕτως scripsi: ὥστε P σχήματι] ἡ in ras. Ρ1 23 ὅσον scripsi: ὃς P cf. p. 74,15 27 διὰ τὸ scripsi: διὰ τοῦ P)Γ. Τὸ A τῷ Β ἐξ ἀνάγκης παντί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὁ συλλογισμὸς τοῦ ἐνδεχομένου· εἰ γὰρ ψεῦδος τὸ Α τῷ Γ ἐνδέχεται τινί, τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλά καὶ τὸ Α τῷ B ἐξ ἀνάγκης παντί· ἐκ δύο ἀναγκαίων ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. δυνατὸν δὲ καὶ ἐνταῦθα λέγειν ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται· τῷ γὰρ ἐνδέχεται τινὶ δύο ἀντίκειται, τὸ ἐξ ἀνάγκης οὐδενί, ὅπερ ἀνῄρηται, καὶ τὸ ἐξ ἀνάγκης παντί, ᾧ οὐδὲν ἕπεται ἄτοπον.
p.36b3 Ἐὰν δὲ τὸ μὲν καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον. ἀσυλλόγιστοί εἰσιν πᾶσαι αἱ τὴν μείζονα μερικὴν ἔχουσαι. τετραπλαῖ δ’ αὗται, ὡς ὑπογέγραπται, | καὶ παραδίδωσιν αὑτὰς ἡ λέξις κατὰ τοὺς ὑποκειμένους ἀριθμούς.
[*](f. 244r)p. 36b4 Ἤ καταφατικὸν ἢ στερητικὸν ἢ ἐνδεχόμενον, τουτέστιν ‘καὶ ἐνδεχόμενον᾿· οὐ γὰρ ἀντίκειται τὸ ἐνδεχόμενον καταφάσει καὶ ἀποφάσει.
p. 36b15 Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ, τουτέστιν οἱ αὐτοὶ ὅροι καὶ ἐξ ἀνάγκης τινὶ ποιοῦσι καὶ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντί· ζῷον γὰρ τινὶ λευκῷ ἐξ ἀνάγκης διὰ κύκνον, καὶ ἐξ ἀνάγκης οὐ παντὶ διὰ κόρακα, καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντὶ διὰ τοὺς παρὰ τοὺς Αἰθίοπας ἣ Γαλάτας ἀνθρώπους τὰ δὲ τέσσαρά ἐστιν καὶ ἐπὶ λευκοῦ καὶ ἀψύχου διὰ φιμίθιον, ἔβενον καὶ τὰ οἷς ἐνδέχεται ὑπάρχειν.
p. 36b19 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀσυλλόγιστοι οἱ τὴν μείζονα μερικὴν ἔχοντες καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ὁμοίων καὶ ἐπὶ τῶν ἀναμίξ. ὑπὸ δὲ τούτους τελοῦσι καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες.
Πλὴν ὅτι ἐνδεχομένου μὲν καὶ ὑπάρχοντος μιγνυμένων οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἐξ ἡμισείας ἀναγκαῖον συνῆγον τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης φέρεται καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί· | καὶ διὰ τοῦτο ἢ ἀναγκαῖον συνήγετο ἡ ἐνδεχόμενον), μίξεως [*](f. 244v) δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτε ἡ μείζων ἀναγκαία ἀποφατικὴ καθόλου ἐστίν, τὸ ὑπάρχον συνάγεται, ὅπερ ἐστὶν ἕτερον παρὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον.
p. 36b24 Δῆλον δ᾿ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί. ἀλλ᾿ οὐ πάντες ἀτελεῖς· οὑ γὰρ δὴ καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἔχοντες, ἀλλὰ μόνοι οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες. ἢ τὸ λεγόμενόν ἐστιν· πάντες οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν, διότι κἀν καταφατικὴ ᾖ, ἀτελεῖς εἰσιν.
p. 36b25 Καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων. τελειοῦνται μὲν διὰ μόνου τοῦ πρώτου σχήματος· πληθυντικῶς δ’ εἶπεν, ἐπειδὴ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρῶτον ἐποίει σχῆμα ἡ ἄμικτον ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ μικτὸν ἐξ ἀναγκαίου καὶ ὑπάρχοντος. τὰ δ’ ἐξ ἡμισείας ἐνδεχόμενον ‘καὶ ὑπάρχον καὶ ἐνδεχόμενον᾿ καλεῖ ἡ λέξις. |
[*](4 ἐνδέχεται in ras. Ρ1 5 ad ἐνταῦθα initio sequentis paginae ascr. πάλιν καὶ ἐπὶ ταύτης δυνατόν τις παντὶ (1. δυνατὸν τινὶ ὑπάρχον) συναγ· λέγω γὰρ ὅτι τὸ Α τινὶ τῷ Γ ὑπάρχει· εἰ γὰρ μή, δῆλον ὅτι οὐδενὶ τῷ Γ ὑπάρχει τὸ Α· τὸ δὲ Β τινὶ τῷ Γ· ὑπὸ (I τῷ Γ ὑπάρχει·) τοῦτο γὰρ ψεῦδος μὲν οὐ δυνατὸν γίνεται· (1. <οὐκ> ἀδύνατον <δέ>· γίνεται) ἐν τρίτῳ ἐκ δύο ὑπαρχουσῶν τό Α τινὶ τῷ Β οὐχ ὑπάρχει· ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Α παντὶ τῷ B ἐξ ἀνάγκης. λέγω δὲ ὅτι καὶ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Γ· εἰ γὰρ μή, δῆλον ὅτι ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ· τὸ δὲ Β ἐνδέχεται τινὶ τῷ Γ· συνάγεται οὖν τὸ Α τῷ Β ἐνδέχεται τινὶ μή· ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης P 9 ὡς] ς ex ὒ corr. P1 14 ποιοῦσαι P 17 ψιμίνθιον P 18 ἔβενόν P 32 ὅτι Arist.: ου P)Β ΣΧΗΜΑ ΕΞ ΑΜΘΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩΝ.
[*](f. 245r)p. 36b26 ’Ev δὲ τῷ δευτέρῳ σχήματι. Πάλαι μὲν ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ σχήμασι τοὺς τρόπους εἰς τὰ σχήματα διήρει, οἷον τὰς ἐξ ἀμφοτέρων ὑπαρ- χουσῶν εἰς πρῶτον σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ τὰς ἐξ ἀμφοτέρων ἀναγκαίων καὶ τἀς μίξεις τούτων. νῦν δ’ ἐν ταῖς μίξεσι τὰ σχήματα εἰς τοὺς τρόπους διαιρεῖ, οἷον τὸ πρῶτον σχῆμα εἰς τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων καὶ τὰς μίξεις ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου. εἰ γὰρ ἐχρήσατο τῇ πάλαι τάξει, προέταξεν ἄν τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι τῶν μίξεων τῶν ἐν πρώτῳ σχήματι ὑπάρχοντος | καὶ ἐνδεχομένου, ὑπάρχοντος καὶ ἀναγκαίου, ἐνδεχομένου καὶ ἀναγκαίου· [*](f. 245v) ὅπερ ἄτοπον· οἱ μὲν γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι· αἱ δὲ τρεῖς μίξεις αἱ ἐν πρώτῳ σχήματι διαιροῦνται εἰς τὸ συλλογιστικὸν καὶ ἀσυλλόγιστον. γιστον. ἀλλ’ ἐπεὶ οἱ ἐν δευτέρῳ σχήματι δείκνυνται ἀναγόμενοι εἰς τὸ πρῶτον σχῆμα ἣ δι’ ἀντιστροφῆς ἢ δι’ ἀδυνάτου, περὶ ἀντιστροφῆς ἁπλῆς ἐνδεχομένων προτάσεων διαλέγεται· καὶ ἐπεί, ὅτε δι’ ἀντιστροφῆς δείκνυται τὸ δεύτερον σχῆμα, πάντως ἡ καθόλου ἀπόφασις ἀντιστρέφεται, περὶ μόνης τῆς ἀντιστροφῆς τῆς ἐνδεχομένης καθόλου ἀποφάσεως διαλέγεται, καὶ δείκνυσιν ὅτι ἡ ἐνδεχομένη καθόλου ἀπόφασις οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν. καὶ τοῦτο ἡμῖν ἐν τοῖς τρισὶ σχήμασιν ἔλεγεν, ὅτι αἱ μὲν τοῦ ἐνδεχομένου καταφάσεις ὁμοίως τῷ ὑπάρχοντι καὶ ἀναγκαίῳ πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφουσιν, ἡ δ’ ἐνδεχομένη καθόλου ἀπόφασις οὐχ ὁμοίως· ἐπὶ γὰρ ὑπάρχοντος καὶ ἀναγκαίου πρὸς ἑαυτὴν ἀντιστρέφει, ἐπὶ δὲ τοῦ ἐνδεχομένου οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· “τοῦτο δ’ ἔσται δῆλον”, ἔφασκεν, ‘‘ὅταν περὶ τοῦ ἐνδεχομένου λέγωμεν”. ὅτι τοίνυν ἡ καθόλου ἐνδεχομένη ἀπόφασις οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει, νῦν δείκνυσι καὶ προάγει τὴν ἀπόδειξιν τριχῶς. καὶ πρῶτον οὕτως· εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὑκ ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· εἰ γὰρ τοῦτο, καὶ ἡ καθόλου κατάφασις ἀντιστρέφει πρὸς ἑαυτήν, ὡς δείξω· τοῦτο δ’ ἀδύνατον· λευκὸν μὲν γάρ παντὶ ζῴῳ ὑπάρχειν ἐνδέχεται, οὐκέτι δὲ καὶ ζῷον παντὶ λευκῷ ὑπάρχειν ἐνδέχεται· τινὶ γὰρ λευκῷ, τῷ φιμιθίῳ, ἐξ ἀνάγκης οὐχ ὑπάρχει. τὸ δὲ συνημμένον οὕτως δεικτέον· εἰ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐνδέχεται ὑπάρχειν· ἐπεὶ δὴ ὃ ἐνδέχεται οὐδενί καὶ παντὶ ἐνδέχεται κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, καὶ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, καὶ τὸ Β παντὶ τῴ Α ἐνδέχεται. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοῦτο· οὐκ εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, ἤδη καὶ παντὶ ἐνδέχεται κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, ἀλλ’ εἰ ἄρα, κατὰ μόνον τὸ ἐπ᾿ ἴσης. εἴποι | ὁ Ἀριστοτέλης· ἀλλ’ ἔμεινεν τὸ ἐνδεχόμενον τῷ εἴδει. [*](f. 246r) δεύτερον ἐπιχείρημα διὰ τῶν ὅρων τῶν αὐτῶν δι’ ὧν ἤλεγξε τὴν καθόλου ἀπόφασιν μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν· λευκὸν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ μὴν ἄνθρωπος ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν· τῷ γὰρ κύκνῳ καὶ ψιμιθίῳ καίως οὐχ ὑπάρχει. εἴποιεν δ’ ἄν οἱ Πλατωνικοὶ πρὸς τοὺς ὅρους· ποῖον λευκὸν λαμβάνεις; εἰ μὲν τὸ ἀπλῶς, οὐδ’ ἡ ἐξ ἀρχῆς ἀπόφασις ἐνδεχομένη ἐστὶν ἡ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· τὸ γὰρ ἐν κύκνῳ λευκὸν ἀναγκαίως τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει· εἰ δὲ τὸ ἐν ἀνθρώπῳ λευκόν, ἐνδέχεται καὶ λευκὸν μηδενὶ ἀνθρώπῳ [*](9 ἀναγκαίου alt. scripsi: ὑπάρχοντος P 17 ἔλεγεν] c. 3 p. 25a37 sq. 18 τῷ corr. e τὸ P1 21 φανερόν Arist. ἔφασκεν] c. 3 p. 18 24 ἐνδέχεσθαι scripsi: ἐνδέχεται P 28 εἰ scripsi: ἡ P ὑπάρχειν scripsi: ὑπαρχόντως P itemque vs. 29 31 εἴποιε P 34 τὸν ὅρων (sic) P ἀπόφασιν scripsi: κατάφασιν P 36 ἄνθρωπος scripsi: ἀνθρώπωι P τῷ scripsi: τὸ P 37 εἴποιε P 38 ad ἁπλῶς in mrg. ascr. καθόλου P1 39 ἀνθρώπωι prius in mrg. P1)
Διὰ τί ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων οὐδεὶς γίνεται συλλογισμός; οὐ μόνον γὰρ αἰ ἀνομοιοσχήμονες δύνανται γενέσθαι ὁμοιοσχήμονες, ἀλλὰ καὶ αἱ ὁμοιο- σχήμονες ἀνομοιοσχήμονες. ἢ ὅτι πρὸς μὲν τὸ ἀσυλλόγιστον ἀρκεῖ τὸ ποτὲ μὴ συνά- γειν, πρὸς δὲ τὸ συλλογιστικὸν οὐκ ἀρκεῖ τὸ ποτὲ συνάγειν ἀλλὰ μόνον τὸ ἀεί.
Διὰ τί ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος συλλο- γιστικοὶ οἱ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, ἀσυλλόγιστοι δ’ οἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχοντες, εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἀν ἀνομοιοσχήονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς. ἢ ὅτι ἡ μὲν ἀπόφασις οὐκ ἔστιν κυρίως ἀπόφασις ἀλλὰ κατάφασις ἀσαφὴς καὶ ἐναργεστέρα γίνεται κατάφασις λαμβανομένη εἰς κατάφασιν, ἡ δὲ κατάφασις οὐδαμῶς ἐστιν ἡ ἀντιφατικὴ ἀπόφασις καὶ διὰ τοῦτο οὐ μεταβάλλεται εἰς αὐτήν.
p. 36b33 Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν. τουτέστιν ὥσπερ ἐν πρώτῳ σχήματι οὕτως καὶ ἐν δευτέρῳ αἱ αὐταὶ συζυγίαι ἢ τὸ κυρίως ἐνδεχόμενον συνάγουσιν ἢ οὔ, ἀλλ’ ἢ τὸ ἐξ ἡμισείας ἢ τὸ ὑπάρχον.
p. 36b39 Καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι. ἐναντίαι πᾶς, οὐδεὶς καὶ αἱ ὑπ’ αὐτάς, τίς, οὐ πᾶς· ἀντικείμεναι δ’ αἱ ἀντιφατικαὶ αἱ διαγώνιοι· καὶ αὗται γὰρ ἀντιστρέφουσιν· εἰ γὰρ πᾶς, | καὶ τὶς καὶ οὐ πᾶς· ὥστε εἰ πᾶς, καὶ οὐ πᾶς. οὐ [*](f. 247r) μὴν τελείως ἀντιστρέφουσιν· οὐ γὰρ δὴ καὶ εἰ οὐ πᾶς, ἤδη καὶ πᾶς. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ οὐδεὶς καὶ τίς.
p. 37a12 Φάσις γὰρ καὶ ἀπόφασις, τουτέστιν ἀντίφασις γὰρ κατ᾿ αὐτοὺς ἐνδέχεται οὐδενί, ἀνάγκη τινί.
p. 37a14 οὐ γὰρ εἰ μὴ ἐνδέχεται. σαφῶς ἐνταῦθά φησιν πάσῃ ἐνδεχομένῃ προτάσει δύο ἄμα λαμβανόμεναι τοῦ ἀναγκαίου προτάσεις ἀντιφάσκουσιν.
[*](2 τῷ κατηγορουμένῳ scripsi: τὸ κατηγορούμ P 11 τῷ scripsi: τὸ P 15 ἔλεγεν] c. 3 p. 25a40 sq. memoriter citat 31 ἢ ὅτι κτλ.] cf. p. 60,34 33 ἡ prius scripsi: εἰ P ἀντιφατικὴ scripsi: ἀντίφασις P 41 εἰ scripsi: ἡ P 46 λαμβανόμεναι scripsi: λαμβανομένου P)p. 37a17 Τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχει· ἐπειδὴ ὃ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί, τούτῳ, τῷ ἐνδέχεται μηδενί, ἀντίκειται κα τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ τὸ ἐξ ἀνάγκης τινί· εἰ γὰρ ἐνδέχεται μηδενί, ψεῦδος καὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ τὸ ἐξ ἀνάγκης τινί. ὃ γὰρ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· καὶ δι’ ἑαυτὸ μὲν τὸ ἐνδέ- χεται μηδενὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης τινί, διὰ δὲ τὸ ἐνδέχεται παντὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης οὐ παντί. οὕτως καὶ τὸ ἐνδέχεται παντὶ διὰ τὸ ἐνδέχεται οὐδενὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης τινί, ὥσπερ τῷ ἐξ ἀνάγκης οὐ παντὶ δι’ ἑαυτὸ τὸ ἐνδέχεται παντί. μόνα δὲ τὰ παράδοξά φησιν, ὅτι ἀντίκειται τῷ ἐνδέχεται μηδενὶ τὸ ἐξ ἀνάγκης οὐ παντί, ἀμφοῖν ἀποφάσεων οὐσῶν, καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης τινί, τουτέστιν ἀντίκειται τῷ ἐνδέχεται οὐδενί, ὅπερ ἐκάλεσεν ἐνδέχεται παντὶ μὴ ὑπάρχειν, τὸ ἐξ ἀνάγκης οὐ παντί, καίπερ ἄμφω ἀποφατικῶν ὄντων, καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης τινί, καίπερ ἄμφω καταφατικῶν ὄντων· τοῖς γὰρ ἀνομοίοις κατὰ τὸ ποιὸν ἀναγκαίοις προφανῶς ἀντίκειται.
p. 37a20 Εἰ οὖν τις ἀξιοίη. ὑποκείσθω τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης, τοῖς δ’ ἄλλοις ἐνδεχομένως, οἶον ἡ κίνησις τῷ μὲν οὐρανῷ ἐξ ἀνάγκης, τοῖς δ’ ἄλλοις ἐνδεχομένως· ψεῦδος οὖν τὸ Γ τῷ Δ παντὶ ἐνδεχομένως, οὐχ ὅτι οὐχ ὑπάρχει παντί ἀλλ’ ὅτι ἐνίοις οὐκ ἐνδεχομένως ὑπάρχει· εἰ δέ φεῦδος τὸ ἐνδέχεται παντί, ἀληθὲς τὸ οὐκ ἐνδέχεται παντί· τοῦ δ’ οὐκ ἐνδέχεται παντὶ ἀληθοῦς ὄντος οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ἀληθές τοῦτο γὰρ ψεῦδος), ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί. | ψεῦδος ἄν λαμβάνοι· τῷ γὰρ ἐνδέχεται παντὶ οὐ μόνον τὸ ἐξ ἀνάγκης [*](f. 247v) τινὶ ἀντίκειται ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί.
p. 37a22 Παντὶ γὰρ ὑπάρχει, ἀλλ’ ὅτι ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν παντὶ ἐνδέχεσθαι. τὴν αἰτίαν λέγει δι’ ἣν ψεῦδος τὸ Γ τῷ Δ παντὶ ἐνδέχεται καίπερ παντὶ ὑπάρχον· διότι γὰρ λέγομεν παντὶ ἐνδέχεσθαι τὸ τισὶν ἀναγκαίως ἀλλ’ οὐκ ἐνδεχομένως ὑπάρχον.
p. 37a26 Δῆλον οὖν ὅτι τῷ ἐνδέχεται, οὗ τὸν ὁρισμὸν ἀποδεδώκαμεν, τουτέστιν τῷ κυρίως, ἀντίκειται.
p. 37a30 Ὅστε οὐ γίνεται συλλογισμός, τουτέστιν συμπέρασμα ἀδύνατον οὐ γίνεται. εἴ τις οὖν ἀξιώσειε μόνα τὰ προφανῆ ἀντικεῖσθαι, τῷ ἐνδέχεται οὐδενὶ τὸ ἐξ ἀνάγκης τινὶ καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἁπλῶς τὰ ἀνομοιοσχήμονα, ψευδῶς λαμβάνει· ἀντίκειται γὰρ καὶ τὰ ὁμοιοσχήμονα, ὡς εἴρηται προσεχῶς·
p. 37a32 τούτου δὲ δειχθέντος. ἀσυλλογίστους βούλεται ὁ Ἀριστοτέλης πάσας τὰς ἐν δευτέρῳ σχήματι συζυγίας ἐξ ἀμφοτέρων ἐνδεχομένων, οὐχ ὅτι τοῦ δευτέρου σχήματος τὸ ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις δύνανται γὰρ αἱ τοῦ δευτέρου σχήματος ἐνδεχόμεναι προτάσεις, κἀν ὁμοιοσχήμονες ὦσιν, ἀνομοιοσχήμονες γενέσθαι· τοῦτο γὰρ ἐν ταῖς μίξεσι μόναις αἰτιάσεται), οὐδ’ ὅτι τὸ ἐνδεχόμενον ἡ ἐπ’ ἴσης ἐστὶν ἢ ἐπὶ πολὺ ἡ ἐπ’ ἔλαττον, οὐδαμῶς δὲ καθόλου, ἐκ δύο δὲ μερικῶν οὐ γίνεται συλλογιμός (ὅσον γὰρ ἐπὶ τούτῳ ἔδει μηδ’ ἐν πρώτῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων γενέσθαι συλλογισμόν, οὐδὲ μῖξις ἔστι συλλογιστικὴ ἐν πρώτῳ σχήματι τὴν μείζονα ἐνδεχομένην ἔχουσα)· Ἀριστοτέλης οὖν οὐ ταῦτα αἰτιᾶται τοῦ μὴ γενέσθαι συλλογισμὸν ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων, ἀλλ’ ὅτι αἱ ἐν δευτέρῳ σχήματι συλλο- γιστικαὶ συζυγίαι ἢ δι’ ἀντιστροφῆς ἐδείκνυντο, ὡς πρώτη, δευτέρα, τρίτη, ἢ δι’ ἀδυνά- του, ὡς ἡ τετάρτη, οὔτε δὲ τῇ ἀντιστροφῇ ἔστιν χρήσασθαι νῦν οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ], ἐν γὰρ τῇ ἀντιστροφῇ ἡ καθόλου ἀποφατικὴ μόνη ἀντέστρεφεν· δέδεικται δὲ νῦν ἡ [*](5 ἑαυτοῦ P pr. 8 τῷ—τῶ scripsi: τὸ—τὸ P 9 τῷ scripsi: τὸ P 13 τὸ scripsi: τῶ P 27 τῷ scripsi: τὸ P 30. 31 τὸ—τῷ scripsi: τῶτ—τὸ P 31 ἀνάγκης alt.] ἡ in ras. P 32 ψευδῶς (sic), ῶς in ras. P 35 γὰρ scripsi: δὲ P 36 ὁμοιοσχήμονες scripsi: ἀνομοιοσχήμονες P 39 ὅσον scripsi: ὅσω P 44. 45 οὔτε—ἀπαγωγῇ delevi)
Β ΣΧΗΜΑ. ENAEXOMENOY ENAEXOMENUr KAI YllAPXONTOS.
p. 37b19 Εἰ ἡ μὲν ὑπάρχειν δ’ ἐνδέχεσθαι. Διὰ τί ὁ Ἀριστοτέλης ἐπὶ τῆς μίξεως ταύτης τὴν μὲν ἐνδεχομένην ἀπόφασιν εἰς κατάφασιν μεταβάλλει, οὐχὶ δὲ καὶ ἀνάπαλιν; ἐπειδή, φησὶν ὁ Ἀλέξανδρος, αἱ νῦν ἀποφάσεις καταφάσεις εἰσὶν τῷ ἔργῳ καὶ εἰς σαφεστέρας καταφάσεις μεταλαμβάνονται· αἱ δὲ καταφάσεις εἰς τὰς κυρίως ἀποφάσεις οὐ δύνανται μεταληφθῆναι τοῦ τρόπου ἀκεραίου φυλαττομένου. Ὅτι ἐπὶ τῆς μίξεως ταύτης καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ [*](3 πάλιν scripsi: πάλαι P 5 ἐφήρμοζεν] ήρ in ras. Ρ1 8 Γ scripsi: Β P 11 γὰρ superset-. ’ εὐπορῆσαι] ῆ in ras. P 15 μόνον] ὁ alt. ex ὢ corr. Ρ1 16 Ἀλέξανδρος] p. 230, 13 sq., sed λευκόν, ἄνθρωπος, γραμματικός et κινούμενον, ζῷον, ἄνθρωπος habet τὸ scripsi: τὰ P 18 μετὰ πολλὰ] p. 232,19 sq. 26 τούτου scripsi: τούτων P 27 ad συνίστανται prius in mrg. sup. ascr. διὰ τὸ ἰσοδυναμεῖν τὴν ἀπόφασιν τῇ καταφάσει, αἰνὰ μὴ τῆς ἀποφάσεως ἀντιστρεφούσης καὶ ἡ κατάφασις πρὸς ἑαυτὴν ἀντιστρέφῃ P1 28 αὐτὸ] ὁ ex ῶ corr. P 34 ὁ Ἀλέξανδρος] p. 218,24—26)
p. 37b22 Ἀπόδειξις δ’ ἡ αὐτή, ὅτι δύνανται ὁμοιοσχήμονες γενέσθαι.
p. 37b23 Εἰ δ᾿ ἡ μὲν κατάφασις ἐνδεχομένη. συλλογιστικὴ αὕτη, ἐπειδὴ ἔχει καθόλου ἀποφατικὴν ὑπάρχουσαν. ὁμοίως δὲ συλλογιστική, κἄν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ἐλάττων ᾖ· πλὴν τότε δύο ἀντιστροφῶν δεόμεθα, καὶ ἀντιστρέφει τὸ συμπέρασμα· οὐ γάρ ἐστιν ἐνδεχομένη καθόλου ἀπόφασις ἀλλ’ ὑπάρχουσα καθόλου ἀπόφασις· τὸ γὰρ ἐξ ἡμισείας ἐνδεχόμενον ἦν τὸ συναγόμενον.
p. 37b34 Καθάπερ ἐν τοῖς πρότερον, τουτέστιν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον.
Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ KAI ΑΝΑΓΚΑΙΟΥ.
Ἐν δευτέρῳ σχήματι μίξεως γινομένης ἐνδεχομένου καὶ ἀναγκαίου συλλογιστικαί εἰσιν αἱ ἔχουσαι ἀναγκαίαν καθόλου ἀπόφασιν, εἴτε ἄμφω καθόλου εἶεν, εἴτε ἡ μὲν καθόλου ἡ δὲ μερική· πλὴν ὅτι ἐπὶ τῶν ἀναμὶξ καὶ ἄλλου προσδιορισμοῦ χρεία· δεῖ γὰρ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν μείζονα εἶναι. καὶ πάντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγουσι καὶ ἀτελεῖς εἰσιν ὡς δι’ ἀδυνάτου δεικνύμενοι. καὶ ἁπλῶς, ἁ ἐποίει ἐν τῇ προλαβούσῃ μίξει ἡ ὑπάρχουσα καθόλου ἀπόφασις, ταῦτα νῦν ἡ καθόλου ἀναγκαία ἀπόφασις. καὶ ὁ μὲν πρῶτος τρόπος μιᾶς ἀντιστροφῆς δεῖται· ὁ δὲ δεύτερος δύο. ὁ δὲ ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν καὶ τὴν μείζονα ἐνδεχομένην ἔχων τριῶν ἀντιστροφῶν, μιᾶς ἐνδεχομένης καὶ δύο ἁπλῶν. καὶ ὁ τέταρτος τοῦ δευτέρου σχήματος ἀσυλλόγιστός ἐστιν· εἰ γὰρ μὴ ἔχει ὅλως καθόλου ἀποφατικήν, οὑδὲ τοιάνδ’ ἀπόφασιν ἔξει.
p. 38a15 Οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχειν, | ἀλλὰ καὶ ὅτι οὐχ [*](f. 249v) ὑπάρχει. τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τὸ μὲν ἔχει τοῦ ἀναγκαίου ὡς ἐκβηβηκός, τὸ δὲ τοῦ ἐνδεχομένου ὡς μεταπῖπτον, ὅπερ καὶ ὑπάρχον καὶ ἐνδεχόμενον καλεῖ δέει τῆς ἀποφάσεως. καὶ ὅτι τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται, δείκνυσιν οὕτως· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ἀνάγκη τινὶ τὸ Β τῷ Γ, ὅπερ πάλιν ὑπάρχει τινί καλεῖ· τὸ δὲ Α τῷ Β ἀνάγκη οὐδενί· τὸ Α ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Β τῷ Γ ἀνάγκη τινί. καὶ ἐπειδὴ οὐδὲν ἕπεται ἄτοπον καὶ τῷ ἀνάγκη οὐ παντί, τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὅπερ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ φέρεται καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί· καὶ διὰ τὸ ποτὲ μὲν κατὰ τοῦ ἀναγκαίου φέρεσθαι ποτὲ δὲ κατὰ τοῦ ἐνδεχομένου ἐξ ἡμισείας ἐστὶν ἀναγκαῖον καὶ ἐνδεχόμενον.
[*](1 ante καθόλου eras. 2 litt. P 3 post γὰρ eras. —3 litt. P 12 ἡ scripsi: ἦι P 23 ἐν scripsi: εἰς P 27 ὅλως scripsi: ὅλη P 35 τὸ δὲ collocavi: inv. ord. P 36 τῶι] ι, ut videtur, in ras. P1 38 τὸ ex τοῦ, ut viditur, corr. Ρ1)p. 38a21 Ἅμα δὲ δῆλον ὅτι οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν, ἐνδεχόμενον ἀλλὰ τὸ ἐξ ἡμισείας· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ὑπάρχει τινί· ὑπάρχει γὰρ τινὶ τὸ ἀναγκαῖον τινί.
p. 38a27 Καὶ τὸ Α τῷ μὲν Β ἐνδεχέσθω μηδενί, τῷ δὲ Γ παντὶ ὑπαρχέτω ἐξ ἀνάγκης ἀσυλλόγιστος ἡ ἀγωγὴ αὕτη ὡς μὴ ἔχουσα καθόλου ἀναγκαίαν ἀποφατικήν, καὶ ἀσυλλόγιστος καὶ τοῦ ἐνδεχομένου καὶ παντὸς συμπεράσματος, τοῦ μὲν ἐνδεχομένου ὡς τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγουσα· τὸ γὰρ ἀναγκαῖον παντὸς ἐνδεχομένου ἐστὶν ἀναιρετικόν· ἀλλ’ οὐδὲ τοῦ ἀναγκαίου συλλογιστική ἐστιν, μὴ νομίσῃ τις διὰ τοὺς ὅρους τοῦ ἐξ ἀνάγκης οὐδενὶ ἀεὶ τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγειν ἀυτὴν· ἀσυλλόγιστος οὑν ἐστιν τοῦ ἀναγκαίου, ἐπειδὴ οἱ ἀναγκαῖον συνάγοντες ἡ ἄμφω ἀναγ- καίας εἶχον ἡ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν, ἵνα καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον ἀναγκαῖον] εἴπωμεν ἀναγκαῖον· νῦν δ’ οὐδέτερόν ἐστιν· καὶ εἰσὶν ὅροι τὸ ἀνάγκη παντὶ συνάγοντες. καὶ διὰ μὲν τὸ οὐδενὶ οὐδὲν καταφατικὸν συνάγει, διὰ δὲ τὸ ἀνάγκη παντὶ οὐδὲν ἀποφατικόν.
Ὅτι κίνησις ἐγρηγόρσει ἐξ ἀνάγκης· 1 ἡ γὰρ ἐγρήγορσις ὡς ἔγερσις κίνησίς [*](f.250r) ἐστιν. ἀλλ’ ἔστ’ ἄν, φασί, κίνησις ἐνδέχηται παντὶ ζῴῳ, οὐκ ἔστιν ἐγρηγορός τι, ἶνα καὶ κινῆται. ὥστε οὐ καλῶς ἔχουσιν οἱ ὅροι.
p. 38b3 οὐδὲ τῶν ἀντικειμένων καταφάσεων. καλῶς τὸ πληθυντικόν· τὸ γὰρ ἀνάγκη οὐδενὶ πᾶσαν κατάφασιν ἀναιρεῖ, ἀναγκαίαν, ὑπάρχουσαν, ἐνδεχομένην·
p. 38b8. 12 εἰλήφθω γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. κἀν εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν, ὡσαύτως. οὗτός ἐστιν ὁ τριῶν ἀντι- στροφῶν δεόμενος· ἇί τε γὰρ προτάσεις ἀντιστρέφουσι καὶ τὸ συμπέρασμα·
p. 39a1 Δῆλον δὲ ὅτι καὶ πάντες ἀτελεῖς κοινὸν συμπέρασμα τῶν ἐν δευτέρῳ σχήματι δύο μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτι πάντες ἀτελεῖς οὐδεὶς γὰρ ἐδείχθη διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός, ἀλλὰ δι’ ἀδυνάτου πάντες) καὶ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι.
p. 39a2 Καὶ τελειοῦνται διὰ τῶν πρώτων σχημάτων· πληθυντικῶς γὰρ εἶπεν, ἐπειδὴ πολλαχῶς τὸ πρῶτον σχῆμα· ὁ μὲν γὰρ ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι τελειοῦται διὰ τοῦ ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος, ὁ δὲ ἐξ ἐνδεχομένου καὶ ἀναγκαίου ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἐξ ἐνδε- χομένου καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι.
Γ ΣΨΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ENAEXOMENQN.
p. 39 a 4 ’Ev δετῷ τελευταίῳ σχήματι. Ἴδιον τοῦ τρίτου σχήματος ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων τὴν μίαν πρότασιν καθόλου εἶναι· ἐκ δύο γὰρ μερικῶν οὐδεὶς γίνεται συλλογισμός. δώδεκα δὲ νῦν εἰσι συλλογισμοί· ἢ γὰρ ἄμφω καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει, καὶ τοῦτο διχῶς παρὰ τὴν μείζονα καὶ ἐλάττονα πρότασιν, καὶ ἕκαστον τῶν τριῶν τετραχῶς παρὰ τὸ ποιόν. καὶ ἕκαστον τὸ κυρίως ἐνδε- χόμενον συνάγει.
p. 39a7 Καὶ ὅταν ἡ μὲν ἐνδέχεσθαι ἡ δ’ ὑπάρχειν. καίτοι τότε οὐκ ἀεὶ τὸ κυρίως ἐνδεχόμενον συνάγεται· ὅταν γὰρ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις ᾖ, τὸ [*](4 ἐνδεχέσθω] ὢ in ras. Ρ1 10. 11 ἀναγκαίας scripsi: ἀναγκαῖον P 12 ἀναγκαῖον prius delevi τὸ scripsi: τοῦ P 16 ἐνδέχεται P 23 συμπερασμάτων ἐν P 29 τελειοῦται scripsi: τελειοῦνται P 39 τότε] τό in ras. Ρ1)
p. 39a9 Οὔτ᾿ ἀναγκαῖον οὔτε ὑπάρχον ἀλλὰ τὸ κυρίως ἐνδεχόμενον· ἐφετῆς δὲ τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τοῦ μέν, τοῦ ἀναγκαίου, ἔχει τὸ ἐκβεβηκέναι, τοῦ δέ, τοῦ ἐνδεχομένου, τὸ μὴ δύνασθαι ἔτι εἶναι.
p. 39a11 Ληπτέον δὲ καὶ ἐν τούτοις. ὅτε ἡ ἀναγκαία καθόλου ἀπόφασίς ἐστιν, ληπτέον ἐνδεχόμενον καὶ νῦν τὸ ἐξ ἡμισείας.
p. 39a24 Ἀντιστραφεισῶν δὲ τῶν προτάσεων. καίτοι ἀντισρέφεται, ἡ ἐλάττων. ἢ x003E; αὐτὴ οὐδενὶ οὖσα πρῶτον γίνεται παντὶ κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, εἶτα τινὶ κατὰ τὴν ἀπλῆν ἀντιστροφήν· δύο οὖν αἱ ἀντιστρεφόμεναι προτάσεις, ἡ οὐδενὶ καὶ ἡ παντί, εἰ καὶ περὶ τοὺς <αὐτοὺς> ὅρους ἀμφότεραι.
p. 39a29 Τὸν αὐτὸν τρόπον ἐχόντων <τῶν> 39a29 ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν. πῶς οὐ ψεῦδος τοῦτο, εἰ ἐπὶ μὲν τῶν ἐνδεχομένων δύναται ἡ μὲν ἐλάττων ἀποφατικὴ εἶναι, ἐπὶ δὲ τοῦ ὑπάρχοντος οὐ δύναται; ἡ οὐδ’ ἐπὶ τῶν ἐνδεχομένων ὡς ἀποφατικὴ ἡ ἐλάττων συλλογισμὸν ποιεῖ, ἀλλ’ ὡς δυναμένη μεταλαμβάνεσθαι εἰς κατάφασιν.
p. 39 a 31 Καὶ οὐκ ἔστι συλλογισμός. πῶς οὑκ ἔστι συλλογισμὸς ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων; ἢ τῆς ἐλάττονος ἀποφατικῆς μενούσης ἢ μὴ οὔσης καθόλου προτάσεως.