In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 7 b 23)

Τὸ γὰρ ἐπιστητὸν πρότερον δόξειε τῆς ἐπιστήμης εἶναι.

Νῦν ἀπορεῖ πρὸς τὰ εἰρημένα, εἰ ἄρα τὰ πρός τι ἅμα ἐστὶ τῇ φύσει καίτοι δοκοῦντος τοῦ ἐπιστητοῦ προτέρου εἶναι τῆς ἐπιστήμης. τὸ μὲν οὖν πρότερον διττόν, τὸ μὲν χρόνῳ τὸ δὲ φύσει. καὶ πρότερον μὲν χρόνῳ ἐστὶν οὗ πρὸς τὸ νῦν πλείων ἡ ἀπόστασις ὡς ἐπὶ τοῦ παρεληλυθότος· διὰ τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἡ ἀπόστασίς ἐστιν ἀπὸ τοῦ νῦν ἢ τῶν Πελοποννησιακῶν. ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐναντίον πρότερόν ἐστιν οὗ ἐλάττων ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις· πρότερον γὰρ | τὸ αὔριον τοῦ μεταύριον. καὶ οὕτω μὲν τὸ τῷ [*](118r) χρόνῳ πρότερον. τὸ δὲ φύσει πρότερόν ἐστι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, ὡς ἐπὶ τοῦ ζῴου καὶ ἀνθρώπου. τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἄν δόξειεν εἶναι· μὴ ὄντος γὰρ ἐπιστητοῦ οὐδὲ ἐπιστήμη ἐστίν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ὡσαύτως αἰσθητοῦ μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστιν, αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ εἶναι, οἷον πῦρ γῆν καὶ τὰ ὅμοια.

[*](p. 7 b 24)

‘Ως γὰρ ἐπὶ τὸ πολὺ προυπαρχόντων.

Τὸ ὡς ἐπὶ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινοκαὶ [*](3 (prius) Philop.: τὸ FM δὲ om. 31 4 δ’ εἶπεν M ἄλλων om. F 5 δέ om. M 6 μόνον] γὰρ M ἐστὶ] εἷναι F 7 οὐδὲ] οὔτε M ἐστι] ἔσται F 9 τῆς ἐπ. πρότ. (δόξειε et εἶναι om.) M ἄν δόξειε Aristot. 11 νῦν ἀπ.] ἐναπορεῖ M τὸ εἰρημένον M 12 καίτοι] καὶ τοῦ M δοκοῦντα F τοῦ (ante ἐπιστ.) Paris. 1973: om. FM τῆς om. M 12. 13 μὲν οὖν] δὲ M 13 πρότερον (prius)] πρῶτον M χρόνος (alt.) M 14 τὸν νῦν M πλείων] πλεῖστον F ἐπὶ τῆ τοῦ F 15. 16 πελοπονησ. FM 16 ἐστὶν ἡ ἀπόστ. colloc. M 18 τὸ (prius) om. F μὲν τὸ] τὰ (sic) μὲν F 19 τὸ δὲ Philop.: τῆ δὲ FM συναναιρεῖν F 20 μὲν om. F 22 έσται F 24 μὴ superscr. F2 25 γῆν Philop.: γῆ codd. 26 τὸ om. F 27 γὰρ ἄν Aristot. 28 ἐπ’ (ante οὐδενὸς) om. F τις ἄν Aristot.)

75
μένην. ταῦτα δὴ εἶπε διὰ ἰὰ ἀπό τινος τέχνης καὶ ἐπινοίας εὑρισκόμενα· οἷον ὡς εἴ τις ἐπιτηδεύσει ἄλλον χαρακτῆρα γραμμάτων παρὰ τὸν κοινόν· τότε γὰρ οὐ προυπάρχει τὸ ἐπιστητόν, ἀλλ’ ἅμα τῷ ἐκ τῆς ἐπινοίας προτότε ἔχει τὴν ἐπιστήμην.

[*](p. 7 b 27)

Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθέν.

ἐκθέμενος τὸ τῷ χρόνῳ πρότερον ἐπὶ τοῦ ἐπιστητοῦ καὶ εἰρηκὼς ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν νῦν πάλιν ἐπὶ τοῦ ἐπιστητοῦ τὸ φύσει ἐκτίθεται πρότερον διὰ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ.

[*](p. 7 b 31)

Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμός.

Οἱ γεωμέτραι τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστησάμενοι ἐζήτουν, εἰ δυνατὸν καὶ τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. καὶ πολλοὶ καὶ μέγιστοι ζητήσαντες οὐχ εὗρον. μόνος δὲ ὁ θεῖος Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς μέχρι τοῦ νῦν οὐχ εὕρηται. καὶ τοῦτο ἴσως ἀδύνατον· διὰ τοῦτο γὰρ καὶ αὐτὸς εἶπεν εἴ γε ἔστιν ἐπιστητόν. καὶ τάχα διὰ τοῦτο εὐθείᾳ τῇ περιφερείᾳ οὐκ ἀνόμοιον ἐγέννησεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν ἐπιστητόν]. φησὶ τοίνυν ὅτι 〈εἴπερ〉 ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς τῆς ἐπιστήμης αὐτοῦ μήπω οὕσης, ὅθεν] καὶ ἐκ τούτου πρότερον τὰ ἐπιστητὸν τῆς ἐπιστήμης.

[*](p. 7 b 33)

Ἔτι ζῴου μὲν ἀναιρεθέντος.

Πρότερον ἐπὶ ἑνὸς παραδείγματος τῶν πρός τι σκάζειν δείξας τὸ [*](118v) παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν τῇ ψυχῇ γάρ εἰσιν ἐν ὑποκειμένῳ αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐκέτι· καθ’ αὑτὰ γάρ εἰσιν, ἀλλ’ οὐχ ὡς ἐπιστητά, ἀλλ’ ὡς πράγματα.

[*](p. 7 b 35)

Ὁμοίως δὲ τούτοις καὶ τά.

Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης νῦν ἐπὶ τὴν αἴσθησιν [*](1 δὴ] δ’ M εὑρισκ.] παραγινόμενα M 2 ἄλλον] ἕτερον M 3 οὐκέτι M om. F 5 ἔτι] ἐπεὶ F 6 τῶ om. M 7 τὸ om. F 9 τοῦ] τὸ Μ 11. 12 συνιστάμενοι F 12 ἶσα F 14 παντὶ] πάνυ M 14. 15 εὑρίακεται F 15 γὰρ om. M 16 καὶ—ἐπιστητόν (17) inclusi διὰ τοῦτο τάχα εἶπεν M οὐκ om. M 17 εἰ ἔστιν—ἐπιστητόν om. M ὅτι om. M εἴπερ Philop.: om. codd. 17. 18 ἔστι τὸ ἐπιστ. M 10 ὅθεν inclusi 21 ὑποδείγματος M τὸ σκάζον M 23 αἰ om. F τῆ om. M 24 αἱ ἐπιστῆμαι om. F οὐκέτι—εἰσιν, ἀλλ’ om. F 25 ὡς (ante ἐπιστ.) om. M post ἐπιστ. add. εἰσίν F 27 post αἴσθησιν add. τῶ λόγω F)

76
μεταβέβηκε καὶ δείκνυσιν ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως οἷον σῶμα θερμὸν γλυκὺ πικρόν· κἄν γὰρ μὴ ᾖ ζῷον, σῶμα δύναται εἶναι οἷον πικρὸν ἡ γλυκὺ ἢ μέλαν ἡ λευκόν, ἅπερ ἐστὶν αἰσθητά.

[*](p. 8 a 6)

Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ.

Αἴσθησιν γὰρ οὐκ ἄν τις ἐπινοήσειεν ἄνευ σώματος, | τὸ δὲ σῶμα [*](119r) αἰσθητὸν τῷ ἅμα τῇ αἰσθήσει γίνεσθαι, οὐ μέντοι τὸ ἀνάπαλιν· δυνατὸν γὰρ καὶ μὴ οὔσης αἰσθήσεως εἶναι τὸ αἰσθητὸν οἷον πῦρ γῆν ὕδωρ καὶ τὰ τοιαύτα.

[*](p. 8 a 11)

Ὥστε πρότερον ἄν τῆς αἰσθήσεως.

Ἰστέον ὅτι οὐκ ἐπήγαγε τῶν προειρημένων ἀποριῶν τὴν λύσιν. πρὸς τοῦτο οὖν ῥητέον ὅτι τὰ πρός τι διχῶς νοεῖται, ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει δεσμούμενα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐὰν γὰρ νοήσωμεν πατέρα μὲν ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σωκράτην, κράτην, πρότερον δεῖ εἶναι Σωφρονίσκον τοῦ Σωκράτους· πρότερος γὰρ ὁ πατὴρ ὡς αἴτιον αἰτιατοῦ. τοῦτο δὲ ἔσται, ἐὰν ὡς πράγματα νοήσωμεν αὐτῶν ἑκάτερον (πρότερος γὰρ ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν· ἐὰν μὲν τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοήσωμεν οἷον τὰ ἄστρα, πρότερον ἔσται τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοούμενον (πρότερα γὰρ τὰ ἄστρα τῆς περὶ αὐτὰ ἐπιστήμης), ἐὰν δὲ ὡς πρός τι νοήσωμεν, τὸ ἐπιστητὸν ἔσται ἅμα τῇ ἐπιστήμῃ· οὐδὲν γὰρ ἄν εἴη ἐπιστητὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό· ἅμα γὰρ ἐπιστητὸν εἶναί φησι καὶ τὴν περὶ αὐτὸ ἐπιστήμην. εἰ δέ τις εἴποι τὸ ἐπιστητὸν δυνάμει εἶναι καὶ πρὸ τῆς περὶ αὐτὸ ἐπιστήμης, φημὶ ὅτι καὶ ἡ περὶ αὐτοῦ ἐπιστήμη τηνικαῦτα ἔσται δυνάμει. καὶ καθόλου ἐν τοῖς πρός τι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον ἕξει. εἰ μὲν 〈γὰρ τὸ ἕτερον〉 ἐνεργείᾳ εἴη, ἐνεργείᾳ καὶ τὸ λοιπὸν ἔσται , ἐὰν δὲ τὸ ἕτερον δυνάμει, καὶ τὸ ἄλλο ἔσται δυνάμει· οἷον ὅταν τὸ ἐπιστητὸν ἐνεργείᾳ ᾖ, ἐξ ἀνάγκης καὶ ἡ περὶ αὐτὸ ἐπιστήμη ἐνεργείᾳ ἔσται, ὅταν δὲ τὸ ἐπιστητὸν δυνάμει ᾖ, καὶ ἡ ἐπιστήμη δυνάμει ἔσται. ὅταν δὲ προεπινοῶμεν τὸ [*](1 μετέβη M 5 γὰρ] δὲ F τὸ δὲ σῶμα—γίνεσθαι (6) haud sana 6 τῆ αἰσθ. τῶ ἅμα F δύναται F 7 γῆ (sic) ὕδωρ F: ὕδωρ γῆν M 12 ἐν σχέσει M 14 εἶναι] εἰδέναι M ὁ] ὡς (?) M 15. 17 ἐστιν M 16 ἔσται om. M 17 τῇ] an τὰ? 18 τὸ ἐπιστ. τὸ ὡς F 19 οἷον ὡς τὰ ἄστρα F ἔσται] εὑρεθήσεται M 20 πρότερα (ex πρότερον corr.) γὰρ τὰ ἄστρα πρότερον F αὐτῶν F ἐὰν] ἂν M 21 τὸ ἐπιστ. καὶ ἀπλῶς ὡς ἐπιστ. ἅμα ἐστὶ M 22 περὶ αὐτὸ μὴ οὔσης M ἅμα γὰρ ἐπ. ἐστιν οὔσης τῆς . . ἐπιστήμης M φησι] quo pertineat nescio 23 εἶναι δὺν. colloc. M 25 ἄν ἔχοι] ἔχει F 26 γὰρ τὸ ἕτερον Philop.: om. codd. 28. 29. 30 ἐστί M 28 ᾖ Philop.: εἴη codd. 29 ὅταν δὲ] μὴ οὕτως δ’ ἐχούσης οὔτε τὸ ἐπιστητὸν ἐνεργεία. ὡσαύτως ὅταν Μ 30 ἦ] εἴη F)

77
ἐπιστητὸν τῆς ἐπιστήμης ἢ τὸ αἰσθητὸν τῆς αἰσθήσεως, οὐχ ὡς ἐπιστητὸν ἢ ὡς αἰσθητὸν ἀλλ’ ὡς πρᾶγμα αὐτὸ καθ’ αὑτὸ θεωροῦμεν.

[*](p. 8 a 13)

Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία.

Συμπεπλήρωκε τὸν τῶν παλαιῶν ὁρισμὸν καὶ τὰ τούτου παρακολουθήματα· μέλλων τοίνυν τὸν ἑαυτοῦ ὁρισμὸν παρεισφέρειν βούλεται πρότερόν τινα ἄτοπα ἑπόμενα τούτῳ τῷ ὁρισμῷ δεῖξαι· ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα. διαίρεσις δὲ παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ καὶ ἢ ὅλον ἢ μέρος. τέσσαρες οὗν γίνονται δηλονότι συζυγίαι, μία μὲν καθόλου μέρος οἷον κεφαλὴ χείρ, ἑτέρα δὲ ὅλον μερικὸν οἷον Σωκράτης καὶ τὰ τοιαῦτα, ἄλλη δὲ καθόλου ὅλον οἷον ἄνθρωπος, καὶ μερικὸν μέρος ὡς ἡ τὶς χεὶρ καὶ ἡ τὶς κεφαλή. τούτων αἱ μὲν τρεῖς οὐκ εἰσὶ τῶν πρός τι, ἡ δὲ μία τὸ καθόλου μέρος, | ὅ ἐστι κεφαλὴ 119v χείρ, δόξει τῶν πρός τι εἶναι· τινὸς γὰρ κεφαλὴ καὶ τινὸς χεὶρ λέγεται. τοῦτο οὖν φησιν ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν.

[*](p. 8 a 17)

Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεταί τινός τις ἄνθρωπος.

Ὅταν γὰρ λέγηται ἄνθρωπος ἢ βοῦς τινος εἶναι, οὐ καθὸ ἄνθρωπος οὐδὲ καθὸ βοῦς, ἀλλ’ ὡς κτῆμα.

[*](p. 8 a 28)

ἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι.

Φησὶν ὅτι κατὰ τὸν προαποδοθέντα τῶν πρός τι ὁρισμὸν ἀδύνατον λῦσαι τὸ ἄπορον ἢ τῶν πάνυ χαλεπῶν. τοῦτο δὲ εἶπε τὸ τῶν πάνυ | χαλεπῶ διὰ τὸ δύνασθαί τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς [*](120r) ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ οὖν κεφαλὴ οὐ καθὸ κεφαλὴ τῶν πρός τί ἐστιν, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου λέγεται μέρος.

[*](p. 8 a 31)

Ἀλλ’ ἔστι τὰ πρός τι.

Ὃ βούλεται εἰπεῖν ὁ φιλόσοφος, τοῦτό ἐστιν ὅτι πρός τί ἐστιν ὧν τὸ εἶναι καὶ ἡ οὐσία οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ πρὸς ἄλλο σχέσις· οὐδὲ γὰρ [*](6 ἐστι δ’ ἄτοπα F 7 post, οὐσίας add. εὑρίσκεσθαι F 8 καθολικὴ M 9 μερικὸν κὸν F 10 μέρος scripsi: μερικὴ F: μερικὸν M 12 καὶ ἡ] ἢ ὡς ἡ M post κεφαλή add. ἔστω δὲ καὶ ἐν ὑπογραφὴ οὕτως M 13 τοῦ καθ. μέρους M 13. 14 καθόλου κεφαλὴ καὶ καθόλου χείρ M 15 τῶν προαποδεδομένων F 17 post τις ἄνθρ. pergit ἡ βοῦς τινός τις εἶναι. εἰ γὰρ καὶ λέγεται οὐ καθὸ ἄνθρ. κτλ. F 21 φησὶν—ὁρισμὸν om. F 25 τὸ γὰρ μέρος—μέρος 26 om. M 29 ἄλλο] ἄλληλα F)

78
τὸ λέγεσθαι αὐτὰ καὶ μόνον πρὸς ἄλλο σημαίνει ὅτι τῶν πρός τί ἐστι ταῦτα, ἀλλὰ καὶ τὸ σχέσιν ἔχειν αὐτὰ πρὸς ὃ λέγεται· τὸ μὲν γὰρ ὂν πρός τι οὐ μόνον λέγεται πρὸς ἄλλο, ἀλλὰ καὶ σχέσιν ἔχει πρὸς αὐτό, τὰ δὲ μὴ ὄντα πρός τι δύναται μὲν λέγεσθαι πρὸς ἄλλο, οὐ μέντοι καὶ σχέσιν ἔχει πρὸς αὐτό. ὄντος δὲ τοῦ πρός τι τοιούτου οὐκέτι τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι γίνεται· ἡ γὰρ κεφαλὴ λέγεται μὲν πρὸς ἄλλο καὶ ἄλλο, ὥσπερ οὖν καὶ πᾶν μέρος (παν γὰρ μέρος ἄλλου ἐστὶ μέρος), οὐ μὴν χαρακτηρίζεται τὸ εἶναι αὐτὴν κεφαλὴν ἐκ τῆς σχέσεως ἧς ἔχει πρὸς ἐκεῖνο οὗ ἐστι κεφαλή. ἔστιν οὖν κεφαλῆς ὡς κεφαλῆς ἀποδοῦναι λόγον αὐτῆς καθ’ αὑτήν· οὐσία γάρ ἐστι καὶ ὑποκείμενόν τι ἡ κεφαλή. οὐδὲν δὲ τῶν πρός τι καθ’ αὑτό ἐστι πρός τι· τὸ γοῦν ὅμοιον καὶ τὸ ἴσον ὁμολογουμένως ἐστὶ πρός τι, οὐ σημαίνει δὲ πρᾶγμά τι οἰκείαν ἔπι· βολὴν ἔχον, ἀλλ’ ἔστι τούτων ἑκάστῳ τὸ εἶναι ἐν σχέσει. [τὸν ἴδιον πρός τι ὁρισμὸν ἐκτίθεται· ὁ γὰρ πρῶτος ὁρισμὸς παρακολούθημα μόνον ἐστίν· εἴ τι γάρ ἐστι πρός τι, τοῦτο καὶ λέγεται, οὐ μέντοι εἴ τι λέγεται, τοῦτο καὶ ἔστι πρός τι διὰ τὰ προειρημένα].

[*](p. 8 a 35)

Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι.

ἐκθέμενος τὸν ἴδιον ὅρον πόρισμά τι συνάγει ἀκόλουθον τοῖς προειρημένοις· πόρισμα δέ ἐστι τὸ ἀποδείξει ἑτέρου συναναφαινόμενον καὶ αὐτὸ μέντοι χρήσιμον· οἷον ὡς ἄν εἰ εἰπών τις καὶ προθέμενος δεῖξαι ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, λογίσηται ὅτι εἰ μὴ ἦν αὐτὴ κατὰ τὸ ἀληθὲς ἀθάνατος, ἀλλὰ μετὰ τὴν ἀναχώρησιν τοῦ σώματος διεσκεδάννυτο, οὐδὲν διέφερον οἱ σπουδαῖοι ἄνθρωποι τῶν κακῶν, ἐπειδὴ δὲ κατὰ τὸ ἀληθὲς ἅπαντες ἴσμεν ὅτι ἔστι πρόνοια ἀπονέμουσα ἑκάστῃ ψυχῇ ἀμοιβὴν τῶν πράξεων καὶ διὰ τοῦτό τινες τῶν εὐζωίᾳ ζώντων ἐπείγονται τὰς ἀρετὰς κτᾶσθαι ὡς διὰ τοῦτο τὴν ψυχὴν οἰκειοτέραν ποιεῖν τῇ προνοία (οὐδεὶς γὰρ ἠλίθιός ἐστιν οὕτω τῇ διανοίᾳ ὡς τοῦτο ὅλον ἀγνοῆσαι), ἐὰν οὖν τὰ ἑπόμενα τῇ ψυχῇ λάβῃ καὶ δείξῃ ὅτι κρίνεται, πάντως τῇ τούτου ἀποδείξει συναναφαίνεται ὅτι ἔστι καὶ πρόνοια. φησὶ τοίνυν ὅτι ἐάν τις τῶν πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἀν ἀορίστως, ὁμοίως καὶ τὸ ἕτερον ἀορίστως εἴσεται, κἀν ἀπλῶς, ἀπλῶς, καὶ καθόλου ὡς ἄν τὸ ἕτερον εἰδῇ, καὶ τὸ ἕτερον εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ’ εἰ πρός τί πως ἔχει εἴσεται· | εἰ [*](120v) γάρ τις ἐπίσταται τὸν Σωφρονίσκον ὄντα πατέρα, πάντως καὶ τὸν Σωκράκαὶ [*](1 eicias 5 ἔχειν M τοιούτου] τούτου F 7 πᾶν γὰρ μέρος in mrg. suppl. F3 11 πρός τι (alt.) eicias 12 post ἴσον add. ἃ M 13 τὸν ἴδιον—προειρημένα (16) inclusi τῶν] τὸν F 15. 16 εἴ τι καὶ λέγεται, τοῦτο καὶ ἔστι διὰ τὰ προειρ. M 17 δὲ] δὴ M 19. 20 καὶ αὐτὸ μέντοι χρήσιμον in mrg. suppl. F3 20 προστιθέμενος F 25 τινες om. M εὐζωία F: εὔζωα M: fortasse εὐζωίαν 28 δείξει F πάντως γὰρ M 31 ἁπλῶς καὶ om. M 32 εἰδείη F 33 πρὸς ὃ—εἴσεται om. F)

79
την εἴσεται· εἰ δὲ τοῦτο μὴ εἰδείη, οὐδ' εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται.

[*](p. 8 b 7)

Ωσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν.

Εἰ γὰρ οἶδέ τις μέγεθός τι ὡς διπλάσιον, εἴσεται, φησί, καὶ τίνος διπλάσιον· εἰ γὰρ μή, οὐδὲ τὸ διπλάσιον ἐπίσταται. καὶ εἰ οἶδεν ὅτι κάλλιόν ἐστιν, ὀφείλει εἰδέναι καὶ τίνος κάλλιον· εἰ γὰρ μή, ἀλλὰ μόνον ὅτι χείρονος κάλλιον, ἀπατηθήσεται οὕτω τὴν ἀπάντων χείρονα ὕλην πολλάκις λέγων κάλλιον.

[*](p. 8 b 10)

Ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη.

Ἡ μὲν γὰρ ὑπόληψις ἀμυδρὰ καὶ ἀβέβαιός ἐστι γνῶσις, ἡ δὲ ἐπι- στήμη γνῶσίς ἐστιν ἄπταιστος.

[*](p. 8 b 13)

ὐδέν ἐστι χεῖρον αὐτοῦ.

οὐδὲν γὰρ ἀπεικὸς ὃ λέγομεν κάλλιον κατὰ τύχην εἶναι πάντων χεῖρον ὡς ἐπὶ τῆς ὕλης.

[*](p. 8 b 15)

Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα.

Ἐκ τούτων ἀποδείκνυσι λοιπὸν πῶς ἥ τε κεφαλὴ καὶ ὁ ποὺς καὶ ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι· ὑποκείσθω γὰρ ὁ Σωκράτης τὸ μὲν ἄλλο σῶμα ἐγκεκαλυμμένος, μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων, ἐνταῦθα ὡρισμένως μὲν οἶδα ὅτι ἐστὶ χείρ, τίνος δέ ἐστιν οὐκ οἶδα. τῶν δὲ πρός τι ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται· τὴν δὲ χεῖρα ὡρισμένως εἰδὼς τίνος ἐστὶν ὡρισμένως οὐκ οἶδα· δῆλον οὖν ὅτι ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι. ὁμοίως δὲ ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μερῶν.

[*](p. 8 b 21)

Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν.

Πάνυ ἐμφιλοσόφως φησί· βούλεται γὰρ ἡμᾶς μὴ εἰκῇ μηδὲ ὡς ἔτυχεν ἀποφαίνεσθαι καὶ μάλιστα περὶ θεωρημάτων πολλῆς ζητήσεως δεομένων, [*](1 δὲ] γὰρ F εἰδείη] εἰδῇ M 3 δὲ om. F εἰ om. M 4 ante εἰ γὰρ add. εἰ οἶδεν ἀφωρισμένως ὅτι ἔστι διπλάσιον, εἴσεται τίνος διπλάσιον M φησί, καὶ om. M 5 καὶ εἰ] εἰ γὰρ M 6 γὰρ] δὲ F μόνον] μᾶλλον F 7 ἀπατηθ. ante ἀλλὰ colloc. F 9 τοιοῦτον F καὶ οὐκ M ἐπιστήμης F 10 μὲν γὰρ om. F 13 πάντων εἶναι colloc. M 15 γε om. F 16 τε om. F 19 ἐστί (post ὅτι) om. F ἐστιν οὐκ] οὐκέτι F 20 ὁ om. F 21 οὖν Vat. 2173: om. FM ὑπὲρ] περὶ M 26 δεομένων scripsi: ἐχομένων FM)

80
μετὰ πολλῆς δὲ βασάνου καὶ κρίσεως. ἐπειδὴ δὲ ὁδὸς εἴς εὐπορίαν μαθήσεως τὸ ἀπορεῖν, οὐκ ἄχρηστόν φησι τὸ διηπορηκέναι περὶ ἑκάστου αὐτῶν· τὸ γὰρ μὴ ἀπορεῖν δύο ταῦτα σημαίνει, τὸ πάντων ἔχειν τὰς γνώσεις ὡς ἡ πρόνοια (οὐδὲν γὰρ ἐν αὐτῇ ἄπορόν ἐστι) καὶ τὸ πανταχόθεν ἐστερῆσθαι γνώσεως· ὃ γὰρ μὴ οἶδέ τις, οὐδὲ ἀπορεῖ. ἡμεῖς δὲ μέσοι ὄντες τῶν τε ὑπὲρ ἡμᾶς καὶ τῶν μεθ’ ἡμᾶς μέσως πως γινώσκομεν ὁδῷ χρώμενοι τῇ ἀπορίᾳ· καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρατριβόμενα πῦρ ἀφιᾶσιν, οὕτω καὶ αἱ ψυχαὶ ἀποροῦσαι διὰ τῆς ζητήσεως ἀφιᾶσι τὸ τῆς ἀληθείας φῶς. ἐπειδὴ οὖν ὁ Ἀριστοτέλης ἐλάβετο ἀνωτέρω τοῦ ὁρισμοῦ τοῦ λέγοντος πρός τι εἶναι τὰ ἑτέρων λεγόμενα, ὡς κινδυνευουσῶν τινων οὐσιῶν γίνεσθαι τῶν πρός τι, νῦν φησιν ὅτι ἴσως οὐ δεῖ ἡμᾶς διισχυρίζεσθαι ὅτι οὐκ ἔστι πρός τι τὰ ἑτέρων λεγόμενα· πολλάκις γὰρ ἀπολογεῖταί τις πρὸς τὴν εἰρημένην ἐξ ἡμῶν ἀπορίαν. |

[*](121v)

Τῷ αὐτῷ τρόπῳ τῆς διδασκαλίας | ἐπὶ τῆς ποιότητος κεχρήμεθα, [*](122r) ᾧ καὶ ἐπὶ τῶν πρός τι. δεῖ οὖν ἡμᾶς καὶ ἐνταῦθα προλαβεῖν τινα τῆς διδασκαλίας καὶ ζητῆσαι πρότερον τὴν τάξιν τῆς κατηγορίας, δεύτερον τὸν ὁρισμόν, εἶτα τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, τέταρτον δὲ ἐπὶ τούτοις καὶ περὶ τῆς διαιρέσεως αὐτῆς. καὶ ἡ μὲν τάξις τῆς κατηγορίας ἤδη ἡμῖν δήλη ἐκ τῶν εἰρημένων ἐν τοῖς πρός τι. περὶ δὲ τοῦ ὁρισμοῦ ζητοῦμεν διὰ τί τῆς ποιότητος τὸν ὁρισμὸν ἀποδιδούς φησιν ὅτι καθ’ ἣν οἱ μετέχοντες αὐτῆς ποιοὶ λέγονται, αὐτὸ δὲ ὅπερ ἐζητοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον. ἐροῦμεν ὅτι οὗτος ὁ λόγος εἰς ἔννοιαν ἡμάς ἄγει τῆς ποιότητος διὰ τοῦ ποιοῦ· σαφέστερον γάρ ἐστι τὸ ποιὸν ἅτε δὴ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπ’ αὐτοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτήτος. ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας, λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιμαθήσεως] [*](2 μαθήσεται F 4 ἡ om. F 6 τε om. M ὑπὲρ] περὶ M μεθ’] καθ’ M 7 πρὸς τὰ πυροβόλα ἑαυτὰ F 9. 10 τοῦ ἀνωτέρου ὁρισμοῦ ἐπελάβετο F 11 τινων] τῶν F 13 τὰ εἰρημένα M 14 tit. περὶ ποιοῦ καὶ ποιότητος F: Φωτίου περὶ ποιότητος, tum post Photii expositionem ἀμμωνίου M 15 καὶ ἐπὶ τῆς ποιότ. M 16 ὧ καὶ] ὡς M 18 post ἐπιγραφὴν add. τί δήποτε μὴ ὡς ἐν ταῖς ἄλλαις κατηγορίαις ἁπλῆν ἐποιήσατο τὴν ἐπιγραφὴν ἀλλὰ M 19 περὶ] ἐπὶ M 23 ἐροῦμεν—ποιότητος (24)] τὴν ποιότητα F 25 δὴ cm. M 26 τὸ (prius) ex τῶ corr. F 27 ψιμμιθίω M 28 φοίνικος καὶ μέλιτος colloc. F 29 οὖν τοῦ] τοῦ καὶ F 30 σαφεστέρου (ὡς om.) γοῦν ὄντος τοῦ ποιοῦ ἐκ τούτω διδ. F)

81
εἷται. ἔστι δὲ ποιὸν μὲν αὐτὸ τὸ μετέχον ποιότητος, τὸ δὲ μετεχόμενον ἡ ποιότης· διὰ γὰρ τοῦτο καὶ προέταξε τὸ ποιὸν ἐν τῇ ἐπιγραφῇ ὡς ἐν τούτῳ τῆς ποιότητος θεωρουμένης.

Δεῖ δὲ ἐπὶ τούτοις καὶ τὴν διαίρεσιν τῆς κατηγορίας εἰπεῖν. ἰστέον ὅτι τῆς ποιότητος ὁ Ἀριστοτέλης τέσσαρα ἡμῖν παραδίδωσιν εἴδη, πρῶτον ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἕξις μέν ἐστιν, ὡς ὅταν λέγωμεν τὸν γεωμέτρην ἕξιν ἔχειν εἰς τὰ γεωμετρικὰ θεωρήματα, διάθεσις δέ ἐστιν, ὡς ὅταν εἴπωμέν τινα παρακούσματα ἔχειν γεωμετρικῶν θεωρημάτων. καὶ τοῦτο μὲν τὸ πρῶτον εἶδος τῆς ποιότητος. τὸ δὲ δεύτερον δύναμις καὶ ἀδυναμία, ὅ ἐστιν ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης πρὸς τὰ φυσικὰ πράγματα, καὶ τὴν μὲν δύναμιν ἐπιτηδειότητα τὴν δὲ ἀδυναμίαν ἀνεπιτηδειότητα καλοῦμεν. τρίτον δὲ εἶδος παθητικὴ ποιότης καὶ πάθος· ἔστι δὲ παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι ψυχρότης καὶ ἡ ἐν τῷ πυρὶ θερμότης. αὕτη δέ ἐστι διττή, ἢ ὡς πάθος ποιοῦσα ἢ ὡς ἀπὸ πάθους ἐγγινομένη· ἡ μὲν οὖν ψῦξις τῆς χιόνος καὶ ἡ τοῦ πυρὸς θερμασία λέγεται παθητικὴ ποιότης, οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη ἀλλ’ ὡς πάθος ἐμποιοῦσα (οὔτε γὰρ τροπή τις ἐγένετο περὶ τὸ ὑποκείμενον, ἵνα δέξωνται ταύτας τὰς ποιότητας τό τε πῦρ καὶ ἡ χιών, ἀλλὰ μᾶλλον ταῦτα ἐν ἄλλοις ἐντιθέασι πάθη, θερμότητα καὶ ψυχρότητα), ἡ δὲ ἐν τῷ τεθερμασμένῳ σιδήρῳ θερμασία λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. πάθος δὲ λέγομεν, ἡνίκα τὸν πρότερόν τις χρόνον ὠχρὸς ὢν δι’ αἰδῶ ἐρυθριάσῃ· τὸ ἔρευθος τοῦτο ἐροῦμεν εἶναι πάθος. | τέταρτον δὲ εἶδος [*](122v) τὸ σχῆμα καὶ ἡ μορφή. καὶ εἰδέναι δεῖ ὅτι τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύχων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων. εἰδέναι δὲ δεῖ ὅτι καὶ ὁ Πλάτων ἐχρήσατο τῷ τῆς ποιότητος ὀνόματι ἐν τῷ διαλόγῳ τῷ Θεαιτήτῳ καὶ αὐτὸς γέγονε πρῶτος δημιουργὸς τοῦ ὀνόματος· φησὶ γὰρ ὅτι ‘δοκεῖς μοι ἀγνοεῖν τί σημαίνει τὸ τῆς ποιότητος ὄνομα διὰ τὸ ἀθρόως εἰρῆσθαι’. ὁ δὲ Ἀριστοτέλης ἐπέτεινε τὸ τῆς ποιότητος ὄνομα οὐ μόνον ἄχρι σωμάτων ἀλλὰ καὶ ἐπὶ τὴν ψυχήν, λέγων ποιότητας εἶναι ἐν ψυχῇ ἐπιστήμην καὶ ἀρετήν.

Ἔστι δὲ † ἀπορῆσαι τῷ Ἀριστοτέλει λέγοντας μὴ δεόντως αὐτὸν πεποιῆσθαι τὴν διαίρεσιν· λέγομεν γὰρ ἕξιν οὐ μόνον ἐπὶ τῆς ψυχῆς ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος· τὴν γὰρ ὑγείαν ἕξιν λέγομεν εἶναι τοῦ σώματος, καὶ πάλιν ἑκτικὸν πυρετόν. ταύτας οὖν τὰς ποιότητας ὑπὸ ποῖον [*](2 καὶ om. F ὑπογραφὴ F 8 τὰ γεωμετρικὰ—εἴπωμεν (9) om. F 9 ἔχειν om. F 10 καὶ τοῦτο—τὀ δὲ om. F 11 δύναμιν FM ἀδυναμίαν M ὅ om. F 12. 13 ἀνεπιτ. ἁδὺν. colloc. M1 13 δὲ] ἐστιν M 14 ἡ (utrobique) om. M 17 ὡς (post οὐχ) om. F 18 οὔτε] an οὐδὲ? 20 τεθερμ.] θερμ. F 21 ἐγγενομένη F 23 αἰρυθριάση F: ἐρυθριάσει M 24 τὸ σχῆμα supra scr. F μὲν om. F 25 τῶν om. F καὶ εἰδέναι δὲ F 25. 26 ὁ θεῖος πλ. M 26 διαλ.] λόγω F Θεαιτήτῳ] p. 182 Α 28 post εἰρῆσθαι add. καὶ ὁ μὲν πλατῶν οὕτως ἐχρήσατο M 30 ἐν ψυχὴ M: ἤγουν F 32 ἀπορῆσαι] ἐπιστῆσαι coni. Diels 35 ποιῶν F Comment, in Arist. IV 4. Ammon. in Cat. 6)

82
τῶν τεττάρων εἰδῶν τῆς ποιότητος τῶν ὑπὸ Ἀριστοτέλους εἰρημένων ἀνάμέν ἐστι κατ’ ἐπιτηδειότητα ἡ δὲ κατ’ ἐνέργειαν, καὶ αὕτη μὲν ἡ κατ’ ἐπιτηδειότητα ποιεῖ τὸ δεύτερον εἶδος τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. ἡ δὲ κατ’ ἐνέργειαν ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. τῆς δὲ τελειωτικῆς ἡ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν ἡ δὲ οὐ ποιεῖ πάθος. αὕτη ἡ μὴ ποιοῦσα πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητός ἐστι, γίνεται ἕξις, καὶ γίνεται ἢ ἐν ψυχῇ ἢ ἐν σώματι, εἰ δὲ εὐαπόβλητος, γίνεται διάθεσις. ἕξις δὲ ἐν ψυχῇ μὲν ἐπιστήμη ἀρετή, ἐν σώματι δὲ ὡς ὑγεία. εἰ δέ τις εἴποι τὴν ὑγείαν πάθος ἐμποιεῖν (αἰσθανόμεθα γὰρ αὐτῆς), ἐροῦμεν ὅτι οὐ τῆς ὑγείας αἰσθανόμεθα, ἀλλὰ τῶν παθητικῶν ποιοτήτων τῶν ἡγουμένων τῆς ὑγείας· οἱ μὲν γὰρ πυρέττοντες αἰσθάνονται τῆς παρὰ φύσιν θερμασίας παρούσης καὶ πάλιν ἀπούσης, τῆς μέντοι ὑγείας αὐτῆς οὐκ αἰσθάνονται· διὸ καὶ ὅσοι ἀνίατοι, νόσου παρούσης ἀμυδράς οὐκ αἰσθάνονται· οὐ γάρ ἐστι τότε κατάδηλος ἡ νόσος εἰ μὴ μόνοις τοῖς ἰατροῖς, καὶ αὐτοὶ δὲ οἱ ἰατροὶ διαγνώσεως σημεῖά τινα ἔχουσι, δι’ ὧν θηρῶνται τὴν νόσον καὶ τὴν ὑγείαν. τῆς δὲ πάθος ἐμποι- ούσης ἡ μὲν δυσαπόβλητός ἐστιν ἡ δὲ εὐαπόβλητος, καὶ εἰ μὲν εὐαπόβλητος εἴη, τὸ ἓν τμῆμα τοῦ τρίτου εἴδους ποιεῖ τοῦ ὑπὸ Ἀριστοτέλους εἰρημένου, φημὶ δὴ τὸ πάθος, οἷόν ἐστι τὸ ἔρευθος τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος· ἡ γὰρ φύσις τοῦ ἀνθρώπου συνειδυῖα τῷ ἑαυτῆς πταίσματι μὴ βουλομένη | ἄτιμα μηδ’ ἔρημα εἶναι τὰ ἐπιπολῆς τὰ τιμιώτερα ἑαυτῆς εἰς [*](123r) προκάλυμμα πέμπει τοῦ πάθους· τιμιώτερα δὲ πάντων τῇ φύσει τό τε πνεῦμα καὶ τὸ αἷμα. καὶ ἡ μὲν φύσις ἀποστέλλει τὸ αἷμα εἰς τὰ ἐπιπολῆς, τὸ δὲ χρῶμα τοῦ χυμοῦ ποιεῖ τὸ ἔρευθος. εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ τὸ ἕτερον τμῆμα τοῦ τρίτου εἴδους, τὴν παθητικὴν ποιότητα τὴν πάθος ἐμποιοῦσαν. εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτική, ἢ περὶ τὴν ἐπιφάνειαν θεωρεῖται ἢ διὰ βάθους κεχώρηκε τοῦ ὑποκειμένου. καὶ εἰ διὰ τοῦ βάθους κεχώρηκεν, ἢ εὐαπόβλητός ἐστιν ἢ δυσαπόβλητος· καὶ εἰ μὲν εὐαπόβλητος εἴη, ποιεῖ πάλιν πάθος τοῦ τρίτου εἴδους τῆς ποιότητος, εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ παθητικὴν ποιότητα, οὐ τὴν πάθος ἐμποιοῦσαν ἀλλὰ τὴν ἀπὸ πάθους ἐγγινομένην, καθάπερ ἐπὶ τοῦ ἐκ γενετῆς ἐρυθροῦ· ὃν γὰρ τρόπον ὁ δι’ αἰδῶ ἐρυθριάσας κατὰ πάθος ἔσχε [*](1 τεττάρων om. F 2 ᾖ scripsi: εἴη FM 6 οὔτε (prius)] τε supra scr. F2 9 ἐστι] εἴη M καὶ γίνεται ἡ] γίνεται δὲ M εἰ] ἡ F 11 τῶ σώματι M 12 αὐτήν F 13 τῶν om. F 13. 15 ὑγιείας M 15 μέντοι] μὲν F 16 οὐ] οὐδὲ M 18 ἔχουσι supra scr. M τῆς δὲ πάθος] εἴπωμεν ὅτι τῆς ποιότητος τῆς πάθος F 19 ἐστιν om. F 20 ποιεῖ post ἓν colloc. M 21 τὸ πάθος οἷόν ἐστι om. F 22 τοῦ ἀνθρ. ἑαυτῆ πταίσματι τῶ om.) συνιδοῦσα καὶ μὴ βουλομένη αὐτὸ σημᾶναι μηδὲ ῥήματι μήτε ἀφύλακτα διαμεῖναι ἀσήμαντον ἀφύλακτα μηδὲ ῥήματα εἶναι τὰ ἐπιπολῆς F 23 εἰς] an ὡς? 24 τιμιώτερον M 25 ante πνεῦμα add. χρῶμα F 26 δυσαπόβλητα F 27 ποιότητα om. F 29 βάθος F 30.31 εὐαπόβλητον (bis) et δυσαπόβλητον F 31 πάλιν post εἴδους colloc. M 34 γεννητὴς (sic) F)
83
τὸ τοιοῦτον χρῶμα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἐκ φύσεως ἐρυθρὸς κατὰ φυσικὸν πάθος τοιοῦτον ἔσχε χρῶμα.

Ἰστέον δ’ ὅτι ὁ Ἀριστοτέλης τὴν ἀλλοίωσιν γενέσθαι λέγει ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως οὐκ ἀπὸ πάσης ποιότητος ἀλλὰ μόνον τῶν παθητικῶν· αἱ γὰρ κατὰ τὴν ἕξιν ποιότητες οὐ ποιοῦσι, φησίν, ἀλλοίωσιν ἀλλ’ ὁδόν τινα ἢ ἐπὶ φθορὰν ἢ ἐπὶ γένεσιν· ἡ γὰρ τῆς ἕξεως μεταβολὴ ἐναλλαγὴ τῆς οὐσίας ἐστίν. ἐπιζητῶν γὰρ ὁ φιλόσοφος τὰ εἴδη τῆς μεταβολῆς ἔλεγεν ἓξ εἶναι, γένεσιν φθορὰν αὔξησιν μείωσιν ἀλλοίωσιν τὴν κατὰ τόπον μεταβολήν. θεωροῦνται δὲ αὗται αἱ μεταβολαὶ ἐν τέτρασι κατηγορίαις, ἐν οὐσίᾳ ἐν ποσῷ ἐν ποιῷ ἐν τῇ ποῦ. καὶ ἡ μὲν μεταβολή, φησίν, ἡ γινομένη περὶ τὴν οὐσίαν ἡ μὲν ἀπὸ τοὐ μὴ ὄντος εἰς τὸ ὂν γινομένη λέγεται γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν λέγεται φθορά. ἡ δὲ περὶ τὴν τοῦ ποσοῦ κατηγορίαν γινομένη μεταβολὴ καλεῖται αὔξησις καὶ μείωσις, ἡ δὲ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ ἡ κατὰ τόπον μεταβολή, ἡ δέ γε ἀλλοίωσις οὐ κατὰ πᾶν εἶδος ποιότητος γίνεται· αἱ γὰρ κατὰ τὴν ἕξιν οὐκ ἂν λέγοιντο ἀλλοιώσεις, ἀλλ’ οἷον γενέσεις τινὲς καὶ φθοραί· εἴτε γὰρ ἐν τῇ ψυχὴ εἴη ἕξις, ὡς ἐπιστήμη ἢ ἀρετὴ ἔσται, εἴτε ἐν σώματι, ὡς ὑγεία, καὶ ἐὰν μία τούτων μεταβληθῇ, εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, γίνεται γένεσίς τις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, φθορὰ λέγεται. καὶ ταύτας, φησίν, οὐ δεῖ καλεῖν ἀλλοιώσεις. οὐκοῦν ἐροῦμεν τὴν ἀλλοίωσιν γίνεσθαι, ἡνίκα μεταβολὴ κατὰ τὰς παθητικὰς ποιότητας γένηται, τοῦτ’ ἔστιν οὐ κατὰ τὰς οὐσιώδεις ἀλλὰ κατὰ τὰς συμβεβηκυίας τῷ πράγματι. | καὶ ταῦτα μὲν περὶ τούτων εἰρήσθω. [*](123v) Εἰ δὲ μὴ δι’ ὅλης τῆς οὐσίας κεχώρηκεν, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν μόνην θεωρεῖται, εἰ μὲν ἐν ἀψύχοις εἴη, λέγεται σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, λέγεται μορφή· ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι τὸ μὲν σχῆμα ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρα θεωρεῖται, ἡ δὲ μορφὴ ἐν τοῖς φυσικοῖς πράγμασιν, ὡς φέρειν τὸ τῆς μορφῆς ὄνομα καὶ κατὰ παντὸς ἀψύχου, φημὶ δὴ λίθου καὶ ξύλου καὶ σιδήρου καὶ εἴ τι ἄλλο τῶν φυσικῶν σωμάτων μετέχει σχήματος. εἰ δέ τις εἴποι δι’ ἣν αἰτίαν μὴ καὶ τὰ χρώματα λέγομεν εἶναι μορφήν, ἐπειδὴ καὶ αὐτὰ περὶ τὴν ἐπιφάνειαν θεωροῦνται, ἐροῦμεν ὅτι τὰ χρώματα οὐχ ἁπλῶς ἐν τῇ μεταβολῇ τῆς ἐπιφανείας θεωροῦνται, ἀλλὰ πάντως ἀμείβεται καὶ περὶ τὴν κρᾶσιν τὸ σῶμα, ἐπὶ δὲ τῆς μορφῆς καὶ τοῦ σχήματος τῆς οὐσίας πάντῃ ἀτρέπτου [*](1 ἐρυθρὸς] ἐρυθριάσας F 2 χρῶμα Vat. 2173: τὸ χρῶμα FM 3 ὅτε F λέγει γενέσθαι coUoc. M 3. 4 ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως] cf. c. 3 p. 245b3sq. 5 ἕξιν] τάξιν F φησίν] φυσικὴν M 6 ἢ (post τινα) 7 μεταλλαγὴ μεταβολὴ F ἐπιζητεῖ F 8 ἔλεγε δὲ F 11 γενομένη F τοῦ om. M 12 ὃν om. F γενόμενον F 14 τοῦ om. M post κατηγ. add. καλεῖται M 15 ἀλλοίωσίς φησιν M 16 λέγοιντο] γένοιντο M 17 ὡς] ἢ F 18 ἔσται] ἐστιν M ὑγίεια M ἐὰν] εἰ F 25 θεωροῖτο M ἀψύχω — ἐμψύχῳ M 29 φημὶ] λέγω M καὶ (ante ξύλου) om. F 30 σχήματος] σώματος M 31 τὰ χρώματα] κατὰ χρῶμα F περὶ] κατὰ F 33 καὶ om. F κρίσιν F 34 τῆς οὐσίας πάντη om. F 6*)

84
κηρὸν ποιήσωμεν αὐτῷ τρίγωνον σχῆμα, εἶτα πάλιν μεταλλάξαντες αὐτὸν ἀπὸ τοῦ τριγώνου ποιήσωμεν σφαῖραν, οὐδεμίαν μεταβολὴν τῆς οὐσίας ποιήσαντες τὸ σχῆμα μόνον ἠμείψαμεν· οὐδὲν γὰρ ἧττον ἔσται κηρὸς καὶ τριγώνου ἔχων σχῆμα καὶ σφαιρικόν.

[*](p. 9 a 10)

ἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις.

Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα, οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις, καὶ ἔστι μὲν ἡ ἕξις καὶ διάθεσις κατὰ τὴν κοινὴν αὐτῶν κατηγορίαν, οὐκ ἔστι δὲ ἡ διάθεσις καὶ ἕξις· τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν.