In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Ammonius

Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.

Γ ΣΧΗΜΑ. ΕΝΔΕΧΟΜΕΝΟΥ ENAKXOMKNOr ΚΑΙ VIIAPXONTOS.

p. 39b7 Ἐὰν δ᾿ ἡ μὲν ὑπάχειν ἡ δ’ ἐνδέχεσθαι. Οκτωκαίδεκα γίνονται συλλογισμοί· οἱ γὰρ ἓξ διπλασιάζονται παρὰ τὴν τάξιν τῶν τρόπων καὶ προστίθενται ἕτεροι ἓξ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχοντες. διὰ τὰ αὐτὰ δὲ καὶ τῆς ἑξῆς μίξεως τοσοῦτοί εἰσι συλλογισμοί. ἴδιον δὲ τῶν δύο τούτων μίξεων τὸ μίαν καθόλου εἶναι | καὶ τὴν ἐλάττονα καταφατικήν, ἐὰν μὴ ἐνδεχομένη ᾖ ἀλλ’ ὑπάρχουσα [*](f. 251r) ἢ ἀναγκαία.

p. 39b9 Καὶ οὐχ ὅτι ὑπάρχει. καίτοι ὑπάρχον συνάγεται τῆς ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης. ἢ οὐκ ἀεὶ συνάγεται ὑπάρχον, ἀεὶ δ’ ἐνδεχόμενον· τὸ γὰρ κοινόν.

p. 39b9 Συλλογισμὸς δ᾿ ἐστὶ τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὃν καὶ ἐν τοῖς πρότερον· ὡς γὰρ ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι, οὕτως καὶ νυν ἐπὶ τῶν μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος κυρίως ἐνδεχόμενον συνάγεται, εἰ μὴ τύχῃ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις οὖσα.

p. 39b14 Ὅτε γὰρ ἡ ἑτέρα τῶν προτάσεων. ἔδει μὲν εἰπεῖν ὅτι τὸ κυρίως ἐνδεχόμενον συνάγεται, ἐπειδὴ ἀνῆκται εἰς τρόπον τοῦ πρώτου σχήματος μὴ ἔχοντα [*](2 τῶν ex τὸ corr. Ρ1 3 εἶναι superscr. Ρ1 7 τοῦ primura ex τὸ corr. Ρ1 τοῦ tert. scripsi: τὸ P 8 immo τὸ δύνασθαι μηκέτι 11 μία] ι in ras. ex ἡ corr. P 12 ἡ alt. addidi 14 αὐτοὺς addidi 15 τῶν ex Arist. addidi 21 μὲν οὔσης ἢ P 27 ἴδιον scripsi: ἰδίως P τούτων seripsi: τῶ τῶν P)

64
καθόλου ἀπόφασιν ὑπάρχουσαν· ὁ δὲ ἀντὶ τούτου φησὶν νῦν, καὶ ἑξῆς δὲ τὸ αὐτὸ ἐρεῖ, ὅτι ἐνδεχόμενον συνάγεται, ἐπειδὴ δέδεικται ἐν πρώτῳ σχήματι τῇ χείρονι ἑπόμενον τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος.

p. 39b31 Εἰ δ᾿ ἡ μὲν κατάφασις καθόλου ἡ δ᾿ ἐν μέρει στερητική. τὸν πέμπτον τρόπον, ὅς ἐστιν ἐκ τοῦ παντὶ καὶ οὐ παντί, τὸν ἔχοντα τὴν καθόλου ὑπάρχουσαν τὴν δὲ μερικὴν ἐνδεχομένην δι’ ἀδυνάτου δείκνυσιν οὕτως· τὸ Α οὐ παντὶ τῷ Γ ἐνδεχομένως· τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως· λέγω ὅτι τὸ Α τῷ Β οὐ παντὶ ἐνδέχεται· εἰ γὰρ μή τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως· τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· τῇ γὰρ μείζονι ἕπεται τὸ συμπέρασμα ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου· ἀλλὰ καὶ ἐνδέχεται μὴ παντὶ τὸ Α τῷ Γ· ὅπερ ἀδύνατον. ἀλλὰ καὶ] διὰ τί τὸν τρόπον τοῦτον οὐκ ἔδειξε δι’ ἀντιστροφῆς; ἡ ὅτι πολλῶν ἀντιστροφῶν ἐδέετο· τεσσάρων γάρ• ἔδει γὰρ τὴν μείζονα πρότασιν τὴν οὐ παντὶ ποιῆσαι τινί, εἶτα τὴν τινὶ πρὸς ἑαυτὴν ἀντιστρέψαι κατὰ τὴν ἁπλῆν, εἶτα τὸ συμπέρασμα τὸ τινὶ πρὸς ἑαυτὸ ἀντιστρέψαι, εἶτα μεταλαβεῖν αὐτὸ εἰς τὸ οὐ παντί, ἵνα μὴ κατάφασις συναχθῇ ἐκ καταφάσεως καὶ ἀποφάσεως.

p. 40a2 Ἡ ἐν τοῖς καθόλου καὶ διὰ τῶν | αὐτῶν ὅρων. ἀλλ᾿ οὐκ [*](f. 251v) εἶπεν ὅρους ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου ἐνδεχομένων ἀλλ’ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων. ἡ τὰς ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων καθόλου καλεῖ νῦν ὡς δι’ ὅλου τὸ ἐνδεχόμενον ἐχούσας.

ΣΧHΜΑ Γ MIEEQS ENAEXOMENOY KAI ΑΝΑΓΚΑΙΟΥ.

p. 40a4 Εἰ δ᾿ ἐστὶν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δ᾿ ἐνδεχομένη. Ὅτι τῆς ἀναγκαίας καθόλου ἀποφάσεως οὔσης καὶ ἐνδεχόμενον μηδενὶ καὶ ὑπάρχον μηδενί φησι συνάγεσθαι, οὐ μὴν τὸ ἐξ ἀνάγκης οὐδενί· ἄλλο γὰρ τὸ οὐδενὶ ἐξ ἀνάγκης τὸ ἀναιροῦν τὸν τρόπον, ὃ καὶ συνάγεται παρὰ τὸ ἐξ ἀνάγκης οὐδενί.

p. 40a15 οὕτω γὰρ συνέπιπτεν ἐπὶ τοῦ πρώτου σχήματος. τὸ κυρίως ἐνδεχόμενον ἐν τῷ πρώτῳ σχήματι συνήγετο, ὅτε οὐκ ἦν ἡ ἀναγκαία καθόλου ἀπόφασις.

p. 40a21 Ἔσται δὴ πάλιν τὸ πρῶτον σχῆμα. ὑπάκουσον τὸ κυρίως ἐνδεχόμενον συνάγον· τούτου γὰρ τὴν αἰτίαν ἐπάγει.

p. 40a36 Ὅροι. νῦν τὸν μέσον τῇ προφορᾷ καὶ οὐ τὸν τελευταῖον μέσον λαμβάνει τοῦ σχήματος, τὸν ἵππον.

ΥΠΝΟΣ ΚΑΘΕΥΔΩΝ ΑΝΦΠΩΠΟΣ ΥΠΝΟΣ ΕΓΡΗΓΟΡΩΣ ΑΝΦΠΩΠΟΣ ΠΙΠΟΣ ΙΠΠΟΣ

p. 40b12. Φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι πότε. ὅτε μία καθόλου ἐστὶν καὶ ἡ ἐλάττων καταφατική, εἴτε ὑπάρχουσά ἐστιν ἡ ἀναγκαία. πῶς. τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς κατάφασιν μεταβαλλομένης καὶ ἢ δι’ ἀντιστροφῆς ἡ [*](4 μέρει] ει in ras. ρ1 5 ὅς scripsi: ὥς P 7 οὑ scripsi: ὃ P 11 Γ scripsi: Β P καὶ ut e vs. 10 illatum delevi 21 ἐνδέχεται P 26 ὅτε scripsi: οὔτε P 30 supra τῆ προφωρᾶι (sic) scriptum τῆ φωνῆ P 35 εἴτε scripsi: οὔτε P)

65
δι᾿ ἀδυνάτου. I καὶ πότε τοῦ ἐνδέχεσθαι πότε τοῦ ὑπάρχειν. τὸ [*](f. 252r) κυρίως, φησίν, ἐνδεχόμενον συνάγουσιν οἱ μὴ ἔχοντες τὴν ἀναγκαίαν καθόλου ἀπο- ἀποφατικην.

ΣΥΝΟΨΙΣ ΤΩΝ ΜΙΞΕΩΝ.

Τριῶν ὄντων τρόπων, ὑπάρχοντος, ἀναγκαίου, ἐνδεχομένου, τριῶν δὲ καὶ σχημάτων ἐννέα εἰσὶν αἱ πᾶσαι μίξεις. καὶ ἐπὶ μὲν τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου ἐν μὲν πρώτῳ σχήματι τῇ μείζονι βούλεται ἕπεσθαι τὸ συμπέρασμα, ἐν δὲ δευτέρῳ τῇ ἀντιστρεφομένῃ ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆ, ἐν δὲ τρίτῳ τῇ μὴ ἀντιστρεφομένη, ὅταν δηλαδὴ δι’ ἀντιστροφῆς γένηται ἡ ἀπόδειξις, εἰ δὲ δι’ ἀδυνάτου μόνον, ὡς ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου, τῇ χείρονι. ἐπὶ δὲ τῶν λοιπῶν ἓξ μίξεων τὸ κυρίως ἐνδεχόμενον συνάγεσθαι, εἰ μὴ τύχῃ ἡ συμπλεκομένη τῇ ἐνδεχομένῃ προτάσει καθόλου ἀποφατικὴ ὑπάρχουσα πάντως ἢ ἀναγκαία· τότε γὰρ ἐπὶ μὲν ἐνδεχομένου καὶ ὑπάρχοντος τὸ ὑπάρχον συνάγεσθαι, ἐπὶ δὲ ἐνδεχομένου καὶ ἀναγκαίου τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον. οἱ δ’ ἑταῖροι αὐτοῦ καὶ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα βούλονται ἐπὶ τῶν ἐννέα μίξεων.

ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ.

p. 40b17 Ὅτι μὲν οὖν οἱ ἐν τούτοις τοῖς σχήμασι. Διδάξας ὁ Ἀριστοτέλης πάντας τοὺς κατηγορικοὺς συλλογισμούς, ἁπλοῦς, μικτούς, ἀνάγει νῦν πάντας τοὺς συλλογισμούς, κατηγορικούς, ὑποθετικούς, ἐπ’ εὐθείας, δι’ ἀδυνάτου, ἁπλοῦς, συνθέτους, θετοὺς, εἰς τὰ τρία σχήματα. καὶ τέως τοὺς ἁπλοῦς κατηγορικούς, οἲ καὶ πάντως ἐπ’ εὐθείας εἰσίν, τὸν τρόπον τοῦτον· εἰ δέοι δεῖξαι τὴν ΑΒ πρότασιν, ἢ οὐ ληψόμεθά τι ἢ ληψόμεθα πρὸς κατασκευὴν αὐτῆς· ἀλλ’ εἰ μὲν τὸ πρῶτον, τὸ ἐν ἀρχῇ αἰτησόμεθα· εἰ δὲ τὸ δεύτερον, ἢ ἓν ἡ πολλά· ἀλλ᾿ ἀλλ’ εἰ μὲν ἕν, οὐ γίνεται συλλογισμός· τεθέντων γὰρ τινῶν, ἀλλ’ οὐ τεθέντος τινὸς οὗτος γίνεται· εἰ δὲ πολλά, ἢ δύο ἡ πλείονα· καὶ εἰ δύο, ἀμφοτέρων τῶν ΑΒ ὅρων ἤρτηται· ὁ μὲν γὰρ ἀπλῶς συλλογισμὸς ἐκ τῶν ἀπλῶς προτάσεων, ὁ δὲ τοῦδε ἐκ <τῶν> τοῦδε, καὶ ὁ πρὸς τόδε ἐκ τῶν πρὸς τόδε, δὲ τοῦδε πρὸς τόδε ἐκ τῶν τοῦδε πρὸς τόδε. ἕξουσιν οὖν | αἱ δύο προτάσεις κοινὸν [*](f. 252v) ὅρον· καὶ οὗτος ἡ ἐν ἀμφοτέροις κατηγορεῖται ἡ ἐν ἀμφοτέροις ὑπόκειται ἢ ἀναμίξ· καὶ γίνονται τὰ τρία σχήματα. ὁμοίως δὲ καὶ ὁ σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· δύο γάρ εἰσιν αἱ κύριαι αὐτοῦ προτάσεις· αἰ δ’ ἄλλαι προσυλλο- γισμοὺς ποιοῦσιν, ὡς ἑξῆς δείκνυσιν. καὶ οἱ δι’ ἀδυνάτου δὲ συλλογισμοὶ σύνθετοι ὑπο- θετικοὶ ὄντες ὑπὸ τὰ τρία σχήματα τελοῦσι· καὶ οἱ ἁπλοῖ δὲ ὑποθετικοί· οἱ μὲν δι’ ἀδυνάτου, ἐπειδὴ δεόνται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὸ ἀδύνατον δεικνύντος, οἷον τοῦ γεωμετρικοῦ θεωρήματος τοῦ δεικνύντος διὰ κατηγορικοῦ συλλογισμοῦ πῶς, εἰ ἡ διάμετρος τῇ πλευρὰ σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός· οἱ δ’ ἁπλοῖ ὑποθετικοί, ἤτοι οἱ ἐπ’ εὐθείας , ἐπειδὴ δέονται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὴν πρόσληψιν δεικνύντος· δεῖ γάρ, φησὶν Ἀριστοτέλης, ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ μὲν συνημμένον ὡμολογῆσθαι πάντως, τὴν δὲ πρόσληψιν ἀμφιβάλλεσθαι. καὶ εὖ γε ἀμφότερα· εἰ γὰρ ἀμφιβάλλοιτο τὸ συνημμένον, ἀμφιβάλλεται καὶ τὸ ὑποθετικοὺς [*](7 ante πρώτῳ et δευτέρῳ add. τῷ f. 196v P (= Pb) 8 δὲ ι Γ (sic) P 9 δηλαδὴ Pb: δῆλον P 10 post τετάρτῳ add. τρόπῳ Pb post χείρονι add. τῶν προτάσεων P b 26 τῶν prius addidi 37 et 38 πρόσληψιν scripsi: πρόληψιν P)

66
αὐτοὺς εἶναι, καὶ ὁ κατασκευάζων τὸ συνημμένον ἄμα κατασκευάζει καὶ ὅτι ὑποθετικοί εἰσιν. καὶ εἰ ὡμολόγηται καὶ ἡ πρόσληψις, οὐδ’ ὑποθετικοῦ συλλογισμοῦ χρεία. καὶ ἄλλως δὲ καθόλου πᾶς ὑποθετικός, ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου, κατηγορικοῦ συλλογισμοῦ δεῖται· εἰ γὰρ ἀεὶ ὑποθέσεις δι’ ὑποθέσεως κατασκευάσομεν, οὐδέποτε στησόμεθα. εἰ οὖν πᾶς ὑποθετικὸς συλλογισμὸς κατηγορικοῦ δεῖται, πᾶς δὲ κατηγορικὸς διὰ τῶν τριῶν σχημάτων γίνεται, καὶ πᾶς ἄρα ὑποθετικὸς καὶ πᾶς συλλογισμὸς τῶν τριῶν σχημάτων δεῖται. καὶ διὰ τοῦτο ἅπασα πίστις εἰς τὸ πρῶτον ἀνάγεται σχῆμα καὶ τοῦ πρώτου σχήματος εἰς τοὺς καθόλου συλλογισμούς.

p. 40b17 Ὅτι μὲν οὖν. ἐπειδὴ δέδεικται ὅτι οἱ ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὶ ὑπὸ τὸ πρῶτον σχῆμα ἀνάγονται καὶ τοὺς τοῦ πρώτου καθόλου δύο συλλογισμοὺς, δείξομεν νῦν ὅτι καὶ πᾶς κατηγορικὸς] συλλο|γισμὸς οὕτως ἔχει, εἰ πρότερον [*](f. 253) δείξωμεν ὅτι πᾶς κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται, οὐ μόνον δὲ πᾶς κατηγορικὸς συλλογισμὸς οὕτως ἔχει ἀλλὰ καὶ πᾶς ὑποθετικός, οὗ μέρος ὁ δι’ ἀδυνάτου. πᾶς μὲν γὰρ δι’ ἀδυνάτου ὑποθετικός, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, ὥσπερ καὶ πᾶς μὲν κατηγορικὸς ἐπ’ εὐθείας, οὐ πᾶς δ’ ἐπ’ εὐθείας κατηγορικός· ἐπ’ εὐθείας γὰρ ἀλλ’ οὐ κατηγορικὸς ὅδε· ἀριθμὸς ἢ ἄρτιος ἡ περιττός ἐστιν· ἀλλὰ μὴν οὐκ ἄρτιος· περιττὸς ἄρα.

p. 40b33 Τὸ δὲ Γ κατὰ μηδενός. ἵνα ᾗ τὸ πρῶτον σχῆμα· τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ.

p. 40b34 34 ἄλλο κατ᾿ ἐκείνου. ἵνα ᾖ τὸ τρίτον σχῆμα· τὸ Α καὶ Δ κατὰ τοῦ Γ. τὸ δὲ δεύτερον παρῆκεν ὡς διὰ τῶν ἄκρων εἰσφερόμενον.

p, 40b34 Μηδὲ κατατοῦ Α ἕτερον. πάλιν τὸ πρῶτον σχῆμα· τὸ Δ κατὰ τοῦ Α, τὸ Α κατὶ τοῦ Γ.

p. 40b37 Ἐὰν μὲν οὖν ληφθῇ τὸ Α κατ᾿ ἄλλου ἢ ἄλλο κατὰ τοῦ Α. ὅτι οὐ δεῖ πρὸς μόνον τὸν μείζονα ὅρον συνῆφθαι τὰς προτάσεις·

p. 40b38 Ἤ κατὰ τοῦ Γ ἕτερον. ἵνα ᾖ τὸ τρίτον σχῆμα· τὸ Α <καὶ Δ> κατὰ τοῦ Γ. πάλιν δὲ μόνῳ τῷ μείζονι συνημμέναι εἰσὶν αἱ προτάσεις.

p. 40b 40 Οὐδ᾿ ὅταν. ὅτι οὐ] δεῖ ἀμφοτέρων τῶν ἄκρων τοῦ συμπεράσματος ἀπηρτῆσθαι τὰς προτάσεις.

p. 41a18 Ὁ γὰρ αὐτὸς λόγος. ὅτι πᾶς σύνθετος κατηγορικὸς ὑφ’ ἓν τῶν τριῶν σχημάτων ἀνάγεται· δύο γὰρ αὐτοῦ αἱ κύριαι προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμον ποιοῦσιν.

p. 41a21 <Ὅτι μὲν οὖν οἱ δεικτικοί.> ὅτι τοὺς ἐπ᾿ εὐθείας δεικτικοὺς καλεῖ, τοὺς δὲ δι’ ἀδυνάτου κύκλῳ, ἐπειδὴ οἱ μὲν ἐπ’ εὐθείας σύντομοι ὡς αὐτόθεν τὸ προκείμενον δεικνύντες καὶ γὰρ ἡ εὐθεῖα ἐλαχίστη πασῶν τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, ὅθεν καὶ τὸ εὐθέως ἀπὸ τῆς εὐθείας εἴρηται), οἱ δὲ δι’ ἀδυνάτου πολλὴν ὁδὸν βαδίζουσι τὰ ἀντικείμενα ἀναιροῦντες, ἶνα τὰ προκείμενα εἰσαγάγωσιν, ὅθεν καὶ κύκλον ἐν τῇ συνηθείᾳ φαμὲν ἐπὶ τῶν μακρᾶς ὑποθέσεως δεομένων.

p. 41a24 Τὸ μὲν φεῦδος περαίνοντες συλλογίζονται. ὅτι ὁ Ἀριστοτέλης τὸν μὲν κατηγορικὸν καὶ συλλογισμὸν ἀπλῶς καλεῖ, τὸν δ’ ὑποθετικὸν συλλογισμὸν τὸ [*](2 πρόσληψις πρόληφις: πρόληψις P 10 τοὺς τοῦ scripsi: τοῦ P 11 κατηγορικὸς, supra quod, non inter lineas sed in versu antecedenti ante καθόλου, scripsit ὑποθετικὸς P (cf. ad p. 70,21), ut e vs. 12 illatum delevi 22 ad ἕτερον in mrg. ascr. ΒΑ P 26 τρίτον scripsi: Β P καὶ Δ addidi cf. vs. 20 28 οὐ ut e vs. 25 illatum delevi 31 ἀνάγεται scripsi: ἀνάγονται P κύριαι scripsi cf. p. 65,30: καίριαι P 31. 32 an προσυλλογισμοὺς? cf. p. 65,30. 31 33 lemma addidi 35 δεικνύντες] ύ ex ό corr. P)

67
συναμφότερον μόνον, οὐδέποτε δὲ ἀπλῶς συλλογισμόν, |ὡς οὐδὲ τὸν νεκρὸν ἄνθρωπον [*](f. 253v) μόνον. τὸ ἀδύνατον οὔν, φησίν, τὸ ἐν τῷ ὑποθετικῷ συλλογισμῷ κατηγορικὸς συλλογισμὸς δείκνυσιν, οἶον ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἅμα καὶ περιττός, εἰ ἡ διάμετρος τῇ πλευρᾷ αὑμμετρος. τὸ δὲ προκείμενον ὁ ὑποθετικὸς συλλογισμὸς δείκνυσιν· ἐπεὶ γὰρ ἡ διάμετρος τῇ πλευμᾷ αύμμετορς ἢ ἀσύμμετος καὶ οὐκ ἔστιν σύμμετρος διά τι λῆμμα κατηγροικόν, ἀσύμμετρον ἄρα. διὸ καὶ ὑποθετικὸς λέγεται ὁ δι᾿ ἀδυνάτου καίπερ καὶ κατηγορικῷ συλλογισμῷ χρώμενος, ἐπειδὴ λῆμμά ἐστιν ὁ κατηγορικός, τὸ δὲ προκείμενον ὁ ὑποθετικὸς δείκνυσιν.

p. 41 a 30 Ὅτι ἀντίφασιν καλεῖ τὸ ἀντικείμενον μόριον τῷ προκειμένῳ εἰς ἀπό δειξιν.

p. 41 a 37 Ὡσαύτως δέ. ὅτι οὐ μόνοι τῶν ὑποθετικῶν οἱ δι᾿ ἀδυνάτου εἰς τὰ τρία σχήματα ἀνάγονται ἀλλὰ καὶ καθόλου πάντες οἱ ὑποθετικοί· καὶ γὰρ οἱ ἐπ᾿ εὐθείας ὑποθετικοί. τὰ γὰρ ἀμφιβαλλόμενα ἐν τοῖς ὑποθετικοῖς διὰ κατηγορικοῦ συλλογισμοῦ δεικνύουσιν, ἵνα μὴ ἐπ᾿ ἄπειρον προέλθωσιν δι᾿ ὑποθέσεως ἀεὶ δεικνύντες τὰς προπαραλαμβανομένας ὑποθέσεις.

[*](p. 41 a 39)

Ὅτι τὸ παρὰ τοῖς Στωικοῖς λεγόμενον πρόσληψιν ὁ Ἀριστοτέλης μετάληφιν καλεῖ νῦν διὰα τὸ μεταλαμβάνεσθαι ἀπὸ ἀμφιβόλου εἰς ὁμολογούμενον· οὐκέτι γὰρ μετὰ τοῦ ‘εἰ’ λέγεται ἀλλὰ μετὰ τοῦ ‘ἀλλά’. Κατὰ πρόσληψιν δὲ καλεῖ ὁ Ἀριστοτέλης τὴν πρότασιν τὴν ἰσοδυναμοῦσαν συλλογισμῷ τὴν δύο ὅρους ἐνεργείᾳ ἔχουσαν καὶ ἕνα [δὲ] δυνάμει· καθ᾿ οὖ ὁ ἄνθρωπος, κατὰ τούτου ζῷον.

Ὅτι δόγματα Ἀριστοτέλους τὸ ἐν τοῖς ὑποθετικοῖς τὸ συνημμένον ὡμολογῆσθαι καὶ Τὸ τὴν πρόσληψιν πάντως κατασκευάζεσθαι, καὶ ἄμφω ταῦτα ἐδείξαμεν ἀληθῆ ἐν τῇ θεωρίᾳ.

[*](p. 41 a 40)

Ὅτι οὐ μόνον οἱ ὑποθετικοὶ οἱ μικτοὶ ἐκ κατηγορικοῦ συλλογισμοῦ καὶ ὑποθετικοῦ εἰς τὰ τρία σχήματα ἀνάγονται διὰ μέσου τοῦ κατηγορικοῦ ἀλλὰ καὶ οἱ δι᾿ ὅλου ὑποθετίκοί· εἰ ἄνθρωπος, καὶ ζῷον· εἰ ζῷον, ἔμψυχον· εἰ ἄνθρωπος ἄρα, ἔμψυχον. Καὶ οἱ κατὰ πρόσληψιν δὲ συλλογισμοὶ |εἰς τὰ τρία σχήματα ἀνάγονται· καθ᾿ οὖ τὸ [*](f. 254r) A, καὶ τὸ B τρίτον γὰρ ἐστιν σχῆμα. Καὶ οὐδὲ διὰ μέσου ἄλλου εἰς τὰ τρία σχήματα Τελοῦσιν οἱ δ᾿ ὅλου ὑποθετικοὶ καὶ οἱ κατὰ πρόσληψιν, καθάπερ πάντες οἱ μικτοὶ ὑποθετικοί, ἀλλὰ διὰ τὴν πλοκὴν τὴν οἰκείαν. πᾶσα ἄρα κατασκευὴ ὑπὸ τὰ τρία σχήματα

ΠΕΡΙ ΥΠΟΘΕΤΙΚΩΝ ΣΥΛΛΟΓΙΣΜΩΝ ΕΚ ΤΟΥ ΜΟΝΟΒΙΒΛΟΥ ΑΜΜΩΝΙΟΥ.

Ἐπειδὴ τοὺς μὲν κατηγορικοὺς συλλογισμοὺς ἀνελλειτῶς ὁ Ἀριστοτέλης ἐλεπτούργησε, Τοὺς ἁπλοῦς πάντας, τοὺς μικτοὺς πάντας, τὰ σχήματα πάντα, τοὺς τρόπους πάντας, τῆς δὲ τῶν ὑποθετικῶν τεχνολογίας οὐ πάνυ φαίνεται φροντίσας (μόνον γάρ Φησιν περὶ αὐτῶν ὅτι οἱ δι᾿ ἀδυνάτου μέρος τῶν ἐξ ὑποθέσεως καὶ ὅτι καὶ οἱ δι᾿ ἀδυνάτου καὶ οἱ ἐπ᾿ εὐθείας ὑποθετικοὶ εἰς τὰ τρία σχήματα ἀνάγονται τῷ δεῖσθαι κατηγορικοῦ συλλογισμοῦ ἢ τὸ ψεῦδος κατασκευάζοντος ἢ τὴν πρόσληψιν) καὶ ἡμῖν παρακελεύεται ἐν τῷ πέρατι τοῦ δευτέρου τυμήματος τοῦ βιβλίου τούτου διελεῖν τοὺς ὑποθετικοὺς λέγων “δεῖ δ᾿ ἐπισκέψασθαι καὶ διελεῖν ποθετικῶν ζητήσωμεν. (??). διὰ [*](2 τὸ alt. scripsi: τῶι P 14 δεικνύουσιν scripsi: δείκνυσιν p ὑποθέσεως scripsi: ὑποθετικῶς P 15 προπαραλαμβανομένας] post προ eras. 2 litt. P 20 δὲ delevi 19 τούτου scripsi: τοῦτο P 21 Ἀριστοτέλους scripsi: ἀριστοτέλης P 35 τῆς Scripsi: τοὺς P γὰρ] ὰρ in ras. P 40 λέγων] c. 29 p. 45b20 41 ποιήσωμεν scripsi: ποιήσομεν P)

68
τί μὴ ἐπλάτυνεν ὁ Ἀριστοτέλης καὶ τὸν περὶ τῶν ὑποθετικῶν λόγον; ἡ ὡς τῶν Στωικῶν ἀκριβωσάντων αὐτούς. ἡ ὅτι οὑδὲ συλλογισμοί εἰσιν ἁπλῶς οὗτοι, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί. ἡ ὅτι ἠρκέσθη τοῖς κατηγορικοῖς· διὰ τούτων γὰρ καὶ οἱ ὑποθετικοί. (??) τίνα τὰ ὀνόματα οἷς οἱ Στωικοὶ κέχρηνται; οὗτοι τοίνυν τὰ πράγματα τυγχάνοντα καλοῦσι· τέλος γὰρ τὸ τυχεῖν τούτων. τὰ νοήματα ἐκφορικά· ταῦτα γὰρ ἐκφέρομεν διὰ τῶν φωνῶν. τὰς φωνὰς λεκτά. τὸ συνημμένον ἢ διεζευγμένον τροπικὸν διὰ τὸ τρόπον ποιεῖσθαι ἀπ’ ἄλλης προτάσεως εἰς ἄλλην. τὸ ἡγούμενον ὁμοίως ἡμῖν ἡγούμενον· τὸ ἑπόμενον λῆγον· τὴν πρόσληψιν ὁμοίως ἡμῖν πρόσληψιν. ὁ δὲ Ἀριστοτέλης μετάληψιν αὐτὴν καλεῖ διὰ τὸ μεταλαμβάνεσθαι ἀπὸ ἀμφιβολίας εἰς [*](f. 254v) ἐνέργειαν· οὐκέτι γὰρ μετὰ ἐνδοιαστικοῦ συνδέσμου λέγεται. καὶ ἄμεινον ὁ Ἀριστοτέλης· οὐ γὰρ ἄλλη παρὰ τὰ προκείμενα προστίθεται, ὥσπερ ἐφεξῆς αὐτὸς καλεῖ κατὰ πρόσληψιν πρότασιν ‘καθ’ οὗ ὁ ἄνθρωπος, κατὰ τούτου, καὶ ζῷον᾿· προστίθεται γὰρ ‘ἄνθρωπος δὲ κατὰ Σωκράτους᾿. ὃ δ’ ἡμεῖς λέγομεν συμπέρασμα, ἐκεῖνοι ἐπιφορὰν καλοῦσι. τοὺς δ’ ὑποθετικοὺς συλλογισμοὺς ἀναποδείκτους καλοῦσι καὶ θέματα. (??) τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῶν κατηγορικῶν συλλογισμῶν καὶ τῶν ὑποθετικῶν. ὃ τοίνυν ἐν τοῖς κατηγορικοῖς αἱ δύο προτάσεις, τοῦτο ἐν τοῖς ὑποθετικοῖς τὸ συνημμένον ἣ διεζευγμένον καὶ ἡ πρόσληψις· ὃ δ’ ἐκεῖ ἡ ἐλάττων, τοῦτο νῦν τὸ ἡγούμενον· καὶ ὃ ἡ μείζων, τοῦτο τὸ ἑπόμενον καὶ ἡ πρόσληψις· καὶ ὃ ἐν τοῖς κατηγορικοῖς ὁ μέσος ὅρος, τοῦτο νῦν ὁ σύνδεσμος ὁ ‘εἰ᾿ τυχὸν ἢ ὁ ‘ἤ᾿ καὶ ἁπλῶς ἡ σχέσις· ποτὲ γὰρ καὶ μετοχὴ συνδεῖ, οἷον ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν. διαφέρουσι δέ, ὅτι ἐν μὲν τοῖς κατηγορικοῖς ἄμφω αἱ προτάσεις ὁμολογούμεναι ἦσαν, καὶ ὅτι τρίτον παρὰ ταύτας τὸ συμπέρασμα κατασκευάζεται, νῦν δὲ μία μόνον σαφής, καὶ ἡ ἑτέρα δι’ αὐτῆς κατασκευάζεται. δ. πόσα τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν; εἰσὶ τοίνυν οὗτοι οἱ ὑπογεγραμμένοι. πρῶτος ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου τὸ ἑπόμενον τιθείς· εἰ ἄνθρωπος, καὶ ζῷον· τὸ δὲ πρῶτον· καὶ τὸ δεύτερον. δεύτερος ὁ ἐξ ἀκολουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον ἀναιρῶν· εἰ ἄνθρωπος, καὶ ζῷον· ἀλλὰ μὴν οὐ ζῷον· οὐδὲ ἄνθρωπος. εἰ μὴ ζῷον, οὐδὲ ἄνθρωπος· ἀλλὰ μὴν ἄνθρωπος· ζῷον ἄρα. οὗτος δὲ καὶ σὺν ἀντιθέσει ἀντιστροφὴ λέγεται. τρίτος ὁ ἐκ διαστάσεως καὶ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει ἀναιρῶν· οὐχὶ καὶ ἄνθρωπος καὶ ἵππος τὸ αὐτό· ἀλλὰ μὴν ἄνθρωπος· οὐκ ἄρα ἵππος. τέταρτος ὁ ἐκ διαστάσεως τῇ θέσει ἀναιρῶν· ἤτοι ἡμέρα ἐστὶν ἡ νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· οὐκ ἄρα νύξ. | πέμπτος ὁ ἐκ διαστάσεως [*](f. 255r) τῇ ἀναιρέσει τιθείς· ἤτοι ἡμέρα ἐστὶν ἡ νύξ· ἀλλὰ μὴν ἡμέρα οὐκ ἔστιν· νὺξ ἄρα ἐστίν. πέντε δέ μόνοι εἰσὶν δι’ αἰτίαν τοιαύτην, ὅτι δύο μὲν ὗλαι ἕνα συλλογισμὸν ποιοῦσιν· εἴτε γὰρ μὴ ἀντίκεινται αἱ προτάσεις, εἴτε ἐμμέσως ἀντίκεινται, ὁ τρίτος συλλογισμὸς γίνεται· μία δὲ ὕλη, τὰ ἄμεσα ἀντικείμενα, δύο ποιεῖ συλλογισμούς, τὸν τέταρτον καὶ τὸν πεμπτον. διεζευγμέναι ἀντικείμεναι οὐκ ἀντικείμεναι ἄμεσα ἔμμεσα Γ κατασκευάζει ἐκ θέσεως ἐξ ἀναιρέσεως Γ Δ Ε [*](7 ποιῆσθαι P 10 ἐνδοαστικοῦ P pr.; corr., ut videtur, P2 15 ὁμοιότηταν P 17 νῦν fol. 198v P (= Pb): τοίνυν P 18. 19 τῷ κατηγορικῷ Pb 19 ὁ alt. ex ἡ corr. Pi 20 οἷον Pb; om. P 22 παρὰ ταύτας Pb: παρ’ αὐτὴν P 22. 23 κατασκευάζεται δι’ αὐτήν Pb 25 δεύτερος scripsi: δεύτερον P 28 διαστάσεως scripsi: διαστάσεων P)
69
ἔ. ἡ αἰτία τῆς τάξεως τῶν ὑποθετικῶν συλλογισμῶν. ἐπειδὴ ἀμείνων ἡ κοινωνία τῆς διαφορᾶς, προηγοῦνται οἱ κατὰ συνέχειαν τῶν κατὰ διάστασιν. καὶ ἐπεὶ ἄμεινον τὸ εἶναι τοῦ μὴ εἶναι, ἐν τοῖς κατὰ συνέχειαν προηγοῦνται οἱ κατασκευαστικοὶ τῶν ἀνασκευαστικῶν. καὶ ἐπεὶ ἄμεινον τὸ καθόλου τοῦ μερικοῦ, ἐν τοῖς κατὰ διάστασιν πρότερος ὁ ἐπὶ τῶν τριῶν ὑλῶν προϊὼν τοῦ ἐπὶ δύο μόνον, καὶ οὗτος τοῦ ἐπὶ μιᾶς μόνον· ἔστιν γὰρ εἰπεῖν ‘οὐχὶ καὶ ἄνθρωπος καὶ ἵππος τὸ αὐτό᾿, ἅπερ οὐκ ἀντίκειται, καὶ ‘οὐχὶ λευκὸν καὶ μέλαν τὸ αὐτό᾿, ἅπερ ἐμμέσως ἀντίκειται, καὶ ‘οὐχὶ ἄρτιος καὶ περιττὸς ὁ αὐτός᾿, ἅπερ ἀμέσως ἀντίκειται. καὶ πῶς ἐν τῇ διαιρέσει ἐπὶ δύο ὑλῶν τὸν τρίτον ἐλαμβάνομεν; ἢ ὅτι ἐὰν ἀμέσως ἀντίκεινται, ἔστι καὶ μὴ χρήσασθαι τῷ τρίτῳ τρόπῳ, ἀλλ’ ἢ τῷ τετάρτῳ ἢ τῷ πέμπτω· εἰ δὲ τὰ ἄλλα δύο τμήματα, οὐκ ἔστιν ἄλλως ἢ διὰ τοῦ τρίτου κατασκευάσαι· εἰς τὰ ἀναγκαῖα οὑν ἡ διαίρεσις, οὐκ εἰς τά ἐνδεχόμενα καὶ παρέλκοντα. (??) ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγή; σύγκειται ἐκ τριῶν συλλογισμῶν, δύο ὑποθετικῶν καὶ ἑνὸς κατη- γορικοῦ, καὶ ὑποθετικῶν τοῦ πέμπτου καὶ τοῦ δευτέρου· καὶ ὁ μὲν πέμπτος τὸ προκείμενον κείμενον δείκνυσιν, ὁ δὲ δεύτερος τὴν πρόσληψιν τοῦ πέμπτου, ὁ δὲ κατηγορικὸς τὸ συνημμένον τοῦ δευτέρου· I διὸ καὶ ὑποθετικὸς λέγεται καίπερ καὶ κατηγορικὸν [*](f. 255r) συλλογισμὸν ἔχων μέρος, ὡς τοῦ προκειμένου διὰ τοῦ πέμπτου τρόπου τῶν ὑποθετικῶν δεικνυμένου, τοῦ δὲ κατηγορικοῦ λήμματος ὄντος. οἷον ἡ διάμετρος τοῦ τετραγώνου τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· διὰ τὸν πέμπτον ἄρα τῶν ὑποθετικῶν ἀσύμμετρός ἐστιν, ὕπερ προέκειτο δεῖξαι· οὐ σύμμετρος δὲ ἡ διάμετρος τῇ πλευρᾷ διὰ ταῦτα· εἰ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός, ὡς δείξω· τὸ δὲ δεύτερον οὐκ ἔστιν· διὰ τὸν δεύτερον ἀριθμὸς καὶ ἄρτιος καὶ περι ἄρα τῶν ὑποθετικῶν οὐδὲ τὸ πρῶτόν ἐστιν. ὅτι δέ, εἰ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, ὁ αὐτὸς ἄρτιος γίνεται καὶ περιττός, τὸ γεωμετρικὸν θεώρημα δείκνυσι διὰ κατηγορικοῦ συλλογισμοῦ. μέρος ἄρα οἱ δι’ ἀδυνάτου τῶν ἐξ ὑποθέσεως, εἰ πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικός, οὐ πᾶς δ’ ὑποθετικὸς δι’ ἀδυνάτου· οὐ γὰρ δὴ καὶ οἱ πέντε τρόποι ἐπ’ εὐθείας ὄντες. λέγεται δ’ ὁ δι’ ἀδυνάτου καὶ κύκλῳ ὡς μὴ τὸ προκείμενον αὐτόθεν δεικνύς. ὁ γὰρ τοῦ προκειμένου συλλογισμὸς ἐπ’ εὐθείας λέγεται, ἐπειδὴ καὶ ἡ εὐθεῖα ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν·

ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΠΡΟΣΛΗΨΙΝ ΥΥΛΛΟΓΙΣΜΩΝ.

Οὖτοι τοίνυν τῶν μὲν κατηγορικῶν ἔχουσι τὸ ἐν πᾶσι τοῖς σχήμασιν εἶναι· ἐν μὲν τῷ πρώτῳ ὃ τῷ Γ παντί, τούτῳ τὸ Α παντί· ἐν δὲ τῷ δευτέρῳ ὃ κατὰ τοῦ Β παντός, τοῦτο καὶ κατὰ τοῦ Γ παντός· ἐν δὲ τῷ τρίτῳ καθ’ οὗ τὸ Α παντός, κατὰ τούτου καὶ τὸ Β· ἀλλὰ συνάγεται νῦν καὶ ἐν δευτέρῳ καταφατικὸν καὶ ἐν τρίτῳ καθόλου, καὶ ἐκ δύο ἀποφατικῶν ἐν πᾶσι, καὶ τῷ ὑπάρχειν ἡ ἀνυπαρξία συνάγεται· τῶν δὲ ὑποθετικῶν ἔχουσι τὸ συνῆφθαι τὰς προτάσεις καὶ τὸ τὴν ἑτέραν διὰ τῆς ἑτέρας κατασκευάζεσθαι· ἀλλ’ οὔτε δι’ ὅλου ὑποθετικοί εἰσιν, οὔτε ὑπὸ τοὺς πέντε τρόπους ἀνάγοντι.

Οἱ κατὰ πρόσληψιν κατηγορικοί εἰσιν ὡς γινόμενοι κατὰ τὰ τρία σχήματα οὐκ εἰσὶν κατηγορικοὶ ὡς μὴ σώζοντες τὰ ἵδια | τῶν σχημάτων. ὑποθετικοὶ δέ εἰσιν [*](f. 256r) διὰ τὸ συνῆφθαι τὰς δύο προτάσεις καὶ τὴν ἑτέραν διὰ τῆς ἑτέρας ·κατασ·κευάζεσθαι· οὐκ εἰσὶν ὑποθετικοί. οὔτε γὰρ δι’ ὅλου οὔτε μὴ δι’ ὅλου· τὸ δὲ δεύτερον, ἐπειδὴ μὴ τελοῦσιν ὑπὸ τοὺς πέντε τρόπους.

[*](2 ἄμεινον] α in ras. P 15. 16 καίπερ κατηγορικοῦ συλλογισμοῦ f. 197vP (= Pb) 18 ἢ prius Rb: om. R 18. 19 τὸν e Rb cf. vs. 21: τοῦ (??) R 20 ἡ διάμετρος alt. om. Rb 21 post ἄρτιος add. ἐστιν P b 23 post τὸ add. ἐν τωι ῑ τῶν στοιχείων βιβλίον (sic) P b 24 ὁ Pb 34 καθόλου Rb: καθοῦ R ὑπάρχειν Pb: ὑπάρχει R 42 post τρόπους add. τοὺς μὴ δι’ ὅλου P b)
70
[*](p. 41b6)

Ἔτι δὲ ἐν παντὶ δεῖ. θεωρήματα κοινὰ παραδίδωσι τῶν τριῶν σχημάτων. πρῶτον οὐ γίνεται συλλογισμὸς ἄνευ καθόλου προτάσεως· ὁ γὰρ ἐκ δύο μερικῶν οὐ συλλογίζεται· καὶ ἣ οὐ τὸ προκείμενον, ἡ τὸ ἐν ἀρχῇ αἰτεῖται. εἰ γὰρ δεῖ δεῖξαι τὴν μουσικὴν ἡδονὴν σπουδαίαν, <ἂν> οὕτως εἴπῃ ‘ἡ μουσικὴ ἡδονὴ ἡ] ἐστιν· ἡ ἡδονὴ σπουδαία· ἡ μουσικὴ ἄρα ἡδονὴ σπουδαία ἐστίν᾿, οὐ συλλογίζεται· δέδεικται γὰρ ὅτι ἐκ δύο μερικῶν οὐδὲν ἀναγκαῖον συνάγεται. ἔπειτα δέ, ὅταν λέγῃ ‘ἡ ἡδονὴ σπουδαία ἐστιν᾿, εἰ μὲν πρὸς τὴν γεωμετρικὴν ἡδονὴν ἀποβλέψας φησίν, οὐ τὸ προκείμενον συνάγεται· εἰ δὲ πρὸς τὴν μουσικὴν ἡδονήν, τὸ ἐν ἀρχῇ αἰτήσεται. ἄμεινον δὲ μὴ τρία τμήματα ποιεῖν ἀλλὰ δύο· πάντως γὰρ οὐ συλλογίζεται· ᾗ δὲ <οὐδέν,> οὐδὲ τὸ προκείμενον· ἢ τὸ προκείμενον μέν, μετὰ δὲ τοῦ[το] τὸ ἐν ἀρχῇ αἰτεῖσθαι. μὴ οὖν λεγέτωσαν οἱ γεωμέτραι ‘ἐπειδὴ τὸ Α τῷ Β ἴσον, τὸ δὲ Β τῷ Γ ἴσον, καὶ τὸ Α ἄρα τῷ Γ ἴσον᾿· ἀληθῆ γὰρ συλλογίζονται οὐ διὰ τὴν πλοκὴν ἀλλὰ διὰ τὴν ὕλην· διὸ καὶ οἱ Στωικοὶ ἀμεθόδως περαίνοντάς | φασιν αὐτούς· ἀλλὰ τὰς δύο μερικὰς [*](f. 256v) μίαν μερικὴν ποιείτωσαν καὶ προστικθέτωσαν τὴν καθόλου· οἷον τὰ ΑΒ τῷ αὐτῷ ἴσα· πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα· τὰ ΑΒ ἄρα ἴσα ἀλλήλοις. ἢ ὡς ἡ λέξις, μὴ λεγέτωσαν ‘ἐπειδὴ αἰδὲ αἱ τῶν ἡμικυκλίων ἴσαι, ὧν αἵδε αἱ τοῦ τμήματος ἴσαι, λοιπαὶ ἄρα αἵδε αἱ πρός τῇ βάσει τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι᾿· οὕτω δὲ μᾶλλον αἰδὲ αἱ τοῦ ἰσοσκελοῦς καταλείπονται ἀπὸ ἴσων ἴσων ἀφῃρημένων· πάντα τὰ καταλειπόμενα μετὰ ἀφαίρεσιν ἴσων ἀπὸ ἴσων ἴσα ἐστίν· αἵδε ἄρα τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι εἰσίν᾿. μερικὸν δὲ τὸ τόδε τῷδε ἴσον οὐ διὰ τὸ δεικτικόν ἐπὶ γὰρ τῶν καθόλου ποιοῦνται τὸν λόγον πανταχοῦ οἱ γεωμέτραι), ἀλλ’ ὅτι τὸ ἀπροσδιόριστον ἰσοδυναμεῖ τῷ μερικῷ.

Δεύτερον κοινὸν τῶν τριῶν σχημάτων. τὸ συμπέρασμα οὐ πάντως ἔοικε μιᾷ τῶν προτάσεων, οὐδὲ κατὰ ποσὸν οὐδὲ κατὰ ποιόν· κατὰ μὲν τὸ ποσόν, ἐπειδὴ ἐν τρίτῳ σχήματι ἐξ ἀμφοτέρων καθόλου μερικὸν συνάγεται· κατὰ δὲ τὸ ποιόν, ἐπειδή, εἰ καὶ κατὰ τὸ καταφατικὸν καὶ ἀποφατικὸν καὶ ὑπάρχον καὶ ἀναγκαῖον καὶ ἐνδεχόμενον ἢ ἀμφοτέραις ταῖς προτάσεσιν ἔοικεν ἢ μιᾷ πάντως, οὐ δήπου καὶ κατὰ τὸ ψεῦδος καὶ ἀληθές, ἅπερ καὶ αὐτὰ ποιά εἰσιν καὶ τρόποι· ἀληθὲς γὰρ καὶ ἐξ ἀμφοτέρων ψευδῶν συνάγεται.

Ὅτι εἰπὼν ἐκ δύο ἀποφάσεων ἢ μερικῶν μὴ γίνεσθαι συλλογισμὸν μόνον τὸ δεύτερον ἐπεξργάζεται. κείσθω γάρ, τουτέστιν προκείσθω εἰς ζήτησιν, εἰ ἡ μουσικὴ ηοονη σπουδαία ἐστίν.

ΑΓ, ΒΔ καλεῖ τὰς τῶν ἡμικυκλίων γωνίας, ΓΔ τὰς τοῦ τμήματος, EZ τὰς τοῦ τριγώνου· καὶ τὰ στοιχεῖα γὰρ τῶν γωνιῶν τῶν ἡμικυκλίων διαιρεῖ εἰς τὰ στοιχεῖα τῶν γωνιῶν τοῦ τμήματος καὶ τοῦ τριγώνου· τὰς δὲ πλευρὰς τοῦ τριγώνου ΑΒ καλεῖ. τρεῖς εἰσι συλλογισμοί· αἱ ΑΓ, ΒΔ γωνίαι ἡμικυκλίων ἴσων εἰσὶν γωνίαι· πᾶσαι αἱ τῶν ἴσων ἡμικυκλίων | γωνίαι ἴσαι· αἱ ΑΓ, ΒΔ ἄρα γωνίαι ἴσαι πάλιν αἱ ΓΔ τοῦ f. 257r αὐτοῦ τμήματός εἰσιν γωνίαι· πᾶσαι αἱ τοῦ αὐτοῦ τμήματός εἰσι γωνίαι ἴσαι διὰ τὴν έ] ἐφαρμογήν· πάλιν] αἱ ΓΔ ἄρα γωνίαι ἴσαι. πάλιν αἱ EZ τοῦ τριγώνου γωνίαι καταλείπονται μετὰ ἀφαίρεσιν ἴσων ἀπὸ ἴσων· πάντα τὰ καταλειπόμενα κατὰ ἀφαίρεσιν [*](2 ὁ] οὐ (sic) P 3 ἡ alt. scripsi: ἦι P 4 ἄν addidi ἡ alt. delevi 9 τμῆμα in fine versus P οὐδέν addidi 10 τοῦ scripsi: τοῦτο P 12 ἀλληθῆ P 15 ἴσαι (post ἀλλ.) P 19 ἀφαίρεσιν] ι alt. ex εἰ corr. 21 πανταχοῦ e versu antecedenti, ubi post ἴσον supra τὸν λόγον positum est, hue transposui οἱ scripsi: οἷον P 24 οὔτε—οὐ f. 199v P (=Pb) Pb) 25 καὶ Pb: ora. P 28 εἰσιν cm. Pb 38 πᾶσαι—γωνίαι in mrg. sup. repetit P 39 ἑ delevi πάλιν prius ut e vs. 37 translatum delevi EZ scripsi: ΕΖ P item que p. 71,1 40 an etiam alt. loco μετὰ? cf. vs. 19)

71
ἴσων ἀπὸ ἴσων ἴσα ἐστίν. καὶ αἱ EZ ἄρα τοῦ τριγώνου γωνίαι ἴσαι εἰσίν· ὅπερ * * * δὲ οὕτω λέγειν φασί τινες ‘ἐπειδὴ αἱ ΑΓ, ΒΔ ἴσαι, ὧν αἱ ΓΔ ἴσαι, λοιπαὶ ἄρα αἰ EZ γωνίαι τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι εἰσίν᾿ διχῶς ἁμαρτάνοντες· καὶ γὰρ ἄμφω μερικαί, ἐπειδὴ ἀπροσδιόριστοι· καὶ ὅτι τὴν μείζονα παρῆκαν τὴν τὸ κῦρος ἔχουσαν ὲν τοῖς συλλογισμοῖς καὶ ἀξιώματος λόγον ἐπέχουσαν, τὴν δὲ ἐλάττονα διεῖλον εἰς δύο· καὶ ἐντεῦθεν τὸ ὲν ἀρχῇ αἰτοῦνται· ὃ γὰρ μὴ ἔδειξαν, οἴονται δεδειχέναι·

p. 41b30 Ἀλλὰ καὶ τῷ ἀναγκαίαν ἢ ὑπάρχουσαν ἢ ἐνδεχομένην. πῶς οὖν ἐν δευτέρῳ σχήματι καὶ τρίτῳ ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ἀναγκαίου τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγεται; ἡ καὶ τότε ἔοικεν· τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὃ φέρεται καὶ κάτα τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί· ἀμφοτέραις οὖν ἔοικεν·

p. 41b31 Ἐπισκέφασθαι δὲ καὶ τὰς ἄλλας κατηγορίας. οἶδεν ἄρα καὶ αὑτὸς ὅτι οὐκ ἀεὶ ἕπεται τὸ συμπέρασμα μιᾷ τῶν προτάσεων κατὰ τὸ ποιόν, εἴ γε ἀληθὲς ἐκ ψευδῶν συνάγεται. τοὺς δὲ τρόπους κατηγορίας ἐκάλεσεν, ἐπεί, <εἰ> τὸ ὑποκεῖσθαι ὕλης, τὸ κατηγορεῖσθαι εἴδους ἄν εἴη, ταὐτὸν δ’ εἰπεῖν ποιοῦ ἢ τρόπου.

p. 41b 33 Ὅτι δυνατὸν καλεῖ τὸν ἀτελῆ ὡς δυνάμει τέλειον·

p. 41b36 Δῆλον δὲ καὶ ὅτι πᾶσα ἀπόδειξις. δείξας ὅτι πᾶς κατηγορικὸς ἀπλοῦς συλλογισμὸς δι’ ἑνὸς τῶν τριῶν σχημάτων γίνεται καὶ ὅτι καὶ πᾶς ὑποθετικός, δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας, ταὐτὸν δ’ εἰπεῖν σύνθετός τε καὶ ἁπλοῦς, ὑπὸ τὰ τρία σχήματα ἀνάγεται διὰ μέσου ἁπλοῦ 1 κατηγορικοῦ τοῦ κατασκευάζοντος ἣ τὸ [*](f. 257v) συνημμένον, ὡς ἐν τοῖς δι’ ἀδυνάτου, ἡ τὴν πρόσληψιν, ὡς ἐν τοῖς ἐπ᾿ εὐθείας, τὸ λοιπὸν δείκνυσι νῦν, ὅτι πᾶς σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται διὰ μέσου τοῦ προσεχῶς δεικνύντος, ὃς πάντως ἐκ τριῶν ὅρων ἐστίν· καὶ πρότερον τῷ ἀντικειμένῳ συνηγορεῖ, ὅτι ὁ κατηγορικὸς συλλογισμὸς ὁ προσεχῶς δει- κνὺς δύναται ἐκ πλειόνων ὅρων εἶναι ἢ τριῶν· καὶ γὰρ καὶ τῇ σχέσει δύναται ἐκ πλειόνων εἶναι ἢ τριῶν καὶ τῷ ὑποκειμένῳ. τῇ μὲν σχέσει, ἐπειδὴ ἐνδέχεται δεῖξαι οὐ πάντα ἄνθρωπον λευκὸν διὰ τοῦ αὐτοῦ μέσου, τοῦ Αἰθίοπος, ἐν τοῖς τρισὶ σχήμασιν, ὡς ὑπο- γέγραπται· διὰ γὰρ τοῦτο μερικὸν ἀποφατικὸν εἴληπται τὸ πρόβλημα ὡς μόνον τῶν προβλημάτων ἐν τοῖς τρισὶ σχήμασι δεικνύμενον. οἱ τρεῖς οὑν ὅροι τῷ ὑποκειμένῳ τῇ σχέσει ἐννέα γεγόνασι. καὶ λύει λέγων ὅτι πολλοί εἰσιν οἱ συλλογισμοί τρεῖς γάρ), προέκειτο δὲ δεῖξαι οὐ τὸ πολλοὺς συλλογισμοὺς ἐκ τριῶν ὅρων, ἀλλὰ τὸ ἔνα συλλογισμὸν ἐκ τριῶν ὅρων πάντως. δευτέρα συνηγορία. καὶ τῷ ὑποκειμένῳ δύνατον πλείονας τῶν τριῶν εἶναι τοὺς ὅρους τοῦ συλλογισμοῦ , εἴ γ’ ἐνδέχεται τὸ αὐτὸ πρόβλημα ἄλλοτε δι’ ἄλλου μέσου δεικνύναι, ὡς ὁ Πλάτων τὴν ἀθανασίαν τῆς φυχῆς ἐν μὲν τῷ Φαίδωνι διὰ μέσου τοῦ ζωὴν ἐπάγειν τῷ σώματι· οὐδὲν γὰρ ἐπιδέχεται τὸ ἐναντίον οὗ ἐπάγει ὅπου τὸ αὐτοκίνητον ἀθάνατον]· ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας εἰπών. ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται· τοὐναντίον γὰρ δοκοῦσιν οἱ κακοὶ καὶ ζωτικώτεροι εἶναι καὶ μόνοι ζῆν διὰ τὰς πλεονεξίας καὶ τὴν τρυφήν· τὸ μὴ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας ἄφθαρτόν ἐστιν, ἐπειδὴ πᾶν τὸ φθεειρόμενον ὑπὸ τῆς ἰδίας κακίας φθείρεται, ὡς ὁ σίδηρος καὶ ὁ χαλκὸς ὑπὸ τοῦ ἰοῦ, ὁ σῖτος ὕπο | [*](1 supple ἔδει δεῖξαι ἀντὶ et post 2 δὲ adde τοῦ 2 ΒΔ scripsi: BF P 12 δὲ δεῖ Arist. (sed om. δεῖ n) 14 εἰ addidi 19 συλλογισμὸς scripsi: συλλογισμῶν P Ο 23 λεῖπόν P 26 ἐκ prius superscr. P 27 τῷ ὑποκειμένῳ scripsi: τὸ ὁποκείμεν P 30 ἐν scripsi: μὲν P 32 τὸ prius scripsi: τοὺς P 33 δυνατὸν] ὁ, ut videtur, ex ἁ corr. P 36 φαίδονι P; c. 54 p. 105 C.D 37 ὅπου—ἀθάνατον delevi ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας] c 9. 10 p. 608 D—611 Α)

72
τῆς ἐρυσίβης. ἀλλὰ νῦν πάλιν πολλοὶ οἱ συλλογισμοί, ὅσῳ καὶ αἱ προτάσεις τῶν [*](f. 258r) συλλογισμῶν μᾶλλον διεστήκασιν ἀλλήλων, καὶ ὅσα τὰ μέσα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. καὶ τὸ αὐτὸ μὲν πρόβλημα διὰ πλειόνων ὅρων ἢ τριῶν, οὐ μὴν ὁ εἴς συλλογισμὸς περὶ οὗ ὁ λόγος. τρίτη συνηγορία. ἐνδέχεται κατηγορικὸν συλλογισμὸν διὰ πλειόνων ἢ τριῶν ὅρων προβαίνειν, ὡς ὁ Πλάτων ἐν Φαιδρῷ τὴν ψυχὴν ἀθάνατον ἀπέδειξε διὰ μέσου τοῦ αὐτοκινήτου καὶ ἀεικινήτου. ἀλλὰ πάλιν δύο εἰσὶ συλλογισμοί, ὅτι ἡ ψυχὴ ἀεικίνητον διὰ μέσου τοῦ αὐτοκινήτου, καὶ ὅτι ἀθάνατος διὰ μέσου τοῦ ἀεικινήτου.

Ὅτι δὲ πᾶς συλλογισμὸς ἐκ δύο προτάσεων προσεχῶν, οὕτως δείκνυσιν· εἰ γὰρ δυνατόν συναγέσθω τὸ E ἐκ τεττάρων προτάσεων προσεχῶν τῶν ΑΒ ΓΔ· αἱ ΑΒ προτάσεις τοίνυν ἢ συνάγουσί τι ἡ οὐ συνάγουσι· ἀλλ’ εἰ μὲν μὴ συνάγουσί τι, μάτην εἰλημμέναι εἰσίν· εἰ δὲ συνάγουσί τι, ἡ τὸ E συνάγουσιν ἢ μίαν τῶν ΓΔ λοιπῶν προτάσεων ἡ ἄλλο τι παρὰ ταῦτα· ἀλλ’ εἰ μὲν τὸ E, ἔχομεν τὸ ζητούμενον, ὅτι ἐκ δύο προτάσεων συλλογισμός· εἰ δὲ ἓν τῶν ΓΔ, οὐκέτι προσεχής ἐστιν ὁ συλλογισμὸς οὐδ’ ἁπλοῦς ἀλλὰ σύνθετος ἐκ προσυλλογισμοῦ· εἰ δὲ ἄλλο παρὰ τὸ Ε καὶ τὰ ΓΔ συνάγει τὰ ΑΒ, νῦν οὐ μόνον πολλοί εἰσιν οἱ συλλογισμοί, καθάπερ καὶ ἐπὶ τῆς δευτέρας ὑποθέσεως, ἀλλὰ καὶ ἀσύναπτοι πρὸς ἀλλήλους. ἁ δὲ ἐπὶ τῶν ΑΒ εἴρηται, ἁρμόσει καὶ ἐπὶ τῶν ΓΔ· πάλιν γὰρ τἄ ΓΔ ἢ συνάγει τι ἢ οὐ συνάγει· καὶ εἰ μὲν μὴ συνάγει, μάτην εἴληπται· εἰ δὲ συνάγει, εἰ μὲν τὸ E, παρέλκουσιν αἱ ΑΒ προτάσεις, καὶ ἐκ δύο προτάσεων προσεχῶν πᾶς συλλογισμός· εἰ δὲ ἓν τῶν ΑΒ, πολλοὶ ἔσονται οἱ συλλο- γισμοί, ὁ μὲν προσυλλογισμός, ὁ δὲ τοῦ προκειμένου· εἰ δὲ ἄλλο παρὰ τὰ ΑΒ, ἐναργῶς πολλοί εἰσιν οἱ συλλογισμοί· καὶ γὰρ ἀσύναπτοι πρὸς ἀλλήλους οἱ συλλογισμοί, καὶ οὐκ ἐκκρούει ἓν φαντάζουσα ἡ συνέχεια τῶν προτάσεων.

Καὶ ὅτι πᾶσα ἀπόδειξις. πᾶσαν κατασκευὴν | ἀπόδειξιν ἐκάλεσεν.

[*](f. 258v)

p. 41b37 ἐὰν μὴ δι᾿ ἄλλων καὶ ἄλλων. ἢ τῇ σχέσει, ὡς ἐν τῇ πρώτῃ συνηγορίᾳ, ἢ τῷ ὑποκειμένῳ, ὡς ἐν τῇ δευτέρᾳ.

p. 41b38 Οἶον τὸ E τῶν ΑΒ καὶ τῶν ΓΔ. τοῦτο παράδειγμα τῆς δευτέρας συνηγορίας τῆς τὸ αὐτό, τὸ E τυχόν, συναγούσης δι’ ἄλλων καὶ ἄλλων ὅρων τῷ ὑποκειμένῳ, οἷον τῶν ΑΒ καὶ ΓΔ· καὶ γὰρ τὰ ΑΒ τῶν ΓΔ τῷ ὑποκειμένῳ διαφέρει.

p. 41b39 Ἤ διὰ τῶν ΑΒ καὶ ΒΓ καὶ ΑΓ. τοῦτο παράδειγμα τῆς πρώτης συνηγορίας, ὅπου τὸ αὐτὸ συνάγεται, οἷον τὸ E, δι’ ἄλλων καὶ ἄλλων τῇ σχέσει μόνον· διὸ καὶ ἕνα κοινὸν ὅρον ἔχουσι καὶ ἕνα διάφορον τὰ ΑΒ καὶ ΒΓ καὶ ΑΓ· καὶ γὰρ τὸ δεύτερον πρῶτον γίνεται τῆς μείζονος ἀντιστραφείσης, τὸ δὲ τρίτον τῆς ἐλάττονος. ΑΒ οὖν τὸ πρῶτον σχῆμα, καὶ Α μὲν ἡ μείζων πρότασις, Β δὲ ἡ ἐλάττων· καὶ ἐν μὲν τῷ δευτέρῳ σχήματι τῷ ΒΓ ἡ ἐλάττων τοῦ ΑΒ ἔμεινε, τὸ Β· ἐν δὲ τῷ τρίτῳ σχήματι τῷ ΑΓ ἡ μείζων ἔμεινε τοῦ ΑΒ, τὸ Α.

p. 41b40 τούτων δ’ ὄντων οὐχ εἷς ἀλλὰ πολλοί εἰσιν οἱ συλλογισμοί. ἡ λύσις τῶν δύο συνηγοριῶν, ὅτι οὐκ ἔμεινεν εἴς ὁ συλλογισμός, εἰ καὶ τὸ πρόβλημα.

p. 42a1 Ἤ πάλιν ὅταν ἑκάτερον ἡ τρίτη συνηγορία ἡ καὶ πιθανωτέρα, διὸ καὶ ἰδικῆς λύσεως αὐτὴν ἀξιοῖ, ἡ ἑνὸς συλλογισμοῦ ἐμμέσους τὰς προτάσεις λαμβάνουσα. βάνουσα. καὶ λύει τοῦτο λέγων τρεῖς εἶναι τοὺς συλλογισμούς, ἐπειδὴ καὶ τρία τὰ συμπεράσματα, αἱ δύο προτάσεις καὶ τὸ συπέρασμα· αἱ μέν γὰρ τῶν προσυλλογισμῶν εἰσι συμπεράσματα, τὸ δὲ τοῦ συλλογισμοῦ.

[*](1 ἐρισύβης P πάλιν scripsi: πλέον P ἐν Φαιδρῷ] c. 24 p. 245 C sq. 14 προσεχής] ἡ in ras. P 39 συνηγοριῶν scripsi: συνηγόρων P δύ Ρ)
73

p. 42a3 Ἤ τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ. οἶον εἰ πρόβλημα εἴη ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ καὶ εἴπωμεν· ἡ ἰατρικὴ τέχνη ἐστίν, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, καὶ ἡ ἰατρικὴ ἄρα· καὶ τὴν μὲν ἐλάττονα κατασευάσομεν διὰ συλλογισμοῦ· ἡ ἰατρικὴ μέθοδος ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη, καὶ ἡ ἰατρικὴ ἄρα τέχνη· τὴν δὲ μείζονα, ὅτι πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, δι’ ἐπαγωγῆς· καὶ γὰρ γεωργία καὶ ὑφαντική. ἢ ὡς ὁ Πλατῶν ἐν τῇ Πολιτείᾳ· τοῦ γὰρ Θρασυμάχου εἰπόντος τὴν δικαιοσύνην κακοβουλίαν αὐτὸς κατασκευ|άζει τὸν δίκαιον φρό- [*](f. 259r) νιμον εἰπὼν οὕτως·

  1. δίκαιος τοῦ μὲν ὁμοίου <οὐκ> ἐθέλει πλέον ἔχειν φρόνιμος
  2. τοῦ δ’ ἀνομοίου ἐθέλει πλέον ἔχειν.
καὶ τῶν προτάσεων τούτων τὴν μὲν ἐλάττονα κατασκευάζει μέσον λαβὼν τὸ ἀπονεμητικὸν τοῦ κατ’ ἀξίαν, τὴν δὲ δευτέραν δι’ ἐπαγωγῆς τοῦ ἰατροῦ, τοῦ μάντεως, του γεωμέτρου.

p. 42a6 Εἰ οὑν πλείους ἀλλ᾿ εἶς. τις, φησίν, τὸν διὰ πέντε ὅρων συλλογισμὸν ἢ ὁποσωνοῦν ἕνα λέγοι ἀποβλέπων πρὸς τὴν συνέχειαν τῶν προτάσεων, οὐ φθονήσομεν αὐτῷ τοῦ ὀνόματος, πλὴν εἷς ἐστιν πόρρω, οὐχ εἷς προσεχής· τοῦτο γὰρ δηλοῖ τὸ οὕτω μὲν ἐνδέχεται καὶ τὸ ὡς δὲ τὸ Γ διὰ τῶν ΑΒ, ἀδύνατον. καὶ ὅτι μή ἐστιν εἷς προσεχής, ἐπάγει τὴν ἀπόδειξιν. τῶν ΑΒ ΓΔ τεσσάρων προτάσεων τὸ E συναγουσῶν αἱ ΑΒ, φησίν, ἢ συλλογιστικῶς συμπεπλεγμέναι εἰσὶν ὡς εἶναι τὴν μὲν μείζονα τὴν δ’ ἐλάττονα, ἀνθ’ ὧν αὐτὸς εἶπεν ὅλην καὶ μέρος, ἢ ἀσυλλογίστως. καὶ εἰ τὸ πρῶτον, ἢ τὸ E συνάγουσιν ἢ θάτερον τῶν ΓΔ ἢ ἄλλο παρὰ ταῦτα. καὶ μόνον τὸ πρῶτον ἀναιρεῖ λέγων ὅτι καὶ πῶς ὑπόκειται τὸ E ἐκ τῶν ΑΒ ΓΔ ἐκ μόνων τῶν ΑΒ συναγόμενον, καὶ πρὶν τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ ἀνελεῖν μέτεισι καὶ ἐπὶ τὰ ΓΔ· καὶ ταῦτα γὰρ ἡ συνάγει τι ἡ οὔ. καὶ εἰ συνάγει, ἢ τὸ E ἡ θάτερον τῶν ΑΒ ἡ ἄλλο παρὰ ταῦτα. καὶ εἰ μὲν τῶν ΑΒ θάτερον, πλείους ἔσονται οἱ συλλογισμοί, ἐπειδὴ καὶ τὰ συμπεράσματα, καὶ προσυλλογισμὸς ὁ ΓΔ τοῦ ΑΒ ΓΔ. εἰ δὲ τὸ E, εἰ μέν εἰσιν οἱ συλλογισμοὶ ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ὡς ἐνδέχεται ἕνα εἷναι, τῷ ταὐτὸ συνάγειν, οὐ μὴν κατ’ ἀλήθειαν εἷς εἰσιν· ἐνδείκνυται δὲ τοὺς ἐπὶ τοῦ Αἰθίοπος ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὺς διὰ τῶν αὐτῶν ὅρων. εἰ δὲ τὰ ΓΔ μηδὲ θάτερον τῶν ΑΒ ἀλλ’ ἄλλο τι παρὰ ταῦτα, οὐ μόνον πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ἀλλὰ καὶ ἀσύναπτοι ἀλλήλοις. εἰ δὲ τὰ ΓΔ οὐδὲν συνάγει, μάτην εἴληπται ἐν συλλογισμῷ, εἰ μὴ ἄρα ἐπαγωγῆς | χάριν f. 259v ἢ κρύψεως ἢ δι’ ἄλλο τι τοιοῦτον παρείληπται. εἶτα ἄνεισι πάλιν ἐπὶ τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ. καὶ ἐπαγωγῆς μέν, ὡς πᾶσαν τέχνην χρήσιμον ἐδείξαμεν τῷ βίῳ διὰ γεωργίας καὶ ὑφαντικῆς. κρύψεως δὲ χάριν, ὅτι οὐ δεῖ συνεχεῖς τὰς δύο προτάσεις ἐρωτᾶν, ἐπεὶ συναισθόμενος ὁ ἐρωτώμενος ἐνστατικώτερος γίνεται, ἀλλὰ χρὴ ἐν μέσῳ τινὰ παρεμβαλεῖν οἰκείαν τῇ ἐρωτηθείσῃ προτάσει, εἶτα τὴν ἄλλην ἐπαγαγεῖν· ἴον εἰ πρόβλημα εἴη ὅτι ἡδονὴ ἀγαθόν, καὶ λάβωμεν ὅτι ἡ ἡδονὴ ἐφετόν, μὴ εὐθὺς ἴπωμεν ‘τί οὖν; πᾶν ἐφετὸν ἀγαθόν;᾿, ἀλλὰ ἐφετοῦ κατατείνωμεν λόγον, ὅτι καὶ τὸ καλὸν ἐφ’ ἑαυτὸ καλεῖ καὶ ἀγαθόν ἐστιν ἐφ’ ὃ πάντα ἄγαν θεῖ. καὶ εἴ τις βουλόεμενος δεῖξαι τὴν ὑγείαν ἀγαθὸν εἴπῃ ‘ἡ ὑγίεια τῷ ἀγαθῷ ἀνδρὶ ἀγαθόν᾿, μὴ εὐθὺς ἐπαγέτω ‘τὸ δὲ τῷ τοιούτῳ ἀγαθὸν καὶ ὄντως ἀγαθόν ἐστιν᾿, ἀλλ’ ὲν μέσῳ λεγέτω πῶς γίνεται ἡ ὑγίεια, ὅτι τοῦ ἰατροῦ τοῖς στοιχείοις καὶ τοῖς χυμοῖς δικάζοντος· ποτὲ δὲ καὶ δι’ οἰκονομίαν. οἷον αἱ ἀρεταὶ δι’ αὑτὰς αἱρεταί, κἄν μὴ ἐπικάρπιαι ὦσι· [*](1 τῶι μὲν P 4 ὁδῶ ποιητικὴ utrobique P 6 ἐν τῇ Πολιτείᾳ] I 20 p. 349 Β sq. 9 οὐκ addidi 20 ὅλον Arist. 20. 21 ἀσυλλογίστως scripsi: ἀσυλλογίστους P 21 εἰ scripsi: ἡ P 28 τῷ ταὐτὸ scripsi: τῶι αὑτὸ ὁ in ras. ex ω corr.) P 33 ἄνισι P 34 τῶν scripsi cf. vs. 23: τοῦ P 35 οὐ δεῖ scripsi: οὐδεὶς P 37 ἐπαγαγεῖν scripsi: ἐπαγωγὴν P 38 fort, <ἡ> ἡδονὴ 39 κατατείνωμεν] α in ras. P 42 ἐπαγέτω scripsi: ἐπάγειν P 43 τοῖς τοιχείοις P)

74
ποτὲ καὶ διὰ τὸ ξηρὸν τοῦ διαλεκτικοῦ λόγου τοῦ καλλωπισμοῦ χάριν τοῦ λόγου ἐπεντίθεται. τίθεται. ποτὲ δὲ καὶ διὰ σαφήνειαν, ὡς ἐν ταῖς παραβολαῖς, ὅτι ὡς μία αἴσθησις τῶν ἐναντίων. οὕτω καὶ ἐπιστήμη ποτὲ καὶ διὰ τὸ πρὸς ἐπίδειξιν ὁρᾶν τὸν λόγον ὀγκοῦμεν αὐτὸν ταῖς παρεμβολαῖς.

p. 42 a 24 Εἰ δὲ εκ τῶν ΑΒ μὴ τὸ Ε ἀλλ᾿ ἄλλο τι γίνεται συμπέρασμα, ἐκ δὲ τῶν ΓΔ ἢ τούτων θάτερον ἢ ἄλλο παρὰ ταῦτα. ἄνεισι πάλιν ἐπὶ τὰ ΑΒ καὶ τὰς λοιπὰς ὑποθέσεις διελέγχει· μίαν γὰρ μόνην ἤλεγξε τὴν συνάγουσαν τὸ E. ἐὰν γάρ. φησίν, τὰ ΑΒ μὴ τὸ E συνάγῃ ἀλλ’ ἄλλο τι, ἐκ δὲ τῶν ΓΔ τοῦτο τὸ ἄλλο ἢ θάτερον τύχῃ ὂν ἡ ἀλλαχοῦ καὶ παρὰ ταῦτα, εἰ μὲν ἓν τῶν ΓΔ, προσυλλογισμός ἐστι τοῦ συλλογισμοῦ, καὶ διὰ τοῦτο οὐχ εἷς ὁ συλλογισμὸς ἀλλὰ πολλοί· εἰ δὲ ἄλλο παρὰ τὰ ΓΔ, καὶ μάτην ἐστὶν εἰλημμένα τὰ ΑΒ, εἰ διὰ τὸ E εἴληπται, | μήτε [*](f. 260r) δὲ τοῦτο συνάγει μήτε ἄλλο συνάγον αὐτό.

p. 42a28 Et δὲ μηδὲν γίνεται ἐκ τῶν ΓΔ. γραφικόν ἐστιν ἐξ ἀρχῆς τὸ ἁμάρτημα· ἔδει γὰρ εἰπεῖν ἐκ τῶν AB · εἴρηται γὰρ ἤδη περὶ τῶν ΓΔ, τί ἕπεται, εἰ μηδὲν συνάγουσιν· ἐπὶ δὲ τῶν ΑΒ οὐκ εἴρηται. καὶ ἔστιν ὅσον ἐπὶ τῇ φερομένῃ γραφῆ καὶ ἀδολεσχῶν ὁ Ἀριστοτέλης καὶ παραλιμπάνων, τὸ μὲν δὶς λέγων, τὸ δὲ μη- δὲ ἅπαξ.

p. 42a34 Εἰ μὴ προσλαμβάνοιτο, τουτέστιν εἰ μὴ πάλιν κρύψεως ἢ ἐπαγωγῆς ἢ καλλωπισμοῦ χάριν τοῦ λόγου λαμβάνοιτο.

p. 42 a 35 Ὃς οὖν συλλογισμὸς μὴ δύο προτάσεις ἔχει, ἤτοι τρεῖς ὅρους μόνον τοὺς τὸ κύριον συμπέρασμα συνάγοντας εἰσὶν γὰρ καὶ ἄκυρα συμπεράσματα, ὡς τὰ τῶν προσυλλογισμῶν), οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται, ὡς εἴ τις πολλὰς καθ’ ἕκαστα προτάσεις λαμβάνοι μηδὲν κοινὸν ἐχούσας, ἡ περιττὰ τῶν ἀναγκαίων ἠρώτησεν, ὡς εἴ τις βουλόμενος δεῖξαι ὅτι ὁ ἄνθρωπος ζῷον εἴπῃ ‘ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν ζῷον, τὸ ζῷον ἔμψυχον, ὁ ἄνθρωπος ἄρα ζῷον᾿· περιττὴ γὰρ ἡ λέγουσα τὸ ζῷον ἔμφυχον.

p. 42b1 Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις. δείξας ὅτι πᾶς συλλογισμὸς κατηγορικὸς ἁπλοῦς ἐκ τριῶν, δύο τούτῳ ἑπόμενα παραδίδωσιν, ὅτι τοῦ κατηγορικοῦ τοῦ προσεχοῦς συλλογισμοῦ ἄρτιαι μὲν αἱ προτάσεις, περιττοὶ δὲ οἱ ὅροι· τὸν γὰρ πρῶτον ἄρτιον καὶ τὸν πρῶτον περιττὸν κυρίῳ ὀνόματι ἄρτιον ἁπλῶς καλεῖ καὶ περίτιόν ἁπλῶς. τὸ δὲ συμπέρασμα τῶν μὲν προτάσεων ἥμισυ, τῶν δὲ ὅρων τριττόν· τὰ δὲ διαστήματα ἑνὶ λείπει τῶν ὅρων. συνθέτου δὲ ὄντος τοῦ συλλογισμοῦ ἓν μόνον σώζεται τῶν εἰρημένων, τὸ τὰ διαστήματα ἑνὶ λείπειν τῶν ὅρων· τοῦτο γὰρ ἀληθές, εἴτε καταπυκνοῖτο ὁ προστιθέμενος εἴτε ἔξωθεν ἐμβάλλοιτο· οὐκέτι δὲ πάντως αἱ μὲν προτάσεις ἄρτιαι, οἱ δ’ ὅροι περιττοί, ἀλλὰ δυνατὸν καὶ ἐναλλάξ. οὐδέποτε μέντοι ἄμφω ἄρτια, καὶ αἱ προτάσεις καὶ οἱ ὅροι, ἀλλ’ ἀναμίξ, διότι κατ’ ἀρχὰς τῷ ἀρτίῳ καὶ περιττῷ διέφερον ἀλλήλων καὶ μονὰς ἑκατέρῳ πρόσκειται, ἐξαλλάττεται δὲ τὸ εἶδος τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ | μονάδος προστεθείσης· μονὰς δὲ πρόσκειται [*](f. 260v) ἑκατέρῳ, ἐπειδὴ ὅρου προστεθέντος, εἴτε κατὰ πύκνωσιν εἴτε ἔξωθεν, μία πρότασις προστίθεται. τὰ δὲ συμπεράσματα οὐκέτι τῶν προτάσεων ἥμισύ εἰσι, τῶν δ’ ὅρων τριττόν, ἀλλὰ ποτὲ ὑπερβάλλει τῷ πλήθει καὶ τὰς προτάσεις καὶ τοὺς ὅρους· προτάσεις δέ λέγω τὰς μόνως προτάσεις. πέντε γὰρ ὄντων ὅρων δ μὲν γίνονται [*](1. 2 ἐπεντίθεται scripsi: εἶπεν τίθεται P 2 ὅτι ὡς scripsi: ὡς (superscr. P1) ὅτι P 3. 4 ὄγκου μὲν P 6 ἄνισι P 8 συνάγει P 13 τῶν αβ corr. n 15 ὅσον scripsi cf. p. 55,23: ὃς P 19 καλλοπισμοῦ P χάριν post 18 κρύψεως coll. P pr. 20 ἔχηι P 21 εἰσὶν] post εἰ ras. P ἄκερα P 28 δύω P 31 τριττόν scripsi: τρίτον ὁ in ras.) P 33 λιπεῖν P 34 καταπυκνοῖντο P 37 διέφερον (sic), ἑ prius ex ἁ corr. Ρ1 41 τριττόν scripsi ef. vs. 31: τρίτον P ὑπαρβάλλει (sic) P 42 μόνως scripsi cf. Philop. f. LXVIr 18: μόνων P)

75
προτάσεις, συμ·περάσματα δὲ ἕξ· καθόλου γὰρ καθ’ ἑκάστην ὅρου προσθήκην, εἴτ’ ἔξωθεν προστίθοιτο εἴτε παρεμβάλλοιτο, προστίθενται συμπεράσματα ἑνὶ ἐλάττονα τῶν προκειμένων ὅρων. τὸ δ’ αἴτιον, ὅτι πρὸς τὸν ἐφεξῆς μόνον ὁ προστεθεὶς οὐ ποιεῖ συμπέρασμα.

ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΚΑΙ ΑΝΑΣΚΕΥΗΣ ΠΡΟΒΛΗΜΑΤΩΝ.

p. 42b37 Ἐπεὶ δ᾿ ἔχομεν περὶ ὦν οἱ συλλογισμοὶ ἕως τέλους τοῦ πρώτου τμήματος τοῦ περὶ γενέσεως συλλογισμῶν. δείκνυσι διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι τὰ καθόλου τῶν μερικῶν ἑτοιμότερα πρὸς ἀνασκευὴν ἤπερ πρὸς κατασκευήν, τὰ δὲ μερικὰ τοὐναντίον ἑτοιμότερα πρὸς κατασκευὴν ἤπερ πρὸς ἀνασκευήν. προλαμβάνει γὰρ ὅτι τὸ μὲν παντὶ μοναχῶς δείκνυται, τὸ δὲ οὐδενὶ τριχῶς, ἐν πρώτῳ μοναχῶς, ἐν δευτέρῳ διχῶς, τὸ τινὶ τετραχῶς, ἐν πρώτῳ μοναχῶς, ἐν τρίτῳ τριχῶς, τὸ οὐ παντὶ ἑξαχῶς, ἐν πρώτῳ μοναχῶς, ἐν δευτέρω διχῶς, ἐν τρίτῳ τριχῶς. τούτων προληφθέντων ἕκαστον τῶν τεττάρων προβλημάτων κατασκευάζεται καὶ ἀνασκευάζεται τοσαυταχῶς·

  1. ΚΑΤΑΣΚΕΥΑΖΕΤΑΙ ΑΝΑΣΚΕΥΑΖΕΤΑΙ
  2. παντί μοναχῶς ἑξαχῶς διὰ τὸ οὐ παντί
  3. οὐδενί τριχῶς τετραχῶς διὰ τὸ τινί
  4. τινί τετραχῶς τριχῶς διὰ τὸ οὐδενί
  5. οὐ παντί ἑξαχῶς μοναχῶς διὰ τὸ παντί.
ἐπεὶ οὑν τὰ μὲν καθόλου μοναχῶς ἡ τριχῶς ·κατασ·κευάζεται, τὰ δ’ ἐν μέρει τετραχῶς ἡ ἑξαχῶς, εὐεπιχειρητότερα τὰ με|ρικὰ τῶν καθόλου πρὸς κατασκευήν. καὶ ἐπειδὴ [*](f. 261r) τὰ μὲν καθόλου ἀνασκευάζεται ἢ ἑξαχῶς ἡ τετραχῶς, τὰ δ’ ἐν μέρει τριχῶς ἡ μοναχῶς, εὐεπιχειρητότερα ἄρα τὰ καθόλου τῶν μερικῶν πρὸς ἀνασκευήν·

Δεύτερον ἐπιχείρημα. εἰ τὸ καθόλου ἀναιρεῖται καὶ διὰ τοῦ ἐναντίου καὶ διὰ τοῦ ἀντιφατικοῦ, τὸ δὲ μερικὸν διὰ μόνου τοῦ ἀντιφατικοῦ, τὸ καθόλου ἄρα τοῦ μερικοῦ ἑτοιμότερον ἀναιρεῖται. ὅτι δὲ τὸ καθόλου τοῦ μερικοῦ καὶ δυσκολώτερον κατασκευάζεται, δείκνυσι διχῶς ἡ λέξις· τῶν γὰρ μερικῶν τὸ μὲν οὐ παντὶ ἐν πλείοσι σχήμασιν ἤπερ τὰ καθόλου, τὸ δὲ τινὶ διὰ πλειόνων τρόπων ἤπερ τὰ καθόλου. ἀλλ’ ἐπεὶ τοῦτο τοῦ πρώτου ἐστὶν ἐπιχειρήματος, ἐπάγει νεωτέραν κατασκευὴν τοιαύτην· ετοιμότερον κατασκευάζεται τὰ μερικὰ τῶν καθόλου, ἐπειδὴ τὰ μὲν καθόλου δι’ ἑαυτῶν δείκνυται μόνων, τὰ δὲ μερικὰ καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν καθόλου· εἰ γὰρ παντί, καὶ τινί, καὶ εἰ οὐδενί, καὶ οὐ παντί.

p. 42b27 Περὶ ὧν οἱ συλλογισμοί, τουτέστιν τῶν προβλημάτων· ἐπάγει γὰρ καὶ ποῖον εὐεπιχειρητότερον ἢ πρὸς κατασκευὴ ἢ πρὸς ἀνασκευήν.

p. 43a1 Φανερὸν οὖν ὅτι τὸ μὲν καθόλου κατηγορικόν. κατασκευάζεται μὲν γὰρ μοναχῶς, ἀνασκευάζεται δ’ ἑξαχῶς. τὰ δὲ ὅμοια καὶ ἐπὶ τῶν λοιπῶν· τὸ δὲ δεύτερον ἐπιχείρημα διαιρεῖ τὰ (??) εἰς δύο, εἰς καθόλου καὶ μερικά, διὰ τοῦ ὅλως δ᾿ ἐστὶν ἀναιροῦντι μὲν τὰ καθόλου τῶν ἐν μέρει ῥᾴω.

[*](3 προστεθεὶς scripsi: προστιθεὶς P 8 ἀνασκευὴν] ἡ in ras. ex εἰ corr. P 11 διχῶς scripsi: τριχῶς P 12 προληφθέντων scripsi cf. vs. 9 et p. 51,40 n. κατασκευάζεται] υ superscr. Ρ1 23 καὶ prius superscr. P 25 ἑτοιμώτερον (ω ras., ut videtur) P 27 ἥπερ prius scripsi: εἴπερ P 28. 29 ἑτοιμώτερον P 30 μόνων scripsi: μόνον P 38 ἀναιροῦντι Arist.: ἀναιροῦντα P)
76

p. 43a6 Καὶ ἐπὶ τῶν στερητικῶν. τὸ γὰρ οὐδενὶ ἀναιρεῖται καὶ διὰ τοῦ παντὶ καὶ διὰ τοῦ τινί, ὃ οὐδενὶ ἢ τινὶ] ἐν δύο σχήμασι δείκνυται.

p. 43a9 Κατασκευάζοντι δὲ ῥᾴω. τὸ λοιπὸν μέρος τοῦ δευτέρου ἐπιχειρήματος, ὃ καὶ διχῶς δείκνυται· πρῶτον ἐκ τοῦ πλεοναχῶς δείκνυσθαι τὰ μερικὰ ἤπερ τὰ καθόλου ἢ κατὰ σχήματα ἢ κατὰ τοὺς τρόπους.

p. 43 a 10 Ὅλως τε οὐ δεῖ. οὐχ ὥσπερ, φησίν, τὰ καθόλου διὰ τῶν μερικῶν ἀναιρεῖται καὶ τὰ μερικὰ διὰ τῶν καθόλου, οὕτω καὶ τὰ μερικὰ διὰ τῶν καθόλου κατασκευάζεται καὶ τὰ καθόλου διὰ τῶν μερικῶν· ἀλλὰ τὰ | μὲν μερικὰ διὰ τῶν [*](f. 261v) καθόλου εἰσφέρεται, οὐκέτι δὲ καὶ τὰ καθόλου διὰ τῶν μερικῶν, ἀλλὰ δι’ ἑαυτῶν μόνον· εἰ μὲν γὰρ παντί, καὶ τινί· οὐ μὴν εἰ τινί, καὶ παντί. καὶ ἐπεὶ τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν περιεχόντων καθόλου, τἄ δὲ καθόλου μοναχῶς δι’ ἑαυτῶν γὰρ μόνον), ἑτοιμότερα τὰ μερικὰ τῶν καθόλου πρὸς κατασκευήν· σκευήν· ἀλλὰ μὴν δέδεικται τὰ καθόλου τῶν μερικῶν εὐεπιχειρητότερα εἰς ἀνασκευήν· συνελόντι ἄρα τὰ καθόλου τῶν μερικῶν τοῦτο γὰρ δεῖ προσυπακοῦσαι) ῥᾷον σκευάζειν ἢ κατασκευάζειν.

p. 43a16 Ὅπως μὲν οὖν γίνεται ἅπας συλλογισμός, ὅτ’ ἐπ’ εὐθείας καὶ ὁ δι’ ἀδυνάτου. κυρίως δὲ τὸ γίνεται περὶ γενέσεως συλλογισμῶν τοῦ τμήματος ὄντος. ἢ πῶς γίνεται ὁ κατηγορικὸς καὶ ὁ ὑποθετικός· ἄμφω γὰρ ἀνάγονται εἰς τὰ τρία σχήματα, οἱ μὲν κατηγορικοὶ καθ’ ὅλους ἑαυτούς, οἱ δ’ ὑποθετικοὶ διὰ τὰς κατασκευὰς ἢ τοῦ ἀδυνάτου ἡ τῆς προσλήφεως.

p. 43a16 Καὶ διὰ πόσων ὅρων. ὅτι τριῶν τῶν προσεχῶν.

p. 43 a 17 Καὶ πῶς ἐχουσῶν. ἢ κατὰ τὸ ἀπλοῦν καὶ σύνθετον τοῦ κατηγορικοῦ συλλογισμοῦ ἡ κατὰ τὸ κατηγορικὸν καὶ ὑποθετικὸν τοῦ ἀπλῶς συλλογισμοῦ.

p. 43a18 Καὶ διὰ τοὺς ἀριθμοὺς τὰ ἐν μέρει τῶν καθόλου πρὸς κατασκευὴν εὐεπιχειρητότερα, πρὸς δὲ ἀνασκευὴν δυσεπιχειρητότερα, καὶ ὅτι, ὡς ἐν τῷ δευτέρῳ ἐπιχειρήματι, τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, τὰ δὲ καθόλου μοναχῶς, ἀνασκευάζεται δὲ τὰ μὲν μερικὰ μοναχῶς, τὰ δὲ καθόλου διχῶς.

[*](2 ὃ parum liquet (1 litt. evanuisse videtur) P οὐδενὶ ἡ τινὶ deleni ἐν δύο σχήμασι ex Arist. scripsi: ἐν Β σχήματι P 3 ράιων P 5 fort, κατὰ <τὰ> 10 εἰ τινί scripsi: εστιν (sic) P 12 ἑτοιμώτερα P 27 εἰς τὸ Α τμῆμα τοῦ πρώτου τῶν προτέρων ἀναλυτικῶν τὸ περὶ γενέσεως συλλογισμῶν maiusculis subscr. P)