In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](p. 14, 20)

Ἔτι τὸ γένος περιέχει τὴν διαφορὰν δυνάμει.

[*](33v)
[*](p. 15, 4)

Ἔτι γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος.

Ἑτέρα διαφορὰ γένους καὶ διαφορᾶς· τὸ μὲν γὰρ ἕν ἐστιν, αἱ δὲ πλείους καθ’ ἕκαστον εἶδος.

[*](p. 15, 6)

Καὶ τὸ μὲν γένος ἔοικεν ὕλῃ.

Ήδη εἴρηται ὅτι τὸ ἐν τοῖς πολλοῖς γένος καὶ μάλιστα τὸ φυσικὸν ὕλῃ ἔοικεν, ἡ δὲ διαφορὰ εἴδει.

[*](p. 15, 7)

Προσόντων δὲ καὶ ἄλλων κοινῶν.

Φησὶν ὅτι καὶ ἄλλα μέν ἐστιν αὐτοῖς κοινὰ καὶ ἴδια, ὅμως δὲ ἀρκεῖ ταῦτα. ἔστι δὲ κοινὸν αὐτοῖς καὶ τὸ οὐσιῶδες· ὥσπερ γὰρ οὐσιῶδες τὸ γένος, οὕτως καὶ ἡ διαφορά. κοινὸν αὐτῶν καὶ τὸ συνωνύμως κατηγορεῖ- σθαι· ὥσπερ γὰρ τὸ γένος τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται, οὕτω καὶ ἡ διαφορά. ἔστι δὲ καὶ ἴδιον ἑκάστῳ παρὰ τὰ εἰρημένα, ὅτι τὸ μὲν γένος οἷον τὸ ζῷον μετ’ ἄλλου γένους οὐ συμπλέκεται πρὸς τὸ συμπληρῶσαί τι, αἱ δὲ διαφοραὶ συμπλέκονται καὶ ποιοῦσί τι· τὸ γὰρ λογικὸν μετὰ τοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ καὶ τῶν τοιούτων συμπλέκεται καὶ συμπληροῖ τὸν ἄνθρωπον.

[*](p. 15, 10)

Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι.

Παραβαλὼν τὸ γένος πρὸς τὴν διαφορὰν καὶ εἰπὼν κατὰ τί μὲν καινω- [*](2 ἤδη ὅτι M περιπ.] περιεκτικοὺς Ε ὅτι eras. M 3 πρότερα F ὑπ’ αὑτὰ D: ὑπ’ αὐτὰς Vp 4 post εἶδος add. οἷον ἀνθρώπου τὸ ζῶον P Porph. 5 διαφορὰ V: κοινωνία DEFM: ἑτερότης p 7 μὲν om. M 8 ὡς ἤδη M ὅτι τὸ] ὅτι D1 τὸ superscr.) p: τὸ V τοῖς om. E γένος] γένεσι Fp 9 ἡ δὲ διαφ. εἴδει· αὕτη γάρ ἐστιν ἡ μορφοῦσα D: ἡ δὲ διαφ. ἐστιν ἡ μορφοῦσα V 11 φησὶ γὰρ V αὐτῶν D ὅμως] ὁμοίως E δὲ om. p ἀρκείτω V: ἀρκεῖτο p 12 δὲ] γὰρ FV γὰρ om. V 15 καὶ alterum om. D 17 διαφοραὶ δὲ (αἱ FV ποιοῦσί τι· τὸ γὰρ λογικὸν V: ποιοῦσι τὸ λογικὸν DEFM: ποιοῦσί τι· τὸ λογικὸν γὰρ p 18 καὶ νοῦ p καὶ τῶν τοιούτων om. V 19 συμπληροῖ] ποιεῖ V 20 ante γένος add. tit. τί κοινὸν γένους καὶ εἴδους D: περὶ κοινωνίας γένους καὶ εἴδους p; eundemque sed ante παραβαλὼν demum add. F 22 κατὰ τί μὲν κοινωνοῦσι] τί κοινὸν ἔχουσι D)

120
νοῦσι κατὰ τί δὲ διαφέρουσι, νῦν παραβάλλει τὸ γένος πρὸς τὸ ἕδος καὶ [*](33v) λέγει, τί κοινὸν ἔχουσιν.

[*](p. 15, 11)

Εἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος.

Καλῶς τὸ ὡς εἶδος ἐτέθη. ἵνα μὴ τὸ εἰδικώτατον λάβῃς (τοῦτο γὰρ οὐκέτι κατὰ πλειόνων κατ|ηγορεῖται) ἢ τὸ ὑπάλληλον· ὡς ὑπάλληλον [*](34r) γὰρ καὶ εἶδος καὶ γένος ἐστὶ τῶν μετὰ ταῦτα καὶ εὑρίσκεται πάλιν γένος. ἀλλ’ εἰ καὶ ὑπάλληλόν ἐστιν, ὡς εἶδος αὐτὸ λάβε καὶ μηκέτι ὡς γένος, ἵνα σύγκρισιν ποιήσῃς εἴδους καὶ γένους καὶ μὴ γενῶν ἀμφοτέρων.

[*](p. 15, 12)

Κοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι.

Διὰ τοῦτο προέταξε τὸ κοινὸν τὸ λέγον κατὰ πλειόνων κατηγορεῖσθαι, ἵνα εἴπῃ καὶ πρότερόν ἐστιν ἐκείνων ὧν κατηγορεῖται.

[*](p. 15, 16)

Ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ.

Τὸ γὰρ ζῷον, ὡς εἴρηται, ὡς ὕλη προϋπέστρωται καὶ προσλαβὸν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον· ἔστι τὸ μὲν ζῷον γένος ὁ δὲ ἄνθρωπος εἶδος· πρότερα οὖν τῇ φύσει τὰ γένη. δύο εἰσὶ κανόνες, ὡς ἤδη ἔφαμεν, καθ’ οὓς διακρίνονται τὰ πρότερα τῇ φύσει, καὶ ἔστι πρότερος μὲν ὁ λέγων πρῶιον εἶναι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, οἷον τὸ ζῷον ἀναιρούμενον μὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐ συναναιρεῖ τὸ ζῷον. πρότερον οὖν τῇ φύσει τὸ γένος τοῦ εἴδους. ἔστι δὲ δεύτερος κανὼν ὁ φάσκων φύσει πρότερον εἶναι τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, οἷον ἀνθρώπου ὄντος πάντως συνεισφέρεται καὶ τὸ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη συνεισφέρεσθαι καὶ τὸν ἄνθρωπον. καὶ ἐνταῦθα δὲ τὸ γένος πρότερον φύσει τοῦ εἴδους· τὸ γὰρ γένος ὑπάρχον οὐ συνεισφέρει καὶ τὸ εἶδος, τὸ μέντοι εἶδος εἰ τεθείη, συνεισφέρει καὶ τὸ γένος.

[*](4 καλῶς] καλὸν F: καλῶς εἶπε V ὡς om. Ε ἐτέθη om. FV ἶνα] εἶναι F 5 οὐκέτι ex οὐκ ἔστι corr. E 5. 6 ὡς ὑπάλληλον γὰρ DEM: τὸ γὰρ ὑπάλληλον F: ὡς ὑπάλληλον, τὸ γὰρ ὑπάλληλον Vp: scribas ὡς ὑπάλληλον γὰρ τὸ εἶδος καὶ γένος ἐστὶ τῶν μετ’ αὐτὸ καὶ εὑρίσκεται πάλιν εἶδος 7 ἀλλὰ καὶ εἰ V 8 ante σύγκρισιν IV litt. erasae V γένους καὶ εἴδους colloc. V 9 πρότερα Vp 10 καὶ τὸ κοινὸν V 11 εἴπη ὅτι Mp 12 tit. περὶ διαφορᾶς γένους καὶ εἴδους praemittit p ἔτι] ὅτι Ε ἔτι—δεῖ] Διαφέρει δὲ ὅτι τὸ μὲν γένος περιέχει τὰ εἴδη. κατὰ τί διαφέρουσι βούλεται δεῖξαι. καἱ ἡ μὲν πρώτη διαφορὰ δήλη, ἡ δὲ κατὰ (sic) τὰ γένη προϋποκεῖσθαι δεῖ p 13 ὡς (alterum) FYp: om. DFM ὑπέστρωται V 14 ἔστι M: ἔτι DEFVp 15 κανόνες iter. DE κανόνες εἰσὶ colloc. V 16 διακρίνομεν V 16 17 πρότερος] πρῶτος MV 17 πρῶτον] πρότερον M μὲν superscr. E 18 μὲν] γὰρ M: om. V συναναιρεῖ MVp: σὺν. superscr. F: ἀναιρεῖ DE 19 τῇ om. F 21 μὲν om. EM μὴ συνεισφερόμενον δὲ (antea recte συνεισφερόμενον) E 22. 23 καὶ τὸν DV: τὸν EMp: om. F 23 καὶ κατ’ ἀμφοτέρους οὖν τοὺς κανόνας φύσει πρότερον τὸ γένος τοῦ εἴδους p τῆ φύσει V)
121
[*](p. 15, 22)

τάδε εἴδη τῶν γενῶν πλεονάζει.

[*](34r)

Τὰ γὰρ εἴδη ἔχει τὰς συμπληρωτικὰς αὐτῶν διαφορὰς ἐνεργείᾳ.

[*](p. 16, 2)

Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν.

Παραβαλὼν πρὸς τὸ εἶδος τὸ γένος νῦν παραβάλλει αὐτὸ πρὸς τὸ ἴδιον. ἕπεσθαι δὲ λέγεται ἢ τὸ μεῖζον τῷ ἐλάττονι ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον (εἴ γὰρ ἄνθρωπος, καὶ ζῷον), ἢ τὸ ἴσον τῷ ἴσῳ, ὡς τῷ ἀνθρώπῳ πάλιν τὸ γελαστικόν· εἰ γὰρ ἄνθρωπος, καὶ γελαστικόν.

[*](p. 16, 6)

Κοινὸν δὲ καὶ τὸ συνωνύμως.

Ἴδου διὰ ταύτην τὴν συγγένειαν ἐλέγομεν ἐν μεταιχμίῳ εἶναι τὸ ἴδιον τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν καὶ πλησιάζειν αὐτὸ μᾶλλον τοῖς οὐσιώδεσι.

[*](p. 16, 9)

Διαφέρουσι δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον.

Εἰπὼν κατὰ τί κοινωνοῦσιν ἀλλήλοις, νῦν λέγει καὶ κατὰ τί διαφέρουσι. πρότερον δὲ λέγεται οὐ τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει.

[*](p. 16, 17)

Τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ ὧν ἐστιν ἴδια.

Ἀναιρουμένων γὰρ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ ἴδια διὰ μέσου | τῶν [*](34v) εἰδῶν· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου συναναιρεῖται τὸ γελαστικόν. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀναιρουμένων τῶν εἰδῶν ἀναιρεῖται καὶ τὰ ἴδια, ἀναιρουμένων δὲ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ εἴδη, πολλῷ μᾶλλον ἀναιρουμένων τῶν γενῶν ἀναιρεθήσονται καὶ τὰ ἴδια.

[*](2 τὸ γὰρ εἶδος FV συμπληρωματικὰς Ε αὐτῶν] ἑαυτοῦ F: αὐτοῦ V post ἐνεργείᾳ add. τοῦ γένους μὴ ἔχοντος τὰς διαφορὰς ἐνεργεία κατὰ τοὺς περιπατητικούς V 3 tit. τί κοινὸν γένους καὶ ἰδίου add. D: περὶ κοινωνίας γ. κ. ἰδ. Fp δὲ] τε D: μὲν V 4 προσβαλών D 4. 6 καὶ πρὸς τὸ ἴδιον Mp 7 πάλιν om. M 9 ὁμογένειαν M 10 τῶν ἐπουσιωδῶν FMVp; cf. p. 33,20 not. αὐτὰ FM 1 1 tit. περὶ διαφορᾶς γένους καὶ ἰδίου add. p διαφέρουσι δὲ DEF: διαφέρει δὲ MV Porph.: διαφέρει δὲ τὸ γένος τοῦ ἰδίου p 13 καὶ om. F 14 πρότερα M 15 ante ὧν add. τὰ FV: τὰ εἴδη p Porph.(?): om. DEM ὧν ἐστι ἴδια Fp: ὧν ἐστι γένη DEV: om. M 16 γὰρ] δὲ V: τοίνυν p 17 καὶ τὸ γελ. p 18 καὶ om. p 19 ἀναιρ. δὲ καὶ τῶν γενῶν F: καὶ τῶν γενῶν ἀναιρ. p συναναιρεῖται V καὶ om. p 19. 20 πολλῷ—γενῶν] καὶ τῶν γενῶν ἄρα ἀναιρουμένων p 20 τῶν γενῶν om. DEF καὶ om. p)
122
[*](p. 17, 4)

Διαφέρει δὲ γένος συμβεβηκότος.

[*](34v)

Τῶν πλεῖστον ἀλλήλων διαφερόντων, ὡς ἔχει τὸ γένος καὶ τὸ συμβεβηκός, τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές, ἐπειδὴ ὀλίγη ἡ κοινωνία, τὴν δὲ διαφορὰν ῥᾴδιον (τὰ γὰρ πολὺ διεστηκότα ἐν πολλοῖς ἑαυτῶν σιν), ὥσπερ καὶ τῶν πλεῖστον συνεγγιζόντων τὴν μὲν διαφορὰν εἰπεῖν δυσχερές, τὴν δὲ κοινωνίαν εὐχερές, οἷον τὴν μὲν κοινωνίαν λύκου καὶ κυνὸς καὶ ἵππου εἰπεῖν καὶ φάττης καὶ περιστερᾶς εὐχερές, τὴν δὲ διαφορὰν οὐ ῥᾴδιον. πάλιν κατὰ τί μὲν διαφέρει ὁ ἄνθρωπος μύρμηκος εὐχερὲς εἰπεῖν, κατὰ τί δὲ κοινωνοῦσι δυσχερές. καὶ ἀπλῶς τὰ μὲν πόρρω ἀπ’ ἀλλήλων ὄντα καὶ πολὺ διεστηκότα κοινωνίαν μὲν ὀλιγοστὴν ἔχει, πλείστην δὲ διαφοράν, τὰ δὲ μὴ πολὺ διεστηκότα ἀλλὰ πλησιάζοντα ἀλλήλοις ὀλιγοστὴν μὲν κέκτηται τὴν διαφοράν, πολλὴν δὲ τὴν κοινωνίαν. ἐπεὶ οὗν τὸ γένος τοῦτο καὶ τὸ συμβεβηκὸς πλεῖστον ἀλλήλων ἀπέχουσιν, ὀλιγοστὴ μὲν αὐτῶν ἡ κοινωνία, πολλὴ δ’ ἡ διαφορά, ὅθεν καὶ μίαν μόνην αὐτῶν κοινωνίαν ἐξέθετο ὁ Πορφύριος, ἑτερότητας δὲ πλείονας.

[*](p. 17, 7)

Ἐπίτασιν γὰρ καὶ ἄνεσιν ἐπιδέχεται ἡ τῶν συμβεβηκότων μέθεξις.

Άνθρωπος γὰρ καὶ ἵππος καὶ τὰ ἄλλα εἴδη ὁμοίως τοὐ ζῴου μετέχει ὁμοίως γάρ ἐστι ζῷα), τὰ δὲ σώματα οὐχ ὁμοίως μετέχει τοῦ λευκοῦ ἢ τοὐ μέλανος· λέγεται γὰρ μᾶλλον καὶ ἧττον εἶναι λευκὸν καὶ μέλαν.

[*](p. 17, 14)

Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει·

Βούλεται ὁ Πορφύριος ἐνταῦθα δεῖξαι, πόσαι γίνονται σχέσεις ἐκ τῆς πρὸς ἄλληλα παραβολῆς τῶν πέντε· ἔφη γὰρ ὅτι γίνονται σχέσεις οὐχ ὡς ἄν τις ὑπολάβοι εἴκοσι διὰ τὸ δὶς ἕκαστον τῶν πέντε παραβαλεῖν πρὸς τὰ λοιπὰ τέσσαρα καὶ παραδίδωσι τὴν μέθοδον, ἣν ἤδη προεξεθέμεθα, δι’ ἧς εὑρίσκομεν πόσαι γίνονται σχέσεις τῶν προκειμένων ὅρων ἐκ τῆς πρὸς ἀλλήλους παραβολῆς. φησὶ γάρ, ὡς ἤδη παρ’ ἡμῶν λέλεκται, ὅτι δεῖ τὸν [*](1 tit. τί κοινὸν γένους καὶ συμβεβηκότος in mrg. add. D: περὶ κοινωνίας γ. κ. σ. p lemma διαφέρει δὲ γένους συμβ. DEFp: διαφέρει δὲ τὸ γένος M: διαφέρει τὸ γένος V: διαφέρει δὲ τὸ γένος τοῦ συμβ. Porph. 2 πλείστων Ε 7 ἵππου εἰπεῖν oblitt. V post εἰπεῖν add. καὶ ἀνθρώπου F 8 ὁ om. FV τοῦ μύρμηκος M 9 εὐχερές DEM: εὐχερὲς καὶ εὔπορον F: εὐχερές καὶ εὔκολον V: καὶ εὐχερὲς καὶ εὔπορον p 10 διεστ. πολὺ colloc. Ep 11 δὲ μὴ in litt. Ε 12 κέκτηνται MV ante ἐπεὶ tit. περὶ διαφορᾶς γένους καὶ συμβεβηκότος et lemma διαφέρει δὲ τὸ γ. τοῦ συμβ. add. p (cf. V. 1 not.) 13 τοῦτο om. M ἀπέχει M 14 μέν ἐστιν F ἡ κοιν. αὐτῶν colloc. V ἡ (prius) om. M 16 γὰρ om. V 18 τὰ om. p 20 εἶναι καὶ ἧττον colloc. FV 21 ἄλλων τεττάρων] διαφορῶν E τετάρων D: om. Fp 22 πόσαι] πόθεν M ἐκ τῆς—σχέσεις (v. 23) iter. E 25 ἐξεθέμεθα V 21 ἀλλήλους scripsi: ἄλληλα libri (cf. p. 115,21) λέλεκται] p. 115,22)

123
προτεθέντα τῶν ὄρων ἀριθμὸν πολλαπλασιάζειν ἐπὶ τὸν μονάδι ἐλάττονα [*](34v) καὶ τῶν γινομένων λαβεῖν τὸ ἥμισυ, καὶ τοσαύτας λέγειν γίνεσθαι τὰς σχέσεις· οἷον ἐπὶ τῶν προκειμένων πέντε δεῖ πολλαπλασιάσαι τὸν πέντε ἐπὶ τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τέσσαρα, καὶ γίνονται εἴκοσιν· εἶτα τούτων τὸ ἥμισυ· γίνονται δέ κα. τοσαῦτα ἄρα τῶν πέντε γίνονται αἱ [*](35r) πρὸς ἄλληλα σχέσεις. ἡ δὲ αἰτία, δι’ ἣν τὸν τρόπον τοῦτον ποιοῦμεν, ἔστιν αὕτη· δεῖ ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν· διὰ τοῦτο οὖν πεντάκις ποιοῦμεν τὰ τέσσαρα, καὶ γίνονται σχέσεις εἴκοσιν. ἐπεὶ δὲ συμβαίνει δὶς τὰς αὐτὰς σχέσεις περιλαμβάνειν, διὰ τοῦτο ποιοῦμεν τὸ ἥμισυ· παραβάλλοντες γὰρ τὸ γένος πρὸς τὰ λοιπὰ τέσσαρα δῆλον ὅτι καὶ πρὸς τὴν διαφορὰν αὐτὸ παραβάλλομεν· ἐὰν οὖν τὴν διαφορὰν πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλωμεν, συμβαίνει δὶς ἡμάς τὸ γένος πρὸς τὴν διαφορὰν παραβάλλειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἔστι δὲ καὶ ἄλλος κανών, καθ’ ὃν μανθάνομεν πόσαι σχέσεις γίνονται τῶν προτεθέντων ὅρων· ἐὰν γὰρ ὦσί τινες ὅροι καὶ προστεθῶσιν ἑτέροις, καθ’ ἕκαστον ὅρον τοσαῦται προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. οἷον τοῦ πρώτου σχέσις οὐκ ἔστιν, ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, γίνεται μία σχέσις, ἐπειδὴ εἷς ἦν ὅρος ὁ προκείμενος. πάλιν κἀν ἕτερος προστεθῇ, δύο προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. γίνονται οὖν ἅπασαι τρεῖς σχέσεις. ἐὰν δὲ ἕτερος ὅρος προστεθῇ τρεῖς προστίθενται σχέσεις, καὶ γίνονται αἱ πᾶσαι σχέσεις ἕξ. ἐὰν δὲ ἄλλος ὅρος προστεθῇ, τέσσαρες προστίθενται σχέσεις, ὥστε γενέσθαι τῶν πέντε ὅρων τὰς πάσας σχέσεις δέκα. καὶ ἄλλως δέ· ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν δεῖ· τὸ γένος οὖν πρὸς τὰ λοιπὰ τέσσαρα παραβαλλόμενον ποιεῖ σχέσεις τέσσαρας, ἡ δὲ διαφορὰ πρὸς μὲν τὸ γένος ἤδη παραβέβληται, ὅτε τὸ γένος παρέβαλλον (ταὐτὸν γάρ ἐστι), πρὸς δὲ τὰ λοιπὰ τρία παραβαλλομένη σχέσεις τρεῖς, ὥστε γίνεσθαι ἑπτά. πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὴν διαφορὰν ἤδη παραβέβληται, ὥστε κἀκεῖνα πρὸς τοῦτο, πρὸς δὲ τὰ λοιπὰ δύο παραβαλλόμενον ποιεῖ σχέσεις δύο, ὡς γίνεσθαι ἐννέα σχέσεις. πάλιν [*](1 πολυπλασιάζειν F 2 γίνεσθαι λέγειν colloc. V 3 προκειμένων EFMVp: προειρημένων D πέντε δεῖ Laur. 85,1. Laur. 72,7: ἔδει (haud dubie ortum ex ἑ δεῖ) DEFMVp 5 τὸ ἥμισυ] τὰ ἥμισυ DEMVp: τὰ ἡμίση F δέκα γίνεται M 9 ἐπεὶ δὲ V: ἐπειδὴ DEFM: ἐπειδὴ δὲ p περιλαμβάνειν DEVp: λαμβάνειν F: παραλαμβ. M 11 αὐτὸ FV: ex αὐτὰ corr. D: αὐτὰ EMp οὑν FVp: om. DEM 12 τὸ γένος] τοῦ γένους F: τὴν τοῦ γένους V 13 παραβάλλειν D: παραλαμβάνειν EMp: παραβολὴν λαμβάνειν FV 15 malim ἕτεροι ὅρον] ὄρων p 16 ὅσοι DE: οἶοι F: οἷον Mp: οἳ V οἷον DEFV: πέντε p: oblitt. M τοῦ οὖν πρώτου p 17 δὲ] γὰρ V ὅρος om. p 18 ὅρος ἦν colloc. p προτίθενται F 19 ὅσοι—σχέσεις om. V ὅσοι D: οἷοι EFMp 20. 21 πᾶσαι αἱ colloc. FV 22 καὶ γίνονται τ. π. ὅρ. αἱ πᾶσι V 23 ἄλλος F τὰ λοιπὰ τέσσαρα V: τὰς λοιπὰς τέσσαρας DEFMp 21 τὰς λοιπὰς τέσσαρας p 25 ὅτε] ὅτι M 20 παρέβαλλον DF: παρέβαλλε EM: πρὸς αὐτὴν παρέβαλλεν V: παρεβάλλετο πρὸς αὐτήν p παραβαλλομένη Vp: παραβαλλόμενον DEFM 28 ὥστε] ἡνίκα p 29 παραβαλλ.] παραλαμβόμενα F ὡς] ὥστε p σχέσεις ἐννέα colloc. FVp)
124
τὸ Pοιον πρὸς μὲν τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος ἤδη παραβέβλη- [*](35r) τᾶι, πρὸς δὲ τὸ συμβεβηκὸς παραβαλλόμενον ποιεῖ μίαν σχέσιν, ὥστε πάσας γίνεσθαι δέκα. τὸ δὲ συμβεβηκὸς πρὸς οὐδὲν ἔχει παραβάλλεσθαι· ἤδη γὰρ πρὸς πάντα παραβέβληται, ὅτε ἐκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. δῆλον οὖν ὅτι πᾶσαι αἱ σχέσεις γίνονται τέσσαρες, τρεῖς, δύο, μία, τοῦ μὲν γένους τέσσαρες, τῆς δὲ διαφορᾶς τρεῖς, τοῦ δὲ εἴδους δύο, τοῦ δὲ ἰδίου μία, ὥστε αἱ πᾶσαι γίνονται δέκα. [καὶ τὸ ἴδιον οὐκέτι παραβέβληται πρὸς τὸ γένος, ἤδη γὰρ παραβέβληται, ὅτε τὸ γένος πρὸς αὐτό.]

[*](p. 17, 23)

Αοιπὸν δὲπῇ διαφέρει τοῦ εἴδους.

’H αὐτὴ γάρ ἐστιν σχέσις τοῦ γένους πρὸς τὴν διαφορὰν καὶ τῇς δια- φορᾶς πρὸς τὸ γένος τῆς τε διαφορᾶς καὶ κοινωνίας αὐτῶν καὶ οὐκέτι πρὸς τὸ γένος παραβάλλεται, ἀλλὰ πρὸς τὰ μετ’ αὐτήν.

[*](p. 18, 11)

Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους.

Μέτεισιν ἐπὶ τὰ κοινὰ καὶ ἴδια διαφορᾶς καὶ εἴδους καὶ τῶν λοιπῶν, καὶ ἐπὶ αὐτοῖς καταπαύει τὸν λόγον.

[*](p. 18, 16)

Ἴδιον δὲ διαφορᾶς μὲν τὸ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖσθαι.

Καὶ ὅπερ ἄν τις ἠπόρησεν, αὐτὸς φθάσας ἐπιλύεται· j φησὶ γάρ, διὰ [*](35v) τί τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι, καίτοι καὶ ὁ ἄνθρωπος ποῖόν τι ζῷον λέγεται· φαμὲν γάρ, τί [*](1. 2 post παραβέβληται add. ἡνίκα κἀκεῖνο (sic) πρὸς αὐτό p 2 τὰς πάσας FVp 3 πρὸς οὐδὲν Laur. 8.^,1 Laur. 72,7: οὐδὲν DEFMVp 5 αἱ πᾶσι colloc. FV 7 αἰ πᾶσαι DFVp: πᾶσαι EM καὶ τὸ ἴδιον πρὸς αὐτό (v. 8) inclusi 8 ὅτε πρὸς αὐτὸ τὸ γένος παρεβάλλετο Y 10 γὰρ om. F ἐστι om. M: post γένους transp. V 11 τε] δὲ M καὶ V: om. DEFMp : malim ὥστε 12 πρὸς τὸ γένος V: τὸ γένος DEFMp πρὸς τὰ μετ’ αὐτὴν FY: τὰ πρὸς μετ’ αὐτά (sic) DEp: τὰ μετ’ αὐτό M 13 ante κοινὸν add. tit. περὶ κοινωνίας εἴδους καὶ δια- φορᾶς p κοινὰ M 14 ante μέτεισιν add. ταῦτα εἰπὼν D ἑ ὑοὺς] γένους Dι καὶ τῶν λοιπῶν om. V 15 ἐπὶ] ἐπεὶ F ἐπὶ τοῖς αὐτοῖς M καταπαύσει FMYp τῶν λόγων M post λόγον add. κοινότητας οὖν διαφορᾶς καὶ ε2ι οὑς φάσκει δύο, ἑτερότητας δὲ πλείους. καὶ πρῶτόν φησιν ἴδιον διαφορᾶς τὸ ἐν τῷ ὁποῖόν τί ἐστι κατη- γορεῖσθαι, εἴδους δὲ τὸ ἐν τῷ τί ἐστι p 16 lemma om. p (recte) δὲ om. D μὲν om. DV 18 καὶ om. M ἀπορήσειεν M 20 καίτοι] καίτι Ε ὁ su- perscr. D ὁποῖον V)

125
ἐστι Σωκράτης, ζῷον, ποῖον ζῷον, ἄνθρωπος. ὥστε καὶ τὸ εἶδος ἐν τῷ [*](35v) ὁποῖόν τί ἐστι κατηγορεῖται, φησὶ τοίνυν ὅτι τὸ εἶδος ποῖόν ἐστιν οὐχ ἁπλῶς, ἀλλὰ καθὸ μετέχει τῶν διαφορῶν· τὸ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν, τὸ δὲ ἐν τῷ ὁποῖον ἐκ τῶν διαφορῶν· ποῖον γὰρ ζῷον ἐρωτηθέντες λέγομεν λογικὸν θνητόν. ὥστε καθ’ ἑαυτὰς μὲν αἱ διαφοραὶ τὸ ποῖον ἔχουσι, τὰ δὲ εἴδη διὰ τὰς διαφορας.

[*](p. 19, 2)

Τίς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν.

Τὸ μὲν γὰρ ἁπλῶς λογικὸν συντεθὲν τῷ ἁπλῶς θνητῷ ποιεῖ ἄνθρωπον, ὁ δὲ καθόλου ἄνθρωπος συντεθεὶς μετὰ ἄλλου τινὸς οὐδὲν ἀποτελεῖ. εἰ δὲ γίνεται ἡμίονος ἐξ ἵππου καὶ ὄνου, οὐκέτι ἐκ τῶν καθόλου ἀλλ’ ἐκ τῶν μερικῶν· ὅδε γὰρ ὁ ἵππος προσελθὼν τῷ ὄνῳ ποιεῖ ἡμίονον. καὶ ἄλλως· αἱ μὲν διαφοραὶ συνιοῦσαι εἰς ἑνὸς εἴδους γένεσιν οὐδὲν ὑπ’ ἀλλήλων παθοῦσαι ἑκάστη τὴν ἑαυτῆς οὐσίαν φυλάττει, οἷον συνῆλθον εἰς ἑνὸς εἴδους γένεσιν τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐκ ἐβλάβησαν ὑπό τινος τούτων. ἵππος δὲ καὶ ὄνος συνελθόντες καὶ ἀποτελέσαντες ἡμίονον διὰ τὸ μὴ εἶναι εἴδη ἀλλὰ ἄτομα οὐδὲ τὴν φύσιν τὴν ἑαυτῶν εἰλικρινῆ ἐφύλαξαν ἐν τῇ ἡμιόνῳ· ἄλλο γάρ τι παρ’ ἀμφοτέροις τῆς ἑκάστου οὐσίας φθαρείσης γέγονεν. ὥστε εἶδος ειοει οὐ συνέρχεται.