In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](p. 19, 12)

Τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους ἐστίν.

Τὸ παντὶ καὶ ἀεὶ καὶ μόνῳ ὑπάρχον.

[*](1 ὁποῖον ζῶον p 2 καί φησι τοίνυν D: φασὶ τοίνυν M: φησὶ V ποῖόν τι V 4 τὰ εἴδη om. V ἐν τῶ ποῖον M: ἐν τῶ ὁποῖον τί ἐστιν Vp 6 διὰ τ. δ.] κέκτηνται τοῦτο ἐκ τῶν διαφορῶν p 8. 9 Τίς—ἄνθρωπον] Ἔτι διαφορὰ συντίθεται μεθ’ ἑτέρας διαφορᾶς. Ἄλλην ἑτερότητα δείκνυσι διαφορᾶς καὶ εἴδους, ὅτι ἡ μέν διαφορὰ δύναται συντεθῆναι μεθ’ ἑτέρας εἰς ὑπόστασίν τινος, οἶον συνετέθη τὸ λογικὸν καὶ τὸ θνητὸν εἰς ἀνθρώπου ὑπόστασιν p 9 τῶ ἁπλῶ θνητῷ D 10 μετὰ ἄλλου τινὸς] μὲν αὐτοῦ τοῦ καθόλου ἵππου (sic) p post ἀποτελεῖ add. τὸ δὲ καθόλου λογικὸν συντεθὲν τῷ καθόλου θνητῷ ποιεῖ τὸν ἄνθρωπον p 11 γίνεται post ὄνου transp. p ὁ ἡμίονος p τοῦ καθόλου p 12 ὅδε γὰρ ὁ Laur. 72,7: ὁ δέ γε DEFM: ὁ δή γε V: ὁ γὰρ p post ἡμίονον add. οὐχ ὁ καθόλου, ἀλλ’ ὁ τὶς ἵππος τῷ τινὶ ἡμιόνῳ p 13 συνοῦσαι Ep 14 συνῆλθεν F 16 καὶ (prius) om. F ἐβλάβησαν DEMV: ἐβλάφθησαν F: ἐκρύφθησαν p 18 τὴν ἑαυτῶν φύσιν V τὴν ἑαυτῶν εἰλικρινῶς φύσιν ἐφύλαξαν p ἐφύλαξαν εἰλικρινῆ colloc. D τῶ ἡμιόνω p 19 παρ’ ἀμφοτέροις DEM: παρ’ ἀμφοτέρων FV: ἀμφοτέρων p ὥστε] ὡς τὸ F: ὥστε τὸ Vp 21 ante lemma titulum Περὶ κοινωνίας καὶ διαφορᾶς διαφορᾶς καὶ ἰδίου add. p εἴδους οὗ ἐστιν ἴδιον Porph. 22 τὸ παντὶ—ὑπάρχον EFM: om. DVp: illorum loco hanc expositionem δύο κοινότητας λέγει διαφορᾶς καὶ ἰδίου, τό τε ἐπίσης μετέχεσθαι καὶ τό ἀεὶ ὑπάρχειν οἷς ὑπάρχουσιν. οὔτε γὰρ ὁ)
126
[*](p. 20, 3)

Καὶ ἡ μὲν διαφορὰ ἀνεπίτατός ἐστιν.

[*](36r)

Οὐδὲν γὰρ λογικοῦ ἐστι μᾶλλον λογικὸν ἢ ἧττον, μέλαν δὲ μέλανος μᾶλλον καὶ ἧττον λέγοιμεν. εἰ δὲ λογικώτερον ἄλλο ἄλλου, μᾶλλον καὶ ἧττον λέγομεν, ἀλλ’ ἕτερόν τι σημαίνομεν διὰ τοῦ λογικοῦ ἐνταῦθα· οὐδὲ γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ἐν μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς.

[*](p. 20, 5)

Ἀμιγεῖς μὲν αἱ ἐναντίαι διαφοραί.

Τὸ γὰρ λογικὸν καὶ ἄλογον οὐ συμπλέκεται, μέλαν δὲ καὶ λευκὸν κεραννύμενα ποιεῖ τὸ φαιόν.

Τὸ δὲ γελαστικὸν κατὰ τὸ πεφυκέναι γελᾶν λέγεται.

[*](σωκράτης μᾶλλον πλάτωνος λογικὸν οὔτε μᾶλλον γελαστικόν. εἰ δὲ καὶ λογικώτερον ἄλλον ἄλλου λέγομεν μᾶλλον καὶ ἧττον, ἀλλ’ ἕτερόν τι σημαίνομεν διὰ τοῦ λογικοῦ καὶ τοῦ λογικωτέρου ἐνταῦθα. οὐδὲ γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν ἐνταῦθα, ἀλλὰ τὴν ἐν τοῖς μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς. ἀεὶ δέ ἐστιν ὁ ἄνθρωπος λογικὸς, καὶ ἀεὶ γελαστικός. ἀεὶ δὲ οὐ κατὰ τὸ γελᾶν, ἀλλὰ κατὰ τὸ πεφυκέναι. λέγει δὲ καὶ ἑτερότητας δύο. ἡ μὲν γὰρ διαφορὰ πλείονα εἴδη περιέχει, τὸ δὲ ἴδιον ἑνὶ μόνῳ εἴδει πρόσεστι. καὶ ὅτι ἡ μὲν διαφορὰ εἰ καὶ ἕπεται τοῖς εἴδεσιν, ἀλλ’ οὖν οὐκ ἀντικατηγορεῖται· εἴ τι γὰρ ἄνθρωπος, λογικόν, οὐ μὴν καὶ εἴ τι λογικόν, ἄνθρωπος. τὸ δὲ ἴδιον καὶ ἕπεται καὶ ἀντικατηγορεῖται· εἴ τι λέγε τό τε κατὰ πλειόνων λέγεσθαι καὶ τὸ ἀεὶ προσεῖναι τοῖς εἴδεσιν, ἀλλ’ ἡ μὲν πρώτη καὶ τοῖς χωριστοῖς καὶ ἀχωρίστοις ἁρμόζει, ἡ δὲ δευτέρα μόνοις τοῖς ἀχωρίστοις· οὐ γὰρ ἀεὶ ἄνθρωπος κάθηται, ἀεὶ δὲ ὁ κόραξ μέλας. ἑτερότητες δὲ τρεῖς. ἡ μὲν γὰρ διαφορὰ περιέχει τὰ εἴδη, ἐπὶ πλέον γὰρ τὸ λογικὸν τοῦ ἀνθρώπου, τὰ δὲ συμβεβηκότα καὶ περιέχεται καὶ περιέχει. καθὸ μὲν γὰρ τὸ μέλαν οὐ μόνον αἰθίοπι, ἀλλὰ καὶ κόρακι καὶ ἑτέροις ἁρμόζει, περιέχει, καθὸ δέ ὁ αἰθίοψ δύναται καὶ ἄλλων εἶναι συμβεβηκότων δεκτικός, περιέχεται. τρόπον δέ τινα εἶπεν, ἐπειδὴ οὔτε κυρίως περιέχει οὔτε κυρίως περιέχεται exhibet p 1 καὶ—ἀνεπίτατός ἐστιν om. Vp καὶ om. D ἀνεπίταστος E 2 οὐδὲν γὰρ—ψυχῆς (v. 6) hic om. (cf. p. 125,22 not.) et illornm loco haec ὁ σωκράτης γὰρ ἑτέρου οὐκ ἔστι μᾶλλον λογικός, εἰ μὴ κατὰ μάθησιν μόνον, ἥτις ἐπιτηδειότης ἐστὶ τῆς ψυχῆς, οὐ μὴν κατὰ τὴν λογικὴν οὐσίαν, ὡς ἔφθημεν εἰπόντες. τὸ δὲ συμβεβηκὸς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται· ἔστι γὰρ αἰθίοψ ἑτέρου αἰθίοπος μᾶλλον μέλας praebet p οὐδὲν] οὐδὲ V λογικοῦ] λογικὸν FM μᾶλλον ἐστὶ colloc. FV λογικὸν DF1V: om. EM: λογικοῦ F2 ἢ ἧττον] καὶ ἧττον EM: om. V 3 μᾶλλον ἐστὶ F λέγοιμεν] λέγομεν M (fort. recte): om. F εἰ δὲ καὶ EM ἄλλο iter. E 4 λέγομεν ante μᾶλλον transp. EM λέγοιμεν F post λογικοῦ add. καὶ οἶμαι λογιώτερον τὸ λογικώτερον D: καὶ τοῦ λογικωτέρου EFMV, quod eieci οὐδὲ] οὐ V 5 ζητοῦμεν] an νοοῦμεν? τοῖς μαθήμασι FV 7 Ἀμιγεῖς—φαιόν (v. 9) om. V καὶ ἀμιγ. p 8 καὶ τὸ ἄλογον EM 9 post φαιόν add. ὥστε δύνανται τἀναντία συμβεβηκότα μίγνυσθαι p 10 τὸ δὲ γελ.—λέγεται om. p; recte, nisi malis post γελαστικόν (p. 127,4) transponere)
127
[*](p. 20, 17)

Καὶ τὸ μὲν εἶδος δύναται ἄλλων γένος εἶναι.

[*](36r)

Οἷον τὸ ζῷον εἶδος τοῦ ἐμψύχου, γένος δέ ἐστιν ἀνθρώπου καὶ ἵππου.

[*](p. 20, 18)

Καὶ τὸ μὲν εἶδος προϋφέστηκε τοῦ ἰδίου.

Πρότερον γὰρ δεῖ εἶναι τὸν ἄνθρωπον, εἶθ’ οὕτως γελαστικόν.

[*](p. 21, 10)

Καὶ τὸ ἑκάστην οὐσίαν ἑνὸς μὲν εἴδους μετέχειν, συμβεβηκότων δὲ πλειόνων.

Οἷον Σωκράτης ἑνὸς μὲν εἴδους μετέχει τοῦ ἀνθρώπου, συμβεβηκότων δὲ πλειόνων, οἷον γρυπότητος, μελανίας, λευκότητος.

[*](1. 4 καὶ τὸ μὲν εἶδος — γελαστικόν] horum loco sub titulo Περὶ κοινωνίας εἴδους καὶ ἰδίου exhibet εἴδους δὲ καὶ ἰδίου κοινὸν τὸ ἀλλήλων ἀντικατηγορεῖσθαι. Πληρώσας καὶ τὸν περὶ τῶν διαφορῶν λόγον, μεταβαίνει καὶ ἐπὶ τὸ εἶδος, καί φησιν ὅτι τὸ εἶδος πῆ διαφέρει καὶ κοινωνεῖ τῶ γένει καὶ τῆ διαφορᾶ ἐρρέθη, ἡνίκα κἀκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. ῥηθήσεται οὑν πῆ διαφέρει καὶ κοινωνεῖ τῶ ἰδίω καὶ τῶ συμβεβηκότι εἴδους τοίνυν καὶ ἰδίου κοινότητες δύη τό τε ἀντιστρέφειν καὶ ἀντικατηγορεῖσθαι. εἴ τι γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἴ τι γελαστικόν, ἄνθρωπος. γελαστικὸν δὲ λέγει οὐ τὸ γελᾶν, ἀλλὰ τὸ πεφυκέναι γελᾶν. καὶ τὸ ἐπίσης μετέχεσθαι τὰ εἴδη, ὦν ἐστιν εἴδη, καὶ τὰ ἴδια, ὦν ἐστιν ἴδια· ἐπίσης γὰρ πάντες κατὰ τὸν οὐσιώδη λόγον λογικοί, καὶ ἐπίσης πάντες γελαστικοί. ἑτερότητες δὲ πλείους, ὅτι εἶδος δύναται ἄλλων γένος εἶναι, οἷον τὸ ζῶον εἶδος μ·ὲν τοῦ ἐμψύχου, γένος δὲ τοῦ ἀνθρώπου καὶ ἵππου. tum sub titulo Περὶ διαφορᾶς αὐτῶν exhibet Διαφέρει δὲ τὸ εἶδος τοῦ ἰδίου εἶδος δὲ λέγει τὸ ὑπάλληλον, οὐ τὸ εἰδικώτατον. τὸ δὲ ἴδιον ἑτέρου εἶναι ἴδιον οὐ δύναται. καὶ τὸ μὲν εἶδος πρότερον τοῦ ἰδίου. ἀνάγκη γὰρ εἶναι ἄνθρωπον καὶ τὸ γελαστικόν. τὸ δὲ ἴδιον τοῦ εἴδους ὕστερον. ἔτι τὸ μὲν εἶδος ἀεὶ πάρεστιν ἐνεργεία τῶ ὑποκειμένω, ἀεὶ γὰρ ὁ σωκράτης ἄνθρωπος, τὸ δὲ ἴδιον οὐκ ἀεὶ ἐνεργεία, οὐ γὰρ ἀεὶ γελᾶ ὁ ἄν|θρωπος, δυνάμει δὲ ἀεὶ γελαστικός. ἔτι ὦν οἱ ὅροι διάφοροι, διάφορα καὶ αὐτά. τοῦτο δὲ ἁρμόζει καὶ τοῖς λοιποῖς τέτρασι, καὶ γὰρ καὶ ἐπὶ τοῦ γένους καὶ τῶν λοιπῶν δυνάμεθα λέγειν, ὅτι ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ διάφορα p 1 καὶ] ὅτι Porph. καὶ ἄλλων V εἶναι γένος colloc. DEM 2 post εἶδος add. μὲν Μ ἐστιν om. MV 4 τὸν om. FV 5. 8 καὶ τὸ ἑκάστην — λευκότητος] horum loco sub titulo Περὶ κοινωνίας εἴδους καὶ συμβεβηκότος habet Εἴδους δὲ καὶ συμβεβηκότος. εἴδους καὶ συμβεβηκότος κοινότητα μὲν μίαν λέγει, ἑτερότητας δὲ πλείους. λέγει οὖν καὶ τὴν αἰτίαν, δι’ ἢν μίαν μὲν κοινότητα εἶπε, τἀς δ’ ἑτερότητας πλείους, ἣν καὶ ἡμεῖς πρότερον εἴπομεν, ὅτι τὰ πλεῖστον διεστηκότα σπανίους μὲν ἔχουσι τὰς κοινότητας, πλείους δὲ τὰς ἑτερότητας. τοὐναντίον δὲ τὰ συνημμένα ἐπὶ πολὺ ὀλιγοστὰς μὲν ἔχουσι τὰς ἑτερότητας, τὰς δὲ κοινότητας πλείους. κοινὸν τοίνυν ἐστὶν ἀμφοτέρων τὸ ἐπὶ πλειόνων λέγεσθαι· καὶ γὰρ ὁ ἄνθρωπος κατὰ σωκράτους καὶ ἀλκιβιάδου καὶ τῶν λοιπῶν κατηγορεῖται, καὶ τὸ μέλαν κατά τε αἰθίοπος καὶ κόρακος καὶ ἑτέρων πολλῶν. tum sub titulo Περὶ διαφορᾶς αὐτῶν habet Ἴδια δὲ ἑκατέρου. ἴδιον δὲ τοῦ μὲν εἴδους ἐν τῶ τί ἐστι κατηγορεῖσθαι, τοῦ δὲ συμβεβηκότος ἐν τῶ ὁποῖον τί ἐστιν ἡ πῶς ἔχον. ὁποῖον γὰρ αἰθίοψ ἐρωτηθέντες, ὑγιαίνει ἢ νοσεῖ λέγομεν. τό δὲ εἶδος εἰ καὶ ἐν τῶ ὁποῖον τί ἐστι λέγεται, ἀλλ’ ἀπὸ τῶν διαφορῶν τοῦτο μετέχει, καθὼς καὶ πρότερον εἴπομεν. ἔτι ἑκάστη μὲν οὐσία ἑνὸς εἴδους μετέχει, συμβεβηκότων δὲ πλειόνων, οἷον γρυπότητος, σιμότητος, μελανίας. ἔτι τὸ μὲν εἶδος πρότερον, τὸ δὲ συμβεβηκὸς ὕστερον. πρότερον γὰρ δεῖ εἶναι ἄνθρωπον, εἶτα μέλανα p 7 οἷον σωκράτης—πλειόνων (v. 8) om. M 8 γρυπότητα μελανίας λευκότητα E)
128
[*](p. 21, 15)

Καὶ τοῦ μὲν εἴδους ἡ μετοχὴ ἐπίσης.

[*](36v20)

Ὀμοίως γὰρ ἄνθρωπος ὁ Σωκράτης καὶ ὁ Πλάτων, οὐχ ὁμοῖως δὲ μέλανες ἤ λευκοί.

[*](2 ὁ σωκρ. DFV: καὶ ὁ σωκρ. EM: σωκρ. p ὁ πλάτ. DEMV: πλάτ. Fp 3 post λευκοί add. εὑρίσκεται γὰρ αἰθίοψ ἑτέρου αἰθίοπος μᾶλλον μέλας. Μέτεισιν ἐπὶ τὰ κοινὰ καὶ ἴδια ἰδίου καὶ συμβεβηκότος, καὶ καταπαύει τὸν λόγον. φησὶν οὖν ὅτι τὸ ἴδιον πῆ διαφέρει καὶ κοινωνεῖ τῶ γένει καὶ τῆ διαφορᾶ καὶ τῶ εἴδει, εἴρηται, ἡνίκα κἀκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. πῆ δὲ κοινωνεῖ καὶ διαφέρει τοῦ συμβεβηκότος, ῥηθήσεται. κοινὸν τοίνυν τῶ ἰδίω καὶ τῶ ἀχωρίστῳ συμβεβηκότι. εἰκότως δὲ εἶπε τῶ ἀχωρίστῳ, τούτων γὰρ διακριθέντων ῥαδίως κἀκεῖνο λέγω τὸ χωριστόν τις διακρινεῖ. ἄλλως τε σχεδὸν οὐδεμία κοινωνία ἐστὶ τῶ ἰδίω καὶ τῶ χωριστῶ συμβεβηκότι. κοινὸν τοίνυν ἰδίου καὶ ἀχωρίστου τὸ μὴ ὑποστῆναι τὰ πράγματα, ἐφ’ ὧν θεωροῦνται ταῦτα ἄνευ ἐκείνων. ἄνευ γὰρ γελαστικοῦ ἄνθρωπος οὐκ ἔστι καὶ ἄνευ τοῦ μέλανος οὐκ ἔστι κόραξ. καὶ ὥσπερ ἀεὶ ὁ ἄνθρωπος γελαστικόν, οὕτως ἀεὶ ὁ κόραξ μέλαν. τὸ δὲ χωριστὸν οὔτε ἀεὶ πρόσεστι τῶ εἴδει, οὐ γὰρ ἀεὶ κάθηται ὁ ἄνθρωπος, οὔτε ἀδύνατον χωρὶς ἐκείνου ὑποστῆναι ἄνθρωπον, δυνάμεθα γὰρ νοῆσαι τὸν σωκράτην μὴ καθήμενον. καθὸ οὖν τὸ ἴδιον καὶ τὸ ἀχώριστον κοινωνοῦσιν, οὐ κοινωνεῖ τὸ χωριστόν. καθὸ δὲ διαφέρουσι, μάλιστα διαφέρει κἀκεῖνο τοῦ ἰδίου. tum titulum περὶ διαφορᾶς αὐτῶν et hanc expositionem Διενήνοχε δὲ ὅτι τὸ μὲν ἴδιον μόνω ἑνὶ εἴδει πάρεστιν, ὡς τὸ γελαστικὸν ἀνθρώπω. Διαφέρει δὲ τὸ ἴδιον τοῦ ἀχωρίστου, ὅτι τὸ μὲν ἴδιον ἑνὶ μόνω εἴδει πρόσεστι, τὸ γὰρ γελαστικὸν μόνω πρόσεστι τῶ ἀνθρώπω, τὸ δὲ μέλαν, ὅπερ ἐστὶν ἀχώριστον, οὐ τῶ αἰθίοπι μόνον, ἀλλὰ καὶ τῶ κόρακι καὶ ἄλλοις πλείστοις. καὶ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται, διὸ καὶ ἐπίσης μετέχεται· εἴ τι γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἴ τι γελαστικόν, ἄνθρωπος. ἐπίσης ὃ τε σωκράτης καὶ πλατῶν γελαστικοί. τὸ δὲ ἀχώριστον συμβεβηκὸς οὐκ ἄν ἀντικατηγορεῖται, διὸ οὐδὲ ἐπίσης μετέχεται. εἴ τι γὰρ κόραξ, μέλαν, οὐ μὴν εἴ τι μέλαν, κόραξ. καὶ ἔστιν αἰθίοψ αἰθίοπος μᾶλλον μέλας, ὡς καὶ πρότερον εἴπομεν, γελαστικόν δὲ μᾶλλον ἕτερον ἑτέρου οὐκ ἔστιν. ἰστέον δὲ ὅτι οὐ λέγει ἄνευ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος οὐ δύνανται ὑποστῆναι αἱ οὐσίαι, ἐφ’ ὧν ταῦτα θεωροῦνται, ἐπεὶ ἡ οὐσία πρᾶγμά ἐστιν αὐθύπαρκτον, ἀλλ’ ὅτι χωρὶς τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος οὐχ ὑφίστανται αἱ οὐσίαι, οὐχί καθὸ οὐσίαι, ἀλλὰ κατ’ αὐτὰ, λέγω δὴ τά τε ἴδια καὶ τὰ συμβεβηκότα. ὁ γὰρ μουσικὸς σωκράτης καθὸ σωκράτης ἐστὶν ἄνευ μουσικοῦ, ὡς δὲ μουσικὸς ἄνευ τοῦ μουσικοῦ ὑποστῆναι οὐ δύναται p)