In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](p. 8, 8)

Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω.

Ὅτι μὲν ἡ διαφορὰ προτέρα ἐστὶ τοῦ εἴδους καὶ δι’ ἣν αἰτίαν πρότερον περὶ τοῦ εἴδους διελέχθη, ἤδη λέλεκται. νῦν οὖν περὶ τῆς διαφορᾶς [*](1 πρὸς ἄτομον DM 4 τῶν δὲ πρός τι D: τοῦ δὲ πρός τι EFMVp 4. 5 τὰ μὲν ... τὰ δὲ D: τὸ μὲν ... τὸ δὲ EFMVp 5 λέγεται p τῶν πλαγίων D: πλαγίαν EFMVp 7 οἷον ἐὰν V δὲ om. D 9 ἄλλου DFMp: ὅλου EV λέγω V 11 οὐκέτι] οὐ M 12 ἐν τοῖς μέρεσίν V 13 ὅλον τὸ ὅλον Marc. 201: ὅλον DEFMVp οὖν Marc. 201 p: δὲ DEFMV 14 τὸ ὅλον DEM: τὸ δὲ ὅλον FVp 16 ἀκολουθῇ D1 18 καὶ (ante γένη) om. M καὶ γένη τὰ αὐτὰ καὶ εἴδη Porph. γένος καὶ εἶδος F 19 τὰ om. p 21 post διχῶς add. ἰστέον ὅτι εἰς τὸ ὅλον γάρ τι καλῶς προσέθηκε τὸ τί. δηλοῖ γὰρ διὰ τούτου ἡμὶν ὅτι ἄνευ λόγου τις σώζεται. οὐ μὴν ταὐτὸν γένος καὶ ὅλον καὶ τὰ λοιπά D (cf. p. 90,25 not.) 23 ἡ διαφορὰ δὲ D 24 ὅτι μὲν om. D 24. 25 πρότερον DFp: προτέρα MV: om. E 25 περὶ] παρὰ V: om. M διηλέχθη DMVp: διειλέχθη EF)

92
ποιεῖται τὸν λόγον καὶ τῷ εἰρημένῳ κανόνι πάλιν χρώμενος ἀπαριθμεῖται [*](26r) τῆς διαφορᾶς τὰ σημ·αινόμτηα. ἵνα δὲ τοῖς μέλλουσι λέγεσθαι παρακολουθήσωμεν, εἴπωμεν οὕτως· ἡ διαφορὰ ἑτερότης ἐστί τινων πρὸς ἄλληλα. αὕτη οὖν ἡ ἑτερότης ἢ χωριστή ἐστι καὶ κατὰ συμβεβηκός, ἥτις πέφυκε χωρίζεσθαι ἐκείνων ὧν ἐστιν ἑτερότης, ἢ ἀχώριστος. οἷον διαφέρουσιν ἀλλήλων τινὲς τῷ τὸν μὲν ἑστάναι τὸν δὲ καθῆσθαι, καὶ δύναται ὁ καθήκαθήμενος στῆναι καὶ ὁ ἱστάμενος καθῆσθαι, καὶ διαφέρουσι κτὰ τοῦτο ἀλλήλων· αὕτη οὖν ἡ διαφορὰ λέγεται χωριστή, ἣν καλεῖ ὁ Hορφύριος κοινῶς, ἐπειδήπερ οὐκ ἰὑ̣ωρισuένω,́ τῷδέ τινι ὑπάρχει, ἀλλὰ κοινῶς πᾶσι. καὶ αὕτη μέν ἐστι χωριστὴ καὶ κατὰ συμβεβηκὸς ἡ διαφορά. εἰ δ’ ἀχώρισιος ἡ διαφορὰ ὑπάρχει, ἢ καθ’ αὑτὸ ὑπάρχει, τοὐτ’ ἔστι συμπληρωτική ἐστι τῆς τοῦ ὑποκειμένου οὐσίας, ἢ κατὰ κατὰ συμβεβηκός, τοῦτ’ ἔστι μηδὲν συντελοῦσα εἰς τὸ εἶναι τοῦ πράγματος. καὶ αὕτη μέν· ἐστιν ἀχώριστος καὶ κατὰ συμβεβηκὸς οἷον γρυπότης σιμότης γλαυκότης· διαφέρουσι γὰρ ἀλλήλων τινὲς τῷ τὸν μὲν σιμὸν εἶναι τὸν δὲ γρυπόν. αὗται δὲ κτὰ συμβεβηκὸς μέν εἰσιν ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τῶν ὑποκειμένων ἠδύνατο γὰρ ὁ Σωκράτης μὴ εἶναι σιμός, καὶ ὅμως εἶναι Σωκράτης), ἀχώριστοι δέ (οὐ γὰρ πεφύκασι χωρίζεσθαι τοῦ ὑποκειμένου), ἃς καλεῖ ὁ Πορφύριος ἰδίως, ἐπειδὴ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει τὸ σιμόν. ἀχώριστον δέ ἐστι καὶ οὐ κατὰ συυͅσυμβεβηκὸς ἀλλὰ συuτͅληρωτικ̀ὸν τῆς οὐσίας οἷον τὸ λογικὸν τὸ θνητόν· διαφέρομεν μὰρ τῶν ἀλόγων ζῴων καθὸ ἡμεῖς μὲν λογικοί, ἐκεῖνα δὲ ἄλογα. ταύτην οὖν τὴν διαφορὰν ἰδιαίτάτα ἐκάλεσε. τῆς οὗν διαφορᾶς ἡ μὲν λέγεται κοινῶς ἡ δὲ ἰδίως ἡ δὲ ἰδιαίιατα· κοινῶς μὲν αἱ κατὰ συμβεβηκὸς καὶ χωρισταί, ἰδίως δὲ αἱ κτὰ συμβεβηκὸς καὶ ἀχώριστοι, αἱ δὲ ἀχώριστοι μὲν συμτͅληοωτι .αὶ δὲ τῆς οὐσίας τοῦ ὑποκειμένου καὶ οὖσαι καθ’ αὑτὸ ἰδιαίταια λέγονιαι. πρώτη [*](1 πάλιν κανόνι colloc. Vp χρησάμενος V 3 post τινων add. πραγμάτων FVp 4 κατά τι συμβ. p 5 ἐκείνων καὶ ὧν F 6 post ἑστάναι add. τυχόν p 6. 7 καὶ δύναται ὁ καθήμενος στῆναι καὶ ὁ ἱστάμενος καθῆσθἁ suppl. ilaic. 201 p: cm. DEFMV 9 ἐπειδὴ Vp τῷδε] τόδε F 10 κατὰ συμβ. χωριστὴ (καὶ oin.) V εἰ] ἡ Ε1 U oorrigas καθ’ αὑτὴν (cf. p. 94,11 Poiph. p. 9, 11.14) 12 τῆς οὐσίας τοῦ ὑποκ. colloc. FV 13 post πράγματος add. πᾶσι Fp 14 ἡ γρυπ. ἡ σιμ. ἡ γλαυ. D Ι6. 17 τῶν υι ποκειμένων FVp: τοῖς ὖ ὑοκειμἐνοις DEM 18 ἀχώριστον F γὰρ cm. V ἃς om. F 19 καλεῖ] καλῶς (?) F’ .ἀφωρισμένος F τῷδε] τόδε F τὸ om. F 21 ἀλόγων FVp: ἄλλω DEM 22 μὲν om. V 23̔ τῆς οὗν διαφορᾶς DEFM: τῶν οὖν διαφορῶν Vp (cf. p. 95,8) 24 κοινῶς μὲν οὖν F 25 καὶ oin. D 25. 26 συρ.πλrιρωτικαὶ αἰ δέ τῆς οὐσίας D: συμπληροῦσαι δὲ (καὶ pro δὲ habet F) τὴν οὐσίαν EFMVp 26 corrigas καθ’ καθ' αὑτὰς (cf. V. 1 1 not.) post λέγονται add. τριχῶς οὖν ἡ διαφορὰ εὐλόγως. πάντα γὰρ τὰ ὄντα τριττά, καὶ ὁ ποιητὴς ‘τριχθὰ δὲ πάντα δέδασται’. καὶ γὰρ πάντα τὰ ὄντα ἡ οὐσία ἐστὶν ἢ συμβεβηκότα. καὶ τὸ συμβεβηκὸς διττόν· ἀχώριστον καὶ χωριστόν. ὧδε οὖν ἐπειδὴ περὶ ἐκεῖνα καταγίνεται πᾶς φιλόσοφος, ἃ συμβάλλεται εἰς τὴν κατὰ φιλοσοφίαν μέθοδον τήν τε διαιρετικὴν καὶ τὴν ὁριστικήν, οὐδέποτε δὲ ὁρισμὸς οὔτε διαίρεσις ἀπὸ συμβεβηκότων λαμβά νεται, ἀλλ’ ἐκ τῶν οὐσιωδῶν, εἰ οὖν ἡ ἰδιαίτατα ἐκ τῶν οὐσιωδῶν, εἰκότως περὶ τύτης D: ὧδε· ἐπειδὴ περὶ ἐκεῖνα κατάγεται πᾶς φιλόσοφος, ἁ συμβάλλεται εἰς τὴν κατὰ φιλοσοφίαν μέθοδον τήν τε διαιρετικὴν καὶ τὴν ὁριστικήν, οὐδέποτε δὲ ὁρισμὸς οὔτε διαίρεσις ἀπὸ συμβεβηκότος (συμβεβηκότων Μ) λαμβάνεται, ἀλλ’ ἐκ τῶν οὐσιωδῶν, εἰ οὖν ἡ ἰδιαίτατα ἐκ τῶν εἰκότως περὶ ταύτης (ταῦτα M) EMp: om. FV 1 τῶν διαφορῶν] τῆς E 4 τὸ (ante ἑστάναι) om. V 5 τὸ (ante λογ. et ἄλογον) om. FV 6 τῶν τοῦ πράγματος ἐναλλαγὴν D: τῶν πραγμάτων τὴν ἐναλλ. E: τῶν τοῦ πράγματος τὴν ἐναλλ. FMp: oblitt. V 6. 7 πάντῃ p 10 περὶ τῶν ἰδιαιτάτων D 11 αἱ om. p 12 ὅτι om. V κάθηνται et ἵστανται V 13 περιλαμβάνει V 17 τὸ ὄνομα τοῦτο τεθεικ. colloc. p 18 κέχρηνται] conicias χρῶνται, sed cf. p. 37, 10 19 λέγεται] λεγέτω M 19. 20 τὸ (utrobique) om. Vp: ante λεγέσθω om. F 21 post ἑτερότητι add. ἤτοι τῶ ἑτεροίῳ DEM: om. FVp 22 μὲν (prius) om. p γὰρ om. V post διαφέρουσι add. τῇ ἑτερότητι p τύχοι D2FM: τύχη D1EVp 23 διαφέρουσι MVp: διαφέρει DEF 24 ἀεί γε M: ἀεὶ δὲ DE: ἀεὶ FVp ἑτερότησι in lit. D 25 αὖται αἱ] αἱ αὐταὶ EM: αὐταὶ αἱ F)
93
μὲν οὖν διαίρεσις τῶν διαφορῶν αὕτη. πάλιν δὲ ἐπιδιαιρῶν αὐτάς φησιν [*](26r) ὅτι τῶν διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσι τὸ ὑποκείμενον, αἱ δὲ ἄλλο, ἡ μὲν κοινῶς καὶ ἰδίως λεγομένη διαφορὰ ἀλλοῖον (ἀλλοῖον γὰρ καθέζεσθαι καὶ τὸ ἑστάναι καὶ ἀλλοῖον τὸ σιμὸν καὶ τὸ γρυπόν), αἱ δὲ ἰδιαίτατα ἄλλο· ἄλλο γὰρ τὸ λογικὸν καὶ ἄλλο τὸ ἄλογον. τὸ μὲν γὰρ ἀλλοῖον κατά τι τῶν τοῦ πράγματος ἐναλλαγὴν ποιεῖται, τὸ δὲ ἄλλο πάντως ἕτερον ποιεῖ· τὸ μὲν γὰρ λογικὸν ζῷον ἄλλο παρὰ τὸ ἄλογον, ὁ δὲ καθεζόμενος τοῦ ἑστῶτος οὐκ ἄλλο, ἀλλοῖον δέ, ὁμοίως καὶ ὁ γρυπὸς τοῦ σιμοῦ. τριχῶς οὖν τῶν διαφορῶν λεγομένων τῶν μὲν κοινῶς τῶν δὲ ἰδίως τῶν δὲ ἰδιαίτατα περὶ τῶν ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· αἱ γὰρ ἰδίως καὶ αἱ κοινῶς εἰς διαίρεσιν τῶν γενῶν οὐ χρησιμεύουσιν· οὐ|δεὶς 26v γὰρ λέγει ὅτι τῶν ζῴων τὰ μὲν κάθηται τὰ δὲ ἵσταται (οὐ γὰρ περιλαμβάνομεν), οὐδὲ ὅτι τὰ μὲν σιμὰ τὰ δὲ γρυπὰ διὰ τὸ αὐτό. εἰ δὲ μὴ εἰς τὴν διαίρεσιν χρήσιμοι, οὐδ’ εἰς τοὺς ὁρισμούς· μόναι ἄρα αἱ ἰδιαίτατα χρησιμεύουσι.

[*](p. 8, 8)

Καὶ ἰδιαίτατα λεγέσθω.

Το λεγέσθω προσθεὶς ἐσήμανε τὸ αὐτὸν τοῦτο τεθεικέναι τὸ ὄνομα· εἰώθασι γὰρ οἱ παλαιοί, ὅταν ὀνόματί τινι τῶν φερομένων κέχρηνται, λέγειν ‘λέγεται’, ὅταν δὲ αὐτοὶ ὀνόματα θῶσιν, εἰώθασι τὸ ‘καλείσθω’ λέγειν ἢ τὸ ‘λεγέσθω’.

[*](p. 8, 10)

Διαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι.

Καθὸ μὲν γὰρ ἄνθρωποι, οὐδὲν διαφέρουσι, καθὸ δὲ ὁ μέν, εἰ τύχοι, κάθηται ὁ δὲ περιπατεῖ, διαφέρουσι.

[*](p. 8, 12)

Καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησι.

Τοῦτ᾿ ἔστιν· αὗται αἱ διαφοραὶ κατὰ συμβεβηκὸς θεωροῦνται. ἀντὶ

94
δὲ τοῦ εἰπεῖν ‘κατὰ συμβεβηκὸς’ εἶπεν ἐν τῖς τοῦ πῶς ἔχειν ἑτερότησιν, [*](26v) τησιν, ἐπειδήπερ τὸ συμβεβηκὸς ἐν τῷ πῶς ἔχειν κατηγορεῖται.

[*](p. 8, 16)

Ὥσπερ ὁ ἄνθρωπος τοῦ ἵππου εἰδοποιῷ διαφορᾷ διενήνοχε τῇ τοῦ λογικοῦ ποιότητι.

Τοῦτ᾿ ἔστι συμπληρωτικῇ τοῦ εἴδους· τὸ γὰρ ζῷον προσλαμβάνον μὲν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ ἄνθρωπον, τὸ δὲ θνητὸν καὶ ἄλογον ποιεῖ ἵππον καὶ κύνα καὶ τἆλλα ζῷα. αὗται οὖν αἱ διαφοραὶ συντιθέμεναι τοῖς γένεσι ποιοῦσι τὰ εἴδη, καὶ διὰ τοῦτο εἰδοποιοὶ λέγονται.

[*](p. 8, 19)

Τῶν γὰρ διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσιν, αἰδὲ ἀλλοῖον.

Ἄλλην διαίρεσιν ἐκτίθεται τῶν διαφορῶν· αἱ μὲν γάρ, φησί, ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ αἱ μὲν ποιοῦσαι ἄλλο καθ’ αὑτὰς αἱ δὲ ἀλλοῖον κατὰ συμβεβηκός εἰσι καὶ χωρισταί. χωριστὰς δὲ λέγουσι τὴν κοινῶς καὶ τὴν ἰδίως· καὶ αὕτη γὰρ χωριστὴ ἐπινοίᾳ· δύναμαι γὰρ τὸν Σωκράτην καὶ φαλακρὸν καὶ κομήτην ἐπινοῆσαι. τὴν δὲ ἰδιαίτατα οὐκέτι χωρίσαι αὐτοῦ οὐδὲ κατ’ ἐπίνοιαν δύναμαι· οὐδὲ γὰρ ἐπινοῆσαι τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ δυνατόν, ἐπειδὴ οὐκέτι ἔσται ἄνθρωπος· πάντες γὰρ ἄνθρωποι λογικοὶ καὶ πάντες θνητοί. ὥστε τὸν μὲν σιμὸν δύναμαι γρυπὸν νοῆσαι τοῦ αὐτοῦ ἀνθρώπου μένοντος, τὸν δὲ ἄνθρωπον οὐκέτι ἐκτὸς τοῦ λογικοῦ ἢ τοῦ θνητοῦ· οὐκέτι γὰρ ἄνθρωπος. ὥστε οὖν αἰ ἰδίως καὶ κοινῶς λεγόμεναι διαφοραὶ χωρισταί εἰσιν· ὅταν γὰρ ὁ ἱστάμενος καθίσῃ, οὐκ ἐγένετο ἄλλος, ἀλλὰ μόνον ἀλλοῖος, ὡς δηλοῖ τοῦτο καὶ ὁ ποιητὴς περὶ τοῦ Ὀδυσσέως κατὰ τὰ περὶ αὐτὸν συμβεβηκότα μεταβεβλημένου ὑπὸ τῆς Ἀθηνᾶς λέγων

  1. ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν·
[*](3 ὥσπερ ἄνθρ. ἵππου Porph. 5 συμπληρωτικῇ] συμπληρωτικοῦ DE: συμπληρωτικὴ F: συμπληρωτικὸν M: συμπληρωτικὰς V: τῇ συμπληρωτικῇ p μὲν om. M 6 τὸ θνητὸν καὶ λογικὸν Fp δὲ om. V 7 καὶ (ante κύνα) om. p τἄλλα τᾶ ἄλλογα ζῷα p 9 αἱ μὲν ἀλλοῖον π. αἱ δὲ ἄλλο Porph. (cf. v. 10. 11) 10. 11 ἄλλην — ἀλλοῖον (prius) om. V 10 ἄλλη διαίρεσις D 11 αἱ μὲν ποιοῦσαι—ἀλλοῖον om. F καθ’ αὑτὰς V: καθ’ αὑτό DEp: καθ’ αὑτό εἰσιν M 12 αἱ κατὰ συμβ. V post συμβ. add. καὶ κατὰ συμβεβηκός p καὶ (ante χωρισταί) om. V χωριστὰς] χωριστὴν Vp λέγουσι] λέγω FVp 13 καὶ (ante αὕτη) om. V αὕτη] αὗται corr. Ε2 χωριστή ἐστιν p τῆ ἐπινοία FV 13. 14 καὶ φαλ. κ. κομ. ἐπινοῆσαι] ἄγρυπον νοῆσαι μένοντα σωκράτην ἰχνογάστορα δὲ καὶ κομήτην p 14 κομίτην DE αὐτοῦ] an τοῦ ὑποκειμένου? 1.5 οὐδὲ γὰρ DEM: οὐ γὰρ FVp τοῦ om. E 16 ἐπειδὴ] ἐπεὶ FVp 17 ἐπινοῆσαι E 18 οὐκέτι post θνητοῦ (19) transp. V 18. 19 ἢ τοῦ θνητοῦ EFVp: ἢ θνητοῦ D: ἢ καὶ θνη·τοῦ M 19 οὐκέτι] οὐδὲ V 21 ἄλλος Dp: superscr. Ε: ἄλλο FMV ἀλλοῖος DEp: ἀλλοῖον FV: ἀλλοίως M καὶ om. M ὁ ποιητὴς] Hom. π 181 22 κατὰ FVp: καὶ DEM 23 λέγων om. M 24 ξεῖν’ ἐφάνης p νέον φάνης colloc. EM)
95
οὐ γὰρ εἶπεν ‘ἄλλος’ ἀλλὰ ‘ἀλλοῖος’. ἀλλὰ μὴν εἰ σιμὸς γρυπὸς ἐπινοηθείη, [*](26v) νοηθείη, οὐ παρὰ τοῦτο ἄλλος ἐγένετο, ἀλλ’ ἀλλοῖος· ὁ αὐτὸς γὰρ δύναται εἶναι. αἱ δὲ ἄλλο ποιοῦσαι εἰδοποιοί· τὸ γάρ λογικὸν οὐ ποιεῖ ἀλλοῖον τὸν ἄνθρωπον παρὰ τὸν ἵππον, ἀλλά ἄλλον· ἄλλα γὰρ λέγομεν τὰ τῇ οὐσίᾳ διαφέροντα. ὡς εἰρήκαμεν νῦν, οἷον ἄνθρωπον ἵππον.

[*](p. 9, 2)

Κατὰ μὲν οὖν τἀς ἄλλο ποιούσας διαφορὰς αἵ τε διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη.

Λέγομεν γὰρ τοὐ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον καὶ τὸ μὲν θνητὸν τὸ δὲ ἀθάνατον. καὶ πάλιν τοὺς ὁρισμοὺς διὰ τούτων ἀποδίδομεν· λέγομεν γὰρ τί ἐστιν ἄνθρωπος, ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης οεκτικον.

[*](p. 9, 7)

Τῶν διαφορῶν τὰς μὲν εἶναι χωριστὰς τὰς δὲ ἀχωρίστους.

Ἐντεῦθεν πάλιν ἄρχεται τελειοτέρας τῆς διαιρέσεως, ὥσπερ ἀπ’ ἀρχῆς τινος πρὸς τὸ αὐτὰς χωρί|σαι ἀπ’ ἀλλήλων. τῶν οὖν διαφορῶν αἱ [*](27r) μέν εἰσι χωρισταὶ αἱ δὲ ἀχώριστοι, καὶ ταύτῃ διακρίνονται αἱ κοινῶς τῶν ἰδίως καὶ ἰδιαίτατα. πάλιν τῶν διαφορῶν αἱ μὲν ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ ταύτῃ διακρίνονται αἱ ἰδιαίτατα τῶν ἰδίως καὶ κοινῶς. ἐκ τούτων οὖν τῶν ἀντιθέσεων, ἐξ ὧν διακρίνονται αἱ διαφοραὶ ἀλλήλων, γίνονται συζυγίαι ἕξ, ὧν αἱ δύο ὁμολογουμένως μέν εἰσιν ἀσύστατοι (οὐ γὰρ συνίσταται τὸ χωριστὸν καὶ τὸ ἀχώριστον ἢ τὸ ἀλλοῖον καὶ ἄλλο), τῶν δὲ τεσσάρων συζυγιῶν τῶν λοιπῶν μία ἐστιν ἀσύστατος, ἡ χωριστὴ καὶ ἄλλο ποιοῦσα, αἱ δὲ λοιπαὶ τρεῖς συνίστανται· αἱ μὲν γὰρ χωρισταὶ καὶ ἀλλοῖον ποιοῦσαί εἰσιν αἱ κοινῶς, αἱ δὲ ἀχώριστοι καὶ ἄλλο ποιοῦσαι αἱ ἰδιαίτατα, αἱ δ’ ἀχώριστοι καὶ ἀλλοῖον αἱ κατά συμβεβηκός εἰσι καὶ ἰδίως [*](1 ἀλλ’ οὐδὲ μὴν p ὁ σιμὸς p ἢ γρυπὸς V γριπός D 1. 2 ἐπινοηθείη Ε: ἐπινοηθῇ DMVp: oblitt. F ἄλλο M1 3 post εἶναι add. οὐ μέντοι σιμός FVp δὲ] μὲν οὑν V ποιοῦσιν (sic) αἰ εἰδοποιοὶ κέκληνται F ποιοῦσαι εἰσὶν p 4 παρὰ] περὶ D ἄλλον Fp: ἄνθρωπον DE: ἄλλο MV 5 ἄνθρ. καὶ ἵππον FVp 6 οὖν om. F 9. 10 λέγ. γάρ τί ἐστιν ἄνθρ.] ἐν γὰρ τῶ λέγειν τί ἑ. ἄ. φαμεν Marc. 201: λἐγ. γὰρ ἄνθρωπός ἐστιν p; an λέγ. γὰρ <ἐρωτηθέντες> τί ἐ. ἄ. ? 10. 11 νοῦ κ. ἐ. om. FV 12 τῶν γὰρ διαφορῶν DE χωριστὰς εἶναι Porph. 13 τελειότερον Ep 14 τῆς οὖν διαφορᾶς Ε 16 ἰδίων DF1 17 ταύτῃ] ταύταις DEF (cf. v. 15) ἰδίως καὶ κοινῶς FMVp: ἰδίως κοινῶν DE 18 ἀλλήλων αἱ διαφ. colloc. V 19 ἕξ, ὧν] ἐξ ὦν p ὦν om. Μ μὲν ante ὁμολ. transp. M: om. Vp 20 τὸ (ante ἀχώρ.) om. Mp 20. 21 τῶν δὲ τεσσάρων—ἄλλο (v. 22) in mrg. suppl. D τῶν δὲ λοιπῶν τεσσ. συξ. V 21 τῶν λοιπῶν om. D ἡ μία p ἀσύστατός ἐστιν colloc. FVp χωριστὴ] ἀρχὴ E: χωριστὸν M 22 ποιοῦσα p: om. codd. χωριστὸν DEM 23 εἰσιν—ποιοῦσαι om. Ε ἀχώριστον DM ποιοῦσαι εἰσιν V 24 ἀχώριστον DEM 24. p. 96, 1 αἱ κατὰ συμβ. καὶ κοινῶς εἰσιν ὥσπερ τὸ καθέζεσθαι, ἰδίως δὲ ὡς ἡ γρυπότης, ἰδιαίτατα δὲ ὥσπερ τὸ λογικόν p)

96
ὥσπερ ἡ γρυπότης. δόξειε δ’ ἂν καὶ ἕτερόν τι διάφορον εἶναι, τὸ τῶν [*](27r) χωριστῶν καὶ ἄλλο ποιουσῶν· κατὰ ἀλήθειαν δὲ καὶ αὕτη ἡ συζυγία ἀσύστατός ἐστι· τὸ μὲν γὰρ λογικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ (καθ αὑτὸ γὰρ ὁ ἄνθρωπος λογικὸς ὑπάρχει, διὸ καὶ ἄνθρωποι πάντες λογικοί), τὸ δὲ γρυπὸν ἢ μέλαν ἢ ἑστάναι ἤ τι τῶν παραπλησίων οὐ καθ’ αὑτό· οὐ γὰρ καθὸ ἄνθρωπος. γρυπός ἐστιν ἡ μέλας ἤ τι τῶν λοιπῶν, ἐπεὶ ἔδει πάντας ἀνθρώπους μέλανας ἢ γρυποὺς εἶναι. ὥστε κἄν μὴ ᾖ τις γρυπὸς ἢ μέλας, οὐδὲν ἧττον ἄνθρωπός ἐστιν. οὐδεμία ἄρα τῶν τοιούτων διαφορῶν ποιεῖ ἄλλο τι πρᾶγμα· ἀσύστατος ἄρα.

[*](p. 9, 14)

Ἐν τῷ τῆς οὐσίας λαμβάνονται λόγῳ.

Ἀντὶ τοῦ ἐν τῷ λόγῳ τῷ δηλοῦντι τὴν φύσιν τοῦ πράγματος, τοῦτ’ ἔστι τῷ ὁρισμῷ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους καὶ τῶν συστατικῶν εἰσι διαφορῶν, τοῦτ’ ἔστι τῶν εἰδοποιῶν, αἵτινες οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ λέγεταί τις μᾶλλον λογικὸς οὐδὲ μᾶλλον θνητὸς καὶ ἧττον λογικὸς ἢ ἧττον θνητός· καὶ γὰρ καὶ οἱ μικροὶ παῖδες ὁμοίως εἰσὶ λογικοί, ἐμποδίζονται δὲ ὑπὸ τοῦ ὀργάνου πρὸς τὰς λογικὰς ἐνεργείας. καὶ ἀπλῶς δεῖ εἰδέναι, ὅτι ἐκεῖνα ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅσα περὶ τὰ αὐτὰ ὑποκείμενα συνίστανται ἐναντία ὄντα, ἅτινα καὶ μίγνυνται ἀλλήλοις· οἷον λευκὸν λευκοῦ μᾶλλον γίνεται λευκὸν καὶ ἧττον, ἐπειδὴ τὸ αὐτὸ ὑποκείμενον ποτὲ μὲν λευκὸν γίνεται ποιὲ δὲ μέλαν καὶ μίγνυται ταῦτα ἀλλήλοις, τὸ λευκὸν λέγω τῷ μέλανι, καὶ ποῦ μὲν καθαρώτερα ποῦ δὲ ἐπιμεμιγμένα συμβαίνει γίνεσθαι. ἐπὶ δὲ τῶν οὐσιῶν οὐκ ἔστι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ ἐναντίον ἐστὶ τῇ οὐσίᾳ, οὐδὲ τὸ λογικὸν [*](1 δείξειε F καὶ om. Ε τι καὶ ἕτερον colloc. V διάφορον εἶναι DFp: διαφορῶν εἶναι E: εἶδος εἶναι διαφορῶν M: διαφορά εἶναι V 2 ἄλλο τι V αὕτη] ἄλλη M 3 ὑπάρχει—καθ’ αὑτὸ γὰρ om. V 3. 4 καθ’ αὑτὸ (post ἀνθρώπῳ)—ὑπάρχει] καθ’ ὃ γάρ ἐστιν ἄνθρωπος, ὑπάρχει λογικός p 4 λογικὸν EM πάντες ἄνθρ. Fp: πάντες οἱ ἄνθρ. V 6 ἐπειδὴ p 8 ἄνθρ. οὐδὲν ἧττον colloc. p 9 ἀσύστατος ἄρα Μ: ἀσύστατον τὸ δὲ χωριστὸν καὶ ἀλλοῖον ἀχώριστον D: ἀσύστατον καὶ ἄλλο EF: ἀλλὰ ἀλλοῖον. τὸ δὲ λογικὸν καθ’ αὑτὸ προσὸν τῶ ἀνθρώπω ἄλλο ποεῖ ὅπερ ἐστὶν ἀσύστατον τοῦ ἀλλοῖον p: om. V (fort. recte) 10 λόγῳ λαμβ. colloc. FMp 12 τῶν om. D 12. 13 διαφ. εἰσὶ colloc. D 13. 14 τὸ μᾶλλον καὶ ἧττον M 14. 15 μᾶλλον λογ. οὔτε (sic) μᾶλλον θνητὸς καὶ ἧττον λογ. ἢ ἧττον θνητός D: μᾶλλον θνητὸς οὔτε μᾶλλον λογ. καὶ ἧττον λογ. ἢ ἧττον θνητός EM: μᾶλλον θνητὸς οὔτε μᾶλλον λογ. καὶ ἧττον λογ. FV: μᾶλλον θνητὸς ἡ ἧττον θνητὸς οὔτε μᾶλλον λογ. καὶ ἧττον λογ. p 15 post θνητός add. ἐπεὶ τὸ μὲν τῆς ἐνεργείας ἐστί, τὸ δὲ τῆς οὐσίας ἤγουν (ἤ M) τῆς ὑπάρξεως om. EFVp καὶ (post γὰρ) om. FVp 16 ἐμποδίζονται δὲ DEFMV: κἂν ἐμποδίζωνται p τῶν ὀργάνων V 17 δεῖ] χρὴ V ἐκεῖναι F ὅσαι F 18 τὸ αὐτὸ ὑποκείμενον p συνίσταται p μίγνυται FV 19 γίνεται] λέγεται Fp λευκὸν (post γίνεται) om. V post ἧττον add. καὶ μέλαν μέλανος μᾶλλον καὶ ἧττον p 20 μίγνυνται M 21 ποῦ—ποῦ] πῆ—πῆ M καθαρώτερα MVp: καθαρώτερον DEF 22 ἐπιμιγνύμενα D οὐκ ἔστι] οὐκέτι p 23 καὶ ἧττον F post ἧττον add. φιλεῖ γίνεσθαι p ἐναντίον ἐστὶ] ἐναντία ἐστὶ M: ἐναντίον ἐστί τι p)

97
καὶ τὸ ἄλογον περὶ τὸ αὐτὸ ὑποκείμενον συνίστανται. εἰ δέ τις εἴποι ‘πῶς [*](27r) οὖν ὁ Ἀριστοτέλης ἐν Κατηγορίαις εἶπεν “οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη”; ἰδοὺ γὰρ “μάλιστα” εἶπεν ὡς ἂν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένης’, φαμὲν ὡς πρῶτον μὲν ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν ἐκεῖνο λέγεται· πρώτην γὰρ εἶπε καὶ μάλιστα τὴν ἄτομον διὰ τὸ συνεγνῶσθαι μᾶλλον ἡμῖν καὶ πρώτην κατειλῆφθαι· ἐκ ταύτης γὰρ χρόνῳ καὶ ἐπιστήμῃ προκόψαντες πρόιμεν καὶ ἐπὶ τὴν δευτέραν, τὴν κατὰ τὰ γένη καὶ εἴδη. ἔπειτα εἰ καὶ συγχωρήσειέ τις ἐν αὐταῖς τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι, οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἀλλ’ ἐν ταῖς κατὰ βάθος· οὐ γὰρ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἄνθρωπος ἢ μᾶλλον λο|γικὸς [*](27v) οὐδ’ ὁ ἵππος τοῦ βοὸς μᾶλλον ζῷον ἢ τούτων ὁ ἄνθρωπος, ἀλλ’ ἐν ταῖς κατὰ βάθος, ὡς εἶπον, δυνατόν πως θεωρῆσαι τοῦτο· αἱ γὰρ ἐπάνω τῶν ὑποκάτω τρανέστεραι, ὅσῳ καὶ ἀπολαύουσι τῶν κρειττόνων, οἷον μᾶλλον τὸ λογικὸν ἐν νῷ ἧττον δὲ ἐν τῇ ψυχῇ, καὶ μᾶλλον ἐν ἀγγέλοις, ἧττον δὲ ἐν οὐρανίοις σώμασιν, εἴπερ καὶ αὐτὰ ἔμψυχά εἰσι καὶ λογικά, καὶ εἰ τοῦτο, μᾶλλον ἐν τούτοις ἢ ἐν ἡμῖν. καὶ ἄλλως· ἡ οὐσία μᾶλλον ἐν τῷ ζῴῳ ἢ ἐν τῷ ἀνθρώπῳ, καὶ μᾶλλον ἐν τούτῳ ἢ ἐν τῷ Σωκράτει· εἰ γὰρ μὴ ἀμέσως ἡ οὐσία τῷ Σωκράτει, ἀλλὰ διὰ μέσου τοῦ ζῴου, κἀκ τούτου πάλιν διὰ μέσου τοῦ ἀνθρώπου ἐπιφοιτᾷ, πρόδηλον ὅτι τὰ πρώτως καὶ ἀμέσως τινὸς μετέχοντα τῶν δευτέρων καὶ διὰ μέσου μετεχόντων μᾶλλον μετέχει, καὶ καλῶς εἴρηται, ὡς αἱ μὲν κατὰ πλάτος οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ βάθος ἐπιδέχονται· εἰ γὰρ αἱ κατὰ πλάτος ἐπεδέχοντο τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ ἄν οὐδὲ ἡ αὐτὴ ἀπόστασις ἦν αὐτῶν ἀπὸ τοῦ γένους, τοῦ τε λογικοῦ φημι καὶ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου.

[*](1 περὶ] ἐπὶ p συνίσταται MVp post συνίστανται add. οὐ λέγεται γὰρ μᾶλλον καὶ ἧττον· οὐδὲ γὰρ λογικὸς ἄνθρωπος λογικοῦ ἀνθρώπου μᾶλλον ἐλλόγιμός ἐστι D εἴποι D1FMp: εἴπῃ D2EV 2 εἶπεν ἐν ταῖς κατηγ. V: ἐν ταῖς κατηγ. ἔφη p (cf. c. 5 p. 2a 1 1) δὲ om. F κυριώτατά τε p: κυριωτάτη DE: κυριώτατα τά τε F: κυριώτατα MV 3 τὸ μάλιστα (alterum) p ἄν om. M 4 δείξῃ ἐπιδεχομένην p καί φαμεν D ὡς (post μὲν) om. EMp 5 ἐκεῖνο λέγεται DEM: ταῦτα ἐκείνω λέγεται FV: αὐτῷ ταῦτα ἐκεῖνα λέλεκται p μὲν γὰρ F 6 γὰρ ταύτης colloc. FV 7 προκύφαντες Vp προίεμεν Mp καὶ (ante ἐπὶ) om. V 8 τὰ γένη καὶ τὰ εἴδη FV: τὰ εἴδη καὶ τὰ γένη p 9 εἶναι καὶ τὸ ἧττον colloc. FVp κατὰ (ante πλάτος) om. E τὸ πλάτος DEM 10 τὸ βάθος M 116 (ante ἵππος) om. V τοῦ βοὸς iter. Ε 13 ὅσων F: ὅσον V 14 τῇ om. Mp (fort. recte) 15 εἴπερ] ὥσπερ F1 εἰσι] εἴη p εἰ τοῦτο DV: εἴτε τὸ EFMp 16 μᾶλλον ἦν V τῷ om. p 17 τῷ om. FVp τούτῳ] τούτοις p ἡ ἐν τῶ σωκράτει D: ἢ ἐν τῶ σώματι EM: ἢ ἐν σωκράτει, ὁμοίως τὸ ζῶον μᾶλλον ἐν ἀνθρώπω ἡ ἐν σωκράτει σώματι V) FV: ὁμοίως τὸ ζῶον μᾶλλον ἐν ἀνθρώπῳ ἢ ἐν σωκράτει p 17. 18 εἰ γὰρ—τῶ σωκράτει Dp: om. EFMV ἀμέσως p: ἄλλως D 18 πάλιν διὰ μ.τ. ἀνθρ. om. M: διὰ μ.τ. ἀνθρ. om. EFV 19 πρόδηλον οὖν p ὅτι] ὡς FVp πρώτης M 20 μετἐχ. τινὸς colloc. V 21 καὶ καλῶς] καλῶς ἄρα p αἱ μὲν DVp: εἰ μὲν E: εἰ αἱ μὲν F: εἰ μὴ M πλάτος in lit. D 21. 22 καί ἧττον V 22. 23 αἱ δὲ—ἧττον om. EFM 22 γὰρ] οὖν V αἱ (post γὰρ) om. V 22. 23 ἐπεδέχοντο scripsi: ἐπιδέχονται Dp: om. V 23 ἡ αὐτὴ] αὕτη ἡ D 24 τε om. p φησι p καὶ τοῦ θνητοῦ] τοῦ τε θνητοῦ p Comment. Arist. IV ;i Ammonius in Porph. Isag. 7)
98
[*](p. 9, 17)

Αἱ δὲ κατὰ συμβεβηκός, κἄν ἀχώριστοι ὦσιν, ἐπίτασιν [*](27v) καὶ ἄνεσιν λαμβάνουσιν.

Ἀντὶ τοῦ ‘ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον’· ταῦτα δὲ εἴληπται τὰ ὀνόματα ἀπὸ μεταφορᾶς τῶν χορδῶν· ἐκεῖ μὲν γὰρ ἡ μὲν ἐπιτεινομένη σφοδρὸν ἀποτελεῖ ψόφον ἡ δ’ ἀνειμένη ἐλάττονα. οὕτως οὗν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντίληψιν τοῦ πράγματος, ἄνεσιν δὲ τὴν ἐλάττονα.

[*](p. 9, 20)

Αὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι.

Αἱ διαφοραὶ αἱ τῆς οὐσίας συμπληρωτικαί. αὗται δὲ καὶ τῶν ὁρισμῶν εἰσι συμπληρωτικαί· οἱ δὲ ὁρισμοὶ τοῦ αὐτοῦ οἱ αὐτοί εἰσιν ἀεί· οὐ γὰρ ποτὲ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ ὡσαύτως οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος.

[*](p. 9, 22)

Ἢ κεχρῶσθαί πως.

Τοῦτ᾿ ἔστι μέλαν ἢ λευκὸν εἶναι· ἐπιτείνεται γὰρ καὶ ἀνίεται· ἔστι γὰρ ἄλλο ἄλλου λευκότερον καὶ μελανώτερον.

[*](p. 9, 24)

Τριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων καὶ τῶν μὲν οὐσῶν χωριστῶν τῶν δὲ ἀχωρίστων, καὶ πάλιν τῶν ἀχωρίστων τῶν μὲν οὐσῶν καθ’ αὑτὸ τῶν δὲ κατὰ συμβεβηκός.

‘Υπέσχετο ὁ Πορφύριος περὶ τῶν προκειμένων διδάσκειν λογικώτερον· 20 βούλεται τοίνυν ἐκ τῶν διαφορῶν κἀνταῦθα διδάξαι τινὰ συμβαλλόμενα πρὸς τὴν ὁριστικὴν καὶ διαιρετικὴν μέθοδον. φησὶν οὖν ὅτι τῶν εἰδοποιῶν διαφορῶν αἱ μέν εἰσι συστατικαὶ αἱ δὲ διαιρετικαί, οὐκ ἄλλαι καὶ ἄλλαι, ἀλλ’ [*](1 δὲ om. D 3 ante ἀντὶ add. ἐπίτασιν καί ἄνεσιν λαμβάνουσιν p εἴληπται post χορδῶν transp. p 4 μὲν (prius) om. Vp ((alterum) om. FM ἐπιτειν. FMV: ἀποτειν. DEp 8 πληροῦσαι M 9 αἱ (ante διαφοραὶ) om. Vp αὗται δὲ] ἀλλὰ M 10 εἰσι συμηληρωτικαί om. M ἀεί] ἄν F 11 ὁ ἄνθρωπος λογικὸν colloc. V post λογικὸν add. θνητὸν p οὔ] ἄλλο V ἀλλ’ ἀεί] ἀλλ’ ἡ F post ὡσαύτως add. ἔχει V 11. 12 οὔτε ἐπίτασιν—μελανώτερον (v. 15) om. M 12 ἄνεσιν οὔτε ἐπίτασιν colloc. V post ἐπιδεχόμενος add. οὐ γὰρ ποτὲ μὲν μᾶλλον ζῶον λογικὸν (θνητὸν add. p) ἐστιν ὁ ἄνθρωπος, ποτὲ δὲ ἧττον ἧττον δὲ ποτέ V) Vp 13 ἤ] τὸ V 14 μέλλεν D λευκὸν ἡ μέλαν colloc. p ἐπιτείν. γὰρ] καὶ γὰρ ἐπιτείν. V: ἐπιτείν. (γὰρ om.) p 15 ἄλλου ἄλλο colloc. καὶ] ἢ V μελανόταρον Vp post μελανώτ. add. καὶ γρυπώτερον DE: καὶ γρυπότερον F: καὶ σιμότερον καί γρυπότερον Vp 18 καθ’ αὐτὸ] καθ’ αὑτὰς Porph., quod reponas. 19 περὶ τοῦ προκειμένου V λογικ. post ὑπέσχετο transp. Fp: post πορφύριος V 21 διαιρ. καὶ ὁριστ. colloc. FVp καὶ διαιρετικὴν in mrg. suppl. D)

99
αἱ αὐταὶ πῇ μὲν γίνονται συστατικαὶ πῇ δὲ διαιρετικαί, ἄλλως καὶ ἄλλως [*](27v) παραλαμβανόμεναι· τὸ γὰρ λογικὸν καὶ τὸ ἄλογον τὸ θνητὸν καὶ τὸ ἀθάνατον τοῦ ζῴου εἰσὶ διαφοραί, καὶ εἰσὶν αὗται διαιρετικαὶ (τὸ γὰρ εἰς ταῦτα διαιρεῖται)· ἐὰν δὲ αἱ δυνάμεναι συμπλακῆναι ἅμα ληφθῶσιν οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, γίνονται συστατικαὶ τοῦ ἀνθρώπου διαφοραί· συνιστῶσι γὰρ καὶ συμπληροῦσιν αὐτοῦ τὴν φύσιν. δῆλον οὖν ὅτι αἱ μὲν διαιρετικαὶ διαφοραὶ χρησιμεύουσι πρὸς τὴν διαιρετικὴν μέθοδον, εἴπερ κατὰ ταύτας γίνονται αἱ τῶν γενῶν εἰς τὰ εἴδη διαιρέσεις, αἱ δὲ συστατικαὶ εἰς τὴν ὁριστικήν, εἴπερ οἱ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ τῶν τοιούτων διαφορῶν. ἰστέον δ’ ὅτι συντιθέμεναι αὗται ποιοῦσι τέσσαρας συζυγίας, ὧν αἱ μὲν τρεῖς συνίστανται ἡ δὲ μία ἀσύστατός ἐστιν. οἷον ἔστω λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. ἰδοὺ τοί|νυν λογικὸν καὶ θνητὸν συνίσταται, [*](28r) ἔστι γὰρ ὁ ἄνθρωπος, λογικὸν καὶ ἀθάνατον ὁ θεός, ἄλογον δὲ καὶ θνητὸν ὁ ἵππος, οὐκ ἔστι δέ τι ἄλογον καὶ ἀθάνατον· ζητεῖται γὰρ περὶ τῆς λοιπῆς συζυγίας, τῆς τοῦ ἀλόγου φημὶ καὶ τοῦ ἀθανάτου, πότερον συνέστηκε καὶ ἔστι τι ἄλογον καὶ ἀθάνατον, οἷόν τι δοκεῖ καὶ περὶ τῆς Σκύλλης ὁ ποιητὴς λέγειν
  1. ἀλλ’ ἀθάνατον κακόν ἐστιν,
ἢ οὔ· οἱ μὲν γάρ φασιν εἶναί τι δαιμονίων ἀλόγων γένος ἀθάνατον, ὅπερ δὴ μείονα ἐπέχει τάξιν, οὓς καὶ ἀποτρεπόμεθα. οἱ δέ φασι καὶ τὸ τοιοῦτον οῦτον γένος θνητὸν εἶναι· ὃ γάρ ἐστιν ἀθάνατον, καὶ λογικόν ἐστι πάντως. ἔλθωμεν καὶ ἐπὶ τὴν οὐσίαν, καὶ τὰ αὐτὰ εὑρήσομεν· καὶ γὰρ καὶ ἐνταῦθα δύο οὐσῶν ἀντιθέσεων, ἐμψύχου καὶ ἀψύχου, αἰσθητικοῦ καὶ ἀναισθήτου, καὶ τούτων συμπλεκομένων τρεῖς μόναι συνίστανται συζυγίαι, ἡ δὲ λοιπὴ ἀσύστατός ἐστι· τὸ μὲν γὰρ ἔμψυχον καὶ αἰσθητικὸν τὸ ζῷον, τὸ δὲ ἔμψυχον καὶ ἀναίσθητον τὸ φυτόν, τὸ δὲ ἄψυχον καὶ ἀναίσθητον ὁ λίθος, ἄψυχον δὲ καὶ αἰσθητικὸν οὐδέν ἐστιν· ὃ γὰρ ἂν ἔχῃ αἴσθησιν, πολλῷ μᾶλλον τὴν φυσικὴν ἔχει ψυχήν· ὅπου γὰρ φυσική, οὐ πάντως καὶ αἰσθητική, ὅπου δὲ αἰσθητική, πάντως καὶ φυσική.

[*](1 μὲν γὰρ p διαιρ. πῇ δὲ συστ. colloc. FVp 2 καὶ τὸ θνητὸν D καὶ ἀθάν. D 5 διαφ. τ. ἀνθρ. colloc. V 6 συμπληρῶσι F ὅτι om. V 7 πρὸς] εἰς V 8 κατὰ ταύτας scripsi: κατὰ ταῦτα DE: κατὰ ταύτην FVp: κατ’ αὐτὰς M τῶν γενῶν V 10 συντεθειμέναι DEM 12. 13 συνίστανται FV 13 λογικὸν ὁ ἄνθρ. colloc. V 14 οὐκ ἔστι δέ τι FM: οὐκέτι δέ τι DE: οὐκέτι δέ ἐστιν Vp ζητεῖται —πάντως (v. 21) eicias 15 καὶ ἀθαν. FV 16 ἄλογον ἀθάν. F 17 ὁ ποιητὴς] llom. μ 118 19 ἄλογον V ἀθάν. γένος colloc. M 20 δὴ μείονα] δημίων V ἐπέχει DEM: ἐπέχειν φησὶ F: φασὶ ἐπέχειν V: ἐπέχειν φασὶ p 21 γάρ ἐστιν] γὰρ ἃν ᾖ p 21. 22 ἐστι πάντως DFV: πάντως ἐστίν EM: εἶναι πάντως p 22 post ἔλθωμεν add. τοίνυν p καὶ (ante ἐπὶ) om. Ε τὰ αὐτὰ] ταῦτα V πάντως εὑρήσομεν M εὑρίσκομεν FV καὶ γὰρ καὶ DVp: καὶ γὰρ EFM 23 post ἐμψύχου add. φημὶ p καὶ (ante ἀψύχου) om. F αἰσθητικῆς D αἰσθητικοῦ τὲ αισθήτου (partim oblitt.) M 25 αἱ δὲ λοιπαὶ τρεῖς ἀσύστατοί εἰσι p 25. 26 καὶ αἰσθητ.—ἔμψυχον om. EFM 25 αἰσθητικόν ἐστι Vp 27 post λίθος add. ἔμψυχον δὲ καὶ αἰσθητικὸν τὸ ζῶον M ἔχη DEM: ἔχοι FV: ἔχει p 28 τὴν om. V ἔχει τὴν φύσιν (sic) ψυχήν M post ψυχήν add. ἄλλως τὴν ζωτικήν V 29 ἐκεῖ πάντως καὶ p)
100

Ἀλλ’ αὗταί γε αἱ διαιρετικαὶ διαφοραὶ τῶν γενῶν· ὥσπερ γάρ εἰσί [*](28r) τινα μόνως εἴδη, τινὰ δὲ καὶ γένη καὶ εἴδη οὕτως καὶ ἐπὶ τῶν διαφορῶν· τῶν γὰρ εἰδοποιῶν διαφορῶν αἱ μέν εἰσι μόνως διαιρετικαὶ αἱ τῶν γενικωτάτων, αἱ δὲ μόνως συστατικαὶ αἱ τῶν εἰδικωτάτων, αἱ δὲ συστατικαί τε καὶ διαιρετικαὶ αἱ τῶν ὑπαλλήλων· αἱ μὲν γὰρ τῆς οὐσίας διαφοραί, τὸ σῶμά φημι καὶ τὸ ἀσώματον, διαιρετικαὶ μόνως τῆς οὐσίας, οὐδαμῶς δὲ συστατικαί. αἱ δὲ τοῦ ἀνθρώπου διαφοραί, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, μόνως συστατικαὶ τοῦ ἀνθρώπου, αἱ δὲ τῶν μέσων, οἷον αἱ τοῦ ζῴου τὸ θνητὸν καὶ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συστατικαὶ καὶ διαιρετικαί, διότι ἔχουσί τι πρὸ αὐτῶν ἐπαναβεβηκός· αἱ μὲν γὰρ ἐναντίαι διαιρετικαὶ τοῦ ζῴου, ὅτι αὗται διαιροῦνται εἰς ἕτερα εἴδη, οἷον τὸ θνητὸν καὶ ἀθάνατον (εἰς ταῦτα γὰρ διαιρεῖται τὸ ζῷον), καὶ τὸ λογικὸν καὶ ἄλογον ὁμοίως. αἱ δὲ ὑπάλληλοι τῶν εἰδῶν εἰσι συστατικαί· λογικὸν μὲν γὰρ καὶ θνητὸν ἀνθρώπου συστατικά, λογικὸν δὲ καὶ ἀθάνατον ἀγγέλου, ἄλογον δὲ καὶ θνητὸν ἵππου, αἰ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλόγων ζῴων. παρέλειψεν ὁ Πορφύριος τὸ ἄλογον καὶ τὸ ἀθάνατον ὡς ἀμφιβαλλόμενον, εἴτε εἰσὶ τοιαῦται οὐσίαι εἴτε οὕ· εἰσὶ γάρ, ὡς εἶπον, τὰ ἄλογα δαιμόνια μείω τάξιν ἐν τῷ παντὶ ἐπέχοντα καὶ ἀφορισθέντα πρὸς τὸ τὰς ἀξίας κολάζειν ψυχάς, ἅπερ ὑπό τινων μὲν ἀθάνατα ὑπό τινων δὲ θνητὰ εἶναι νενόμισται.

[*](p. 10, 19)

Καὶ τούτων γε μάλιστα χρεία εἰς τὰς διαιρέσεις τῶν

Τὸ μάλιστα προσέθηκεν, ὅτι πολλάκις διὰ τὴν ἀνθρωπείαν ἀσθένειαν ἀποροῦντες τοιούτων διαφορῶν παραλαμβάνομεν ἐκ τῶν κατὰ συμβεβηκός, [*](1 αἱ om. EMp εἰσί] ἐστί p τινα μὲν F 2 τινὰ δὲ] τὰ δὲ F 3 τῶν γὰρ διαφ. τῶν εἰδοποιῶν FV 3. 4 αἱ τ. γενικ.] τῶν γενικωτάτων αἱ om.) in mrg. suppl. et in textu haec add. οὐ γὰρ ἔχουσι τὸ πρὸ αὐτῶν τὸ ὀφεῖλον διαιρεθῆναι καὶ ποιῆσαι τὰς γενικωτάτας γένους συστατικὰς διαφοράς. διὰ τοῦτο οὐδὲ ὅρος τοῦ γενικωτάτου γένους. τὸ ἄτο- μον συστατικὸν οὐκ ἔχον (sic) ὅθεν οὐδὲ ποσῶς ὁρίζεται D 4 μόνως om. V αἱ (post συστ.) om. V 9 καὶ τὸ ἀθάν. M τὸ λογικόν τε FV καὶ ἄλογον FV καὶ (ante συστ.) om. p 9. 10 συστατικὸν καὶ διαιρετικόν Ε 10 διότι—ἐπαναβεβηκός om. FV αἱ μὲν γὰρ ἐναντίαι—νενόμισται (20) ab Ammonio aliena esse videntur 10. 11 ἐναντ. καὶ διαιρ. V 11 ὅτι—εἴδη om. FV 12 καὶ τό ἀθάν. FM καὶ (ante τὸ λογ.) om. M 14 συστατικά DV: συστατικόν EFMp 15. 16 αἱ δὲ—ζῴων nescio quid post verba ἄλογον δὲ καὶ θνητὸν ἵππου sibi velint 16 παρέλειψε δὲ p 16. 17 ἀμφιβαλλόμενα Vp 17 εἴτε οὐ] ἤ οὔ Ε εἴπομεν V 18 μείω EM: δημίων DV: μείονα F: τὰ μείονα p ἐπέχοντα EFVp: ἔχοντα DM 19 ἅπερ] ἅτινα D 21 γε om. M 21. 22 τοῦ γένους V 12 post lemma add. σκόπει πῶς ὧδε ἐν τῶ λέγειν εἰς τοὺς ὁρισμοὺς λαμβάνονται αἱ διαφοραὶ αὗται δηλοῖ ὅτι καὶ αἱ φωναὶ ἐπὶ τῶν ὁρισμῶν τῶν συμβεβηκότων οὐσιώδεις εἰσίν· οἱ γὰρ ὅροι ἐξ οὐσιωδῶν φωνῶν σύγκεινται, οἷον λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως DEMp: om. FV 23 τὸ δὲ DEMp ἀνθρωπίνην FV 24 κατὰ τὸ συμβ. D)

101
οἷον. ἐπὶ τοῦ κόρακος ἀντὶ διαφορᾶς τὸ μέλαν λαμβάνομεν καὶ ἐπὶ τοῦ [*](28r) κύκνου τὸ λευκόν, ὡς ὅταν ἵππον ὁριζόμενοι εἴπωμεν, ζῷον εἶναι ἄλογον χρεμετιστικόν, τὸ ἰήιον ἐπουσιῶδες ὂν ἀντὶ διαφοράς οὐσιώδους λαμβάνομεν διὰ τὸ μὴ δύνασθαι οὐσιώδη διαφορὰν ἵππου | φέρε καὶ ὄνου εὑρεῖν.

[*](28v)
[*](p. 10, 22)

Ἃς δὴ καὶ ὁριζόμενοί φαμεν· διαφορά ἐστιν ᾗ περισσεύει τὸ εἶδος τοῦ γένους.

Ἀπαριθμησάμενος τὰ σημαινόμενα τῆς διαφορᾶς καὶ εἰπὼν περὶ ποίου σημαινομένου μάλιστα τοῖς φιλοσόφοις ὁ λόγος, βούλεται ταύτης τὴν ὑπογραφὴν ἀποδοῦναι. φησὶν οὖν ὅτι διαφορά ἐστιν ᾗ περισσεύει τὸ εἶδος τοῦ γένους· ὁ γὰρ ἄνθρωπος τῷ λογικῷ καὶ τῷ θνητῷ περιττεύει τοῦ ζῴου. ἀπορίαν δέ τινα ἀπορεῖ ὁ Πορφύριος ἐκ τοῦ ὁρισμοῦ τούτου καὶ ἐπιλύεται ταύτην. προλαμβάνει δὲ τῆς ἀπορίας δύο ἐναργῆ τινα ἀξιώματα, ἃ οὕτω καλοῦνται ὑπὸ τῶν Περιπατητικῶν ὡς οἴκοθεν τὸ ἀξιόπιστον ἔχοντα. εἰσὶ δὲ τὰ ἀξιώματα ταῦτα· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, οἷον τὸ ἀβάκιον γέγονεν ἐκ τοῦ ξύλου, ὃ πῇ μὲν ὂν ὑπῆρχε (ξύλον γὰρ ἦν), πῇ δὲ μὴ ὄν· οὔπω γὰρ ἦν ἀβάκιον· εἰ γὰρ ἦν, οὐκ ἔχρηζε τέκτονος τοῦ ποιοῦντος. καὶ οἱ λίθοι πῇ μέν εἰσιν ὄντες ὡς λίθοι, πῇ δὲ οὐκ ὄντες, ὅτι οὔπω οἶκος. ἐκ δὲ τοῦ μηδαμῇ μηδαμῶς ὄντος πῶς ἄν τι γένοιτο; δεύτερον δὲ ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον ἅμα οὐκ ἐνδέχεται εἶναι· ἀναιρετικὰ γὰρ ἀλλήλων τὰ ἐναντία εἰσί. τούτων προλεχθέντων ἡ ἀπορία προβαίνει βαίνει τοῦτον τὸν τρόπον· ἀνάγκη τὰς διαφορὰς ἢ ἐκ τοῦ γένους τοῖς εἴδεσιν ἐπιγίνεσθαι προϋπαρχούσας ἐν αὐτῷ ἢ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. ἑκάτερον δὲ τούτων ἄτοπον· εἰ γάρ εἰσιν ἐν τοῖς γένεσιν αἱ διαφοραί, ἔσονται τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, ὅπερ ἄτοπον. εἰ δὲ μὴ εἰσὶν αἱ διαφοραὶ φοραὶ ἐν τοῖς γένεσι, πόθεν γίνονται ἐν τοῖς εἴδεσιν; ἔσται γάρ τι γινόμενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξ ἄλλου [*](1 οἷον—τὸ λευκόν (v. 2) eicias διαφορᾶς FV: διαφορῶν DEMp παραλαμβάνομεν F 3 τὸ δὲ ἴδιον libri: δὲ induxi ἐπουσ.] scribas μὴ οὐσ. (cf. p. 33,20 not.) παραλαμβ. FVp 4 οὐσιώδεις διαφορὰς V ἵππου—εὑρεῖν] ἱππου φέρε καὶ ὄνου εἰπεῖν M: ὄνου φέρε εἰπεῖν καὶ ἵππου εὑρεῖν V: ἵππου φέρε εἰπεῖν καὶ ὄνου εὑρεῖν p 5 φαμεν] φασι Porph. 7 σημαιν.] γένη M 8 μάλιστα post λόγος transp. Vp παρὰ τοῖς φιλ. Vp ταύτης DM: ταύτην EFVp 10 γὰρ] δὲ V 12 προσλαμβ. M τὴν ἀπορίαν Ε τινὰ ἐναργῆ colloc. MV 14 οὐδὲν γίν.] οὐ γίν. τὶ M 15 ἀββάκιον (ubique) DEMV ἐκ τ. ξύλου γἐγ. colloc. V ὃ] ὅτι M 16 οὔπω] οὕτω V 17 τοῦ τἐκτ. τοῦ M καὶ οἱ λίθοι—οἶκος (v. 18) om. Vat. 2189 (recte) 18 ὅτι] ὅτε V 19 δὲ om. F ἐν om. M 21 εἰσὶ post γὰρ transp. FV 22 τὸν τρ. τοῦτον colloc. F 24 ἑκατέρων V post διαφοραί add. σώμασιν οὖσιν p 25 ἐν τῷ αὐτῷ post χρόνον transp. V 26 μὴ εἰσὶν Marc. 201: μὴ ὦσιν DEFMVp 27 ἐν τοῖς εἴδ. πόθεν γίν. colloc. DEM γίνεται D ἔσται FMV: ἔστι DEp)

102
τινὸς δύνανται εἶναι, ἐπεὶ μηδὲ ἔστι μεταξὺ γένους καὶ εἴδους ἄλλο, εἰ νὴ [*](28v) αἰ διαφοραὶ. δῆλον οὖν ὅτι ἀπορώτατος ὁ λόγος.

Ἀπορήσας τοίνυν ἐπιλύεται τὴν ἀπορίαν περιπατητικῶς· λέγει γὰρ ὁ Πορφύριος, ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεργείᾳ μὲν εἶναι οὐ δύναται, δυνάμει μέντοι δύναται εἶναι. ἵνα δὲ σαφῆ γένηται τὰ λεγόμενα, εἴπωμεν οὕτως· ἄλλο τί ἐστι τὸ δυνάμει εἶναί τι καὶ ἄλλο τὸ ἐνεργείᾳ· δυνάμει μὲν γὰρ λέγεται τὸ ἀτελὲς καὶ μὴ προαχθὲν εἰς ἐνέργειαν, δυνάμενον μέντοι καὶ ἐπιτηδείως ἔχον ἐνεχθῆναι ἐπὶ τὸ ἐνεργείᾳ· οἷον τὸ παιδίον δυνάμει μὲν γραμματικόν ἐστι (δύναται γὰρ γενέσθαι καὶ τὸ ψυχρὸν ὕδωρ λέγεται δυνάμει θερμόν. τοῦτο οὖν ἐστι τὸ δυνάμει. ἐνεργείᾳ δὲ λέγεται γραμματικὸς ὁ ἤδη τὴν γραμματικὴν ἐπιστήμην κατὰ τὴν ἕξιν τελειωθεὶς καὶ παραδιδοὺς τοὺς γραμματικοὺς λόγους, καὶ τὸ μὲν ψυχρὸν ὕδωρ δυνάμει λέγεται εἶναι θερμόν, τὸ δ’ ἤδη θερμανθὲν λέγεται ἐνεργείᾳ θερμόν. φησὶν οὖν ὅτι τὰ ἐναντία οἷον τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐνεργείᾳ μὲν ἅμα τινὶ παρεῖναι ἀδύνατον, δυνάμει δὲ δύνα· τόν· τὸ γὰρ χλιαρὸν ὕδωρ οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἐνεργείᾳ, δυνάμει δέ ἐστιν ἀμφότερα, καὶ τὸ βρέφος δυνάμει καὶ ἀρετὴν ἔχει καὶ κακίαν, καὶ ἡ ὕλη δυνάμει πάντα ἐστὶ τὰ ἐναντία. εἰ οὖν καὶ τὸ γένος ὕλης λόγον ἐπέχει, ὡς ἑξῆς φησι, δῆλον ὅτι ἕξει ἐν ἑαυτῷ δυνάμει πάσας τὰς ἐναντίας διαφοράς. καὶ ἄλλως δὲ δυνατὸν ἐν ἑνὶ τὰ ἐναντία εἶναι, εἰ μὲν τὸ ἕτερον ἐνεργείᾳ ἔχει τὸ δὲ λοιπὸν δυνάμει· τὸ γὰρ ἐνεργείᾳ ψυχρὸν δυνάμει ἐστὶ θερμόν, εἰ πεφύκοι μεταβάλλειν εἰς τὸ θερμόν. τοῦτο δὲ εἶπον, ἐπειδή ἐστί τινα | θατέρου μόνου τῶν ἀντικειμένων δεκτικά· ὁ γὰρ [*](29r) κρύσταλλος ψυχρὸς ὢν οὐδέποτε ἄν θερμανθείη, οὐδὲ τὸ πῦρ τὴν ἐναντίαν ψῦξιν δέξαιτο ἄν. ὁ ἀὴρ μέντοι καὶ τὸ ὕδωρ παρὰ μέρος ἑκατέρου τῶν [*](1 μηδὲ DEM: οὐδὲ FVp 3 τῶν περιπατητικῶν M 5 εἶναι om. V δύνανται (priore loco) DEFMV μέντοι] δὲ p εἶναι δύν. colloc. Μ 5. 6 σαφές γέν. τὸ λεγόμενον p γένηται post λεγόμ. transp. M 6 τι (post ἄλλο) om. FVp 7 μὲν om. V 8 μέντοι] δὲ FV ἐπιτηδειότητα FV ἐνεχθ.] ἐγχωρεῖν M τὸ ἐναργές M: τὰς ἐνεργείας V 9 γραμμ. δυνάμει ἐστί μὲν om.) V γραμματικόν oblitt. M 9. 10 γραμμ. γενέσθαι colloc. D γεν. γραμματικὸς Μ 10 λέγεται δυνάμει θερμόν FV Marc. 201: δύναται γενέσθαι δυνάμει θερμόν DE: δύναται γενέσθαι θερμόν M: δυνάμει θερμόν, δύναται γὰρ γενέσθαι δυνάμει θερμόν p 11 γραμματικὸν DEF post ἤδη add. κατὰ EMp: om. DFV 12 κατὰ om. Μ παραδοὺς p 13 εἶναι λέγεται colloc. M 13. 14 τὸ δ’ ἤδη—θερμόν om. F 14 λέγεται om. p οὖν FMVp: om. DE οἷον FV: ὅτι D: ἤτοι p: om. EM 16 γὰρ om. M ἐστιν post θερμὸν transp. V 17 καὶ κακίαν ἔχει colloc. V 18 πάντα ἐστὶ DEF: ἐστὶ πάπα MV: πάντα ἔχει p οὖν] γοῦν V 18. 19 λόγον ὕλης colloc. V 19 ἑξῆς] cf. p. 11,19 20 καὶ ἄλλως—διαφορὰς δυνάμει (p. 103,5) eicias 20. 21 εἰ μὲν τὸ] καὶ τὸ μὲν D 21 ἐνεργεία ἔχει Mp: ἐνεργεία ἔχειν DE (?): ἔχει ἐνεργεία FV 22 εἰ πεφύκοι FVp: εἰ πεφύκει DEM μεταβάλλεσθαι p 23 εἶπεν D τῶν ἀντικ. μόνου colloc. V 23. 25 ὁ γὰρ—δέξαιτο ἄν] οὐδὲ τὸ πῦρ ... ἐπιδέξοιτ᾿ ἄν οὐδὲ ὁ κρύσταλος ψυχρὸς ὤν ποτε ἄν θερμανθείη V 24 κρύσταλος DEMp 25 δέξαιτο M: δέξοιτο DE: ἐπιδέξοιτο FVp μέντοι FV: μὲν DEMp ἑκατέρου scripsi: ἑκάτερα D: ἑκάτερον EFMVp)

103
ἐναντίων ἐστὶ δεκτικά· δύναται γὰρ τὰ ἐναντία ἐν τῷ αὐτῷ παρεῖναι ἅμα [*](29r) δυνάμει· εἰ μὴ γὰρ τὰ δύο ειχε δυνάμει, οὐκ ἄν καὶ ἐνεργείᾳ εἰς ἑκάτερον μετέβαλλεν, ἀλλ’ ἐπειδὴ τὰ ἐναντία ἔχει δυνάμει, διὰ τοῦτο εἰς ἑκάτερον μεταβάλλει παρὰ μέρος. οὕτως οὖν φησι καὶ τὰ γένη ἔχειν τὰς ἐναντίας διαφορὰς δυνάμει, καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται οὔτε τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐστιν ἐνεργείᾳ. ταύτῃ τῇ λύσει κέχρηνται οἱ ἐκ τοῦ Περιπάτου, ἣν καὶ ὁ Πορφύριος ἀπέδωκεν, ἐπειδήπερ, ὡς ἤδη εἴρηται, χρησιμεῦον πρὸς τὰς Ἀριστοτέλους Κατηγορίας γράφει τὸ βιβλίον.

Ἰστέον δὲ ὅτι οἱ Πλατωνικοὶ ἐναντιοῦνται τῇ ἐπιλύσει ταύτῃ· καὶ γὰρ ἐνεργείᾳ εἶναι λέγουσι τὰς διαφορὰς ἐν τοῖς γένεσι, καί φασιν ὅτι οὐ δεῖ φοβεῖσθαι ἐνεργείᾳ ὑποθέσθαι ἐν τοῖς γένεσι τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον. κέχρηνται δὲ εἰς ἀπόδειξιν τούτου τοιούτοις λόγοις· γοις· πρῶτον μὲν γάρ φασιν, οὐκ ἔστιν ἐναντίον τὸ λογικὸν τῷ ἀλόγῳ οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ· τὰ γὰρ ἐναντία φθείρει ἄλληλα, ταῦτα δὲ οὐ μόνον οὐ φθαρτικά ἐστιν ἀλλήλων ἀλλὰ καὶ ὑποστατικὰ ἀλλήλων· τὸ γὰρ λογικὸν καὶ τὸ ἀθάνατον ὑποστατικά ἐστι τοῦ θνητοῦ καὶ τοῦ ἀλόγου· ὁ γὰρ θεὸς ἀθάνατος ὢν καὶ λογικὸς ὑφίστησι τὰ θνητὰ καὶ ἄλογα, καὶ ὁ ἄνθρωπος λογικὸς ὢν κηδεμὼν τοῦ ἀλόγου γίνεται καὶ σωτήρ, καὶ οἱ ἄγγελοι ἀθάνατοι ὄντες τῶν θνητῶν εἰσι κηδεμόνες καὶ φύλακες. ὥστε οὐκ ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον οὐδὲ τὸ θνητὸν καὶ τὸ ἀθάνατον· εἰ δὲ μὴ ἐναντία, οὐκ ἀδύνατον ἅμα εἶναι ταῦτα ἐν τῷ γένει, ἐπεὶ καὶ αἱ ἄλογοι δυνάμεις, θυμός φημι καὶ ἐπιθυμία καὶ αἴσθησις καὶ ἡ λογικὴ ζωή, ἅμα ἐν ἑνὶ ζῴῳ τῷ ἀνθρώπῳ θεωροῦνται. ἔπειτα δέ φασιν, εἰ καὶ ἐναντία ἐστίν, οὐδὲν ἄτοπον εἶναι αὐτὰ ἐν τῷ γένει τῷ αὐτῷ ἐνεργείᾳ, ἐπειδὴ οὐχ ὡς ἐν ὑποκειμένῳ εἰσὶ σώματι ἀλλ’ ἔν τινι ἀσωμάτῳ (ἀσώματον γὰρ γένος), δύνανται δὲ ἐν ἀσωμάτοις τὰ ἐναντία εἶναι· διὰ τοῦτο γὰρ ἐν ὑποκειμένῳ τινὶ σώματι τὰ ἐναντία οὐ δύνανται εἶναι διὰ τὸ βούλεσθαι ἀμφότερα μετέχειν τοῦ ὑποκειμένου· μεριστὸν δὲ ὂν τὸ σῶμα ἅμα κατὰ ταὐτὸν τὰ φθαρτικὰ ἀλλήλων οὐ δύναται δέξασθαι· ἐπὶ δὲ τῶν ἀσωμάτων [*](1 δεκτικά DEMp: δεκτικός FV 1. 2 δυνάμει γὰρ δύναται colloc. p 2 τῆ δυνάμει (altero loco) FV 3 μετέβαλλον E: μετεβέβλητο p καὶ τὰ ἐναντία V ἑκάτερα Ep 4 παραβάλλει καὶ μεταβάλλεται p 5 οὔτε (prius) ex οὕτως corr. F ὄντος om. D: scribas ὄντος <τι> γίνεται (cf. Porph.) 6 ἐνεργείᾳ colloc. V ἐκ] ἀπὸ F 7 εἴρηται ἤδη colloc. V 9 ἐπιλύσει] λύσει V 10 λέγουσι post γένεσι transp. V τῶ γένει FV 11 τὸ ἄλογον FMV: ἄλογον DEp 11. 12 καὶ τὸ θνητὸν FV 12 καὶ ἀθάν. p δὲ om. V 13 φασιν ὅτι Mp 15 οὐ (post μόνον) om. Mp φθαρτὰ E εἰσιν EVp ἀλλήλων (alterum) DEM: ἄλληλα FV: om. p 16 ὑποστατικόν F 17 θνητά τε FMVp 18 σωτήρ] θεός Ε καὶ οἱ ἄγγελοι—φύλακες (v. 19) eicias 19 τῶν θνητῶν FMVp: θνητῶν D: τῶ θνητῷ E 20 ἐναντίον D 21 ἐναντίον V ταῦτα εἶναι colloc. FVp αἱ om. EMp ἀλόγων F 23 θεωροῦνται scripsi: θεωρεῖται DEFMp (post φημι V. 22 transp.) V ἐναντίον V 24 τὰ αὐτὰ V 25 σώματα EF 26 ἀσωμάτοις D: ἀσωμάτῳ EFMVp 27 οὐ δύν. τὰ ἐν. colloc. FV post εἶναι add. ἄμα p 28. 29 ἅμα κατὰ ταὐτὸν FV: ἅμα κατὰ τὸν αὐτὸν DE: ἅμα κατὰ τὸν αὐτόν χρόνον M: καθ’ αὑτὸ p (cf. p. 104,3.7) 29 ἀλλήλοις M δύνανται EV)

104
οὐκ ἔστι τοῦτο. ἀμέλει καὶ ἡ φύσις ἔχει τοὺς λόγους πάντων τῶν ἐναντίων [*](29r) καὶ ὑφεστῶσα, οἷον ὁ ὀφθαλμὸς ἅμα προβάλλεται τοὺς τοῦ λευκοῦ καὶ τοῦ μέλανος λόγους καὶ ἡ ψυχὴ ἅμα κατὰ ταὐτὸν τὸν τῶν ἐναντίων ἔχει λόγον, ἀγαθοῦ καὶ κακοῦ, ψυχροῦ καὶ θερμοῦ, εἴπερ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ὥστε οὐδὲν ἄτοπον συμβαίνει τῷ λόγῳ τῷ λέγοντι τὰς διαφορὰς ἐνεργείᾳ ἐν τοῖς γένεσιν εἶναι. ὡσαύτως καὶ ἐν τῷ ἀβακίῳ σωματικῶς μὲν καὶ κατὰ ταὐτὸν καὶ τρίγωνον καὶ τετράγωνον καὶ στρογγύλον ποιῆσαι οὐ δυνάμεθα, ἐπειδὴ ὑπ’ ἀλλήλων συγχέονται οἱ τύποι, ἐν δὲ τῇ ψυχῇ ἔχομεν ταῦτα πάντα ἀσυγχύτως, ὅθεν καὶ ἀσυγχύτως προβαλλόμεθα αὐτὰ καὶ δείκνυμεν καὶ τὸ πρῶτον θεώρημα καὶ τὸ δεύτερον καὶ τὸ τρίτον καὶ περὶ στρογγύλου καὶ περὶ τετραγώνου καὶ περὶ τριγώνου. ὥστε ἐπὶ ἀσωμάτων δυνατὸν ἅμα τὰ ἐναντία εἶναι ἐνεργείᾳ. ἄλλως τε δέ εἰ δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσι, τί ἐστι τὸ ποιῆσαν αὐτὰς ἐνεργείᾳ ἐν τοῖς εἴδεσι; πᾶν γὰρ τὸ δυνάμει ὂν ἄγεται εἰς ἐνέργειαν | διά [*](29v) τινος ἐνεργείᾳ τοιούτου ὄντος· τὸ γὰρ ὕδωρ τὸ ψυχρὸν δυνάμει ὂν θερμὸν γίνεται ἐνεργείᾳ θερμὸν διὰ τοὐ πυρὸς ἐνεργείᾳ ὄντος θερμοῦ, καὶ τὸ παιδίον δυνάμει ὂν γραμματικὸν ἐνεργείᾳ γίνεται γραμματικὸν διὰ τοὐ ὄντος ἐνεργείᾳ γραμματικοῦ. εἰ οὖν δυνάμει εἰσὶν ἐν τοῖς γένεσιν αἱ διαφοραί, προάγονται δὲ εἰς ἐνέργειαν, δεήσονται ἄλλου τινὸς ἐνεργείᾳ ἔχοντος τὰς διαφοράς· οὐδὲν δέ ἐστιν ἄλλο παρὰ ταῦτα· οὐκ ἄρα δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν. πάλιν δὲ πᾶν μὲν τὸ δυνάμει ὂν ἀτελές ἐστι, τὸ δὲ ἐνεργείᾳ τέλειον· εἰ οὖν τὰ μὲν εἴδη ἐνεργείᾳ ἔχει τὰς διαφορὰς τὰ δὲ γένη δυνάμει, ἔσται τὰ μὲν εἰδικώτατα πάντων τελεώτερα καὶ ἐντιμότερα τὰ δὲ γενικώτατα πάντων ἀτελέστερα καὶ ἀτιμότερα, ὅπερ ἄτοπον· ἔσονται γὰρ τὰ αἰτιατὰ τελεώτερα καὶ κρείττονα τῶν αἰτίων. ἀνάγκη ἄρα τὰς διαφορὰς ἐν τοῖς γένεσιν ἐνεργείᾳ εἶναι.

Ἆρα οὖν ἀπόβλητός ἐστι παντελῶς ὁ τῶν Περιπατητικῶν λόγος; φαμὲν οὖν οὐδαμῶς· τριττῶν γὰρ ὄντων τῶν γενῶν, ὡς πολλάκις ἔφαμεν, οἱ μὲν Πλατωνικοὶ περὶ τῶν πρὸ τῶν πολλῶν ἔλεγον (ἐν γὰρ τοῖς τῶν πολλῶν γένεσιν ἐνεργείᾳ ὑπάρχουσιν αἱ διαφοραί· οἱ γὰρ λόγοι πάντων ἐκεῖ εἰσιν ἐνεργείᾳ), οἱ δὲ Περιπατητικοὶ περὶ τῶν ἐν τοῖς πολλοῖς· ἰστέον γὰρ ὅτι ἡ φύσις ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ὁδεύει [*]( 1 πάντως τοὺς λ. colloc. V 2 καὶ ὑφεστῶσα D: καὶ ὑφιστῶσα EFM: καὶ ὑφίστησιν V: καὶ ὑφιστᾷ p: an ὡς ὑφεστῶσα? ὁ om. EFV 2. 3 λευκοῦ ἢ τοῦ μέλ. V 3 ἅμα καὶ κατὰ Fp 3. 4 τοὺς ... λόγους FV 4 ὥστ’ εἰ ὡς V 6 ἐνεργείας γείας E ἐν μὲν τῷ ἀβ. F ἀββακίω DEMV 9 ἀσυγχύτως (alterum)] ἀσωμάτως M 11 καὶ περὶ τετραγώνου om. FV τριγώνου καὶ περὶ τετραγ. colloc. Μ περὶ (ante τριγ.) om. V 12 ἀσωμάτων γε FVp 13 δὲ om. V ἐν τ. γέν. αἱ διαφ. colloc. V αὐτὰς MVp: αὐτὸ DE: αὐτὰ F 15 ἐνεργεία τοιούτου ὄντος M: ἐνεργείας τοιούτου ὄντος DEF: ἐνεργεία ὄντος τοιούτου V: ἐνεργείας τοιαύτης οὔσης p ψυχρὸν in lacuna om. E 17 γραμματικὸς (utrobique) M ἐνεργεία et γραμματικὸν (alterum) om. V 20 παρὰ] περὶ p 21 μὲν om. V 22 ἔχουσι V 27 παντελῶς post λόγος transp. V 28 φαμὲν] φασὶ μὲν V τριττῶν] περιττῶν M 32 γὰρ] δὲ V)

105
καὶ τὰ μερικὰ δυνάμει ἐν τοῖς καθολικωτέροις προϋπέστησεν, οἷον ἐκ τοῦ [*](29v) καταβληθέντος σπέρματος δημιουργεῖ πρῶιον τὸ σαρκίον, ὥς φασιν οἱ ἰατροί. ἐν τῇ μήτρᾳ, ὃ σῶμά ἐστι· τὸ δὲ σῶμα καθολικόν· ἀλλὰ τοῦτο ὡς μὲν σῶμα ἐνεργείᾳ ἐστίν, ὡς δὲ ἔμψυχον δυνάμει· οὔπω γάρ ἐστιν ἐνεργείᾳ ἔμψυχον. ὅταν δὲ τραφὲν καὶ αὐξηθὲν ψυχωθῇ, ἐνεργείᾳ μὲν λέγεται ἔμ· ψῦχον, δυνάμει δὲ ζῷον , μήπω τυχὸν αἰσθήσεως καὶ κινήσεως. ὅταν δὲ ἤδη τούτων μετάσχῃ, γίνεται ἐνεργείᾳ ζῷον. ὅταν δὲ ἐκκριθῇ καὶ λόγου μετάσχῃ, γίνεται ἐνεργείᾳ λογικόν. ἰδοὺ οὖν ἐν τοῖς γένεσι τοῖς ἐν τοῖς πολλοῖς δυνάμει θεωροῦνται αἱ διαφοραί, καὶ καλῶς οἱ φυσικοὶ οὕτω λέγουσιν. ὅθεν ὁ Πορφύριος ἐπειδὴ προέθετο ἐκθέσθαι τὸ σύγγραμμα τοῦτο οὐ πρὸς Πλατωνικὰς συμβαλλόμενον πραγματείας ἀλλὰ πρὸς Ἀριστοτελικάς, διὰ τοῦτο τῇ τῶν Περιπατητικῶν ἐχρήσατο ἐπιλύσει. πάντα ἤδη προκατεβαλλόμεθα· [*](30r) λοιπὸν σαφὴς ἡ λέξις. ἀναγνῶμεν οὖν αὐτήν, καὶ εἴ πού τι προσπίπτει, σαφηνίσωμεν.

[*](p. 11, 2)

Οὔτε οὐδὲν τούτων ἐστί.

Τοῦτ᾿ ἔστιν ἀμέτοχον· προσυπακουστέον γὰρ τὸ τοιοῦτον· εἰ γὰρ μὴ μετεῖχε λογικοῦ καὶ θνητοῦ τὸ ζῷον, πόθεν εἶχε τὸ εἶδος δέξασθαι;

[*](1 προυπέστησεν DEFVp: προυπέστη M 3 ὃ] ὅπερ p 6 καὶ κινήσεως om. Ε 7 ἤδη om. V τούτων] ὤτων Ε γίνεται ἐνεργεία ζῶον DM: γίνεται ἐνεργεία ζῷον—ἐνεργείᾳ v. 8 om.) Ε: ἐνεργεία μὲν ζῶον δυνάμει δὲ λογικόν FVp 7. 8 ὅταν δὲ—λογικόν om. M ἐκκριθῇ D: ἐκπτυσθῇ FVp 8 γίνεται ἐνεργεία λογικόν] ἐνεργ. γίνεται λογ. colloc. V: ἐνεργείᾳ μὲν γίνεται ζῶον λογικόν, δυνάμει δὲ γραμματικόν p τοῖς (post γένεσι)] τῶν p ἐν τοῖς πολλοῖς] πρὸ τῶν πολλῶν M 9 αἱ δ. δυνάμει θεωρ. colloc. V 10 ἐπειδὴ ὁ πορ. colloc. FV 11 πλατωνικὰς συμβ. πραγματείας ὠὰ πρὸς ἀριστοτελικάς FVp: πλατωνικοὺς συμβ. ἀλλὰ πρὸς ἀριστοτελικούς D: πλατωνικὰ συμβ. πράγματα ἀλλὰ πρὸς ἀριστοτελικά E: πλατωνικὴν συμβ. πραγματείαν ἀλλὰ πρὸς ἀριστοτελικήν M 12 post ἐπιλύσει add. ἀλλ’ ἐπειδήπερ ἄνωθεν εἴπομεν ὅτι ἀσώματοί εἰσιν αἱ πέντε φωναὶ ἀναποδείκτως, φέρε καὶ τοῦτο ἀποδείξωμεν. καὶ πρῶτον μὲν τὸ σῶμα οὐδέποτε ἐν μείζονι καὶ ἐλάττονι ὡσαύτως θεωρεῖται οἷον ἐπὶ ἐλέφαντος καὶ μύρμηκος· αἱ δὲ πέντε φωναὶ ὡσαύτως καὶ ἐν μείζονι καὶ ἐλάττονι. ἔπειτα δὲ πᾶν σῶμα σώματι προστιθέμενον αὔξησιν σιν ποιεῖται τοῦ ἐνδεχομένου τὴν προσθήκην· τὸ δὲ γένος καὶ τὸ εἶδος καὶ τὰ λοιπά τῷ σωκράτει προστιθέμενα οὐδὲν προστιθέασιν. ἄλλως· οὐδέποτε ταὐτὸν σῶμα ἐν τῷ αὐτῷ καιρῷ ἐν πᾶσι θεωρεῖται. κἂν γὰρ ὅμοιον, ἀλλ’ οὖν οὐ τὸ αὐτὸ, οἷον εἰ ἐν τῷ πλάτωνος μηρῷ φανείη ὀστοῦν ἐλέφαντος, οὐ ταὐτόν ἐστι καὶ ἐν τῷ τοῦ ὀρέστου· τὸ δὲ γένος καὶ τὸ εἶδος ἐν τῷ αὐτῷ καιρῷ ἐν πολλοῖς θεωρεῖται. ἄλλως· οὐδέποτε τὰ σώματα μεριζόμενα τὸ ἓν εἶδος ἢ τὸ ἓν ποσὸν φυλάττει οἷον ὁ στατὴρ μερίζεται εἰς πολλά, οὐκοῦν τὰ μεριζόμενα οὐ φυλάττουσι τὸ ἓν εἶδος, ἡ τὸ ἓν ποσὸν τοῦ στατῆρος· τὰ δὲ γένη καὶ τὰ εἴδη σώζουσι τὸ οἰκεῖον εἶδος μεριζόμενα εἰς σωκράτην καὶ πλάτωνα καὶ τοὺς λοιπούς. ἄλλως τε | δέ πᾶν σῶμα ἐξ ὕλης καὶ εἴδους σύγκειται· τὸ δὲ γένος καὶ εἶδος οὐχ οὕτως, εἶδος γὰρ ἐξ εἴδους οὐ σύγκειταί ποτε· ἀσώματοι ἄρα αἱ πέντε φωναί ex Davidis commentario hausta p 12 post πάντα add. οὖν D: om. EFMVp 13 an λοιπὸν <εἰ>? πού om. D 16 σῶμα D μὴ γὰρ colloc. F 17 καὶ om. F ταῦτα δέξασθαι p)
106
[*](p. 11, 3)

Οὔτε δὲ πάσας τὰς ἀντικειμένας.

[*](30r)

Ἐπεὶ ἔσονται τὰ ἐναντία ἅμα.

[*](p. 11, 4)

Ἀλλ’ ὡς ἀξιοῦσιν.

Ἐπειδὴ ὁ Πορφύριος Πλατωνικὸς ὢν οὐ τὰ αὐτῷ ἀρέσκοντα λέγει, εἶπεν ὡς ἀξιοῦσιν οἱ Περιπατητικοί· φυσιολογοῦντες γὰρ καλῶς οὕτω πρεσβεύουσιν, ὅτι τὰ καθόλου δυνάμει πρότερον ἔχει τὰ μερικά, καὶ οὕτως εἰς τὴν ενεργειαν προκοπτει.

[*](p. 11, 7)

Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως.

Ἐνταῦθα τελείαν ὑπογραφὴν λέγει λαμβανομένην ἐκ τῆς τῶν φωνῶν διαιρέσεως τῆς λεγούσης, τῶν φωνῶν αἱ μὲν ἄσημοι αἱ δὲ σημαντικαί.

[*](p. 11, 12)

Τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων.

τὴν αἰτίαν νὺν ἀποδίδωσι, διὰ τί τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. λέγει τοίνυν ὅτι πάντα τὰ ὄντα ἢ κυρίως ἐξ ὕλης καὶ εἴδους ὑπάρχει ἢ ἀνάλογον ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἔχουσι. πᾶσι μὲν οὖν τοῖς φυσικοῖς πράγμασίν ἐστι τὸ ὑποκείμενον, ὃ καλοῦσι κυρίως ὕλην, τὴν ἀκαλλῆ καὶ ἀνείδεον. ἔστι δὲ καὶ κυρίως εἶδος τὸ κοσμοῦν αὐτὴν καὶ ἐν αὐτῇ γινόμενον. οὕτως μὲν οὖν ἡ κυρίως ὕλη καὶ τὸ κυρίως εἶδος ἐν τοῖς φυσικοῖς πράγμασι θεωρεῖται, ἐν δὲ τοῖς τεχνητοῖς τὸ ἀνάλογον. οἷον ἐκ χαλκοῦ γίνεται ἀνδριάς· οὐκοῦν ὁ χαλκὸς λέγεται ὕλη, ἀλλ’ οὐ κυρίως, ἀναλόγως δέ· οὐ γὰρ ἀνείδεος ὁ χαλκός, ἀλλ’ ἐπειδὴ ὑπέστρωται τῷ τεχνίτῃ καὶ ἐπιδέχεται τὸ τοῦ ἀνδριάντος εἶδος, ὥσπερ καὶ ἡ κυρίως ὕλη, διὰ τοῦτο ὕλη λέγεται. καὶ τὸ σχῆμα δὲ εἴδει ἀνάλογον καλεῖται, ἐπειδὴ τυποῖ τὸν χαλκόν· διότι γὰρ ὑπόκειται τοῖς φυσικοῖς μία τις ὕλη, διὰ τοῦτο καὶ εἰς ἄλληλα μεταβάλλουσι πάντα.

[*](1 οὔτε δὲ FMVp Porph.: οὔτε DE ἀντικ. ἔχει p 2 ἐπεὶ—ἀξιοῦσιν (v. 3) om. V 4 οὐ FVp: om. DEM αὐτῷ] αὑτῶ p λέγει scripsi: λέγων libri 5 post γὰρ add. τουτέστι περὶ φυσικῶν λέγοντες γενῶν καὶ εἰδῶν καὶ οὐχ ὡς οἱ Πλατωνικοὶ θεολογικῶς περὶ αὐτῶν πραγματευόμενοι D οὐτῶ] ταῦτα λέγουσι καὶ V 6 καθόλου] καθολικὰ V πρότερα F 7 εἰς τὸ ἐνεργεία F 8 δὲ αὐτὴν καὶ οὕτως p Porph.: δὲ οὕτως DEV: δὲ οὕτως αὐτήν F: καὶ οὕτως M 9 τῆς τῶν πέτε φωνῶν διαιρ. V 10 λεγούσης ὅτι FVp (fort recte) μέν εἰσιν EMp 11 εἴδους καὶ ὕλης colloc. M 12 αἰτίαν] ἐναντίαν E 14 ὄντα] πράγματα FV εἴδει καὶ ὕλῃ colloc. D 16 ἀνίδεον ι in ras.) Ε καὶ (ante κυρίως) om. Fp 17 οὖν om. V 19 τεχνικοῖς p ἀνδρ. γίνεται colloc. M 20 γὰρ] δὲ F ἀνείδεος] εἰ eras. E 24 τοῖς φυσικοῖς post ὑάλη transp. FV φυσικοῖς] ὑλικοῖς M)
107

ἀδύνατον δὲ ἦν εἰς ἄλληλα ἅπαντα μεταβάλλειν, εἰ μὴ μία τις καὶ κοινὴ [*](30r) ὕλη πᾶσιν ὑπέκειτο. οὕτω γοῦν τὰ χαλκᾶ σκεύη δυνατὰ εἰς ἄλληλα μεταβάλλειν κοινὴν ἔχοντα ὕλην, οἷον ἐκ λέβητος εἰς ἀνδριάντα· τὰ γὰρ μὴ ἔχοντα μίαν ὕλην οὐ δύναται μεταβάλλειν εἰς ἄλληλα· οὐ γὰρ ἂν γένοιτό ποτε ἐκ λέβητος τὸ ἀβάκιον. γίνεται δὲ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐξ ἀέρος πῦρ τῷ μίαν ἔχειν τὴν ὑποκειμένην ὕλην· δῆλον ὅτι δεξαμένη αὐτὴ ψυχρότητα καὶ ὑγρότητα γίνεται ὕδωρ, θερμότητα δὲ καὶ ξηρότητα γίνεται πῦρ, καὶ τὰ ἄλλα ὁμοίως. πάντα οὖν τὰ φυσικὰ πράγματα ἐξ ὕλης ἐστὶ κυρίως καὶ εἴδους, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα, τὰ δὲ τεχνητὰ ἐξ ἀναλόγου μὲν τῇ ὕλῃ, οἷον τῶν ξύλων, ἐξ ἀναλόγου δὲ τῷ εἴδει, τοῦ τοιούτου σχήματος. φησὶν οὖν ὅτι τὸ μὲν γένος ὕλης ἔχει λόγον, αἱ δὲ διαφοραὶ εἴδους· ὥσπερ γὰρ κατὰ μὲν τὴν οὐσίαν οὐδὲν διαφέρει ἀλλήλων οἷον τὰ χαλκᾶ σκεύη, ἡ δὲ διαφορὰ κατὰ τὸ σχῆμα γίνεται, οὕτω κατὰ μὲν τὸ γένος, καθ’ ὃ ζῷά ἐσμεν, οὐδὲν διαφέρει ἄνθρωπος, ἵππος, κύων καὶ τὰ ἄλλα, κατὰ μέντοι τὰς διαφορὰς διαφέρει· τὸ γὰρ ζῷον δεξάμενον τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον, τὸ δ’ ἄλογον καὶ τὸ θνητὸν πάλιν δεξάμενον ποιεῖ τὸν ἵππον. ὥστε ὕλῃ μὲν ἀναλογεῖ τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. ἐπεὶ οὖν ἡ μὲν ὕλη ἑκάστῳ τὸ εἶναι παρέχει, τὸ δ’ | εἶδος τὸ τοιόνδε καὶ τὸ τοιόνδε, εἰκότως τὸ μὲν γένος ἐν [*](30v) τῷ τί ἐστι κατηγορεῖται ὡς. ἀναλογοῦν τῇ ὕλῃ, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν ὡς ἀναλογοῦσα τῷ εἴδει.