Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Τοιαῦτα μὲν οὖν ἔπασχον Ἰουδαῖοι , Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους χοῦς τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες [*](P) τροφῆς ἐνηδρεύοντο, ἦσαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν Ῥωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ [*](Cap. 21. Iosephi Belli Iudaici 5, 11 — 13.)
Ἤδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ’ ἔνδοθεν Ἰουδαῖοι τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὐποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. εἶτα ὕλης τὸ ὄρυγμα πλήσαντες, πῦρ τῇ ὕλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς Ῥωμαίοις ἔκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ Ῥωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως [*](D) λῶς ὁρμήσαντες πῦρ κατ’ αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αὖθις ἕτερα ἐγείρειν ἐκέλεουν, οἶ δὲ χωμάτων ἄνευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς , καὶ οὕτως ἔλεγον λιμῷ τὴν πόλιν ἔσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους · μηδὲ γὰρ οἴσειν Ἰουδαίους τὴν ἔφοδον. τῷ γε μὴν Τίτῳ τούτων ὐδὲν ἤρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ἵν οὕτω πάσαν ἐμφράξῃ τοῖς ἔνδον διέξοδον. καὶ τὸ
Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ᾿ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς εἴδωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον [*](P) ὅπῃ ἴκαστος ἀτονήσας ἔτυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ἔτι ζῶντες οὐκ ἴσχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, εἶτ᾿ ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ᾿ ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ εἴη τὸ ἔργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ἥπτετο [*](C) χωμάτων, χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα.
Πολλοὶ δ᾿ ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προιόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ῾Ρωμαίους κατέφευγον. καὶ οὕτω δ᾿ οἶ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο-
περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν Ῥωμαίων, ὡς ἄνω μοι εἴρηται , οὐδὲ ποηλογεῖν οἶόν τε ἦν· ὅθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν.
Ῥωμαίοις δὲ ἤδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς Ἀντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες , μοχλοῖς χλοῖς τοὺς θεμελίους ὑπώρυττον , καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τούς πολέμους [*](Cap. 22, Iosephi Belli Iudaici 5, 13, §. 7—6, 4, §. 1.)
Ἰουδαῖοι μὲν οὖν τοὺς Ῥωμαίους ὠσάμενοι κατακλείουσιν κλείουσίν εἰς τὴν Ἀντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ Ἰωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι’ ἑαυτοῦ, ὡς ἀμειλίκτους ἐώρα, πάλιν ἐχώρει καὶ ἄκων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ὥραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους εὗρον τοὺς φύλαπρὸς ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο , καὶ πρὸς τὴν βοὴν καὶ οἶ ἄλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ὥρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου [*](P) συνισταμένου ἀγχώμαλος ἦν ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ οὕτω τότε διελύθησαν οἶ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν Ῥωμαάων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς Ἀντωνίας θεμελiους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν ἄνοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦ τὰ μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· Ἰουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν
Γυνή τις ὑπὲρ τὸν Ἰορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ ἄσημος εἰς τὰ Ἰεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. [*](D) ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα , θυμῷ τε καὶ λιμῷ στρατηγουμένη , ὃ ἦν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ἔφαγε, τὸ δὲ λοι- πὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ἔφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί.
Ἤδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί · ἤνυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα.
ἕτεροι δὲ τοὺς θεμελίους ὑπώρυττον καὶ οὐδ' οὕτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες οὖν τῶν ἄλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, τοῖς δ’ ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ἦν οὐκ ὀλίγος αὐτῶν φόνος.
Ὁ δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῶ̣ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ’ αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ ἄργυρος ᾧ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάωετο τῶν στοῶν. τοῖς δ’ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν οὑν τὴν ἡμέραν καὶ τὴν ἐπτοῦσαν [*](B) νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς · τῇ δ ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον, αὐτὸς ἒξ τοὺς Κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν οὖν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ Ἰουδαῖοι, καταφλέγειν , φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι ἔφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν [*](C) τὴν ἄμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ἔργον· Ῥωμαίοις γὰρ ἔσεσθαι πρὸς βλάβην φθαρέν, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας , εἰ σώζοιτο. Τῷ μὲν οὖν Τίτῳ σκοπὸς ἦν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν , τοῦ δὲ ἄρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἶ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ἔξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν [*](Cap. 23. Iosephi Belli Iudaici 6, 4.)
Ὁ μὲν οὖν ναὸς οὕτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον ἢ τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ’ ἄν τις ὅτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ [*](C) τοῦ ναοῦ , καθ’ ἣν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς ἣν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως , ἣ γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ἔτη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα · ἀπὸ δὲ τῆς ὕστερον, ἥτις ἔτει δευτέρῳ τῆς Κύρου βασιλείας ἤρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ἴτη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα.
Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἢν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ[*](D) δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἶ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ἔθεον. τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ἔξω στοὰν κατέφυγε. τῶν δ’ ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, ὄντα τὸ εὖρος ὀκτάπηχυν, ἔμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ συγκατεφλέγησαν τῷ ναῷ. Ῥωμαῖοι δὲ ματαίαν τὴν [*](Cap. 24. Iosephi Belli Iudaici 6, 5, §. 1 — §. 3.)
Ἄπειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οἷς αἴτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, [*](P) ἵν᾿ ἧττον αὐτομολοῖεν· δι᾿ ὧν ὁ δείλαιος ὄχλος πάρα βουκόλου μένος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. ἔστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν ἄστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ᾿ ἐνιαυτόν καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν εἶναί λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ὥραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ἔτεκεν ἄρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ οὖσα καὶ στιβαρά. ὡς μόλις ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ κατάπηγας ἔχουσα βαθυτάτους, ὤφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου [*](C) δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν εἴσοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον ἄλλοτε ὤφθη πρὸ ἡλίου δυσμῶν, ἄρματα κατὰ πάσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ἔνοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ἔνδον ἱερὸν οἱ ἱερεῖς παρ-
Ῥωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν , καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν [*](B) μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. οὕτω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ὥστε κατὰ τὴν Συρίαν πρὸς W I [*](Cap. 25. Iosephi Belli Iudaici 6, 6, §. 1–8, §. 2.)
Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς εἴρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν ἔφησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς ἄνδρας ἐκέλευσεν.
Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες [*](C) προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ὃς ἧκε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τήν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ᾿ αὐτοῦ λαβεῖν ἔφησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, ἔξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῶ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ἔτι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζεῖν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν [*](D) τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς ἣν δι᾿ ὀχυρότητα πολλοὶλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε ῾Ρωμαίους ἀπ᾿ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ᾿ ἐξῆς ῾Ρωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαἱλαροῖς τοῖς προσώποις εὔθυμοι τὴν τελευτὴν προσδέ-
Κατὰ ταύτας οὖν τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιὰν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἱδουμαίων μαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν , τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ’ ἡγεμόνας συλλαβὼν εἵργνυσιν · Ἰδουμαίους δὲ οὐκ ἀφυλάκτους εἶχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους ἦσαν οἶ διαφεύγοντες. ἐδέχοντο δἑ [*](C) οἱ Ῥωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γάρ δημοτικοὺς ἐῶντες μόνους τοὺς ἄλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι- [*](Cap. 26. Iosephi Belli Iudaici 6, 8, §. 2 — 7, 2, §. 5.)
Συντετελεσμένων δὲ ἤδη τῶν χωμάτων προσῆγον οἱ Ῥωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ἄκραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις , πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους , δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ἦσαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ εἶχον, ἐσκεδά- σθησαν γάρ , οἶ δὲ πολέμιοι πλησίον εἶναι ἠγγέλ- λοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κὰκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ’ ὧν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, εἶτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἐσπέραν. τῇ δ’ ἐπιούσῃ παρελθὼν ὁ Τίτος εἴσω , τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἣν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών. τὴν ἄλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς
Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, οἳ δι’ ὅλου [*](P) τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας δᾴς καὶ ἑπτάκις χιλίους συνήχθη , τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ’ οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπένης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο.
Ἐπεὶ δὲ τῶν φανερῶν οὖς μὲν ἀνεῖλον, οὓς δ ᾐχμαλώτισαν Ῥωμαῖοι , τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ ἔδαφος, ὅσοις ἐνετύγχανον, χάνον, ἔκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων [*](C) ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. ἄλλοι δ’ ὑπὸ πλεονεξίας εἰσεδύοντο , σωρείαις ἐμπα- τοῦντες νεκρῶν · εὕρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο.
Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν Ἰωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ Ῥωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη , τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ Ἱεροσολύμων ἐπὶ τῆς ἄνω πόλεως ὤν, τῶν Ῥωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους [*](D) παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους τόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εἴς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ὄρυγμα διελθὼν τὴν
Τοῦτο μὲν οὖν γέγονε τέλος τῷ τοὐ Γιώρα Σίμωνι· Ἰωάννης δέ, ἡ λοιπὴ τῶν Ἰουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων [*](P) πλῆθος τὸ μὲν εἰς τὰ κατ’ Αἴγυπτον ἔργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο ἢ θηριομαχίαις ἐκδιδόμενον ἢ ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια.
Οὐ μόνον δὲ τοῖς ἐν Ἱεροσολύμοις Ἰουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς ἄλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύς ἔργον · τὰ δ’ ἐπ’ Ἀντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν Ἰουδαίοις συμβεβηκότα [*](Cap. 27. Iosephi Belli Iudaici 7, §. 3–5, §. 2.)
Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν Ἀντιοχείᾳ συμβέβηκεν Ἰουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ’ εἰρημένος Ἀντίοχος τοῖς Ἰουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς Ἀντιοχεῖς ὑπόπτους ἔχοντας ἤδη [*](C) αὐτοὺς ἠρέθισε κατ’ αὐτῶν· καὶ ὥσπερ ἐμμανείς πρὸς τοὺς διαβεβλημένους ἄπαντες ὥρμηντο. μόλις δ’ αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιουμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν εὗρον τὸ μὲν τῶν Ἰουδαίων γένος ἀν’ αἴτιον , πονηροὺς δ’ ἀν- θρώπους τὸ ἔργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ἕξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως.
Ἐν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς Ἀντιόχειαν. καὶ ὁ τῶν Ἀντιοχέων δῆμος προυπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ’ εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς Ἰουδαίους τῆς πόλεως. ὁ δὲ [*](D) τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, ὕστερον δ' αὖθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν Ἀντιοχέων ἐξελαθῆναι τοὺς Ἰουδαίους τῆς πόλεως, “ἀλλ' ἥ γε πατρὶς αὐτῶν’’ ἔφη, “εἰς ἣν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ’ ἄν αὐτοὺς οὐδεὶς ἔτι τόπος. ἀποτυχόντες οὖν τῆς αἰτήσεως ταύτης, ἐπὶ
Τίτος δ’ ἐπ’ Αἴγυπτον πορευθεὶς καὶ καταντήσας εἰς Ἀλεξάνδρειαν , κἀκεῖθεν πλεῖν ἐπὶ τὴν Ἰταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας Ἰωάννην καὶ Σίμωνα, καὶ ἄλλους ἄνδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα ἐκέλευσεν ἄγεσθαι , ἔν ἐν τῷ [*](P) θριάμβῳ πληρώσωσι τὴν πομπήν.
Μετὰ δὲ τὴν εἰς Ῥώμην τοῦ Τίτου ἄφιξιν πεμφθεὶς στρατηγὸς εἰς Ἰουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ Ἡρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· εἶτα πᾶν ὅσον ἦν ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ἦν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ὢν ὄχθος τετειχισμένος· οὕτω δ’ ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς εἶναι · φάραγξι γὰρ πάντοθεν τόθεν βαθείαις ἐτετάφρευτο. οὕτω δ’ ὀχυρότητος [*](Cap. 28. Iosephi Belli Iudaici 7, 5, §. 3 — 6, §. 6.)
Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεἀπὸ πειρᾶτο. οἱ δ’ ἐναπειλημμένοι τῶν Ἰουδαίων ἔνδον τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν
Ἐκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις ἦν ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος Ἐλεάζαρ καλούμενος , ὃς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς [*](B) μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς Ῥωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ἔξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχnυς ὡμίλει. Ῥοῦφος δέ τις τοῦ Ῥωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ὅπλοις αὐτοῖς τὸν Ἐλεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ Ῥωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως , ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι , ὡς αὐτίκα κρεμάσων τὸν Ἐλεάζαρον. οἱ δ’ ἀπὸ τοῦ φρουρίου [*](C) ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ Ἐλεάζαρ ἱκέτευε σφὰς μήτ’ αὐτὸν περιιδεῖν οὕτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, εἴξασι τῇ Ῥωμαίων ἰσχύι· καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἢν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οἴκτου ἐνέδωκαν καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο , ἔνα ἀδεεῖς ἀπαλλάττωνται, τὸν Ἐλεάζαρ λαβόντες.
Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι [*](D) σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκε μήνυσις. οἱ μὲν οὖν τῶν ἐξιόντων ἐρρωμενέστατοι ἔφθασαν διεκπεσεῖν , τῶν δ’ ἔνδον καταληφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν Ἐλεάζαρ ἀπέδωκε.
Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμε- νον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ἦσαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν οὖν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν ἅπαντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν ὕλην ἐκέλευσεν. οἶ δ' ἐκεῖ προσπεφευγότες Ἰουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντον, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ὅμοιον τοῖς ἐναντίος ἀπέβη μέρεσι. Ρωμαίων μὲν γὰρ ἔπεσον δώδεκα, ὀλίγοι δ’ ἐτρώθησαν, τῶν δὲ Ἰουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν , ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ἥττους πάντες ἀπέθανον.
Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ὅς ἦν ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων [*](P) παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν , ὃ καλεῖται μὲν Ἀμαοῦς, ἀπέχει δὲ τῶν Ἰεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς
Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ὃς ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε , μόνον ἔτι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ὧν προειστήκει δυνατὸς ἀνὴρ Ἐλεάζαρ, ἀπόγονος Ἰούδα τοῦ πείσαντος πολλοὺς Ἰουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς [*](C) ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ἔξοδον τοῖς ἔνδον ἀποφραγνύς. εἶτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ἔνθα δυνατὸν ἦν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις ἄπειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ὤφθη δ’ ἕτερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οἷον μηδὲ ταῖς ἐμβολαῖς εἴξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γάρ ἦν δύο στίχους παραλλήλους ἐχόντων, ὧν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον [*](D) οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν οὖν πρῶτον πνέων βορρᾶς ἄνωθεν εἰς τοὺς Ῥωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τόν μηχανημάτων ἥψατο ἄν · ἔπειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει [*](Ca[. 29. Iosephi Belli Iudaici 7, 8 — 11, de Iudaeis sub Hadriano deveictis Dio 69, 12. Extremo capite repetiture pars praefationis ρ. 10, ν. 5 seq.)
Οἱ δὲ Ῥωμαῖοι προσβολὴν ἕωθεν ἐποιοῦντο· [*](C) βλέποντες δ’ οὐδένα τῶν πολεμίων, πολλὴν δ' ἔνδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν , εἴ τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αἴσθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς Ῥωμαίοις ἐμήνυον· οἱ δ’ ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ἔνδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν.
Τοιαύτη μὲν οὖν ἡ τῆς Μασάδας ἐγένετο ἅλωσις · καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρειαν πολλοὺς ἀποθανεῖν Ἰουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τόν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. [*](D) εἷσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἔκτεινον, τοὺς δ’ ἄλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἀθροίσαντες ἤλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ὄλεθρο, παραδοῦναι δὲ Ῥωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις , καὶ πρὸς τοὺς σικαρίους ᾄξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους , ὅσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, ὅπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν , ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ’ ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν · οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ξονομάσαι. Ἥψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρiων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνάθης πονηρότατος ἄνθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ , καὶ προήγαγεν εἰς τὴν ἔρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης Ἰουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε [*](P) τοὺς μετὰ Ἰωνάθου. αὐτὸς δὲ ὁ Ἰωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθείς ἥλω, καὶ ἀναχθεὶς
Ἐνταῦθα μὲν οὖν τότε τὰ τόν Ἰουδαίων ἐτελεύτησε [*](C) πάθη, ὑπὸ Ῥωμαίων τῆς Ἰερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης ἅλωσιν. καὶ αὖθις δὲ Αἰλίου τῶν Ῥωμαίων κρατοῦντος Ἀδριανοῦ ἐστασίασαν Ἱουδαῖοι καὶ κατὰ Ῥωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς , περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται.
Ῥωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι ἢ ἀναμνῆσαι τοὺς τοὺς ἐντευφομένους [*](D) νοῦς τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ Ῥωμαῖοι καὶ ὅθεν τὸ τούτων ἔθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ἔσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οἵαις τύχαις ἐνέκυρσε, καὶ ὅπως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς τῆς οἰκουμέυης ἀπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι , καὶ ὅπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ἤτοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αὖθις μετήνεκτο, εἶτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοίἱστορηθήσεται] [*](17 ἱστοργθήσεται] lib. 11, c. 23, p. 589.)