In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](p. 11, 15)

Ὁ κοινός τε καὶ εἰδικός.

Κοινὸς ὁ καθόλου, εἰδικὸς δὲ ὁ καθ’ ἕκαστα.

[*](p. 11, 18)

Ὑπογράφουσι δὲ καὶ οὕτως· διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος.

Προσελθὸν γὰρ τὸ λογικὸν καὶ τὸ θνητὸν ἐχώρισε τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου.

[*](1 μεταβαλεῖν F: μεταβαλεῖν V μὴ om. V 2 καὶ τὰ χαλκᾶ p δυνατὸν FV 3 γὰρ] δὲ V 4 μεταβαλεῖν V 4. 5 ποτε γένοιτο colloc. p 5 ἀββάκιον DEMV 6 τὴν om. F post δῆλον ὅτι add. γὰρ MV: fort. eras. D: om. EFp 7 αὐτὴ DFMV: ἐστὶν αὕτη E: αὕτη p 8 ante γίνεται add. καὶ F 9 καὶ (ante ἵππος) om. FVp 10 τεχνῖτά V: τεχνικὰ p τῶν ξύλων Ep: τὰ ζῷα D: τοῦ ζώου FMV 11 τοιούτου] τοιοῦδε E φησίν EFMp: φασὶν DV 12. 13 διαφέρουσιν F 14 καθ’ ὃ καὶ ζῷα V 15 καὶ ἵππος καὶ κύων F μέντοι] δὲ p διαφέρουσιν F 17 πάλιν δεξ. πάλιν ποιεῖ D τὸν om. F 18 εἴδη M τὸ εἶναι ἑκάστῳ colloc. FV 19 τὸ τοιόνδε καὶ τὸ τοιόνδε F: τὸ ποῖον καὶ τὸ τοιόνδε DEp: τὸ τοῖον καὶ τοιόνδε M: τὸ τοιόνδε καὶ τοιόνδε V 23 ὁ καθέκαστα εἰδικὸς ὁ καθόλου colloc. FV 24 δὲ om. D δὲ τὰς τοιαύτας διαφορὰς καὶ οὕτως Porph. 26 καὶ τὸ θνητὸν eicias 27 τοῦ ἵππου] τῶν ἄλλων V)
108
[*](p. 12, 2)

Μὴ τὸ τυχόν φασι τῶν χωριζόντων.

[*](30v)

Οὐχ ἡ τυχοῦσα γὰρ διαφορά· οὐδὲ γὰρ ἡ κοινῶς οὐδὲ ἡ ἰδίως οὐδὲ [*](6) τὸ καθέζεσθαι καὶ ἑστάναι ἢ τὸ σιμὸν καὶ τὸ γρυπὸν χωρίζει, ἀλλ’ ἡ ἰδιαίτατα ἢ συστατική, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι· τοῦτο γὰρ μόνῳ ἀνθρώπῳ ὑπάρχει, ἐπεὶ οὐδὲ θεῷ ὡς κρείττονι πάσης γνώσεως, οὐδὲ τοῖς ἀλόγοις ὡς μηδὲ πεφυκόσι, καὶ πάλιν οὐ τῆσδέ τινος ἐπιστήμης (ἐπεὶ εἰ γραμματικῆς μόνης, γραμματικὸν παραλαμβάνεις), ἀλλὰ ἐπιστήμης.

[*](p. 12, 3)

Καὶ τοῦ τί ἦν εἶναι καὶ ὃ τοῦ πράγματός ἐστι μέρος.

Ἀντὶ τοῦ ‘καὶ εἰς τὸν ὁρισμόν᾿· τὸ γὰρ τί ἦν εἶναι σημαίνει παρὰ Ἀριστοτέλει τὸν ὁρισμόν (ὥσπερ <παρὰ> τοῖς γραμματικοῖς ἡ μῆνις τὴν ὀργήν), ἐπειδὴ ὁ ὁρισμὸς τὸ τί ἐστιν ἑκάστου καὶ τὸ εἶναι σημαίνει. ὃ οὖν μέρος ἐστὶ τοῦ ὁρισμοῦ, ἐκεῖνο διακρίνει· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μέρος γίνεται τοῦ ὅρου· διὰ τοῦτο αὕτη ἡ διαφορὰ ἀπὸ τῶν ἄλλων διακρίνει τὸν ἄνθρωπον.

[*](p. 12, 4)

Οὐ γὰρ τὸ πεφυκέναι πλεῖν.

Οὐ λέγει τὸ πλεῖν τὸ νήχεσθαι ἢ τὸ φέρεσθαι ἐπὶ τοῦ ὕδατος (οὕτως γὰρ καὶ τὰ ἄλογα καὶ τὰ ἄψυχα πεφύκασι πλεῖν), ἀλλὰ τὸ ναυτίλλεσθαι· τοῦτο γὰρ ἴδιον ἀνθρώπου. ἀλλ’ οὐ κατὰ τὸ ναυτίλλεσθαι ὁ ἄνθρωπος χαρακτηρίζεται, ἐπεὶ εἰ οὕτω, οἱ μὴ ναυτιλλόμενοι οὐκ ἄν ἦσαν ἄνθρωποι.

Περὶ ἰδίου.

[*](p. 12, 13)

Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς.

Πληρώσας τὸν περὶ τῆς διαφορᾶς λόγον περὶ τοῦ ἰδίου λοιπὸν διαλέγεται· [*](2 γὰρ (post τυχοῦσα) om. MVp γὰρ (post οὐδὲ) om. p 3 τὸ ἑστάναι V καὶ (post σιμὸν)] ἢ FV 4 ἢ] ἡ MV συστατικὸν Fp τὸ V: τοῦ DEFMp 5 οὐδὲ—οὐδὲ] an οὔτε—οὔτε? πάσης γν. κρείττονι colloc. Ep 6 ὡς μηδὲ πεφυκόσι DEFM: ὡς μὴ πεφύκασι V: ἐπεὶ οὐδ’ αὐτοῖς πέφυκε p; cogitando suppleveris ἐπιστήμης δεκτικοῖς εἶναι οὐ] οὐδὲ V 7 ἐπεὶ εἰ EM: ἐπεὶ DF: ἐπειδὴ εἰ V: οὑδὲ p τῆς γραμματικῆς p γραμματικὸν παραλαμβάνεις om. p γραμματικὸν DFV: γραμματικὴν Ε: γραμματικούς M ἀλλὰ πάσης in lac. XII litter om. F 8 καὶ ὃ τοῦ τί ἦν εἶναι τοῦ πρ. Porph., quod etiam hic restitui iubet comm. 10. 11 ὥσπερ—ὀργὴν fort. eicias 10 ὥσπερ παρὰ τοῖς γρ. scripsi: ὥσπερ τοῖς γρ. DEF: ὥσπερ ἐν τοῖς γρ. M (?) p: oblitt. V post μῆνις add. σημαίνει V 11 ἕκαστον V 13 εἶναι δεκτ. V: δεκτ. εἰνὶ p διὰ τοῦτο οὖν M 16 οὐ λέγει—πλεῖν (v. 17) om. F τὸ (ante πλεῖν) om. V νήχεσθαι] πορεύεσθαι V 17 ἄψυχα καὶ τὰ ἄλογα colloc. D ναυτίλεσθαι (ubique) F 18 τοῦ ἀνθρ. V 19 εἰ οὕτω D: οὕτως EFMVp 20 τοῦ ἰδίου Ep 21 διαιροῦσι om. M 22 τῶν διαφορῶν F)

109
λέγεται· τοῦτο γὰρ ἦν ἀκόλουθον κατὰ τὴν εἰρημένην τάξιν· διαλεχθεὶς [*](30v) γὰρ περὶ τῶν οὐσιωδῶν, ἀναγκαίως καὶ περὶ τῶν ἐπουσιωδῶν διαλέγεται· ἀλλὰ ἀπὸ τοὐ ἰδίου ἄρχεται ὡς μεταιχμίου ὄντος· κοινωνεῖ γὰρ καὶ τοῖς οὐσιώδεσι, καθὸ μόνω καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει τὸ κυρίως ἴδιον, ὥσπερ καὶ τὰ οὐσιώδη (καὶ γὰρ ταῦτα καὶ πᾶσι καὶ ἀεὶ ὑπάρχει, οἷς κοινωνεῖ δὲ καὶ τοῖς συμβεβηκόσιν, ὅτι ὥσπερ ἐκεῖνα τῇ ἐπινοίᾳ χωρίζεται τοῦ ὑποκειμένου, οὕτω καὶ τὸ ἴδιον τῇ ἐπινοίᾳ χωρίζεται. πάλιν δὲ κατὰ τὸ αὐτὸν τύπον τῆς διδασκαλίας πρότερον τὰ σημαινόμενα ἀπαριθμεῖται, καὶ οὕτως λέγει ποίου πέρι τοῖς φιλοσόφοις ὁ λόγος. τρόπον οὖν τινα διαιρεῖ εἰς τέσσαρα τὸ ἴδιον καί φησιν οὕτως· τὸ ἴδιον ἢ μόνῳ τινὶ εἴδει ὑπάρχει ἡ οὐ μόνῳ, καὶ εἰ μόνῳ, ἢ παντὶ τῷ εἴδει ἢ οὐ παντί, καὶ εἰ μὴ μόνῳ, πάλιν ἢ παντὶ ἢ οὐ παντί, ἡ ἀεὶ ἢ οὐκ ἀεί. ἡ μὲν οὖν διαίρεσις αὕτη. καὶ ἔστιν ἓν μὲν σημαινόμενον καὶ πρῶτον ὃ μόνῳ τινὶ συμβέβηκεν, οὐ παντὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ ἰατρεύειν τὸ φιλοσοφεῖν τὸ ἀστρονομεῖν τὸ γεωμετρεῖν ἤ τι τῶν τοιούτων. δεύτερον δὲ ὃ παντὶ μέν, οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ· καὶ γὰρ καὶ πετεινοῖς ὑπάρχει τὸ δίποσιν εἶναι. τρίτον δὲ ὃ καὶ μόνῳ καὶ παντί, οὐκ ἀεὶ δὲ ἀλλὰ ποτέ, ὡς ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· μόνῳ γὰρ καὶ παντί, ἀλλ’ οὐκ ἀεὶ πεπολίωται, ἀλλ’ ἐν γήρᾳ. τέταρτον δὲ ἐφ οὗ συνδεδράμηκε καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, οἷον τῷ ἀνθρώπῳ τὸ [*](31r) γελαστικὸν καὶ τῷ ἵππῳ τὸ χρεμετιστικὸν καὶ κυνὶ τὸ ὑλακτικόν. τούτων δὲ ἕκαστον λέγεται κατὰ δύναμιν, οὐ κατ’ ἔνεργειαν· οὐ γὰρ καθὸ γελᾷ ἢ χρεμετίζει, γελαστικὸν λέγεται ἡ χρεμετιστικόν, ἀλλὰ καθὸ πέφυκε. τοῦτο γάρ ἐστι τὸ κυρίως διὸν τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον, ᾧτινι ὁ Πορφύριος κατεχρήσατο ἐπὶ τῶν ἄλλων σημαινομένων καὶ ἁπλῶς τὸ κοινότερον λεγόμενον ἴδιον λαβὼν εἰς τέσσαρα διεῖλε. τριῶν οὖν οὐσῶν ἀντιθέσεων, ἐξ ὧν τὰ τοῦ ἰδίου σημαινόμενα εἴληπται, τούτων πρὸς ἄλληλα συμπλεκομένων, πλείονες γίνονται σχέσεις αὐτῶν, ἐξ ὧν αἱ μέν εἰσιν ἀσύστατοι αἱ δὲ συνιστάμεναι, ὡς διὰ τῶν ὑπογραμμάτων δείκνυται.

[*](2 ἀναγκαίως om. V ἐπουσ.] cf. p. 33,20 not. 3 post ἀλλὰ add. καὶ FVp μεταιχμίου τινὸς p 4 ἀεὶ καὶ παντὶ colloc. D post ὑπάρχει add. οἷς ὑπάρχει V 5 καὶ γὰρ καὶ V ἔ χωρίζονται V 8 τύπον DEFVp: τρόπον M post πρότερον add. αὐτοῦ FVp ἀπαριθμεῖ M 9 ποίου πέρι D: ποίου περὶ E: περὶ ποίου FMVp 10 διαιρεῖται V εἴδει om. DEM: post ὑπάρχει (11) transp. p 11 post εἴδει add. ὑπάρχει Vp post παντί addas ἡ ἀεὶ ἡ οὐκ ἀεί 12 μὴ om. V 14 δὲ om. V 15 τῶν τοιοῦτον V δὲ καὶ ὃ M οὐ] μὴ FV 16 ὡς τῶ ἀνθρ. FVp 17 καὶ (ante μόνῳ) om. FV 18 τῶ ἀνθρ. Fp 21 καὶ ἵππω EM καὶ τῷ κυνὶ p 23 χρεμμετίζει D χρεμετικόν E 24 τὸ καὶ κυρίως F τὸ τῷ μόνῳ p ὑπάρχειν F ᾧτινι M: ὥστε DEFVp 24 κατεχρήσατο] οὐκ ἐχρήσατο M 26 ἴδιον λαβὼν λεγ. colloc. F τριῶν—δείκνυται (v. 29) eicias aut ante καὶ ἔστιν ἓν μὲν (v. 13) transponas οὖν om. V 27 σημαινομένου M 28 αἱ superscr. Ε 29 συνιστάμεναι DEFMp: συστατικαὶ V ὑπογραμμάτων] ὑπογραφετῶν M: ὑπογραμμῶν Vp)
110
[*](p. 12, 19)

Τοῦτο δ᾿ αὐτῷ ἀεὶ σύμφυτον.

[*](31r)

Τῷ εἰπεῖν σύμφυτον τὴν δύναμιν καὶ τὸ πεφυκέναι ἐδήλωσεν, οὐ τὴν ἐνέργειαν· εἰ γὰρ καὶ μὴ ἀεὶ γελῶμεν, ἀλλὰ γελαστικοὶ εἶναι λεγόμεθα ἀεί· δυνάμει γὰρ ἔχομεν τὸ γελᾶν ἀεὶ καὶ πεφύκαμεν γελᾶν ἀεί. γελαστικοὶ οὖν ἐσμεν οὐ γελῶντες ἀεί· ἄλλο γὰρ τὸ γελᾶν καὶ ἄλλο τὸ γελαστικόν, καὶ ἄλλο τὸ χρεμετίζειν καὶ ἄλλο τὸ χρεμετιστικόν.

Περὶ συμβεβηκότος.

[*](p. 12, 24)

Συμβεβηκὸς δέ ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς [*](15) τῆς τοῦ ὑποκειμένου φθοράς.

Τῶν προκειμένων πραγμάτων πρὸς τὴν διδασκαλίαν ὑστάτην τάξιν ἔχει τὸ συμβεβηκός· λείπεται τοίνυν περὶ τούτου τὸν λόγον ποιήσασθαι. ἰστέον δὲ ὅτι οὐ κατὰ τὴν εἰωθυῖαν διδασκαλίαν καὶ περὶ τούτου ἐδίδαξεν· ἐπὶ μὲν γὰρ τῶν ἄλλων φωνῶν πρότερον ἀπηριθμήσατο τὰ διάφορα αὐτῶν σημαινόμενα καὶ τότε ἔλεγε περὶ ποίου τοῖς φιλοσόφοις ὁ λόγος· ἐνταῦθα δὲ οὐ τοῦτο ποιεῖ, ἀλλ’ εὐθὺς τὴν ὑπογραφὴν τοῦ συμβεβηκότος λέγει εἰδὼς ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ συμβεβηκότος ὁ λόγος τοῖς φιλοσόφοις. εἰ δὲ τὸ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, δῆλον ἐντεῦθεν, ὡς οὐκ εἰσὶ σώματα τὰ συμβεβηκότα· εἰ γὰρ ἦσαν σώματα, προστιθέμενα μὲν τοῖς σώμασιν εἶχον αὐτὰ δηλονότι αὔξειν, ἀφαιρούμενα δὲ μειοῦν· εἰ δὲ μήτε προστιθέμενα μήτε ἀφαιρούμενα λυμαίνεται τὰ σώματα, ἀσώματα ἄρα ἐστί. καὶ ἄλλως· εἰ ἦσαν σώματα, ἔμελλεν εἷς τόπος σωμάτων εἶναι περιεκτικὸς πλειόνων, ὅπερ ἀδύνατον· ἐν γὰρ τῷ μήλῳ ἔστι καὶ εὐωδία καὶ χροιὰ καὶ γλυκύτης, καὶ ταῦτα εἰ ἦν σώματα, οὐκ ἔμελλεν ἕνα ἔχειν τόπον, ὅπερ ἀδύνατον· σῶμα γὰρ διὰ σώματος χωρῆσαι ἀδύνατον. καὶ ὅτι μὲν τὰ χωριστὰ συμβεβηκότα τὸ ὑποκείμενον οὐ λυμαίνεται αὐτῷ γινόμενα καὶ ἀπογινόμενα, [*](1 τοῦτο—σύμφυτον MV: τούτω δ’ αὐτῶ ἀεὶ σύμφυτα τέσσαρα DEFp 2 τῷ δὲ εἰπεῖν p σύμφυτον] σύμφυτα D ἐδήλωσεν post σύμφυτον transp. V 3 γελαστικὰ λεγόμεθα εἶναι et ἀεί om.) V 4 ἀεὶ γὰρ ἔχ. τὸ γ. δυνάμει colloc. V ἀεὶ τὸ γελᾶν colloc. Μ καὶ] κἂν μὴ V ἀεὶ γελᾶν colloc. FV 6 χρεμμετίζειν D 8 δέ om. D 10 ὑστάτην scripsi: ὑστέραν libri 11 ποιεῖσθαι FV 12 οὐ MVp: om. DF: superscr. Ε 13 διάφορα] δία iter. V αὐτῶν] τούτων V 15 εὐθέως F 16. 17 τοῖς φιλ. ὁ λόγος colloc. M 18 τὰ om. DE 11) ἦσαν] ἦν M 20. 21 ἀφαιρ. μήτε προστιθ. colloc. V 21 λυμαίνονται MV τοῖς σώμασιν V ἄρα ἀσώμ. ἐστί V: ἄρα τὰ συμβεβηκότα ἀσώμ. ἐστί p εἰσί DEM 22 πλειόνων post τόπος transp. FVp εἶναι σωμ. colloc. F 23 ἐν γὰρ—ὅπερ ἀδύνατον (v. 24) eicias 24 οὐκ] πολλὰ σώματα V 25 χωρίσαι MV 26 τὸ ὑποκείμενον F: τοῦ ὑποκειμένου DEVp: τῶ ὑποκειμένω M αὐτῶ M: αὐτὸ (?) D: αὐτὰ EFp: αὐτοῖς V)

111
δῆλον (τὸ γὰρ καθῆσθαι ἢ ἑστάναι ἢ θερμαίνεσθαι ἢ ψύχεσθαι γίνονται [*](31r) καὶ ἀπογίνονται μὴ φθείροντα τὸ ὑποκείμενον)· ἆρα οὖν καὶ τὰ ἀχώριστα ἀπογίνεται μὴ λυμαινόμενα τὸ ὑποκείμενον, σιμότης λέγω καὶ γρυπότης καὶ μελανία ἡ ἐν τῷ κόρακι; φαμὲν οὖν ὅτι εἰ καὶ μὴ τῇ ἐνεργείᾳ, ἀλλ’ οὖν γε τῇ ἐπινοία καὶ ταῦτα χωρίζεται· κἀν γὰρ εὐθεῖαν ἢ καμπύλην νοήσῃς τὴν ῥῖνα, μένει ῥὶς οὐδὲν ἧττον.

Εἴωθε δέ τινα περὶ τοῦ ἀποδιδομένου ὁρισμοῦ ἀπορεῖσθαι· φασὶ γάρ, ὡς ἤδη εἴρηται, μὴ πᾶσιν ἁρμόζειν τοῖς συμβεβηκόσι τὸν ὁρισμὸν ἀλλὰ τοῖς χωριστοῖς, τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι· τὸ γὰρ ἐν τῷ Αἰθίο|πι [*](31v) ἢ τῷ κόρακι μέλαν ἀδύνατον ἀπογίνεσθαι χωρὶς τῆς τοὺ ὑποκειμένου φθορᾶς. εἴπομεν δὲ ἤδη ὅτι εἰ καὶ μὴ κατ’ ἐνέργειαν ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ ὁ κόραξ καὶ ὁ Αἰθίοψ λευκός, τοῦ δὲ ἀνθρώπου τὸ ζῷον οὐδὲ τῇ ἐπινοίᾳ χωρίσαι δυνατόν· ἅμα γὰρ τῷ νοῆσαι ἄνθρωπον μὴ εἶναι ζῷον φθείρομεν αὐτόν, ἐπινοήσαντες δὲ τὸν κόρακα μὴ εἶναι μέλανα ἢ τὸν Αἰθίοπα οὐ φθείρομεν αὐτοῦ τὴν οὐσίαν ὡς κόρακος ἢ ἀνθρώπου. ἀμέλει καὶ εἰ ἀφέλοι τις τοῦ κόρακος τὰ πτερά, οὐδὲν ἧττον ἔσται κόραξ, καὶ τὸν Αἰθίοπα εἰ λευκὸν ἐπινόησεις, οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, ὥστε καὶ τὰ ἀχώριστα εἰ καὶ μὴ τῇ ἐνεργείᾳ ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ. ἀπορεῖται δὲ καὶ τοῦτο, πῶς λέγεται γίνεσθαι καὶ ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· ὁ γὰρ πυρετὸς γινόμενος φθείρει τὸν ἄνθρωπον. φαμὲν οὖν ὅτι καθάπερ ἐν ταῖς χορδαῖς ἐπιτεινομένων καὶ ἀνιεμένων τὴν ἁρμονίαν λύεσθαι συμβαίνει, τὸ μέντοι ὑποκείμενον οὐ φθείρεται, οὕτω καὶ ἐνταῦθα θερμότητος ἢ ψύξεως ἀμέτρου γινομένης ἤ τινος τῶν παραπλησίων τὴν μὲν συμμετρίαν καὶ ἁρμονίαν τὴν ἐν τῷ ζῴῳ συμβαίνει φθείρεσθαι, σώζεται δὲ τὸ ὑποκείμενον, τοῦτ’ ἔστι τὸ σῶμα· τὸ γὰρ τῇ θέρμῃ ἢ τῇ ψύξει ὑποκείμενον οὐχ ἁπλῶς τὸ ζῷόν ἐστιν, ἀλλὰ τὸ σῶμα. σύνθετον δὲ τοῦτό ἐστιν ἐκ τῶν ἐναντίων ψυχρῶν καὶ θερμῶν, [*](1 ἤ (ante ἑστάναι)] καὶ FV θερμαίνεσθαι Vp: μελαίνεσθαι DEFM 1.2 γίνεται καὶ ἀπογίνεται FVp 2 οὖν] δὲ FV 3 μὴ superscr. D λυμαιν.] φθείροντα V τῶ ὑποκειμένω M 4 ἡ μελ. ἡ ἐν F ἐν τῶ κόρακι μελ. ἡ om.) colloc. V μὴ καὶ colloc. F 5 γε om. M χωρ. καὶ ταῦτα colloc. V εὐθεῖα ἦ Ε 6 τὴν ῥίνα νοήσῃς colloc. V 7 ἀποδεδομένου F 9 τὸ γίνεσθσι λέγω FVp (fort. recte) καὶ τὸ ἀπογίν. D 10 ἀπογενέσθαι FVp 11 εἴπωμεν V εἰ καὶ μὴ FVp: εἰ μὴ DEM 12 λευκός] τοῦ μέλανος χωρίζεται V 13 τὸ νοῆσαι Dp τὸν ἄνθρ. FVp 14 ἐπινοοῦντες V 15 αὐτοῦ] αὐτῶν V (fort. recte) ἢ ὡς ἀνθρ. V 16 εἰ superscr. D τὰ τοῦ κ. πτερά V πτερά] πτηνά M ἔσται—ἧττον (v. 17) om. ἐστὶ κόραξ superscr.) E ἔσται] ἐστί p 17 ἐπινοήσης p 18 εἰ καὶ μὴ D: εἰ μὴ EFMVp (cf. v. 4. 11) 19 λέγεται om. V 20. 21 τὸν ἄνθρωπον] τὸ ζῶον FVp 21 ante φαρὲν add. φαμὲν τοίνυν ὡς τοῦτο οὐ περὶ οὐκ ἐπὶ p) τοῦ πυρετοῦ πυρέττειν p) μόνον ἔδει ἀπορεῖν, ἀλλὰ καὶ περὶ ἀμέτρου ψύξεως καὶ ξηρότητος καὶ ὑγρότητος· ταῦτα γὰρ πάντα προσγινόμενα φθείρει τὸ ζῶον Vp οὖν] τοίνουν FV 22 ἀνιεμένων F: ἀνειμένων DEMVp τὴν ἁρμονίαν— ὑποκείμενον om. E λύεσθαι] γίνεσθαι p 24 τὴν ἐν τῷ ζῴων om. V 25 σώζεσθαι corr. ex σώζεται Ε δὲ iter. F 26 θέρμει Ε 27 ἐκ] εἰς τὸ V 27. p. 112,1 ψυχρῶν καὶ θερμῶν, ξηρῶν καὶ ὑγρῶν D: φυχρῶν καὶ θερμῶν καὶ ὑγρῶν καὶ ξηρῶν E: θερμῶν καὶ ψυχρῶν, ξηρῶν τε καὶ ὑγρῶν F: ψυχροῦ καὶ θερμοῦ M: ψυχρῶν τε καὶ θερμῶν ξηρῶν τε καὶ ὑγρῶν Vp 1 ἦν ἓν colloc. p ὁ (ante ‘Iπποκρ.) om. FMVp (cf. Περὶ φύσιος ἀνθρώπου c. 3. I 350 Kühn.) 1. 2 οὐκ οὐδέποτ’ ἄν Hippocr. 2 εἰ δὲ καὶ ἤλγεεν DE: εἰ δ’ οὖν καὶ ἀλγήσει Hippocr.: om. FMVp ἓν ἦν] ἦν δ’ ἄν ἓν p: ἀνάγκη ... ἓν εἶναι Hipp. καὶ τὸ ἰώμενον Fp Hippocr.: τὸ ἰώμενον DEMV κραθέντων οὖν V: νῦν δὲ κραθέντων αὐτῶν p 3 ἀλλήλοις scripsi: ἀλλήλων libri post ἁρμοσθέντων add. τῶν τοιούτων στοιχείων V 4 ποιοτήτων post εἰρημένων transp. V συντίθεται D: συντέθειται EFMVp τὸ τοῦ ζ. σῶμα colloc. FVp 6 ποιότης πᾶσα colloc. V 8 συμφθείρει FMVp: φθείρει συμ superscr.) D: φθείρει E 9 αὐτὴν F: ἑαυτὴν DEMVp μὴ om. V 10 οὐχὶ τῷ p 11 καὶ om. Vp τὸν om. p πυρετὸν ex περιττὸν corr. E ὅλως om. V 12 ἐπειδὰν—φθείρεται (25) eicias 13 γοῦν] οὑν FV τῶν ἐν. μίαν colloc. M τούτων om. V κέκραται τὸ σῶμα colloc. p συγκέκραται V 14 συμβαίη DEFM: συμβαίνει V: συμβῇ p 15 καταλαβεῖν] καταβαλεῖν M 15. 16 ὡς ἐν τούτῳ—αὐτῇ Dp: om. EFMV 16 post αὐτῇ add. καὶ ἐναντίαν p ἐξωθήσωσι E ἑαυτῆς V 18 καὶ ἕκαστος F 19 καὶ (ante τοῦ θερμοῦ) EMVp: om. DF τοῦ ψυχροῦ καὶ θερμοῦ colloc. V τοῦ ψυχροῦ M περὶ τὸ αὐτὸ μαχ. colloc. FV 23. 24 ἡ μὲν εὐκρασία καὶ ἁρμονία M 24 φθείρεται] μάχεται D 27 οὐ τὸ ἀπλῶς colloc. M κεκραμμένον EFp: κεκρασμένον V)

112
ξηρῶν καὶ ὑγρῶν (“εἰ γὰρ ἓν ἦν ὁ ἄνθρωπος”, φησὶν ὁ Ἱπποκράτης, “οὐκ [*](31v) ἄν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν, ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν”) κραθέντων ἀλλήλοις καὶ εἰς ἕνωσιν καὶ φιλίαν ἁρμοσθέντων· οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον ἐναντίων ποιοτήτων συντίθεται τοῦ ζῴου τὸ σῶμα, ἀλλὰ καὶ ἐξ ὑποκειμένου τινὸς τριχῇ διαστατοῦ κατὰ τὸν ἴδιον λόγον ἀποίου σώματος, ἐν ᾧ ὑφίσταται πᾶσα ποιότης. οὐδεμία δὲ ποιότης μάχεται τῷ ἰδίῳ ὑποκειμένῳ ἢ φθείρει τὸ ἐν ᾧ τὴν ὑπόστασιν ἔχει· φθείρουσα γὰρ τὸ ὑποκείμενον καὶ ἑαυτὴν συμφθείρει· τοὐ γὰρ ἐν ᾧ τὴν ὕπαρξιν ἔχει φθαρέντος καὶ αὐτὴν συμφθείρεσθαι ἀνάγκη καθ’ ἑαυτὴν εἶναι μὴ δυναμένην. οὐδὲν δέ ἐστιν ἑαυτοῦ φθαρτικόν· ποιότης γὰρ ποιότητι μάχεται, οὐχ ὑποκειμένῳ καὶ σώματι. ὥστε ἀδύνατον τὸν πυρετὸν ἢ ἑτέραν ὅλως ποιότητα φθείρειν τὸ ἴδιον ὑποκείμενον· ἕκαστον γὰρ τοῦ εἶναι ἐφίεται. ἐπειδὰν γοῦν μίαν τῶν ἐναντίων τούτων ποιοτήτων ἐξ ὧν τὸ σῶμα κέκραται πλεονάσαι σ υμβαίη, φθείρεσθαι τὴν τοῦ παντὸς σώματος ἁρμονίαν ἀνάγκη· καταλαβεῖν γὰρ σπουδάζουσα τὸ ὑποκείμενον ὡς ἐν τούτῳ σωζομένη φθείρει τὴν μαχομένην αὐτῇ , ἵν’ ἐκείνην ἐξωθήσασα τὸν αὑτῆς καταλάβῃ τόπον, ὥσπερ οἱ περὶ κοινοῦ χωρίου πολεμοῦντες ἀλλήλοις· σπεύδει γὰρ ἕκαστος τὸν ἀντικείμενον ἀπωθήσας αὐτὸς ἐν καθέξει τοῦ χωρίου γενέσθαι. οὕτως οὖν φέρε καὶ τοῦ θερμοῦ καὶ ψυχροῦ μαχομένων περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν ὅσῳ μὲν οὐδέτερον ἐπικρατεῖ, ἐν συμμετρίᾳ ἐστὶ τούτων τὸ ὑποκείμενον θατέρου δ’ ἐπικρατήσαντος τὸ μὲν ἀντικείμενον φθαρὲν ὑπὸ τοῦ ἐπικρατήσαντος ἐξίσταται, τὸ δ’ ὑποκείμενον οὐδὲν πάσχει, οὐδ’ ὑπὸ τῆς ἐπικρατούσης ποιότητος φθείρεται. ὥστε ὑπὸ τοῦ πυρετοῦ ἡ μὲν ἁρμονία καὶ ἡ εὐκρασία τῶν ἐν τῷ σώματι ποιοτήτων φθείρεται, αὐτὸ δὲ τὸ σῶμα, ὅπερ ὑποκείμενον ἦν ταῖς ποιότησιν, οὐ φθείρεται.

Ἴσως δ’ | ἄν τις ἐνσταίη ἡμῖν πρὸς τὰ εἰρημένα, ὡς τῷ πυρετῷ ὑποκείμενόν [*](32r) ἐστιν οὐχ ἀπλῶς τὸ σῶμα, ἀλλὰ τὸ τοιώσδε κεκραμένον τοῦ

113
ζώου σῶμα, ὅπερ φθείρεται ἀμέτρως αὐτῷ ἢ πυρετοῦ ἢ ψύξεως ἐπιγινομένων [*](32r) ἤ τινος τῶν παραπλησίων· οὐ γὰρ ἡ τυχοῦσα ἄμετρος θερμότης πυρετός ἐστιν, οἷον ἡ ἐν τῷ σιδήρῳ ἢ ἐν τῷ πυρί, ἀλλ’ ἡ ἐν ζῴου σώματι· ἀμέλει φθειρομένου τούτου καὶ ὁ πυρετὸς συμφθείρεται ὡς ἐν αὐτῶ τὸ εἶναι ἔχων. ἐπιλυόμεθα οὖν τὴν ἀπορίαν ταύτην ἐς ἀρχῆς τοῦτον τὸν τρόπον· αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ἐν τέσσαρσι γίνονται κατηγορίαις· ἢ γὰρ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν τῇ ποῦ κατηγορίᾳ. καὶ ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ ποιεῖ τὴν γένεσιν καὶ τὴν φθορὰν (γένεσις μὲν ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή, φθορὰ δὲ ἡ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν), κατὰ ποσὸν δὲ αὔξησις καὶ μείωσις, κατὰ ποιὸν δὲ ἀλλοίωσις λεύκανσις μέλανσις καὶ θέρμανσις καὶ αἱ κατὰ τὰς λοιπὰς ποιότητας κινήσεις, ἔτι δὲ καὶ ἡ κατὰ τόπον μεταβολή, ἣν καλοῦσι φοράν. εἰ τοίνυν ἡ γένεσις· οὐσιώδης ἐστὶ μεταβολὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄγουσα καὶ ἡ ἀντικειμένη ἄρα ταύτῃ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄγουσα, καὶ αὕτη κατ’ οὐσίαν ἐστί μεταβολή· ὥστε ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον, οὐκ ἂν εἴη συμβεβηκὸς ἀλλὰ κατ’ οὐσίαν μεταβολή· ἐπειδὴ γὰρ ἡ γένεσις καὶ ἡ φθορὰ ἀλλοίωσις μὲν οὐκ ἔστιν, οὐκ ἄνευ δὲ ἀλλοιώσεως γίνονται, ὅταν μὲν οὖν μετρία γένηται ἀλλοίωσις, θερμασία ἢ ψῦξις, ὥστε μὴ φθείρειν τὴν τοῦ ζῴου συμμετρίαν, συμβεβηκὸς ἡ τοιαύτη ποιότης ἐστίν, ἥτις καὶ ἀπογίνεται μὴ φθείρουσα τὸ ὑποκείμενον, ὅταν δὲ ἐπὶ πλεῖστον ἐκταθῇ, ὡς τὴν συμμετρίαν τῆς τοῦ ὑποκειμένου κράσεως φθεῖραι, τότε λοιπὸν οὐκ ἔστιν ἀλλοίωσις τὸ τοιοῦτον οὐδὲ κατὰ συμβεβηκὸς μεταβολὴ ἀλλ’ αὐτῆς τῆς οὐσίας. ὥστε οὐ πᾶς πυρετὸς φθείρει τὸ ὑποκείμενον, ἀλλ᾿ ὁ ἄμετρος, ὃς οὐδὲ συμβεβηκός ἐστιν, ἀλλ’ εἰς τὸ μὴ ὂν μεταβολή.

Ἀποροῦσι δὲ καὶ περὶ τῆς φαλάκρας· φασὶ γὰρ φθείρειν τὸ ὑποκείμενον, τὰς τρίχας. ἰστέον τοίνυν, ὅτι οὐχ ὑπόκεινται τῇ φαλάκρᾳ αἱ τρίχες ἀλλ’ ἡ κεφαλή, καὶ αὕτη οὐ φθείρεται.

[*](1 ἢ ψύξεως ἢ πυρετοῦ M: ψύξεως ἢ πυρετοῦ (ἢ prius om.) V 1. 2 D2Ep: ἐπιγενομένων D1FM: ἐπιγινομένου V 2 τυχοῦσα] τυχότης M θερμασία V 3 ἡ (post οἷον) om. EM ἐν σιδήρῳ FVp ἐν πυρί EFMVp ἡ (post ἀλλ’)] ὡς F 4 συμφθείρεται] φθείρεται D (cf. p. 112,8) 5 ἔχον F ἐπιλυόμεθα] ἐπιλαβόμεθα V τῆς ἀπορίας V ταύτην ἐξ ἀρχῆς F: τὴν ἐξ ἀρχῆς DEMp: τῆς ἐξ ἀρχῆς V 5. 6 τοῦτον τὸν τρόπον D: οὕτως EMp: τὸν τρόπον τοῦτον FV 6 αἱ (ante μεταβ.) om. FV τέτρασι EFVp 7 ἐν (ante ποιῷ) om. EMV τῆ τοῦ ποῦ FMVp 9 ὂν] εἶναι D (cf. v. 10) 10 ποιὸν δὲ FMVp: ποιὸν DE 11 καὶ μέλανσις F: om. p (recte) 12 φοράν] φθοράν E1M εἰ om. EM οὐσιώδης] οὐσιότης M 13 ἐκ τοῦ μὴ—μεταβολή (v. 15) om. EFM 14 ἀντικειμένη ἄρα ταύτῃ om. V 16 post μεταβολή add. ἣν καλοῦσι φθοράν p 18 γίνεται V οὖν om. FV γένηται] γίνεται E: γίνηται FV ἡ ἀλλοίωσις M 21 ἐπιταθῇ F 21. 22 διαφθεῖραι M 23 φθείρει πυρετὸς colloc. V1 23. 24 τὸ ὑποκείμενον D: om. DFMVp μὴ om. F 26 τὰς φαλάκρας V φησὶ M 27 ἤγουν τὰς τρίχας p 28 ἀλλὰ τῆ κεφαλὴ E αὕτη] αὐτὴ F Comment, Arist. IV 3 Ammonius in Porph. Isag. 8)
114
[*](p. 12, 26)

Τὸ δὲ μέλαν εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ [*](32r) Αἱθίοπι.

Καλῶς εἶπε τῷ κόρακι καὶ τῷ Αἰθίοπι· εἰσὶ γὰρ πολλὰ μέλανα, ἃ λευκαίνονται. εἶπον δὲ ὅτι καὶ τὰ ἀχώριστα συμβεβηκότα ἔστι χωρίσαι τῇ ἐπινοίᾳ, τὰς δὲ ἰδιαίτατα διαφορὰς οὐδὲ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ ἐννοῆσαι δυνατόν, ἐπεὶ οὐδ’ ἄν εἴη ἄνθρωπος, οὔτε τοὺς ἀγγέλους τοῦ ἀθανάτου, ἐπεὶ οὐκέτι ἄγγελοί εἰσι.

[*](p. 13, 3)

Συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν·

Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος ἀκριβεστέραν τῆς προτέρας· μᾶλλον γὰρ ἐφαρμόζει καὶ τοῖς ἀχωρίστοις τὸ εἰπεῖν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

[*](p. 13, 4)

Ἢ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ οὔτε εἶδος οὔτε ἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον.

Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος δυναμένην καὶ ἐπὶ ταῖς τέσσαρσι φωναῖς ἀποδίδοσθαι, ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως· καὶ γὰρ γένος ἐστὶ ὃ μήτε εἶδός ἐστι μήτε διαφορὰ μήτε ἴδιον μήτε συμβεβηκός, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλ’ ἐκείνας οὕτως οὐχ ὡρίσατο, ἐπειδὴ ἄγνωστοι ἦσαν αἱ | ἐφεξῆς φωναί, νῦν δὲ μετὰ τὸ πάσας διδάξαι εἰκότως 32v οὕτως ὡρίσατο τὸ συμβεβηκός. ἐπειδὴ δὲ ἡ τῶν τεσσάρων ἀναίρεσις οὐ μόνον τὸ συμβεβηκὸς εἰσφέρει, ἀλλὰ καὶ τραγέλαφον καὶ ἄλλα πλεῖστα, προσέθηκεν ὅτι ἀεὶ δὲ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει.

[*](p. 13, 5)

Ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον.

Ἐπειδὴ εἶπε τί οὐκ ἔστιν (ἐξ ἀποφάσεως γὰρ ἐποιήσατο τὴν ὑπογραφῆν [*](3 —Αἰθίοπι om. Ε καλῶς δὲ V 4 εἶπα M 5 post ἐπινοία add. δυνατόν p ἰδιαιτάτας E1M 6 νοῆσαι D1: ἐπινοῆσαι F 7 οὔτε τοὺς ἀγγέλους—ἄγγελοί εἰσι eicias ἐπειδὴ V ἄγγελοι iter. V 10 ἀκριβεστέραν—συμβεβηκότος (v. 15) om. MV 12 post ὑπάρχειν add. ἡ τὸ γίνεται καὶ ἀπογίνεται p 13 ἡ om. D 16 ταῖς om. E τέτρασι EFMVp 16. 18 καὶ γὰρ ὃ μὴ γένος ἐστὶ φησὶ μήτε εἶδος μήτε διαφορὰ μήτε ἴδιον μήτε συμβεβηκός, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον. ἔχει τοίνυν εἰπεῖν τις καὶ ἐπ’ ἐκείνας (sic) οἷον ἐπὶ τοῦ γένους· ὃ μήτε διαφορά ἐστι μήτ’ ἴδιον μήτε συμβεβηκός, ἀεὶ δὲ ὑφέστηκε. καὶ ἀπλῶς ἐπὶ πασῶν. οὐχ ὡρίσατο δὲ ἐκείνας οὕτως p 19 αἱ om. F διδάξαι πάσας colloc. p 20 οὕτως F: om. DEMVp ἐπειδὴ] ἐπεὶ p δὲ om. M 22 ὅτι om. D ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένω ὑφιστάμενον p 23 δὲ om. M 24 ante ἐπειδὴ lemmate omisso add. εἰπὼν (εἰπὼν δὲ p) ἀεὶ ἐν ἐστὶν ὑφιστάμενον τὸ συμβεβηκὸς ἐξέωσε τὸν τραγέλαφον· οὐχ ὑφίσταται γὰρ ἐν ὑποκειμένῳ, ἀλλ’ ἔστιν ἐν ψιλῇ ἐπινοία Vp ἐπειδὴ δὲ οὐκ εἶπε τί ἐστιν p τί ἐστινι οὐκ ἔστιν Ε γὰρ om. FVp)

115
εἰρηκὼς ὅτι οὔτε γένος ἐστὶν οὔτε τὰ λοιπά), καὶ τί ἐστι λέγει, ὅτι [*](32v) ἐν ὑποκειμένω ὑφίσταται.

[*](p. 13, 10)

Κοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλείονων κατηγορεῖσθαι.

’Ev πᾶσι τοῖς πράγμασι τρία ταῦτα θεωροῦνται, οὐσία ταὐτότης ἑτερότης, οὐσίαν λέγω οὐ τὴν ἀντικειμένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν ἑκάστου ὕπαρξιν, διὸ καὶ ὄντα λέγεται. ἔχει δὲ καὶ ταὐτότητα· ἐπεὶ γὰρ μία τῶν πάντων ἀρχή, ἀνάγκη τὰ πάντα κοινωνίαν τινὰ ἔχειν πρὸς ἄλληλα. πάλιν ἐπειδὴ καὶ πολλά ἐστι πάντα τὰ ὄντα, ἀνάγκη καὶ ἑτερότητά τινα ἔχειν, ἵνα καὶ πολλὰ ᾖ· ὅπου γάρ τι πλῆθος, ἐκεῖ καὶ ἑτερότης. δεῖ οὖν καὶ ἐπὶ τῶν προκειμένων πέντε ζητεῖν οὐσίαν ταὐτότητα καὶ ἑτερότητα. ἀλλὰ περὶ τῆς οὐσίας ἤδη προείρηται (ἔφη γὰρ τὴν ὕπαρξιν αὐτῶν)· δὲ τῆς ταὐτότητος καὶ ἑτερότητος νῦν λέγει, κατὰ τί κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσι. καὶ δύνανται μὲν οἱ εὐφυεστέρως διακείμενοι ἐκ τῶν ἤδη ῥηθέντων τούτοις ἐπιστῆσαι, ἀλλ’ ἐπειδὴ τὸ βιβλίον πρός τινα τῶν ἐπιπολαιοτέρων γράφει (τοῦτο δὲ δῆλον ἐκ τοῦ τὰ ἐπιπόλαια τῶν θεωρημάτων πρὸς αὐτὸν γράφειν), αὐτὸς ἐκ τῶν ῥηθέντων ἐκλεξάμενος ταῦτα λέγει. καὶ πρότερον μὲν λέγει τὰ κοινὰ παρὰ πἆσι παρακολουθοῦντα, ἵν’ ἓν ἕκαστον λοιπὸν παραβάλλῃ πρὸς τὰ λοιπὰ τέσσαρα καὶ λέγῃ κατὰ τί μὲν κοινωνοῦσι, κατὰ τί δὲ διαφέρουσιν.

Ἰστέον δὲ ὅτι εἰ ὅρων τινῶν ὁπωσοῦν ὑποκειμένων θελήσομεν μαθεῖν, πόσας ποιοῦσιν οὗτοι διαφορὰς τῶν πρὸς ἀλλήλους συμπλοκῶν, μεθόδω τοιαύτῃ ὀφείλομεν χρήσασθαι· δεῖ γὰρ λαμβάνειν τὸν μονάδι ἐλάττονα ἀριθμὸν καὶ πολυπλασιάζειν ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον καὶ τὸν γενόμενον μερίζειν δίχα, καὶ τοσαύτας συμπλοκὰς λέγειν γίνεσθαι. οἷον πέντε εἰσὶν αἱ φωναὶ αἱ νῦν συγκρινόμεναι πρὸς ἀλλήλας· λαβὲ τὸν μονάδι ἐλάττονα τοῦ πέντε τὸν τέσσαρα καὶ ποίησον τετράκις πέντε. καὶ γίνονται [*](1 λέγειν M 3 ante κοινὸν add. tit. περὶ κοινοῦ D: περὶ τῶν κοινῶν Ε: περὶ κοινονίας τῶν φωνῶν F: περὶ κοινωνίας τῶν πέντε φωνῶν p: om. MV (cf. p. 117,2 118,9 sq.) post πλειόνων add. ὡς εἴρηται DE: post κατηγ. Mp: om. F Porph. 4 τοῖς οὖσι πράγμ. V θεωρεῖται FV 5 οὐσίαν δὲ p 5. 6 ἑκάστου πράγματος p 6 ὕπαρξίν τινα FV ἐπεί] ἐπειδὴ V 7 ἀπάντων F 8 πάλιν δὲ M ἐπειδὴ] ἐπεὶ Dp τὰ ὄντα πάντα colloc. FV 9 ἔχειν DEM: εἶναι FVp ᾖ] εἴη M τι πλῆθος V: τὸ πλῆθος DEFM: πλῆθος p ἡ ἑτερότης F 10 πέντε φωνῶν p καὶ (ante ἑτερ.) om. p 11 ἀλλὰ καὶ Vp εἴρηται M αὐτῶν] αὐτῆς M 12 καὶ κατὰ τί κοίνων. p 14 ἐπειδὴ] ἐπεὶ V 14. 15 ἐπιπαλαιοτέρων E 15 γράφει] γράφειν M: ἔγραφε V 16 καὶ αὐτὸς F λέγει] γράφει V πρότερον] πρῶτον M παρὰ om. V 18 λοιπὸν DF: αὐτῶν V: om. EMp παραβάλλῃ] παραλάβη M παραβάλλῃ post τέσσαρα transp. V λέγῃ scripsi: λέγει libri ὅρων V Elias: διαφορῶν DEFMp (cf. p. 122,26) 20 post τινῶν add. ἤγουν ἁπλῶν φωνῶν V ἐθελήσομεν Vp 21 οὗτοι] αὗται libri πρὸς ἀλλήλους F: πρὸς ἀλλήλας DEMVp συμπλοκῶν Vp: om. DEFM 23 πολλαπλασιάζειν F 26 τοῦ πέντα om. FV τέσσαρα] τέταρτον p ποίησον] ποίει M 8*)

116
εἴκοσι· τούτων λαβὲ τὸ ἥμισυ, ὅπερ ἐστὶ δέκα, καὶ τοσαύτας λέγε γίνεσθαι [*](32v) τῶν πέντε τὰς πρὸς ἀλλήλας συμπλοκάς τε καὶ συγκρίσεις. λαμβάνομεν δὲ τὸν μονάδι ἐλάσσονα, ἐπειδὴ αὐτό τι πρὸς αὑτὸ οὐδὲν παραβάλλεται, ἀλλὰ ἄλλο πρὸς ἄλλο. πρὸς ἀλλήλους δὲ πολυπλασιάζομεν, ἐπειδὴ τὴν πρὸς ἄλληλα παραβολὴν ζητοῦμεν. τοῦ δὲ γενομένου ἀριθμοῦ λαμβάνομεν τὸ ἥμισυ, ἐπειδὴ ἐκ τοῦ γενομένου πολλαπλασιασμοῦ συμβαίνει δὶς τὰ αὐτὰ πρὸς ἄλληλα παραβάλλεσθαι· ἕκαστον γὰρ τῶν πέντε πρὸς τὰ λοιπὰ τέσ- σαρα πολλαπλασιάζεται, οἷον τὸ γένος π·ρὸς τὰ ἐφεξῆς τέσσαρα καὶ πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὰ λοιπὰ τρία, καὶ συμβαίνει δὶς τὴν αὐτὴν ἑκάστου παραβολὴν ποιεῖσθαι. | διὰ τοῦτο οὖν τοῦ γενομένου ἀριθμοῦ τὸ [*](33r) ἥμισυ λαμβάνομεν.

[*](p. 13, 20)

Ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα.

Πάνυ ἀναγκαῖον ἐν τούτοις ὁ Πορφύριος λέγει· φησὶ γάρ· καὶ τὰ γένη καὶ αἱ διαφοραὶ κατηγοροῦνται τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ ζῷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν εἰδῶν κατηγοροῦνται, κατὰ δὲ δεύτερον λόγον διὰ ταῦτα καὶ τῶν ἀτόμων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ζῷον, καὶ ὁ Σωκράτης ζῷον, καὶ ἐπειδὴ ὁ ἄνθρωπος λογικόν, καὶ ὁ Σωκράτης λογικόν. κατηγορεῖται δὲ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ γελαστικὸς ἄνθρωπος καὶ ὁ Σωκράτης καὶ λευκὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν εἰδῶν· οὐ γὰρ τῷ τὸν καθόλου ἄνθρωπον εἶναι γελαστικὸν λέγομεν γελαστικοὺς καὶ πάντας τοὺς κατὰ μέρος (ὁ γὰρ καθόλου ἄνθρωπος ἀσώματός ἐστι οὐχ ὑπάρχει γελαστικός), ἀλλὰ τῷ τοὺς κατὰ μέρος ἀνθρώπους εἶναι [*](1 λαβὲ] αὖθις p 2 τὰς om. M τε om. D 3 ἐλάττονα FV αὐτὸ] αὐτὸ libri παραβάλλεται] παραλαμβάνεται M 4 ἀλλὰ om. M ἀλλήλας M πολυπλ. D: πολλαπλ. EFVp: πολαπλ. Μ 5 post ζητοῦρεν add. εἶτ’ οὖν τὴν διαφοράν p 5. 6 τὸ ἥμισυ λαμβ. colloc. V 7 παραβ. πρὸς ἄλληλα colloc. Ep: παραλαμβάνεσθαι πρὸς ἄλληλα Μ γὰρ] δὲ V πέντε] τριῶν F 8 καὶ om. D 10 post παραβολὴν add. ἤγουν διαφορὰν p 12. 13 δὲ δεύτερον DEp: δεύτερον δὲ M Porph.: δεύτερον F 13 καὶ superscr. D 14 post τούτοις add. θεώρημα p (fort. recte) 15 καὶ αἱ διαφοραὶ om. F καὶ τῶν εἰδῶν M 16 ζῶον ὁ ἄνθρ. καὶ ὁ σωκρ. V: καὶ ζῶον καὶ ἄνθρ. ὁ σωκρ. DEMp: ὁ σωκρ. καὶ ζῶον καὶ ἄνθρ. F μὲν om. M 17 κατηγορεῖται FMV 17. 22 δεύτερον δὲ colloc. F διὰ ταῦτα om. M τῶν superscr. D 18. 19 ὁ σωκρ. λογικὸν, καὶ ὁ ἄνθρ. λογικόν colloc. M 19 καὶ (ante τὰ ἴδια) om. E 20 καὶ τῶν εἰδῶν DM: τῶν εἰδῶν EFp: τῶν εἰδῶν τε V γελαστικὸν V 20. 21 καὶ ὁ ἄνθρ. D 21 post σωκρ. add. γελαστικὸν V καὶ λευκὸς—σωκράτης om. D λευκὸν V 22 μὲν om. M καὶ superscr. D 23 τῷ τὸν καθόλου—γελαστικὸν post μέρος (v. 24) transp. EM τὸν om. p γελ. ἢ λευκὸν p 23. 24 λέγομεν καὶ τὸν σωκράτην γελαστικόν καὶ πάντας V 24 καὶ (ante πάντας) om. p post μέρος add. ἡ λευκοὺς p ἀσώματον FM ἐστι om. V 25 γελαστικόν V)

117
γελαστικούς, καθόλου δὲ περὶ τῶν ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς [*](33r) λέγει.

[*](p. 13, 23)

Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν εἰδῶν.

Μετὰ τὸ τὰς πέντε ὁμοῦ παραβαλεῖν ἀλλήλαις χἀ εἰπεῖν, κατὰ τί μὲν κοινωνοῦσι κατὰ τί δὲ διαφέρουσι, βούλεται λαβεῖν ἓν ἕκαστον αὐτῶν καὶ παραβαλεῖν πρὸς τὰ λοιπὰ τέσσαρα καὶ δεῖξαι, κατὰ τί μὲν κοινωνεῖ τὸ ἓν τῶν πολλῶν καὶ τοῖς τέσσαρσι κατὰ τί δὲ διαφέρει.

[*](p. 13, 23)

Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν εἰδῶν.

Νῦν ἓν ἕκαστον λαμβάνει καὶ παραβάλλει πρὸς ἕκαστον τῶν λοιπῶν ἰδίᾳ καθ’ ἕν. καὶ πρῶτον τὸ γένος παραβάλλει πρὸς τὴν διαφορὰν καὶ λέγει, κατὰ τί τε κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσιν.

[*](p. 14, 3)

Ὅσα τε κατηγορεῖται τοῦ γένους γένους.

Ὅσα γὰρ κατηγορεῖται τοῦ ζῴου, ταῦτα καὶ τῶν μετὰ τὸ ζῷον εἰδῶν καὶ ἀτόμων. ὁμοίως καὶ ἐπὶ τῆς διαφοράς. ἆρα οὖν ἐπειδὴ τοῦ ζῴου κατηγορεῖται τὸ γένος λέγομεν γὰρ τὸ ζῷον γένος), διὰ τοῦτο καὶ εἴδους καὶ ἀτόμου κατηγορηθήσεται; εἰ γὰρ τοῦτο, καὶ ἄνθρωπος καὶ ὁ Σωκράτης γένος, ὅπερ οὐκ ἔστι, καὶ ἐπειδὴ τὸ γένος δισύλλαβον, ἄρα καὶ ὁ ἄνθρωπος. ῥητέον τοίνυν, ὅτι διὰ τοῦτο κοινῶς ὁ Πορφύριος προσέθηκε τὸ ὡς γένους ἀντὶ τοῦ ὡς πράγματος· οὐ γὰρ ὡς σχέσιν ἔχοντος· τὸ γὰρ γένος καὶ τὸ δισύλλαβον καὶ ὅσα τοιαῦτα τὴν σχέσιν τοῦ ζῴου δηλοῖ. ὅσα οὖν τοὐ ζῴου ὡς ζῴου κατηγορεῖται (τοῦτο γὰρ αὐτὸ δηλοῖ τὸ ὡς ταῦτα πάντως καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγορεῖται. τὸ δὲ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ σχετικῶς· λέγεται γὰρ οὐ μόνον τὸ ζῷον γένος τοὐ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν, ἀλλὰ καὶ τὸ χρῶμα γένος λευκοῦ καὶ μέλανος καὶ τῶν ἄλλων. ὁμοίως καὶ ἐν [*](1 γελ. ἢ λευκούς p 2 tit. Ti κοινὸν γένους καὶ διαφορᾶς in mrg. add. D: περὶ κοι νωνίας γένους καὶ διαφορᾶς Fp: om. EMV 5 ὁμοῦ om. D παραβάλλειν D 6 καὶ om. V 7 παραβάλλειν D: παραβάλλειν p 8 πολλῶν] λοιπῶν F DEM: ἤγουν p: om. FV 9 κοινὸν δὲ— διαφέρουσιν (v. 13) om. Μ (recte) post περιεκτικὸν add. εἶναι DE: om. Fp Porph. 11 παραλαμβάνει p 13 κατὰ τί μὲν κ. κατὰ τί δὲ δ. V τε om. p 14 τε] δὲ M: γὰρ V κατηγορεῖται FMVp: κατ·ηγοροῦσι DE ὡς γένος E1 (corr. eadem m.) 16 post ὁμοίως add. δὲ EMVp: om. DF 17 κατηγοροῦμεν FV τό γένος κατ. colloc. M τὸ γένος om. E 18 ὁ ἄνθρ. MVp 19. 22 δισσύλλαβον EMp 20 κοινῶς om. M 21 ὡς γένος DE 23 αὐτῶ F ὡς γένος F 24 τῶν (ante ἀτόμων) om. FV 24. 24. τὸ δὲ γένος—κατηγορεῖται om. DEM 26 τοῦ (ante ἀνθρ.) om. V)

118
ταῖς ἄλλαις κατηγορίαις εὐρήσεις. ὥστε τὸ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου [*](33r) κατηγορεῖται, ἀλλὰ ποιὰν σχέσιν ἀνειληφότος πρὸς τὰ ὑφ’ αὑτό, καὶ διὰ τοῦτο οὐ κατηγορηθήσεται κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς διαφορᾶς λόγος, ὅτι ὅσα τῆς διαφορᾶς ὡς διαφορὰς, καὶ οὐ σχέσιν δηλοῦντα κατηγορεῖται, τοσαῦτα καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν πάντων.

[*](p. 14, 10)

Κοινὸν δὲ καὶ τὸ ἀναιρεθέντος. |

Δύο κανόνες εἰσὶ τῶν φύσει προτέρων, τό τε συναναιρεῖν μὲν μὴ [*](33v) συναναιρεῖσθαι δέ, καὶ τὸ συνεισφέρεσθαι μὲν μὴ συνεισφέρειν δέ.

[*](p. 14, 14)

ἴδιον δὲ τοῦ γένους καὶ τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι ἤπερ ἡ διαφορά.

Εἰπὼν κατὰ τί κοινωνοῦσι τὸ γένος καὶ ἡ διαφορὰ νῦν λέγει κατὰ τί διαφέρουσιν ἀλλήλων. δεῖ δὲ τὰς διαφορὰς διχῶς λαμβάνειν ἐνταῦθα· εἴρηται γὰρ ὅτι αἱ διαφοραὶ διχῶς θεωροῦνται, ἢ ὡς συστατικαὶ καὶ συμπληρωτικαὶ τῶν εἰδῶν ἢ ὡς διαιρετικαὶ τῶν γενῶν. δεῖ οὖν φησι διαφορὰς λαμβάνειν οὐ τὰς συστατικάς (ἐκεῖναι γὰρ οὐκέτι ὡς γενῶν εἰσι ἀλλ’ ὡς εἰδῶν), δεῖ οὖν τὰς διαιρετικὰς λαμβάνειν· αὗται γάρ εἰσι τῶν γενῶν. καὶ ἁπλῶς δεῖ τὰς διαιρετικὰς λαμβάνειν· τούτων γὰρ ἐπὶ πλέον ἐστὶ τὸ ζῷον, ἐπεὶ τῶν συμπληρωτικῶν καὶ ἐπ’ ἔλαττόν ἐστι.

[*](p. 14, 18)

Καὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ᾿ ἐλαττόνων.

Καὶ μὴν τὸ συμβεβηκὸς ἐπὶ πλειόνων τοῦ γένους παραλαμβάνεται· τὸ γὰρ μέλαν, εἰ τύχοι, οὐκ ἐπὶ ζώων μόνον, ἀλλὰ καὶ ἐπὶ ἀψύχ‘ων. πῶς οὖν ἐπ’ ἔλαττον; φαμὲν ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος οἷον τὸ συμβεβηκὸς τὸ ἐν ζῴοις ἐπ’ ἔλαττον τοῦ ζῴου· τὸ γὰρ μέλαν οὐ πᾶσι τοῖς ζῴοις ὑπάρχει, καὶ τὸ ἐν φυτοῖς ἐπ’ ἔλαττον τοῦ φυτοῦ.

[*](1 post εὑρήσεις add. γένη V 2 ἀλλὰ] ἀλλ’ ὡς Vp ἀνειληφότα Ε 3 τῶν (ante ἀτόμων) om. F 4 ὅτι ὅσα] ὅσα γὰρ p 5 δηλοῦσι F: δηλούσης V τοιαῦτα M αὐτὴν] αὐτὸ M πάντα M post πάντων add. καὶ ἀτόμων p 6 τὸ ex τοῦ corr. E 7 τῶν φύσεων πρότεροι Ε τε om. Ε 8 συνεισφέρειν μὲν μὲν om. D) μὴ συνεισφέρεσθαι δὲ DEp post δέ add. ταῦτα δὲ καὶ ἀμφοτέρων ἐστὶ κοινά, τοῦ γένους τε καὶ τῆς διαφορᾶς p 9 ante ἴδιον add. titulum ἴδιον γένους καὶ διαφορᾶς F: περὶ ἰδίων γένους καὶ διαφορᾶς p καὶ om. M Porph. 11 τό τε γένος Fp: τὸ εἶδος M 12 ἐνταῦθα FVp: ἐντεῦθεν DEM 14 ἡ om. F ante δεῖ add. δεῖ δὲ διαφορὰς λαμβάνειν αἷς τέμνεται τὸ γένος p φησι om. Ε τὰς διαφορὰς p 15 οὐκέτι om. M γενῶν] γενικαὶ M 17 καὶ ἁπλῶς—λαμβάνειν om. p (recte) 18 τὸ ζῷον] an τὸ γένος ? ἐπεὶ] ἐπὶ E συμπληρωματικῶν Ε 20 παραλ. τοῦ γένους colloc. V 21 τύχη MV μόνων EMYp 22 φαμὲν οὗν D 24 τοῖς φυτοῖς V)
119