In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](p. 5, 14)

Ἀλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται.

Ἔχει γὰρ καὶ τὸ εἰδικώτατον εἶδος σχέσιν τινὰ πρὸς αὐτὰ τὰ ἄτομα) ἀλλ’ οὐ τὴν αὐτὴν ἔχει σχέσιν καὶ πρὸς τὰ πρὸ αὐτοῦ· ὁ γὰρ ἄνθρωπος Σωκράτους καὶ Πλάτωνος οὐ λέγεται γένος, ἀλλ’ εἶδος ὡς περιέχον τὰ ἄτομα.

[*](p. 5, 17)

Ἀφορίζονται τοίνυν τὸ μὲν γενικώτατον οὕτως.

Eἰρηκὼς τὸ γένος τὸ γενικώτατον καὶ τὰ ὑπάλληλα καὶ τὸ εἶδος τὸ εἰδικώτατον, νῦν λοιπὸν ὑπογράφει αὐτὰ καί φησι, τί μὲν τὸ γενικώτατον γένος, ὅτι ὃ γένος ὂν οὐκ ἔστιν εἶδος καὶ ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος, τί δὲ τὸ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστι γένος καὶ ὃ οὐκ ἄν διελοίμεθα εἰς εἴδη, τί δὲ ἰά ὑπάλληλα, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ εἴδη τυγχάνει. περὶ τούτων οὖν θέλει διαλεχθῆναι, καὶ σαφηνείας χάριν παραλαμβάνει παράδειγμα τὸ τῆς γενεαλογίας· φησὶ γὰρ ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν ἐστιν ὁ Ζεὺς ἀρχή τις καὶ μόνος πατήρ, οὐκέτι δὲ εἰ τύχοι υἱός, ὁ ὸὲ Ὀρέστης εἰ τύχοι μόνος υἱός, [*](1 πρὸ αὐτὴν V οὐδὲ γὰρ ἀνωτέρω τι τῆς οὐσίας ἐστί DE: οὐδὲ γὰρ ἀνώτερον τῆς οὐσίας ἐστί τι F: οὐδὲν γὰρ ἀνώτερον τῆς οὐσίας MV: οὐδὲ γάρ ἐστι τὶ ἀνώτεροον τῆς οὐσίας p 2 εἶδος] an εἰδικώτατον εἶδος (cf. v. 9) 2. 3 μετ’ αὐτὴν EM 3 οὐκ DFMV: οὐκέτι Ep 4 καθ’ ἣν εἴδη λέγεται] καθ’ ὃ εἴδη αὐτῶν εἶναι λέγεται p: eicias (cf. v. 5. 6) εἴδη] ἤδη Ε 5 μετ’ αὐτὰ] μετὰ ταῦτα M post αὐτὰ add. καθ’ ἢν γένη λέγεται M: καθ’ ὃ γένη λέγεται p 5. ἀλλὰ—γένη om. M 5 κατὰ τὴν πρώτην οὖν ἀλλὰ om.) μὲν oin. Vp λέγεται Vp 5. 6 τὴν δευτέραν δὲ colloc. E 6. 7 τὰ δὲ ἄκρα—εἰδικώτατον eicias 9 post ἄτομα pergit ἀλλ’ οὐχ ἑτέραν, ἀλλ’ ἢν ἔχει σχέσιν πρὸς τὰ πρὸ αὐτοῦ, ἔχει καὶ πρὸς τὰ μετὰ· αὐτό· ὁ γὰρ ἄνθρ. V 10 πρὸς om. p 11 σωκράτης καὶ πλατῶν Ε ὡς περιέχον] ὅτι περιέχει M 13 ἀφορίζεται DE 14 τὸ γενικώτατον γένος p post εἶδος add. καλῶς V 15 αὐτὰ FVp: αὐτὸ DEM τί μὲν τὸ DE: τὶ μέν ἐστι τὸ FV: τί ἐστι τὸ (sed. τὸ oblitt.) M: τί μέν ἐστι (τὸ om.) p 16 οὐκ ἔστιν εἶδος DEMV: οὐκ καὶ εἶδος F: οὐκέτι καὶ εἶδος ἐστὶ p ἄλλο om. FV ἄλλο τι M 17 ὑπερβεβηκὸς V δὲ] τε Mp ὅτι ὃ εἶδος p 17. 18 ante γένος add. καὶ V 18 ὃ om. Ε post ἂν add. ἔτι p εἰς εἴδη om. M δὲ] τε p 18. 19 τὰ αὐτὰ] ἃ M 19 καὶ (ante γένη) om. ΕΜ θέλει] μέλλει M 21 ἐστι om. V: post τις transp. p 22 καὶ υἱός p ὁ δὲ Ὀρέστης—υἱός MVp: om. DEF μόνος V: μόνον p: oblitt. M)

81
ὁ δ’ Ἀγαμέμνων πατὴρ μὲν τοὐ Ὀρέστου, υἱὸς δὲ τοῦ Ἀτρέως, ὁ δὲ [*](23r) Ἀτρεὺς πατὴρ μὲν τοῦ Ἀγαμέμνονος, οἱὸς δὲ τοῦ Πέλοπος, οὔτω καὶ ἐπὶ μόνως γένη, ὡς ἡ οὐσία, τὰ δὲ μόνως εἴδη, ὡς ὁ ἄνθρωπος.

[*](p. 6, 3)

Ἀλλ᾿ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγουσι, φέρε εἰπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον.

Ἀπορίαν τινὰ ἴσως ἄν ἐκίνησεν ἡμῖν τὸ παράδειγμα, ἣν φθάσας ὁ Πορφύριος ἐπιλύεται· ὑπέλαβε γὰρ ἄν τις, μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρχὴν ἀνατρέχουσι, φέρε εἰπεῖν τὸν Δία (πάντων γὰρ τῶν ὄντων ἡ μυθοποιία πατέρα ἀνδρῶν τε καὶ θεῶν καλεῖ τὸν Δία), οὕτως καὶ ἐνταῦθα πᾶσαι αἱ κατηγορίαι ἐπὶ μίαν τινὰ ἀρχὴν ἀνατρέχουσιν, οἷον τὴν τοῦ ὄντος· καὶ γὰρ καὶ ἡ οὐσία ὄν ἐστι καὶ τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. καὶ εἰ τοῦτο οὕτως, οὐκέτι ἔσονται γένη δέκα γενικώτατα, ἀλλὰ τὸ ὂν πάντων ἕν τι κοινὸν γένος. τοῦτ’ οὖν ἐπισημηνάμενος ὁ Πορφύριός φησι μὴ εἶναι τὸ ὂν γένος τῶν κατηγοριῶν.

Ότι δὲ τὸ ὂν οὐκ ἔστι γένος τ(?) πάντα τὰ διαιρούμενα ἢ ὡς γένη εἰς εἴδη διαιρεῖται, ὡς ὅταν εἴπωμεν, τοῦ ζῴου τὸ μέν ἐστιν ἵππος τὸ δὲ κύων τὸ δὲ ἄνθρωπος, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διττόν, ἢ γὰρ εἰς ὁμοιομερῆ διαιρεῖται ἢ εἰς ἀνομοιομερῆ καὶ εἰς ὁμοιομερῆ μὲν διαιροῦν.ται φλέβες, ἀρτηρίαι, ὀστᾶ, ταῦτα γὰρ διαιρούμενα ἔχει τὰ μέρη καὶ ἀλλήλοις ὅμοια καὶ τῷ ὅλῳ, εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ σώματος τὸ μέν ἐστι κεφαλὴ τὸ δὲ χεὶρ τὸ δὲ πούς), ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὅταν εἴ- [*](23v) [*](1 μέν ἐστι F 2 post Πέλοπος add. ὁ δὲ πέλοψ πατὴρ μὲν τοῦ ἀτρέως, υἱὸς δέ τοῦ ταντάλου, ὁ δὲ τάνταλος πατὴρ μὲν τοῦ πέλοπος, υἱὸς δὲ τοῦ δῖός M: ὁ δέ πέλοψ υἱὸς τοῦ ταντάλου p 3 τοῖς om. M λεγομένου DMV: om. EFp 5 ἀνάγουσι EMV: ἀνάγομεν F: ἀνάγωμεν p: om. D 7 ἄν ἐκίνησεν D: ἀνεκίνησεν EFMVp (cf v. 8) τὸ πρᾶγμα ἤγουν τὸ παράδ. V 8 ante ἐπὶ add. αἱ Μ: ante σειραὶ p 9 ἐπὶ] ὡς E 9. 11 φέρε εἰπεῖν—ἀνατρέχουσιν omissa in mrg. suppl. D1 10 μυθοποιία μυθολογία FMVp πατέρα om. E (post θεῶν suppl. m.2) καὶ θεῶν] θεῶν τε FMV τὸν δία καλεῖ colloc. M 11 αἱ κὰτ. πᾶσαι colloc. D ἀρχὴν ἀρχὴν om. DFV (fort, recte) 12 καὶ (post γὰρ) om. FMVp τὸ om. F post ποσὸν add. ὄν ἐστι V αἱ om. M 13 post οὕτως add. ἔχει p 13. 14 δέκα γένη γενικ. colloc. M: δέκα γενικ. γένη V 14 ἕν τι ante πάντων colloc. M ἕν τι] ἐστὶ p 14. 15 ὁ πορφ. ἐπισημ. colloc. V 15 ὁ πορφύριος] ὁ φιλόσοφος p φησι om. F: post κατηγοριῶν transp. M 17 διαιροῦνται M 18 τὸ μὲν εἶναι ἵππον τὸ δὲ κύνα τὸ δὲ ἄνθρωπον MVp ἄνθρωπον (sed ἵππος et κύων) D 19 μέρη] μέρος Ε καὶ om. MV 20 διαιροῦνται Mp: διαιρεῖται DEFV φλέβες, ἀρτηρίαι, ἀστά D: ὡς αἱ φλέβες καὶ αἱ ἀρτηρίαι καὶ αἱ σάρκες E: φλέβες καὶ ἀρτηρίαι καὶ ὀστᾶ καὶ σάρκες FV: οἶον αἱ φλέβες αἱ ἀρτηρίαι ὀστᾶ καὶ αἱ σάρκες M: αἶ τε φλέβες καὶ ἀρτηρίαι καὶ ὀστᾶ καὶ σάρκες P γὰρ FMV p: δὲ DE 22 τὸ μέν ἐστι κεφαλὴ ἀπὸ τοῦ σώματος (sed ἀπὸ induxit et num. superser.) V κεφαλή ἐστι p 23 πούς] πόδες FM p)

82
πωμεν, τοῦ κονὸς ὁ μὲν ἐστι χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ ἀστρῷος, ἐὰν [*](23r) οὖν δειχθῇ ὅτι τὸ ὂν οὔτε ὡς γένος εἰς εἴδη οὔτε ὡς ὅλον εἰς μέρη διαιρεῖται εἰς τὰς κατηγορίας, λείπεται ὡς ὁμώνυμος φωνὴ τέμνεσθαι εἰς διάφορα σημαινόμενα. ὅτι μὲν οὗν οὐ διαιρεῖται ὡς γένος εἰς εἴδη, ἐν- τεῦθεν δῆλον· τὸ γένος διαιρούμενον εἴς εἴδη πᾶσι τοῖς εἴδεσιν ἐξ ἴσου πάρεστι, καὶ οὐ θεωρεῖται ἐν τοῖς εἴδεσι τὸ πρῶτον καὶ τὸ ὕστερον καὶ τὴν τοῦ γένους μετοχήν (οὐδὲ γὰρ μᾶλλον ὁ ἄνθρωπος τοῦ ἵππου ζῷόν ἐστι. καὶ πάλιν ἀναιρεθέντος ἑνὸς εἴδους οὐκ ἀνάγκη τὰ λοιπὰ εἴδη ἀναιρεθῆναι· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου οὐκ ἀναιρεῖται τὸ ζῷον οὐδὲ τὰ λοιπὰ εἴδη οἷον ἵππος καὶ κύων τὰ ἄλλα)· εἰ οὖν τὸ ὃν διαιρεῖται εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς τὰ εἴδη, οὐκ ἔδει ἐν αὐταῖς εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον οὐδὲ τὸ μὲν αὐτῶν μᾶλλον τοῦ ὄντος μετέχειν τὸ δὲ ἧττον. νῦν δὲ ἔστι τὸ πρῶιον καὶ τὸ ὕστερον· πρότερον γὰρ λέγομεν τὴν οὐσίαν καὶ τὰ λοιπὰ καθεξῆς, εἴ γε ἀναιρουμένης συναναιρεῖται καὶ τὰ συμβεβηκότα. ὅθεν καὶ μᾶλλον αὐτὴν τοῦ ὄντος μετέχειν φαμέν, εἴπερ ἡ οὐσία τοῖς συμβεβηκόσι τὸ εἶναι δίδωσι (ἐν αὐτῇ γὰρ ὑφεστήκασι) αὕτη μὲν τῶν συμβεβηκότων αὐιῇ εἰς τὸ εἶναι οὐ δεῖται, τὰ δὲ συμβεβηκότα οὐκ ἂν εἴη μὴ οὔσης αὐτῆς, ᾗ καὶ συμβέβηκε· τὸ γὰρ συμβεβηκός τινι προεπινοούμενον ἔχει τὸ ᾧ συμβέβηκεν. οὐκ ἄρα τὸ ὂν ὡς γένος εἰς εἴδη διαιρεῖται εἰς τὰς δέκα κατηγορίας· οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρεθέντος ἀναρεῖται τὸ γένος, ὡς εἴπομεν. νῦν δὲ τῆς οὐσίας ἀναιρεθείσης ἀναιροῦνται καὶ αἷ λοιπαὶ κατηγορίαι· ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα τὸ ὂν ὡς γένος διαιρεῖται. ὥστε οὐ δύναται τὸ ὂν διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς εἴδη. λέγω δὲ οὐδὲ ὡς· ὅλον εἰς μέρη· [*](1 θαλάσσιος MV 2 οὖν] δὲ V γένος] γένη Ε 2. 3 διαιρεῖται post εἴδη transp. DE 3 εἰς (ante τὰς κατ.) om. M ὁμώνυμος φωνὴ DEFV: ὁμώνυμον φωνὴν Mp 4 ὅταν ... διαιρῆται E οὖν om. FMV 4. 5 ἐντεῦθεν] ἐνταῦθα M 5 τὸ γὰρ γένος P εἰς εἴδη διαιρ. colloc. Ε ἐξ ἴσου] ἐπίσης MV ἐν τοῖς εἴδεσιν om. V 7 γὰρ om. M ὁ om. M ἐστι om. V post ζῷόν ἐστι add. καὶ πρότερον DEp: om. FMV ante ἑνὸς add. τοῦ DEMp: om. FV (cf. v. 20) εἴδους] ἵππου M οὐκ om. Ε post ἀνάγκη add. πάλιν M 8. 9 διαιρεθῆναι F 9 τοῦ om. EFV ἵππος καὶ κύων καὶ τὰ ἄλλα] ἵππος καὶ φυτὸν καὶ κύων καὶ τὰ ἄλλα DE: ἵππος καὶ φυτὰ καὶ κύων F: ἵππος κύων M: ἵππος κύων φυτά V: ἵππος καὶ φυτὰ καὶ κύων καὶ τἄλλα p 11 γένος] γένη E1F τὰ om. MV εἶναι ante ἐν αὐταῖς transp. Fp: om. E αὐταῖς p: αὐτοῖς codd. 12 τὸ (ante δεύτερον) om. MV μᾶλλον αὐτῶν μετ. τοῦ ὄντος (corr. num. superscr.) D τοῦ ὄντος μᾶλλον colloc. M 13 προτέραν p λέγομεν γὰρ πρῶτον MV 14 post οὐσίαν fort. addas ἢ τὸ ποσὸν ἀναιρουμένως M 15 μετέχειν τοῦ ὄντος colloc. Yp 16 αὕτη DEFp: αὐτὴ MV 17 αὐτῇ] αὐτῆς FV 18 ᾗ] εἰ F 19 προεπινοούμενον DV: προσεπινοούμενον EFMp 20 διαιρ. εἰς εἴδη colloc. M οὐ γὰρ—εἰς εἴδη (v. 24) fort, eicias an οὐ γὰρ <άγκη> ... ἀναιρεῖσθαι? (cf. v. 21 ἀναιρεῖται—ἀναιρεθείσης om. E ἀναιρῆται M εἴπωμεν Vp 22 καὶ (post ἀναιροῦνται) p: om. codd. λοιπαὶ] ἄλλαι M 23 διαιρεῖται] θεωρεῖται M ὥστε οὔτε M 24 λέγω δὲ om. Ep οὐδὲ scripsi: οὔτε libri ὡς om. Ep)
83
τοῦτο γὰρ ἢ ὡς ὁμοιομερὲς ἢ ὡς ἀνομοιομερὲς διαιρεῖται, ὡς εἴρηται. [*](23v) καὶ ὁμοιομερὲς μέν ἐστι τὸ ἔχον τὰ μέρη ὅμοια τῷ ὅλῳ, ὡς τὰ μέρη ὀνομάζεσθαι τῷ τοῦ ὅλου ὀνόματι καὶ μηδὲν ἀλλήλων διαφέρειν· τοῦ γὰρ ξύλου τὰ μέρη ξύλον ἕκαστον προσαγορεύεται καὶ οὐδὲν ἀλλήλων διαφέρει, ὁμοίως δὲ καὶ τοῦ νεύρου τὸ μέρος τῇ τοῦ ὅλου φωνῇ προσαγορεύεται καὶ ἡ σὰρξ καὶ ἡ φλέψ. ἀδύνατον ἄρα τὸ ὂν ὡς ὁμοιομερὲς διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας· τὰ γὰρ μέρη, τοῦτ’ ἔστιν αἱ κατηγορίαι, εἰ καὶ τῇ τοῦ ὅλου προσηγορίᾳ προσαγορεύονται (ὄντα δὲ πᾶσαι καλοῦνται), ἀλλ’ ἀλλήλων διαφέρουσιν ὀνόματι καὶ πράγματι καὶ οὐκ εἰσὶν ὅμοιαι ἀλλήλαις· ἄλλο γὰρ σημαίνει ἡ οὐσία καὶ ἄλλο τὸ ποσόν. πάλιν τὸ ὡς ἀνομοιομερὲς διαιρούμενον οὐκ ἔχει τὰ μέρη ὀνομαζόμενα τῇ τοῦ ὅλου προσηγορίᾳ, ἃ καὶ διαφέρει ἀλλήλων· οἷον τοῦ προσώπου τὰ μέρη ἐστὶν ἡ ῥὶς καὶ οἱ ὀφθαλμοί, ἃ οὔτε τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται οὔτε ἀλλήλοις ἐστὶν ὅμοια· οὐ γὰρ τὴν ῥῖνα εἴποιμεν ἂν πρόσωπον ἢ τὸν ὀφθαλμόν. οὐδὲ οὖν ὡς ἀνομοιομερὲς τὸ ὃν δύναται διαιρεῖσθαι· εἰ γὰρ καὶ τὰ μέρη εἰσὶν ἀλλήλων διαφέροντα καὶ ὀνόματι καὶ πράγματι καὶ διὰ τοῦτο δόξει ἀνομοιομερὲς εἶναι τὸ ὄν, ἀλλ’ οὖν τῷ τοῦ ὅλου ὀνόματι τὰ μέρη προσαγορεύεται (ὃν γάρ ἐστι καὶ ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιόν), τὰ δ’ ἀνομοιομερῆ τῷ τοῦ ὅλου ὀνόματι οὐ προσαγορεύεται. εἰ οὖν μήτε ὡς ὁμοιομερὲς μήτε ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται εἰς τὰς δέκα κατηγορίας διαιρεῖσθαι, ἐδείχθη δὲ ὅτι οὐδὲ ὡς γένος εἰς εἴδη, λείπεται ἄρα ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι.

[*](24r)[*](1 γὰρ] δὲ M εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ D (cf. v. 2. 6. 10. 19) ὡς (ante ὁμοιομ.) om. E 2 τὰ μέρη (post ὡς)—διαιφέρειν (v. 2) om. V 3 μηδὲν] οὐδὲν Ep 4 ξύλον Mp: ξύλα DEFV διαφέρουσιν F διαφέρει ἀλλήλων colloc. M 5 post προσαγορεύεται add. καὶ οὐδὲν ἀλλήλων διαφέρει p 6 καὶ σὰρξ καὶ φλέψ MV ἄρα DE: οὖν MVp: om. F ὡς] εἰς F 7 post κατηγορίας add. ὡς γένος εἰς εἴδη M τοῦτ’ ἔστιν D: ὅ ἐστιν EFMVp 8 προσηγορία Fp: προσηγορεία D: προσαγορεία (expunct) Ε1: φωνὴ προσαγορεύεται EFV ὄντα δὲ D: καὶ ὄντα EFp: ὄντα MV καλοῦνται] καλούμεναι V 9 post ἀλλήλων add. πάντη FMYp: om. DE ὀνόματι καὶ πράγματι DEF: ὀνόμασι καὶ πράγμασι MVp (cf. v. 16) ὅμοια MV ἀλλήλοις EMV 10 ἡ οὐσία Fp: οὐσία DEMV τὸ ποσόν] ποσὸν M ὡς om. M 11 τὰ μέρη οὐκ ἔχει collnc. MV ἃ] εἰ Ε 12 δια- φέρουσιν F 12. 13 τὰ μέρη—ὀφθαλμοὶ] τὸ μέν ἐστιν ἡ ῥὶς καὶ οἱ ὀφθαλμοί E: τὸ μέν ἐστι ῥὶς τὰ δὲ ὀφθαλμοὶ MV 13 οὔτε] οὔποτε Ε τοῦ ὅλου] ὅλω EM προσαγορεύονται (?) M ἀλλήλων E 13. 14 ὅμοιά ἐστιν colloc. V 14 οὐ] οὔτε D; an volebat οὔτε γὰρ τὴν ῥῖνα ... οὔτε τὸν ὀφθαλμόν ? εἴποιμεν ἂν] εἴποιμ’ ἄν p ἢ] ἤγουν V 14. 1.3 οὐδὲ οὖν scripsi: οὔτε οὖν DFMV: εἴτ’ οὖν E: οὐκ ἄρα οὐδὲ p 16 ὀνόμασι καὶ πράγμασι p διὰ] κατὰ p δόξει] δείξει V 16. 17 ἀνομ.— προσαγορεύεται] ἀνομοιομερῆ τῶ τοῦ ὅλου ὀνόματι προσαγορεύονται M 17 μέρη] μέσα Ε 18 ὂν—προσαγ. (v. 19) om. M τὸ ποιὸν καὶ τὸ ποσόν colloc. Ε 19 προσαγορεύονται F 19. 20 ὡς ὁμοιομ. μήτε om. Ε ἀνομοιομ. μήτε ὡς ὁμοιομ. M 20 ἀνομοιομερῆ Ε δύναται τὸ ὃν colloc. Fp διαιρεθῆναι εἰς τὰς δ. κὰτ. MV 21 οὐδὲ scripsi: οὔτε libri)
84
[*](p. 6, 6)

Ἀλλὰ κείσθω ὥσπερ ἐν ταῖς κατηγορίαις.

[*](24r)

Ὑποκείσθω φησὶ νῦν ἀρχὰς εἶναι τῶν πραγμάτων καὶ ὥσπερ γένη δέκα· τὸ γὰρ ἀποδεῖξαι, ὅτι δέκα εἰσὶν ἀρχαὶ μόνον, ἄλλης ἐστὶ πραγμα- τείας τελεωτέρας (ἐν γὰρ ταῖς Κατηγορίαις τοῦτο δείκνυται ὅτι δέκα νῦν δὲ ὑποκείσθω μόνον ὡς ὁμολογούμενον.

[*](p. 6, 8)

Κἂν δὴ πάντα τις ὄντα καλῇ, ὁμωνύμως, φησί, καλέσει, ἀλλ’ οὐ συνωνύμως.

Ὁμώνυμά ἐστι τὰ ὀνόματος μὲν τοῦ αὐτοῦ κοινωνοῦντα, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ διὰ τοῦ ὀνόματος σημαινομένου τοὺ αὐτοῦ μετέχοντα, οἷον ὁ ἀστρῷος κύων καὶ ὁ χερσαῖος· κοινωνοῦντες γὰρ τῷ ὀνόματι διαφέρουσι τοῖς πράγμασι τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, συνώνυμα δέ ἐστιν, ὧν καὶ τὸ ὄνομα κοινὸν καὶ ὁ κατὰ τὸ ὄνομα ὁρισμός, οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ζῷον ἑκάτερον· καὶ γὰρ ὄνομα κοινὸν ἔχουσι τὸ τοῦ ζῴου καὶ ὁρισμὸν τὸν αὐτὸν τὸν κατὰ τὸ ζῷον, ὅς ἐστιν οὐσία ἔμψυχος αἰσθητική. φησὶν οὖν ὅτι εἰ καὶ πάντα ὄντα καλοῦμεν, ὁμωνύ- μως λέγομεν, οὐ συνωνύμως· καθὰ γὰρ εἴρηται, ὁμώνυμά ἐστι τὰ μόνου ὀνόματος κοινωνοῦντα, συνώνυμα δὲ τὰ καὶ τοῦ ὀνόματος καὶ τοὐ ὁρισμοῦ. τὸ οὖν ὂν μόνου ὀνόματος κοινωνίαν παρέχει τοῖς ὑπ’ αὐτό (λέγονται ὄντα αἱ δέκα κατηγορίαι), οὐκέτι δὲ καὶ κατὰ τὸν τοῦ ὀνόματος ὁρισμὸν κοινωνοῦσιν ἀλλήλοις· ἄλλη γὰρ ἄλλου κατηγορία, καθὸ τὸ εἶναι ἔχει, ὀνόματός τε καὶ τοῦ κατὰ τοὔνομα τετύχηκεν ὁρισμοῦ. ὅθεν ὡς ὁμώνυμος φωνὴ τὸ ὂν εἰς δέκα κατηγορίας διαιρεῖται τὰς γενικωτάτας, εἰς ουσιαν ποσὸν ποιὸν πρός τι ποῦ πότε ποιεῖν πάσχειν κεῖσθαι ἔχειν.

[*](2 ὑποκείσθω] κείσθω E εἶναι νῦν ἀρχ. colloc. ΕΜ 3 γὰρ superscr. D αἱ ἀρχαὶ p μόνων V 4 τελεωτέρων E: τελειοτέρας p post εἰσί add. ἀρχαί eras. F 6 lemma om. D δὴ] δὲ Ε καλέσει φησί colloc. Ε 9. 10 τοῦ πράγματος—μετέχοντα D: τοῦ πράγμ. καὶ τοῦ ὀνόματος τοῦ αὐτοῦ σημαινομένου μετ. EM: τοῦ πράγμ. καὶ τοῦ ὀνόματος σημ. τοῦ αὐτοῦ μετ. F: τοῦ πράγμ. καὶ τοῦ διὰ τοῦ ὀνόματος σημ. τοῦ αὐτοῦ μετ. V: τοῦ ὑπὸ τοῦ ὀνόματος πράγμ. σημ. τοῦ αὐτοῦ μετ. p 10 post κύων add. καὶ ὁ θαλάττιος FVp 11 τοῦ ὀνόματος p 12 κατὰ ὄνομα D 13 οἷον ἄνθρ. καὶ ἵππος D: οἶον ὁ ἄνθρ. καὶ ὁ ἵππος p ζῶον ἑκάτερον FV: ζῶον ἑκάτεροι D: ζῷα ἑκάτερα EMp 14 τὸ ζῶον ex. τοῦ ζώου corr. F 16 λέγοιμεν V καὶ οὐ M γὰρ om. p 16. 17 τὰ τοῦ ὀνόμ. μόνου F 18 λέγεται Vp 19 αἱ δέκα DFp: καὶ αἰ EMV malim τοῦ κατὰ τὸ ὄνομα ὁρισμοῦ 20 καθὸ D: κατὰ EF: καθ’ ἣν Μ: καθὰ Vp 21 κατ’ ὄνομα D: κατ’ οὔνομα Ε ὅθεν DEM: ἔνθεν FVp 22 διαιρεῖται post ὂν transp. FV: post δέκα p τὰς δέκα FVp εἰς (ante οὐσίαν) om. D 23 κεῖσθαι ποιεῖν πάσχειν colloc. V)
85
[*](p. 6, 15)

Τὰ δ΄ ἄτομα, ἅπερ ἐστὶ μετὰ τα εἰδικώτατα, ἄπειρα.

[*](24r)

Άπειρά φησιν οὐ τῷ εἶναι ἀλλὰ τῷ πάλιν καὶ πάλιν γίνεσθαι, εἰδοποιοῖς δὲ διαφοραῖς ἀντὶ τοῦ ταῖς οὐσιώδεσι διαφοραῖς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον· εἰσὶ γὰρ καὶ μὴ οὐσιώδεις διαφοραί.

[*](p. 6, 16)

Τὰ δ᾿ ἄπειρά φησιν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην.

Τοῦτό φησιν ὁ Πλάτων ἐν τῷ Σοφιστῇ· ἡ γὰρ ἐπιστήμη βούλεται λαμβάνειν τὸ ὁριστόν. τὸ οὖν ἀπερίληπτον οὐδ’ ἐπιστητὸν δύναται εἶναι. ἀμέλει, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ, τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἐστιν οὔτ’ ἐπιστήμη, ἀλλὰ μόνων τῶν καθόλου.

[*](p. 6, 16)

Κατιόντων μὲν οὗν εἰδικώτατα.

Εἶπεν ὅτι τὸ ὂν οὐκ ἔστι γένος τῶν γενικωτάτων, ἅ εἰσι καὶ πεπερασμένα τῇ φύσει καὶ ἡμῖν γνώριμα. βούλεται οὖν ἐπισκέψασθαι καὶ περὶ τῶν εἰδικωτάτων εἰδῶν, εἰ οὕτως ἔχει, ὥσπερ ἐπὶ τῶν γενικωτάτων γενῶν. φησὶν οὖν ὅτι τὰ μὲν γενικώτατα καὶ πεπερασμένον ἔχει ἀριθμὸν καὶ ἡμῖν γνώριμον (δέκα γάρ εἰσι τὰ γενικώτατα γένη), τὰ δὲ εἰδικώτατα εἴδη, οἷον ἄνθρωπος ἵππος βοῦς κύων ἄμπελος ἐλαία, μεθ’ ἃ ἡ τῶν ἀτόμων ἐστὶ διαίρεσις, τῇ μὲν αὑτῶν φύσει πεπερασμένα εἰσὶ καὶ αὐτά, ἡμῖν δὲ ἄγνωστα ἄλλων ἄλλοις τόποις γινομένων. ὅτι δὲ πεπερασμένα ἐστὶν ὅσα ποτ’ ἄν εἴη, δείξομεν λαβόντες λημμάτιόν τι ἐναργές, ὅτι τοὺ ἀπείρου μεῖζον οὐκ ἔστι πλῆθος. τούτου τοίνυν προληφθέντος ὑποκείσθω τὰ εἴδη τὰ εἰδικώτατα ἄπειρα εἶναι. ἐπεὶ οὖν καθ’ ἕκαστον εἶδος πολλά ἐστιν ἄτομα (ἓν γὰρ ὂν τὸ ἀνθρώπειον εἶδος εἰς μυρία ἴσα διαιρεῖται ἄτομα [*](1 ἄτομα] ἄπειρα V ἐστὶ] ἦν V μετὰ τὰ εἰδικ.] κατὰ τὸ εἰδικώτατον E: τὰ μετὰ τἄ εἰδικ. Porph. 2 ἄπειρα οὑν V οὐ τῶ] οὕτω D, (ante φησιν transp.) M 3 δὲ om. FVp ταῖς om. F 4 μὴ] μηδὲ D 5 ἄν ποτε F: ἄν ποτε φησὶ p 7 τοῦτο· δὲ V φησὶ πλάπων p ὲν τῷ Σοφιστῇ] cf. p. 219 sq. βούλεται] δύναται p 8 τὸ ὁριστόν DV: τὸν ὁρισμόν EF: καὶ τὸν ὁρισμόν Mp 9 ἐν τῇ Ἀποδεικτικῇ] cf. Anal. pr. Α p. 43 a 25 sq. Metaph. Z 15 p. 1039 b 28 (τῶν καθ’ ἕκαστα ὁρισμὸς οὔτ’ ἀπόδειξίς ἐστιν) 11 κατιόντων D: κατιόντας EFMp: κατιὼν V μὲν om. M 13 τῇ ἰδία φύσει p 14 εἰδικωτάτων] γενικωτάτων M ὥσπερ ἔχοιεν ὡς ἐπὶ V 15 τἄ μὲν γενικώτατον E πεπερασμένα F ante ἀριθμ. add. τὸν Ep 16 δέκα] ἀρχὴ EM ἐστι p 17 ὁ ἄνθρ. V ἵππος om. MV post βοῦς add. λέων V ἄμπελος, ἐλαία] ὄφις V 18 ante ἐστὶ add. εὐθύς Fp: post ἐστι V αὐτῶν libri εἰσὶ] ἐστὶ Vp 19 post ἄγνωστα add. πολλὰ γὰρ ἁ καὶ ζώων εἴδη καὶ φυτῶν καὶ μετάλλων ἡμῖν ἄγνωστα D: post γινομένων EVp: om. FM an <ἐν> ἄλλοις? εἰσὶ V 21 πλῆθος. τούτου] πλὴν τοῦτο E: om. προληφθέντος F: προσληφθέντος DEVp: προσληφθέντα M 23 ὂν om. ἴσα] ὅσα D: ἶσα EFMV: ἴσως p)

86
κατὰ μέρος ἀνθρώπους, ὁμοίως καὶ τὸ ἵππειον εἶδος ἓν ὂν πλεῖστα ἔχει [*](24r) τὰ ὑφ’ αὑτὸ ἄτομα, καὶ ἐπὶ τῶν λοιπῶν ἑκάστου ὡσαύτως), παντὶ δῆλόν [*](24v) ἐστιν, ὡς τοῦ παντὸς τῶν εἰδῶν ἀθροίσματος πολλαπλάσιόν ἐστι καθ’ ὑπερ(?) βολὴν τὸ τῶν ἀτόμων ἄθροισμα. εἰ δὲ πολλαπλάσιά ἐστι τῶν εἰδῶν τὰ ὑπὸ τὰ εἴδη ἄτομα, ἄπειρος δέ ἐστιν ὁ τῶν εἰδικωτάτων εἰδῶν ἀριθμός, ὁ ἄρα τῶν ἀτόμων ἀριθμὸς μείζων ἐστὶ τοῦ ἀπείρου τῶν εἰδῶν ἀριθμοῦ καὶ πολλαπλάσιος. εἰ οὖν ἀδύνατον τοῦ ἀπείρου πολλαπλάσιον εἶναι ἢ ὅλως μεῖζον, ἀδύνατον ἄρα τὸν τῶν εἰδῶν ἀριθμὸν εἶναι ἄπειρον· αὐτῷ γὰρ τῷ λέγειν μείζονα εἶναι ἀριθμὸν ἀριθμοῦ, ὁρίζομεν καὶ περατοῦμεν τὸν ἐλάττονα· ὁ γὰρ μείζων τινὸς ὑπάρχων ὑπεροχῇ τινι μείζων ἐστίν· ἀφαιρουμένης οὖν τῆς ὑπεροχῆς ὥρισται τὸ λοιπὸν καὶ πεπέρασται. οὕτω μὲν οὖν ἐδείχθη, ὅτι τὰ εἰδικώτατα εἴδη οὐκ ἔστιν ἄπειρα. ὁμοίως δὲ δείξομεν, ὅτι οὐδὲ τὰ ἄτομα τὰ ὑπὸ τὰ εἰδικώτατά ἐστιν ἄπειρα, καίτοι πολλαπλασίονα τῶν εἰδῶν ὄντα· εἰ γάρ τις λέγει τὰ ἄτομα ἄπειρα εἶναι, ἤτοι τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα λέξει (οἶον φέρε τὰ τοῦ ἀνθρωπείου αὐτὰ καθ’ αὑτὰ ἄπειρα, ὁμοίως καὶ τὰ τοῦ ἱππείου εἴδους ἄτομα καὶ ταῦτα ἄπειρα, καὶ ἰὰ ὑφ’ ἕκαστον τῶν λοιπῶν εἰδῶν ὁμοίως), ἢ τὰ μὲν ὑφ’ ἕκαστον εἶδος ἄτομα πεπερασμένα φησὶν εἶναι, τὸ δὲ ἐκ πάντων ὁμοῦ τῶν ὑπὸ πάντα τὰ εἴδη ἀτόμων ἄθροισμα ἄπειρον εἶναι. εἰ μὲν οὖν τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι λέγει, συμβήσεται πάλιν τοῦ ἀπείρου μεῖζον εἶναί τι καὶ πολλαπλάσιον· ἐπεὶ γὰρ οἱ κατὰ μέρος ἄνθρωποι ἄπειροι καὶ οἱ κατὰ μέρος ἵπποι ἄπειροι, τὸ ἐξ ἀμφοῖν ἄρα διπλάσιον ἔσται τοῦ ἀπείρου καὶ τὸ ἐκ πάντων πολλαπλάσιον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι. εἰ γοῦν τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα πεπερασμένα ἐστίν, καὶ τὸ ἐκ πάντων ἄρα συγκείμενον πλῆθος πεπερασμένον ἐστί· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν. ὥστε πεπερασμένος ἐστὶν ὁ τῶν ἀτόμων ἀριθμός, τῷ δὲ ἀεὶ γίνεσθαι εἰς τὸ πᾶν ἀίδιον ὂν τὴν ἀπειρίαν ἔχει, ὥσπερ καὶ ὁ ἀριθμὸς λέγεται ἄπειρος τῷ ἀεὶ δύνασθαι αὔξεσθαι καὶ μὴ ἐλλείπειν, ὁ μέντοι [*](2 λοιπῶν] πολλῶν Ε 2. 3 δῆλόν ἐστιν ὡς Dp: δηλονότι EFM: δῆλόν ἐστιν ὅτι V 3 πολλαπλάσιον—δὲ (v. 4) om. EM πολλαπλάσιον] πολλῶ πλεῖον p 6 ἐστὶ] ἔσται Vp (fort. reote) 7 πολλαπλασίων (priore loco) V 8 μείζονα p ἄπειρον εἶναι colloc. FVp αὐτὸ γὰρ τὸ DEFp 9 ἀριθμὸν ἀριθμὸν EFM 10 ὑπάρχων om. Vp ὑπεροχὴ om. EFM 11 λοπὸν D οὖν supe rscr. M 12 ἐδείχθησαν Ε ὁμοίως — ἄπειρα (v. 13) om. V 13 ἄτομα] ἄτοπα D 14 λέγοι FV ἄτομα] ὀνόματα EFM 15 λέξοι V 16 post ἄπειρα add. καὶ ταῦτα ἄπειρα Ε 16. 17 ὁμοίως—καὶ ταῦτα ἄπειρα om. Μ 17 καὶ ταῦτα] scribas καθ’ αὐτὰ ἕκαστα M 18 φησὶν] φύσει p τὸ δὲ ἐκ πάντων DVp: τῶ εἰς πάντα EFM 19 πάντα εἴδη V 20 λέγοι FV 21 τι εἶναι colloc. M ἐπεὶ] ἐκεῖ DEM: εἰ FV: om. (οἱ γὰρ colloc.) p 23 καὶ] κατὰ EF post πάντων ἄρα V 24 γοῦν DEM: οὖν FVp 25 post πεπερασμένα ἐστίν add. ἀλλὰ δὴ καὶ αὐτὰ τὰ εἰδικώτατα εἴδη πεπερασμένα ἐστὶ Fp: om. DEMV 27 τῷ] τὸ EFM 28 εἰς EFM: εἰ DVp ὃν EFMp: εἴη DV ἀπειρίαν] ἀπορίαν Ε ὁ om. DEM 29 ἄπειρος λέγεται colloc. Ε τῷ] τοῦ EM αὐξάνεσθαι FV ἐλλείπειν] ἐπιλείπειν F)
87
ἔνεργείᾳ λαμβανόμενος ἀεὶ πεπέραστοι. ὁμοίως δὲ δείκνοται καὶ ἡ ψάμμος [*](24r) μος πεπερασμένη, ὅθεν καὶ ὁ χρησμὸς
  1. οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης·
εἰ γὰρ ἄπειρος ἦν, ἐπειδὴ προστιθέμενος αὐτῇ ὁ τῶν ἀνθρώπων ἀριθμὸς τὸ ἐξ ἀμφοῖν μεῖζον θατέρου ποιεῖ, ἔσται ἄρα τοῦ ἀπείρου τι μεῖζον ὅπερ ἀδύνατον. οὐκοῦν τὰ μὲν εἰδικώτατα τῇ μὲν φύσει ὥρισται ἡμῖν δέ ἐστιν ἄγνωστα, τὰ δὲ ἄτομα τῇ μὲν φύσει οὐχ ὥρισται τῷ πάλιν καὶ πάλιν γίνεσθαι, ἡμῖν δὲ τὰ γινόμενα καὶ ἐνεργείᾳ. ὄντα καὶ τὰ ἤδη γεγενημένα, εἰ ἀρχὴν ἔσχεν ἡ γένεσις, εἰ καὶ μὴ ἔγνωσται πόσα ἐστίν, ἀλλ’ οὖν γνωσθῆναι ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν ἐδύνατο, ὥσπερ τὰ εἰδικώτατα εἴδη, ἐπειδήπερ καὶ δέδεικται ὡς ὡρισμένος ἐστὶν ὁ τούτων ἀριθμός.

[*](p. 6, 18)

Ἀνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆθος εἰς ἕν.

Βούλεται ἐνταῦθά ὁ Πορφύριος εἰπεῖν, τί μὲν συμβαίνει ἀνιοῦσιν ἀπὸ τῶν εἰδικωτάτων εἰς τὰ γενικώτατα, τί δὲ κατιοῦσιν ἀπὸ τῶν γενικωτατων ἐπὶ τὰ εἰδικώτατα.

[*](p. 6, 19)

Καὶ ἔτι μᾶλλον τὸ γένος.

Τὸ γὰρ εἶδος περιεκτικόν ἐστι τῶν κατὰ μέρος, τὸ δὲ γένος καὶ τῶν εἰδῶν· κάτωθεν μὲν γὰρ ἀπὸ τῶν ἀτόμων ἀνιοῦσιν ἐπὶ τὰ γενικώτατα πλήθει μὲν τὰ πράγματα στενοῦται, δυνάμει δὲ αὔξεται· ἰά γάρ εἴδη [*](25r) τῶν μὲν ἀτόμων πλήθει ἐστὶν ἐλάττονα, δυνάμει δὲ ὑπέρκειται καὶ αὔξει. ὁμοίως δὲ καὶ τῶν εἰδῶν τὰ γένη, μέχρις ἂν εἰς ἓν τὸ γενικώτατων φθάσωμεν. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχή, διὰ τοῦτο τὰ μὲν ταύτῃ πλησιάζοντα στενοῦται πλήθει, αὔξεται δὲ δυνάμει, τὰ δὲ πορρωτέρω αὐτῆς ὄντα τὸ ἔμπαλιν πληθύνεται μὲν ἀριθμῷ, μειοῦται δὲ δυνάμει.

[*](2 ὁ χρησμὸς] cf. Herod. I, 87 3 καὶ ψάμμου DEFV τ᾿ ἀριθμὸν Dp: τὸν ἀριθμὸν EFMV 4 εἰ γὰρ ἄπειρος ἦν DVp: om. EFM προτιθέμενος D 5 θατέρου MVp: θάτερον DEF τι Vp: τὸ DEFM 6 ἐστιν om. F 8 γινόμενα DEMV: γενόμενα Fp 9 εἰ (ante ἀρχὴν)] εἰς Ε γέννησις Ε εἰ δὲ καὶ EM 10 Τ«Η (ante ἑαυτῶν) FMVp: om. DE ἠδύνατο EMVp post ὥσπερ superscr. καὶ D 11 ὡρισμένος] ὁρισμὸς Ε 12 ἀνιόντων DV: ἀνιόντες Ε: ἀνιόντας FMp 14 ἐνταῦθα βούλεται colloc. FVp εἰπεῖν ὅτι τί M μὲν Dp: om. EFMV 15 εἰς DEM: ἐπὶ FVp 18 post μέρος add. ἀτόμων Vp 19 post εἰδῶν add. καὶ τῶν ἀτόμων p post γὰρ add. καὶ FV ἀνιοῦσιν ἀπὸ τ. ἀτ. colloc. D 20 στενοῦνται MV αὔξονται V 21 μὲν DF: om. EMVp αὔξει] αὔξεται, tum addit ὁ γὰρ σωκράτης καὶ πλάτων καὶ ἀλκιβιάδης πλῆθος ὄντα ἀναγόμενα πρὸς τὸν ἄνθρωπον στενοῦνται καὶ γίνονται τῷ εἴδει εἷς, ὁ δὲ ἄνθρωπος εἷς ὢν δυνάμει πληθύνεται· ἀπογεννᾷ γὰρ σωκράτην καὶ πλάτωνα καὶ τοὺς κατὰ μέρος ἀνθρώπους V 24 πλησίας· ταύτῃ colloc. V πλήθει στενοῦται colloc. F στενοῦνται EFMV 25 τὰ δὲ—δυνάμει (v. 26) om. EM πορρώτερον p μὲν πάλιν p 26 δυνάμει Dp: τῇ δυνάμει FV)
88
[*](p. 6, 24)

Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἐστιν ἑκάτερον [*](25r) αυτων.

Ὑπέσχετο ὁ Πορφύριος διδάξαι περὶ τῶν προκειμένων φωνῶν λογικώτερον, τοῦτ’ ἔστι πρεπόντως τῇ λογικῇ πραγματείᾳ. μετὰ τοίνυν τὸ διδάξαι περὶ γένους καὶ εἴδους τί ἐστιν ἑκάτερον βούλεται προσθεῖναι, πῶς χρησίμη ἐστὶν ἡ περὶ αὐτῶν θεωρία ἐν τῇ λογικῇ πραγματείᾳ· ἐπειδὴ γὰρ ἡ λογικὴ πραγματεία καταγίνεται περὶ τὴν ἀπόδειξιν, ἡ δ’ ἀπόδειξίς ἐστι συλλογισμός τις, ἐν δὲ τῷ συλλογισμῷ δεόμεθα προτάσεων, ἡ δὲ πρότασις ἐκ δύο ὅρων σύγκειται, ὧν ὁ μέν ἐστιν ὑποκείμενος ὁ δὲ κατηγορούμενος, καὶ ὑποκείμενος μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενος δὲ ὁ περὶ ἐκείνου λεγόμενος, οἷον Σωκράτης περιπατεῖ (ὑπόκειται μὲν γὰρ Σωκράτης περὶ οὗ ὁ λόγος, κατηγορεῖται δὲ τὸ περιπατεῖν, ὅπερ κατ’ ἐκείνου λέγεται· πάλιν ἐὰν εἴπω ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ὑπόκειται μὲν ἡ ψυχή, κατηγορεῖται δὲ τὸ αὐτοκίνητον, καὶ ἐπὶ πάσης προτάσεως ὡσαύτως)· βούλεται περὶ τῶν γενῶν καὶ εἰδῶν τίνα τίνων κατηγορεῖται εἰπεῖν καὶ τίνα τίσιν ὑπόκειται. καὶ ἵνα γνῶμεν, πῶς συμπλεκόμενα προτάσεις ποιοῦσιν, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, περὶ ὃν ἡ λογικὴ καταγίνεται πραγματεία, φησὶν ὅτι τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τούτου ἡ οὐσία, τὸ δ’ εἶδος οὐδέποτε τοῦ γένους κατηγορεῖται· οὐ γὰρ ἀληθὲς εἰπεῖν, ὅτι ἡ οὐσία ζῷόν ἐστιν ἢ ὅτι τὸ ζῷον ἄνθρωπος. δῆλον οὖν ὅτι ἀεὶ τὰ μὲν γένη τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη τῶν γενῶν οὐδέποτε. καὶ ἁπλῶς εἰπεῖν, δεῖ τὰ κατηγορούμενα ἢ ἐπὶ πλέον εἶναι τῶν ὑποκειμένων ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἢ ἐξισάζειν ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπω. τὰ δ’ ἐξισάζοντα καὶ ἀντικατηγορεῖται· ὡς γὰρ λέγομεν, πᾶς ἄνθρωπος γελαστικόν, οὕτως καὶ πᾶν γελαστικὸν ἄνθρωπος.

[*](p. 7, 2)

Καὶ πάντα τὰ ἐπάνω τῶν ὑποκάτω.

οἷον ἡ οὐσία τοὐ σώματος καὶ τὸ σῶμα τοῦ ἐμψύχου καὶ τὸ ἔμψυχον τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου.

[*](1 τοῦ εἴδους καὶ τοῦ γένους colloc. Ε ἐστιν om. DE 3 περὶ μὲν τῶν M 4. 5 τὸ διδάξαι τοίνυν colloc. p 5 προθεῖναι DE καὶ πῶς p 6 χρήσιμος p 7 ἡ δ’ ἀπόδειξις iter. V 8 ἐστὶν post τις transp. p 9 ὧν om. V 11 post περιπατεῖ add. ὅπερ κατ’ ἐκείνου λέγεται V (cf. v. 12) 12 περιπατεῖν E: περιπατεῖ FMVp: dubio compendio script. D 14 αὐτοκίνητος M post αὐτοκίνητον add. πάλιν ἐὰν εἴπω ὅτι (ὁ p) ἄνθρωπος ζῶόν ἐστιν, ὁ μὲν ἄνθρωπός ἐστιν ὑποκείμενον, δὲ ζῶον κατηγορούμενον Vp 14. 15 ὡσαύτως iter. DE 15 διὰ τοῦτο βούλεται M post βούλεται add. καὶ D περὶ γενῶν τε V post εἰδῶν add. διδάξαι p εἰπεῖν om. Fp 16 ὑπόκεινται DE 17 ὅν] ὧν V καταγ. ἡ λογικὴ colloc. V 18 φησὶν οὖν ὅτι FV τοῦ (ante ἀνθρ.) om. DFV 19 καὶ τούτου] τούτου δὲ V 23 ἐπὶ πλειόνων V 24 τῷ ἀνθρώπῳ scripsi: τοῦ ἀνθρώπου libri)
89
[*](p. 7, 8)

Καθ’ ὧν δ’ ἄν τὸ εἶδος κατηγορῆται, κατ’ ἐκείνων ἐξ [*](25r) ἀνάγκης καὶ τοῦ εἴδους γένος κατηγορηθήσεται.

Ἕτερον θεώρημα παραδίδωσι χρήσιμον καὶ αὐτὸ εἰς τὴν λογικὴν πραυματείαν. ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ εἶδος κατηγορῆταί τινος, κατὰ τοῦ αὐτοῦ κατηγορηθήσεται καὶ τὸ τοῦ εἴδους αὐτοῦ γένος, καὶ τοῦτο γίνεται μέχρι τοῦ γενικωτάτου. οἷον τοὐ Σωκράτους κατηγορεῖται ὁ ἄνθρωπος τούτου δὲ κατηγορεῖται τὸ ζῷον· τοῦτο ἄρα καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται. ὡσαύτως καὶ τὸ ἔμψυχον κατὰ τοῦ ζῴου, οὐκοῦν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους. πάλιν τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ ἡ οὐσία κατὰ τοῦ σώματος, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία καὶ τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσονται.

[*](p. 7, 16)

Λέγεται γὰρ τὸ μὲν γενικώτατον κατά πάντων τῶν ὑφ’ αὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων.

Εἰ γὰρ ἀεὶ τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, δῆλον ὅτι τὸ μὲν [*](25v) γενικώτατον πάντων τῶν ὑφ’ αὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων κατηγορηθήσεται, τὸ δ’ εἶδος τῶν ἀτόμων μόνον.

[*](p. 7, 19)

Ἄτομον δὲ λέγεται ὁ Σωκράτης καὶ τουτὶ τὸ λευκόν. Τουτὶ προσθεὶς ἐποίησε μερικὸν τὸ δεικνύμενον· τὸ γὰρ καθόλου ἐστὶ λευκόν.

[*](1 δ’ ἄν] γὰρ M κατηγορεῖται FM 4. 5 κατ’ αὐτοῦ V αὐτοῦ DFVp: αὐτὸ EM 7 κατηγορεῖται om. p τοῦτο] καὶ τὸ ζῶον p καὶ om. p 8 τοῦ om. M 9 τοῦ (ante ἄνθρ. et Σωκρ.) om. p 9. 10 post ἐμψύχου add. οὐκοῦν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ ζώου καὶ κατὰ τοῦ σωκράτους p 10 καὶ ἡ οὐσία—ἐμψύχου (v. 11) om. FV καὶ (primum)] πάλιν p 11 post σῶμα add. καὶ p 12 σωκρ.] σώματος M κατηγορηθήσονται D2E: κατηγορηθήσεται D1FMVp 13 κατὰ] ἀπὸ M 13. 14. 16 ὑφ᾿ αὑτὸ D: ὑπ᾿ αὑτὸ D: ὑπ᾿ αὐτὸ EFMVp γενῶν τε F Porph.: γενῶν DE (cf. v. 16) 15 ὑποκάτω] κάτω D 17 μόνον DF: μέσων E: μόνων MVp 18 Ἄτομον δὲ λέγεται—ἀλλ’ ἐν ἄλλοις (p. 91,3) om. V (foliis 19r—20v vacuis). in codice D lemmata et scholia usque ad p. 90, 3 perturbata nam lemmate ἄτομον δὲ λέγεται usque ad γένοιντο ἄν αἱ αὐταί (Porph. p. 7,24) producto praebet scholion οὐκ εἶπεν ὧν ἕκαστον—πάντα οὐδενί, tum continuat lemma usque ad εἴρηται (Porph. p. 8,6), et post scholion τουτὶ προσθεὶς—λευκόν suo loco sed in contextu comm. repetit lemma ὧν τὸ ἄθροισμα — γένοιτο additque scholion οὐκ εἶπεν κ.τ.λ. 19. 20 τὸ γὰρ λευκὸν καθόλου ἐστίν p 19 τὸ γὰρ καθόλου DF: τὸ καθόλου γὰρ EM)
90
[*](p. 7, 22)

Ὧν τὸ ἄθροισμα οὐκ ἄν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο.

[*](25v)

Οὐκ εἶπεν ‘ὧν ἕκαστον’, ἀλλ’ ὧν τὸ ἄθροισμα· ἕκαστον γὰρ καὶ ἄλλοις ὑπάρχειν δύναται, ἅμα δὲ πάντα οὐδενί.

[*](p. 7, 24)

Αἱ μέντοι τοῦ ἀνθρώπου, λέ ω οη του κοινου, ιοιοτητ γένοιντ’ ἂν αι αύται.

Αἱ μὲν τοῦ Σωκράτου ἰδιότητες οὐκ ἂν ἐπ’ ἄλλου τινὸς γένοιντ’ ἂν αἱ αὐταί, αἱ μέντοι τοῦ ἀνθρώπου ὑπάρχουσι καὶ τοῖς κατὰ μέρος ἀνθρώποις, οἷον τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, καὶ ἁπλῶς ὃ θέλεις εἰπεῖν τοιοῦτόν ἐστιν. ἰστέον οὖν ὅτι τὸ γένος ἔχει τινὰς ἰδιότητας καὶ τὸ εἶδος καὶ τὸ ἄτομον. ἀλλ’ αἱ μὲν τοῦ γένους καὶ τοῦ εἴδους πλείοσιν ὑπάρχειν δύνανται, αἱ δὲ τοῦ ἀτόμου ἀθροιζόμεναι ἐκείνῳ μόνῳ τῷ ἀτόμῳ καὶ οὐδενὶ ἄλλῳ. οἷόν τι λέγω· εἰσὶν ἰδιότητες τοῦ γένους, οἷον τοῦ ζῴου, ἡ οὐσία τὸ ἔμψυχον τὸ αἰσθητικόν· αὗται δὲ πλείοσιν ὑπάρχουσι· καὶ γὰρ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ τοῖς κατὰ μέρος ζῴοις. ἔλθωμεν ἐπὶ τὸ εἶδος οἷον τὸν ἄνθρωπον· ἰδιότητες αὐτοῦ τὸ ζῷον τὸ λογικὸν τὸ θνητὸν τὸ ἐπιστήμης δεκτικόν· πᾶσι τοῖς ἀνθρώποις ταῦτα πάντα ὑπάρχει. ἔλθωμεν ἐπὶ τὸ ἄτομον οἷον τὸν Σωκράτην· ἰδιότητες αὐτοῦ τὸ φιλόσοφον τὸ φαλακρὸν τὸ προγάστορα εἶναι τὸ Σωφρονίσκου υἱὸν τὸ Ἀθηναῖον καὶ εἴ τι τοιοῦτον. ἕκαστον οὖν τούτων καθ’ ἑαυτὸ μὲν δύναται καὶ ἄλλοις ὑπάρχειν (εἰσὶ καὶ ἄλλοι φαλακροὶ καὶ σιμοὶ καὶ φιλόσοφοι καὶ Ἀθηναῖοι, εἰ τύχοι δὲ καὶ Σωφρονίσκου υἱοί), τὸ δ’ ἐκ πάντων ἄθροισμα, τὸ φαλακρὸν τὸ φιλόσοφον τὸ σιμὸν τὸ προγάστορα εἶναι καὶ ἐν τῷδε γενέσθαι τῷ χρόνῳ, μόνῳ Σωκράτει ὑπάρχει καὶ οὐδενὶ ἄλλῳ.

[*](p. 7, 27)

Τὸ δὲ εἶδος ὑπὸ τοῦ γένους· ὅλον γάρ τι τὸ γένος.

Τὸ μὲν γὰρ γένος μόνως ὅλον, τὸ δὲ ἄτομον μόνως μέρος, τὸ δ’ εἶδὸς [*](1 post ἄλλου add. τινὸς DEMp: om. F Porph. 2 μὲν γὰρ p 3 ἅμα] τὰ p πάντα] παντὶ E 4 αἱ μέντοι — ἐπ’ ἄλλου τινὸς γένοιντ’ ἂν αἱ αὐταί (v. 6. 7) om. D 6 μέν correxi ex cod. Laur. 85,1: δὲ EFMp τινὸς] ἀνθρώπου F 8 ante τὸ θνητόν add. καὶ DEM: om. Fp 8. 9 ὃ θέλεις εἰπεῖν τοιοῦτόν ἐστιν E1M: ὃ θέλει εἰπεῖν τοιοῦτόν ἐστιν DE2F: ὅπερ τοιοῦτον ἐθέλεις εἰπεῖν p, ubi ἐστιν recte omitti videtur 9 ἰστέον οὖν M: ἰστέον δὲ p: ἰστέον DEF 10 τοῦ εἴδους καὶ τοῦ γένους colloc. D 12 ἰδιότητές εἰσι colloc. Fp γένους οἷον τοῦ ζώου p: ζώου οἷον τοῦ γένους DEFM 15 τὸ ζώον—ἰδιότητες αὐτοῦ (v. 17) om. M 15. 16 τὸ νοῦ καὶ ἐπιστήμης p 16 καὶ πᾶσι p πάντα DE: om. Fp 17 ἰδιότητα Ε 18. 22 εἷναι om. p 21. 22 τὸ φιλόσ. τὸ φαλακρόν colloc. M καὶ φιλόσ. καὶ σ. καὶ προγ. F 24 ὑπὸ τοῦ γένους DEMp: ὑπὸ τὸ γένος F 25 ante τὸ μὲν γὰρ add. καλῶς προσέθηκε τὸ τί· δηλοῖ γὰρ διὰ τούτων ἡμῖν ὅτι ἄνευ λόγου τις σώζεται, οὐ μὴν ταυτὸν γένος καὶ ὅλον καὶ τὰ λοιπά M (cf. p. 91,21 not.))

91
καὶ ὅλον καὶ μέρος, καὶ ὅλον μὲν ὡς πρὸς τὸ ἄτομον, μέρος δὲ ὡς [*](25v) πρὸς τὸ γένος.

[*](p. 8, 2)

Ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ᾿ ἐν ἄλλοις.

Ἐπειδὴ τὸ ὅλον καὶ τὸ μέρος τῶν πρός τί ἐστι, τῶν δὲ πρός τι τὰ μὲν κατ’ ὀρθὴν πτῶσιν λέγομεν, τὰ δὲ κατά τινα τῶν πλαγίων, οἷον ὁ πατὴρ υἱοῦ πατήρ (ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, κατὰ δὲ δοτικὴν ἀπόδοσις, ἐὰν εἴπω ὁ φίλος φίλῳ φίλος, εἰ δὲ λέξω ὁ τύπτων τυπτόμενον τύπτει, πρὸς αἰτιατικήν)· ἐπεὶ οὖν τοῦθ’ οὕτως ἔχει, διὰ τοῦτο εἶπε τὸ μέρος ἄλλου, τὸ δὲ ὅλον ἐν ἄλλοις· λέγομεν γὰρ τὸ μὲν μέρος τοῦ ὅλου μέρος καὶ ποιοῦμεν τὴν ἀπόδοσιν πρὸς γενικὴν δηλονότι, τὸ δὲ ὅλον οὐκέτι λέγομεν μέρους ὅλον (οὐ γὰρ σύγκειται ὃ ὅλον ἐξ ἑνὸς μέρους ἐκ πολλῶν), ἀλλὰ λέγομεν τὸ ὅλον τοῖς μέρεσιν ὅλον, καὶ γίνεται ἡ ἀπόδοσις πρὸς δοτικήν· τοῖς γὰρ μέρεσίν ἐστιν ὅλον τὸ ὅλον. καλῶς οὖν εἶπε τὸ ὅλον οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις. ἰστέον δὲ ὅτι δυνατὸν καὶ πρὸς γενικήν, οὐχ ἑνικὴν ἀλλὰ πληθυντικήν, ἀποδοῦναι καὶ εἰπεῖν ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον’, ἀλλ’ ὁ Πορφύριος τῇ πολλῇ χρήσει ἀκολουθεῖ πρὸς δοτικὴν ποιούμενος τὴν ἀπόδοσιν.

[*](p. 8, 5)

Καὶ τίνα καὶ γένη καὶ εἴδη ἐστίν.

Ὅτι τὰ ὑπάλληλα· ταῦτα γὰρ καὶ γένη καὶ εἴδη.

[*](20 p. 8,5)

Καὶ ποσαχῶς τὸ γένος καὶ τὸ εἶδος.

Ότι τὸ μὲν γένος τριχῶς λέγεται, τὸ δὲ εἶδος διχῶς. |

Περὶ διαφορᾶς.

[*](26r)