In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](113v)

Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· τὴν τάξιν [*](114r) αὐτῶν τὴν αἰτίαν τῆς ἐπιγραφῆς τὴν ὑπόστασιν τὸν τροπὸν τῆς οιοασκαλίας τὴν εἰς τὰ εἴδη διαίρεσιν. καὶ πρῶτον τὴν τάξιν. δία ποίαν αἰτίαν τὰ πρός τι προτέτακται τοῦ ποιοῦ, εἴπερ ἁπλὴ τίς ἐστι κατηγορία, ἡ δὲ τῶν πρός τι σύνθετος, ῥᾷον δὲ τὰ ἁπλᾶ μανθάνομεν τῶν πολυσχεδῶν; φαμὲν οὖν ὅτι ἐπειδὴ ἐν τῇ τοῦ ποσοῦ διδασκαλίᾳ ἐμνήσθη τῶν πρός τι, ἵνα μὴ ἐπὶ πολὺν χρόνον ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα περὶ αὐτῶν, διὰ τοῦτο εὐθέως περὶ αὐτῶν ποιεῖται τὴν διδασκαλίαν, ὥσπερ καὶ ὲν τῇ οὐσίᾳ μνησθεὶς τοὐ ποσοῦ μετὰ τὴν οὐσίαν εὐθὺς περὶ τούτου διαλέγεται. διὰ τί δὲ Περὶ τῶν πρός τι ἐπιγέγραπται, καὶ οὐχὶ περὶ του πρὸς τι ἑνικῶς., λέγομεν ὅτι ἐπειδὴ οὐχ οἷόν τε ἓν πρᾶγμα αὐτὸ καθ’ αὑτὸ εἶναι τῶν πρός τι, ἀλλὰ πάντως ἐν δυσὶ θεωρεῖται τὰ πρός τι· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιόν, οὐκ ἂν δὲ εἴποις αὐτὸ καθ’ αὑτὸ δεξιόν· καὶ διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι ἐπέγραψεν, ἐπὶ ἰδὲ τῆς οὐσίας ἑνικῶς. δυνατὸν γὰρ ἓν πρᾶγμα οἷον ἄνθρωπον ξύλον εἶναι οὐσίαν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ δυνατὸν τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι· ἐπὶ δὲ τῶν πρός τι οὐχ ὁμοίως. περὶ δὲ τῆς ὑποστάσεως αὐτῶν τινὲς μὲν ἔλεγον μηδὲν εἶναι τῶν πρός τι φύσει ἀλλὰ θέσει, οἷον τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ ὅσα τοιαῦτα, οἵτινες οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια τοῦ σώματος σχέσει τινὶ πρὸς ἄλληλα θεωρεῖται, οἷον τὸ μὲν ἧπαρ δεξιὸν ὁ δὲ σπλὴν ἀριστεφός, καὶ οὒκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν δέξιος· τινες δὲ πάντα πρός τι ἔλεγον, ὧν εἷς ἐστι Πρωταγόρας ὁ σοφιστής· οὗτος γὰρ ἔλεγεν ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει· ὁ γὰρ λέγων ὅτι τὸ μέλι [*](1 οἷον om. M καὶ τὸ Paris. 1972: καὶ τῶ F: om. M 2 οἷον Laur. 72,5: om. FM 3 ἐν δὲ — ἔλαβεν] τὸ σῶμα ποσόν, τὸ ποσὸν συμβεβηκός, τὸ σῶμα ἄρα συμβεβηκός· τὸ ἀπλῶς τριχῆ διαστατὸν οὐσιωδῶς ἐστιν ἐν τῶ σώματι, τὸ δὲ ποσὸν δὴ ποσόν ἐστι κατὰ συμβεβηκός. F 4 tit. περὶ τῶν πρός τι F: ἀμμωνίου περὶ τῶν πρός τι in mrg. M 6 7 τὴν διδασκαλίαν F ἡ an <αὕτη> ἁπλῆ 12 αὐτῶν (prius) M: τούτου 13. 14 μετὰ—διαλέγεται] δευτέραν τὴν περὶ τούτου διδασκαλίαν ἐπήνεγκε μετά ἥ οὐσίαν εὐθύς M 15 ἑνικῶς] ὥστε εἶναι τὴν ἐπιγραφὴν ἑνικήν M 17 εἴπῃς F 18 καὶ διὰ τοῦτο πληθ.] διὰ τοῦτο οὑν ἐπειδὴ τὰ πρός τι ἐν δυσὶ θεωρεῖται M ἐπἐγρ·] εγραψεν F δὲ scripsi: γὰρ codd. 19 δυνατὸν] δύναται F ἄνθρωπος F ἡ ξύλον M εἶναι οὐσ. post πρᾶγμα colloc. M οὐσία F δὲ om. F 20 ἐπὶ (prius) om. F 23 ὅσα] τἄλλα τὰ M 24 ὡς] ὥστε F 25 θεωρεῖται scripsi: Θεωρεῖσθαι codd. 26 post γένοιτο add. τὸ ἀνάπαλιν M 28 ὁ (prius) om. M ὁτοιοῦν (ubique) F ὁ γὰρ] οἷον ὁ M ὅτι om. M)

67
γλυκύ ἐστιν ἀληθεύει πρός τινας γὰρ γλυκύ ἐστι), καὶ ὁ λέγων αὐτὸ πικρὸν ἀληθεύει· πρὸς γὰρ τοὺς ἰκτεριῶντας πικρόν ἐστι. τοῦτον οὖν Πλατῶν ἐλέγχων φησὶν ὅτι ῾ ὦ Πρωταγόρα, ἀληθεύεις λέγων, ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, ἢ ψεύδῃ· εἰ μὲν οὗν ψεύδῃ, εἰκότως διὰ τοῦτό σοι οὐ, πιστεύσομεν, εἰ δ᾿ ἀληθεύεις λέγων ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, λέγομεν δὲ περὶ σου ὅτι ψεύδῃ, ἀληθεύομεν ἄρα, ὥστε πάλιν ψεύδῃ, καὶ οὐ παντᾶ τῶν πρός τί ἐστι.᾿ τινὲς δὲ ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μὲν ἐστι π,ρός τι, τὰ δὲ αὐτὰ καθ’ αὑτά, πρός τι μὲν οἷον δεξιὸν ἀριστερόν, ἀυτὰ δὲ καθ’ αὑτὰ οἷον σῶμα ἄνθρωπος· καὶ γὰρ ὁ ἄνθρωπος καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. καὶ ταῦτα μὲν περὶ τῆς ὑποστάσεως πρό‘ς τι· τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· πρότερον αποοιοωσι τὸν ὁρισμὸν αὐτῶν, ὃν οἱ παλαιοὶ ἔθεντο, εἶτα δείκνυσιν ἄτοπα πολλὰ τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον αὐτῶν ἀποδίδωσιν, ὃ καὶ μόνοις καὶ πᾶσιν ὑπάρχει. ἵνα δὲ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, | πρότερον τὸν αὐτῶν ὁρισμὸν ὡς ἴδιον τῶν πρός [*](114v) τι ἀποδίδωσιν. ἡ δὲ διαίρεσις τῶν πρός τί ἐστιν αὕτη· τῶν πρός τι τά μὲν καθ᾿ ὁμωνυμίαν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερωνυμίαν ὣς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν. καὶ τούτων τὰ μὲν κατὰ τὸ περιέχον καὶ περιεχόμενον ὡς τὸ διπλάσιον ἡμίσεος διπλάσιον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρίνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν, τὰ δὲ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται έπιστήμων, τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὰ δὲ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ἀριστερὸς δεξιοῦ ἀριστερὸς καὶ δεξιὸς ἀριστεροῦ δεξιός.

[*](p. 6 a 36)

Πρός τι δὲ τὰ τοιαῦτα λέγεται.

Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ. παρακατιὼν γὰρ δεέκνυσιν ἄτοπα πολλὰ τούτῳ τῷ ὁρισμῷ ἑπόμενα, καὶ οὕτως ἄλλον τίθησιν ὁρισμὸν.

[*](1 ἐστιν om. Μ τινα M 2 πρὸς γὰρ — πικρόν ἐστι] πρός τινα γὰρ πικρόν ἐστιν ὡς πρὸς τοὺς ἰκτεριῶντας· οὕτως οὑν πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει M ὁ πλατῶν] ὁ om. F (spectare videtur Theaet. p. 170 C sq.) 3 ὅτι om. M 4. 5 ἡ ψεύδη-πιστεύσομεν om. F 7 πάντα τὰ πράγματα M 9 αὐτὰ δὲ καθ’ αὑτὰ] καθ’ αὑτὰ δὲ F 10 καὶ ταῦτα — πρός τι (11) om. F 12 οἱ παλαιοὶ αὐτοὶ M 14 καὶ (ante μόνοις) om. F 15 τὸν αὐτῶν ὁρισμὸν Philop.: τὸν αὐτῶν F: αὐτῶν M 16 δὲ om. M τῶν πρός τὶ] αὐτῶν M 17 οἷον ὡς M 19 ἡμίσεως F 21 καὶ τὸ κρινόμ. F 22 καὶ τὸ μετεχόμ. M ὁ] τὸ F 25 ἀριστερὸς δεξ. ἂρ. καὶ om. M ὁ δεξιὸς M 27 lemma om. M 28 τῷ] τὸ F 5* και)
68
[*](p. 6 a 36)

Ὅσα αὐτὰ ἅπερ ἐστίν.

Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός.

[*](p. 6 a 37)

Ἤ ὁπωσοῦν ἄλλως.

᾿ Επεοδὴ εἶπεν ὅσα ἑτέρων, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτικὴν εἴτε πρὸς αἰτιατικήν.

[*](p. 6 b 2)

Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι.

ἐπειδὴ γὰρ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι ἐκεῖνα μὲν πρὸς γενικὴν ταῦτα δὲ καὶ πρὸς δοτικὴν καὶ αἰτιατικὴν ἔχει τὴν ἀντιστροφήν.

[*](p. 6 b 2)

<Ἕξις>, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις.

ἐκτιθέμενος τὰ παραδείγματα τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνακάμψεως τῶν πρός τι· ἡ γὰρ ἕξις ὅπερ ἐστὶ πρὸς γενικὴν ἀποδίδοται (ἑκτοῦ γὰρ λέγεται ἕξις) καὶ ἀνάπαλιν τὸ ἑκτὸν ἕξει ἑκτὸν ὅ πρὸς δοτικὴν ἀποδίδοται, καὶ ἡ διάθεσις ὁμοίως διαθετοῦ διάθεσις καὶ τὸ διάθετόν διαθέσει διάθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν.

[*](p. 6 b 11)

Ἔστι δὲ καὶ ἡ ἀνάκλισις καί. |

Καἰ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα, φησί, θέσεις εἰσίν· εἴδη [*](115r) γὰρ ταῦτα τῆς θέσεως, ἡ δὲ θέσις τῶν πρός τι, καὶ ταῦτα ἄρα τῶν πρός τι· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δὲ κέκλιται καὶ καλεῖται καθέδρα.

[*](3 καθὸ δεξιὸς ἀριστεροῦ F 6 ἀποδίδωσι F 8 τῶν om. F 10 εἰρηκὼς — τοιαῦτα om. F 11 καὶ (ante πρὸς) om. F 11. 12 ἔχει τὴν ἀντιστροφήν] ἀντιστρέφει M 13 ἕξις inserui 16 an ἕξει ἑκτὸν ? ὅ ἐστι — ἀποδίδοται (17) om. F 17 ὁμοίως δὲ καὶ ἡ διάθεσις M 21 ἐπειδὴ εἶπεν ὅτι ἡ ἀνάκλ. M φησί om. M 22 τῆς om. M καὶ ταῦτα—πρός τι (22. 23) om. F 23 ἡ ὄλον — ἀνάκλισις (24) om. F 24 μέν τι] μέντοι F κέκλιται μέρος δὲ ἵσταται colloc. M 25 καὶ καλεῖται ἀνάκλισις ἡ κάθηται καὶ λέγεται καθέδρα F)
69
[*](p. 6 b 12)

ὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι.

Ταῦτα, φησίν, οὐκ εἰσὶ θέσεις, εἴ γε ἡ μὲν θέσις πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὐκ εἰσί παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσεως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτω καὶ ἀπὸ τοὐ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως. μετενεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν· αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεῖσθαι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι. ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν. καὶ δύο γὰρ εἴδη τοῦ ποσοῦ δύο ἔτεκε κατηγορίας, ὁ τόπος τὴν ποῦ καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τόπῳ ὄντα, ὥσπερ οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινόμενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὴν θέσιν καὶ τὴν στάσιν ὑπὸ τὰ πρός τι ἀνάγει· ταῦτα γὰρ ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἔδει ἀνάγεσθαι. λέγομεν οὖν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς λέγομεν γραμματικόν, καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὑπὸ τὰ πρός τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κείμενον ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν.

[*](p. 6 b 15)

Ὑπάρχει δὲ καὶ ἐναντιότης.

Ἕτερον παρακολούθημά φησι τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικεν εἶναι τὰ πρός τι καὶ πράγματα οὐκ ἔστιν ἀφωρισμένα, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκεται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται· οἷον ἐπειδὴ τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, τοιγαροῦν οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ἔστιν εὑρεῖν ἐναντίον, οἷον τριπλασίῳ· τὸ γὰρ τριπλάσιον τῶν πρός τί ἐστι (τινὸν γὰρ λέγεται τριπλάσιον), καὶ ὅμως οὐκ ἔχει τι ἐναντίον, ἐπειδὴ συμπλέκεται κατηγορίᾳ μὴ τοῦτο ἐχούσῃ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς οὐσίας <οἶον> δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· οὐδὲ γάρ τούτοις ἐστί τι ἐναντίον διὰ [*](2 θέσεις] an πρός τι? ταῦτα—θέσεις om. M 3 δὲ (alt.) om. F 4 κατηνέχθησαν Μ ἀπὸ μὲν—μετηνέχθησαν (6) om. F 8 post κατηρ. add. σύστοιχος τῶ γένει M αὕτη γὰρ Olymp.: ἥτις αὐτὴ F: αὕτη M γένος Philop. Olymp.: γένεσις codd. 9 καὶ καθέζεσθαι om. F 11 ἔτεκον F 11 τὴν ποῦ] τοῦ ποῦ F 12 οὐχ ὅτι] καὶ οὐχ M 13 ὥσπερ om. Μ 14 ἀπορήσει F 15 καὶ γὰρ ἔδει ἀνάγ. ὑπὸ τὴν τ. κ. κὰτ. F 16 λέγομεν οὖν om. F 18 λέγομεν om. M γραμματικός F 21 τοῦ om. M 23 τὸ] τῶ M 24 παραφ. F2: παρὰ φύσιν F1M 26 ἐκείναις F 27 post πρός τι add. οὐ μὴν F: οὐδὲ μὴν M: om. Philop. 28 αὐτῶν F 29 τι om. F 30 τῆς om. M 31 οἷον Philop.: om. FM δεσπότης υἱὸς δεξιὸς ἀριστερός F οὐδὲ] οὕτε codd.)

70
οἷς συμπλέκεται ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον. ἐπειδὴ δὲ ἡ ποιότης ἐπιδέχεται ἐναντιότητα, ὁμοίως καὶ τὰ περὶ αὐτὴν πρὸς τι, οἷον ἀρετῇ κακία ἐναντίον καὶ τῇ ἐπιστήμῃ ἄγνοια. ἰστέον δὲ ὅτι ταῦτα μὲν ἀλλήλοις ἐστὶν ἐναντία, ἀλλ’ οὐχ ὡς πρός τι | ἀποκρίνεται, οἷον ἡ [*](115v) ἀρετὴ <σπουδαίου ἀρετὴ> καὶ ὁ σπουδαῖος <ἀρετῇ σπουδαῖος>, ὁμοίως δὲ καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς κακίᾳ κακός· ἐναντίον δ’ ἀρετῇ μὲν κακία, σπουδαίῳ δ’ ὁ κακός. εἰκότως τοίνυν ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι, καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ.

[*](p. 6 b 16)

Ἑκάτερον αὐτῶν πρός τι ὄν.

’Iστεόν ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρὸς τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον· καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι τῷ αὐτὰ εἶναι χαρακτηρίζει· φησὶ γὰρ ἱεῖ ἔστι τὸ ποιοῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον’· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι.

[*](p. 6 b 20)

Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τό.

Ἕτερον παρακολούθημα τῶν πρός τί φησι, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο δὲ ὅμοιον τῷ πρὸ αὐτοῦ· ὑπάρχει γὰρ τοῖς πρός τι, οὐ πᾶσι δέ. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, καὶ τοὐναντίον ὅπου οὐκ ἔστιν ἐναντιότης, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. εἰ οὖν ἐστιν ἐν τοῖς πρός τι ἐναντιότης, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐ πᾶσι δὲ τὸ τοιοῦτον παρακολουθεῖ, ἐπεὶ μηδὲ πᾶσιν ἐναντιότης εὑρίσκετο.

[*](p. 6 b 28)

Πάντα δὲ τὰ πρός τι.

Τοῦτο ἕτερον παρακολούθημα. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντιστρέφοντα λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή. στροφή ἐστιν ἡ <ἀπὸ> τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις. διὰ τοῦτο καὶ στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἐπὶ [*](1 συμπλ.] πλέκεται F 2 ἐπιδἐχ.] δέχεται F 3 ἐναντιότης F 4 μὲν ἀλλήλοις] ἄλλοις μὲν M ἀλλ’] ἄλλοις δὲ M ἀποκρίνεσθαι F 5 σπουδαίου ἀρετὴ et ἀρετὴ σπουδαῖος ex Pbilop. inserui 6 ἐναντίον—κακός (7) om. F 9 αὐτῶν πρός τι ὄν] ὃν τῶν πρός τι Aristot. 10 ante ἰστέον defectum statuas, nisi hoc scholion ex Philopono irrepsisse tibi persuadeas 11 καὶ om. F αὐτῶν F 13 τῷ] τὸ M φησὶ γὰρ] Gorg. p. 476B εἰ ἔστι] ἔξεστι F 17 τὸ om. M τῶ Vat. 2173: τοῦ FM 18 δὲ om. M εἴρηται] p. 50,10 sq. 65,14.15 ὅτι om. M 19 καὶ τοὐναντίον— ἧττον (20) om. F 21 ἐν αὐτοῖς] ἑαυτοῖς M 22 μηδὲ om. F; an μηδ’ ἐν? εὑρί- σκεται M 24 τοῦτο—παρακ.] ἐπὶ ἕτερον παρακολούθημα μεταβέβηκε τῶν πρός τι M 25 λέγεται F πρότερον] πρῶτον F στροφὴ Philop.: ἀντιστροφὴ FM 26 ἅπα Pbilop.: om. FM ἀντικατάστασις M 27 τὸ πᾶν] πάντα F κινούμενα F)

71
τὸ αὐτὸ ἀποκαθίσταται. ἀντιστροφὴ δὲ ἐστιν ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἰσόθεον καὶ ἀντιάνειρα τὴν γυναῖκα τὴν | ἴσην δύναμιν τῷ ἀνδρὶ ἔχουσαν, καὶ τὸν μέγαν [*](116r) δάκτυλόν <φαμεν> ἀντίχειρα διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις τέσσαρσι δακτύλοις ἐν τῇ χειρί. * τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος <καὶ ὁ δεσπότης δούλου δεσπότης>. ἤρξατο ἀπὸ τοῦ δούλου καὶ εἰς αὐτὸν πάλιν ἀποκατέστη. οὐ μόνον δὲ δοῦλος ἀντιστρέφει, ἀλλὰ καὶ δεσπότης].

[*](p. 6 b 36)

Οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως.

Τὰ πρός τι, φησίν, ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάττονι τὸ πλέον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλαττον οὐχ ἕπεται· οὐκέτι γὰρ τῷ ζῴω ὁ ἄνθρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανὼν ἔστω τῶν πρός τι. ἔστι δὲ ἰσότης, ὡς πατὴρ υἱοῦ, διπλάσιον ἡμίσεος, <ἅπερ> καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι· ἐὰν γὰρ ἀποδοθῇ ὄρνις πτεροῦ, ὡς εἶναι πτερὸν ὄρνιθος, οὐκ οἰκείως ἀποδίδοται· οὐ γὰρ ἐροῦμεν τὴν ὄρνιν πτερῷ ὄρνιν, ἐπειδὴ οὐ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν· εἰσὶ γὰρ πτηνά, ἃ οὐκ εἰσὶν ὄρνιθες· τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησε ἐν τῷ Περὶ ζῴων ἱστοριῶν ‘τὰ σχιζόπτερα ὄρνεις καλεῖσθαι’, τὰ δέ εἰσι δερμόπτερα ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὐκ εἰσὶν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, ἐὰν αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστιν τὴν ὄρνιν, εἰρηκότες πτερωτὸν καὶ ποιήσωμεν οὕτω τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτω γὰρ ἀντιστρέφει· λέγομεν γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἐν τούτῳ μὲν οὖν τῷ παραδείγματι ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ ῥηθήσεσθαι μέλλοντι ἐπὶ πλέον ἐστί· καὶ γὰρ τὸ πηδάλιον ἐὰν ἀποδοθῇ [*](2. 3 ἀντιάνειραν F 3 τὴν γυναῖκα—ἔχουσαν om. M γυναῖκαν F τὴν (alt.) iter. F 4 φαμεν ex Philop. inserui 4. 5 τέσσ. δακτ. om. M 5 post χειρί defectum signavi 6 οἶον—δούλου δεσπότης om. M: καὶ ὁ δεσπ. δούλου δεσπ. om. etiam F: supplevi ex Philop. ἤρξατο—δεσπότης (8) iaclusi ἤρξατο οὖν M 7 post ἀποκατέστη add. καὶ ὁ δεσπότης δούλου λέγεται δεσπότης. ἰδοὺ κἀνταῦθα ἀποκατάστασις καὶ ἰσοστροφὴ ἑκατέρου M 8 post δεσπότης add. τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται M 9 ἀλλ’ ἐνίοτε Aristot. 11 φησίν om. M ὀφείλουσι F 13 F 14. 15 γὰρ ζώω ἄνθρ. M 16 ἅπερ ex Philop. inserui 17 ἐὰν γὰρ— ἐπὶ πλέον ἐστί (29) post πηδαλιωτόν (p. 72,8) transp. M ἐὰν γὰρ] πάλιν ἐὰν M 18. 19 ἐπειδὴ οὐ] ἐπεὶ μηδὲ M 20 ἐστι M ἃ καὶ μόνα Philop.: καὶ μόνα a καὶ F: καὶ μόνα M 21 τῆ περὶ ζ. ἱστορία M (spectare videtur Hist. an. Α 5 p. 490a 12) 21. 22 τὰ δὲ σχιζ. F 22 δερμόπτ.] σαρκόπτερα F αἱ om. M 23 κολεοπτ.] κολλόπτερα F οὖν κἀνταῦθα M 26 γὰρ eicias 27 πτεροῦ M ἐν τούτῳ— πλέον ἐστί (29) om. M 29 μέλοντι F πλεῖον F καὶ γὰρ om. M)

72
πλοίου πηδάλιον, οὐκέτι ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ πλοῖον πηδαλίου πλοῖον· πολλὰ γὰρ πλοῖ πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά εἰσι, δεῖ ταῦτα ἐξισῶσαι. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ πλείονος ἐλαττωθέντος ἢ τοῦ ἐλάττονος αὐξηθέντος. εἴ τοίνυν τὸ πλοῖον μὲν ἐπὶ πλέον, τὸ δὲ πηδάλιον ἐπ’ ἔλαττον, ἐξισώσαιμεν ἄν, εἰ τὸ πλέον ἐλαττώσομεν εἰρηκότες πηδαλιωτόν, ὅπως καὶ ἀντιστρέφῃ ἐξισωθέν. οὐκοῦν εἴπωμεν τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ πάλιν τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. οὕτως οὖν ἐν μὲν τῷ πρώτῳ παραδείγματι ἐπ’ ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ δευτέρῳ ἐπὶ πλέον ἦν τὸ πλοῖον τοῦ πηδαλίου, ὅπερ ἠλαττώσαμεν.

[*](p. 7 a 5)

Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν.

τότε ἡμῖν ἀνάγκη ὀνοματοθετεῖν, φησίν, ἐὰν μὴ κείμενον ᾖ ὄνομα [*](116v) πρὸς ὃ δεῖ ἀντιστρέφειν, οἷον ἐποίησεν ἐπὶ τοῦ πηδαλιωτοῦ. πάλιν ἡ κεφαλὴ ἐὰν ἀποδοθῇ πρὸς τὸ ζῷον καὶ εἴπωμεν ‘ζῴου κεφαλή’, οὐκ ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ ζῷον κεφαλῇ ζῷον· εἰσὶ γάρ τινα ζῷα κεφαλὴν μὴ ἔχοντα ὡς ὁ καρκίνος. ἀνάγκη οὖν ὀνοματοθετεῖν καὶ τὴν συνήθειαν καινοτομεῖν διὰ τὸ οἰκείως ποιεῖσθαι τὴν ἀντιστροφήν· οἰκείως οὖν ἀποδίδοται, ἐὰν οὕτως εἴπωμεν ‘ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλή’· οὕτω γὰρ καὶ ἀντιστρέφειν δυνάμεθα τὸ κεφαλωτὸν κεφαλὴ κεφαλωτὸν εἰπόντες. καὶ καθόλου ὅταν ὀνοματοποιεῖν βουλώμεθα, ἀπὸ τῶν πρώτων καὶ ἀντιστρεφόντων παρώνυμον ποιήσομεν ὄνομα οἷον ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτὸν καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ οὕτω πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.

[*](p. 7 a 19)

Εἰ ἀπὸ τῶν πρώτων.

Κανόνα ἡμῖν παραδίδωσι, δι’ οὗ δυνησόμεθα ὀνοματοποιεῖν οἰκείως, ἐὰν <ἐν> τῇ κοινῇ συνηθείᾳ ὄνομα μὴ εὑρίσκηται. |

[*](3 ταῦτα] αὐτὰ M 5 ἐπ’ ἔλαττον ὄν M (ut videtur) ἐξισώσαιμεν—πλέον] ἐξισῶσαι θελήσαιμεν τὸ πλοῖον M 6 ἀντιστραφῇ F 8 οὕτως—ἡλαττώσαμεν (10)] ἐν μὲν οὑν τῶ πρώτω παραδείγματι ἐπὶ πλέον ἦν τὸ πλοῖον, ὅπερ ἠλαττώσαμεν, ἐν δὲ τῶ δευτέρω τὸ ἀνάπαλιν ἐπ’ ἔλαττον ἦν ἡ ὄρνις, ὅπερ ηὐξήσαμεν M 12 τότε—ἀντιστρέφειν (13)] ἐὰν γὰρ μὴ ἔχωμεν ἐκ τῆς συνηθείας ὠνομασμένον, πρὸς ὃ δεῖ ἀντιστρέφειν, τότε ἡμᾶς ἀνάγκη ὀνοματοθετεῖν M ἡ] εἴη F 13 post πηδαλιωτοῦ add. καὶ ἐπὶ τοῦ μέλλοντος ῥήθήσεται (sic) F 13. 14 ἡ κεφαλὴ τῶν πρός τι· τινὸς γὰρ κεφαλή ἐὰν οὖν ἀποδοθῇ M 16 ὀνοματ. ἐνταῦθα M 19 δύναται Μ τὸ] τὸν F εἶναι εἰπόντες F 21 ποιήσωμεν F 23 post λέγεται add. Οὐ γὰρ ἧ πλοῖα ταύτῃ· οὐ γὰρ καθὸ πλοῖον ἔχει καὶ πηδάλιον. εἰσὶ γάρ τινα πλοῖα πηδάλια μὴ ἔχοντα ὡς τὰ ἀκάτια. ὁπωσοῦν ἄλλως· ὄνομα γάρ. οὐ γάρ ἐστιν ἐν τῆ συνηθεία ὄνομα τὸ πηδαλιωτόν· εἴτε γὰρ ἄλλο τι οἰκεῖον λέγομεν, οὐδὲν διαφέρει M 24 lemma om. F 25 λαμβάνει κανόνα καὶ ἡμῖν M κανόνας . . . δι’ ὧν F παρέδωκε F 26 ἐν Philop.: om. FM οὐχ εὑρίσκεται (ὄνομα om.) F post εὑρίσκ. add. ἔστι δὲ ὃ ἐν ὀλίγω πρόσθεν εἰρήκαμεν M)
73
[*](p. 7 a 22)

Πάντα οὖν τὰ πρός τι.

[*](117r)

Πάντα γὰρ οἰκείως ἀποδοθέντα ἀντιστρέφει. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐδὲ τὰ ὁμολογουμένως ἀντιστρέφοντα ἔτι δύναται ἀντιστρέφειν· οἷον οἰκείως ἀποδίδομεν καὶ λέγομεν ‘ὁ δοῦλος δεσπότου δοῦλος’, καὶ ἀντιστρέφει ‘ὁ δεσπότης δούλου δεσπότης’. ἐὰν μέντοι ὁ δοῦλος μὴ οἰκείως ἀποδοθῇ, ἤγουν δεσπότου, ἀλλὰ ἀνθρώπου, οὐκέτι ἀντιστρέφει· οὐδὲ γὰρ δυνατὸν λέγειν ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε ἐὰν μὴ οἰκείως 〈ἀποδοθῇ〉, οὐκέτι ἀντιστρέφει· ἡ γὰρ ἀντιστροφὴ ἐν μόνῃ καὶ πάσῃ τῇ οἰκείᾳ ἀποδόσει γίνεται.

[*](p. 7 a 31)

Ἔτι δὲ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ.

Ἐάν, φησίν, οἰκείως τὰ πρός τι ἀποδοδῇ, τῶν ἄλλων πάντων περιαιρουμένων καταλιμπανομένου δὲ μόνου τοῦ πρὸς ὃ οἰκείως ἀποδοθήσεται σώζεται ἡ ἀντιστροφὴ καὶ ὅλως τὰ πρός τι· οἷον ὁ δοῦλος ἐὰν τοῦ δεσπότου ἀποδοθῇ, ἀφαιρεθῇ δὲ τὸ δίπουν εἶναι ἢ τὸ ἐπιστήμης δεκτικόν, ὁμοίως μένει δοῦλος πρός τι λεγόμενος, ἐὰν δὲ ἀφαιρεθῇ ὁ δεσπότης, οὐκέτι λέγεται δοῦλος.

[*](p. 7 a 32)

Περιαιρουμένων τῶν ἄλλων ὅσα.

Καὶ οὐδὲν θαυμαστὸν ὅτι ταῦτα συμβεβηκότα εἶπεν· οὐχ ἀπλῶς γὰρ συμβεβηκότα εἶπεν, ἀλλὰ ταῦτα ὅσα πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἂν συμβεβηκότα καὶ δευτέρως κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ ἑαυτὸ ὁ δεσπότης φύσει. |

[*](p. 7 b 15)

Δοκεῖ δὲ τὰ πρός τι ἅμα.

[*](117)

Ἕτερον παρακολούθημα τῶν πρός τί φησι τὸ ἅμα αὐτὰ τῇ φύσει [*](1 pro lemmate exhibet σὺ δὲ γίνωσκε ὅτι πάντα τὰ πρός τι ἐάνπερ οἰκείως ἀποδιδῶται, πρὸς ἀντιστρέφοντα πάντως λέγεται F 2 πάντα scripsi: πάντως FM 3 δύνανται F 4 οἶον οἰκείως] οἰκείως οὖν F 4. 6 δεσπότου ex δεσπότης corr. F 5 ἐὰν μέντοι] εἰ δὲ F 6 ἤγουν δεσπότου om. M 7 δοῦλος ἀνθρώπου F 8 ἀποδοθῇ inserui ἐν om. F 9 ἀποδώσει 10 ἔτι δὲ om. M μέν τι] μέν τοι FM 11 φησίν om. M λέγηται καὶ ἀποδοθῇ F 12 καταλιμπ.—δοῦλος (16)] οἷον δοῦλος ἐὰν τοῦ δεσπότου ἀφαιρεθῇ τὸ δίπουν εἶναι ἡ τὸ ἐπιστήμης δεκτικόν, ὁμοίως μένει ὁ δοῦλος δοῦλος· καταλιμπανομένου τοῦ πρὸς ὃ οἰκείως ἀποδοθήσεται, τουτέστι τοῦ δεσπότου, καὶ ἡ ἀντιστροφὴ ὅλως τῶν πρός τι. ἐὰν δὲ ἀφαιρεθῇ ὁ δεσπότης, οὐκέται λέγεται δοῦλος F 12 δὲ Laur. 72,5: om. M 17 περιαιρουμένων—φύσει (21)] οὐδὲν δὲ θαυμαστὸν εἰ συμβεβηκότα εἶπε (ἀλλὰ συμβεβηκότα add. F2) πρὸς τὴν τοῦ δούλου σχέσιν. εἶεν ἂν καὶ δευτέρως κατηγορούμενα (κατηγορεῖσθαι F1), πρώτως δὲ ὁ δεσπότης F 18 γὰρ Vat. 2173: om. M 19 an ὅσον? 23 ἕτερον—φύσει] δοκεῖ δὲ τὰ πρός τι ἅμα τῆ φύσει F)

74
εἶναι καὶ μηδέποτε δύνασθαι τοῦ ἑτέρου ὄντος τὸ ἕτερον μὴ εἶναι· ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην ἐπινοεῖν, καὶ εἰ ἔστι διπλάσιον, ἀνάγκη καὶ ἥμισυ εἶναι καὶ τοὐναντίον. δῆλον δὲ ὡς ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν.

[*](p. 7 b 19)

Καὶ συναναιρεῖ δὲ ταῦτα ἄλληλα.

Οὐ μόνον ταῦτα ἅμα ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ συναναιρεῖ ἄλληλα· ἐὰν γὰρ μὴ ᾖ δοῦλος, οὐδὲ δεσπότης ἐστί, καὶ δεσπότου μὴ ὄντος δοῦλος οὐκ ἔστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.