Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς Αβορίγινας , οἷ πρῴην τὴν χώραν ᾤκουν καθ’ ἣν ἡ Ρώμη πεπόλισται , Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν ἔχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ἔνθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας ἄρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· εἶτα δι’ ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται · καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ἔνθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· ἥ τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἶ ἄνθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. Ῥουτοῦλοι δὲ ὁμοροῦντες· τῇ χώρᾳ ἐκ πόλεως [*](P) Ἀρδέας ὁρμώμενοι , καὶ πρόσθεν δυσμενῶς ἔχοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον ἤραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ὃς δι’ ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον · ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης οὖν γενομένης πίπτουσιν ὅ τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ [*](Cap. 1. Dionis Historiae Romanae libri perditi: fragmcntum 4, 1 b, ex Tzetzae schol. in Lycophronis Alexandrae ν. 1232 Plutarchi Romulus c. 3 — 6.)

86
τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ Ρουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, οὔτε γὰρ ζῶν ὤφθη ἔτι οὔτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις [*](C) τετίμητο. ἐντεῦθεν καὶ τοῖς ῾Ρωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱός Ἀσκάνιος διεδέξατο, ὃς οἴκοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, ἔγκυον δ᾿ αὐτὴν καταλέλοιπε. τὸν δὲ Ἀσκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ᾿ οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ἔλυσαν καὶ τὸν πόλεμον.

Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπᾶσιν, ἑτέραν δ᾿ ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, ἣν Ἄλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους λόγγαν ἐπωνόμασαν· εἴποιεν ἂν Ἕλληνες λευκὴν [*](D) καὶ μακράν. Ἀσκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ Ἀσκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ᾿ ἄρξας μετέπειτα ἐν 25 ποταμῷ καλουμένῳ Ἀλβούλῳ πεσὼν διεφθάρη· ὃς δὴ ποταμὸς Τίβερις ἐς ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς ῾Ρώμης καὶ ὢν τῇ πόλει πολυαρκέστατος καὶ ῾Ρωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ἔκγονος δὲ τοῦ Τιβερίνου Ἀμούλιος, ὃς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα-

87
παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ’ ᾗ τὰ αὐτοῦ βασίλεια ἵδρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. Ἀουεντῖνος δὲ ὁ υἷός αὐτοῦ ἐν πολέμῳ ἀπέθανε.

Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ Ἀλβανῶν · τὰ δὲ τῶν Ῥωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν Ἀμούλιον, οἵ Ἀουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ' Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Ἄλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς , νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ Ἀμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν , καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ὃ πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι , τὴν βασιλείαν [*](P) εἵλετο ὁ Νομίτωρ, ἄτε καὶ πρεσβύτερος ἀδελφός· φός· λαβὼν δὲ τὰ χρήματα ὁ Ἀμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι οὔσης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς Ἑστίας ἐκείνην ἀπέδειξεν , ἄγαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν ἔσεσθαι ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Ἄρεος, ὡς μυθεύεται, ὑπ’ ἀνθρώπων δὲ πάντως τινός. εἵρχθη οὖν διὰ τοῦτο, ἔνα μὴ λάθῃ τεκοῦσα. καὶ ἔτεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον οὑν φοβηθεὶς ὁ Ἀμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ [*](C) ῥεῦμα εἴς τινα χῶρον κατήνεγκε μαλθακόν· ἔνθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦτῆς [*](9 τῆς γοῦν — p. 88, 12 παρέσχετο Plutarchi Romulus.)

88
’σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ὄρνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις Ἀμουλίου συοφοφρβὸς Φαυστοῦλος καλούμενος · καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός , ᾗ ὄνομα Λαρεντία· καὶ ὁ μὲν Ῥωμύλος, ὁ δ’ ἕτερος Ῥῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν εἶναι τὴν τῶν παίδων φασὶ τροφόν, ὃ καὶ πιθανώτερον ἢ ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον οὕτω λαβεῖν. λούπας καλοῦσι Ῥωμαῖοι [*](D) τάς τε λυκαίνας καὶ τὰς ἑταίρας · πορνευομένη δ’ ἡ Λαρεντία, ἣ τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο.

Αὐξανόμενοι δὲ θυμοειδεῖς ἦσαν καὶ ἀνδρώδεις ἀμφότεροι · ὁ δὲ Ῥωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν ἢ πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ Ἀμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ Ῥώμῳ σὺν ὀλίγοις ἄλλοις βαδίζοντι οἶ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ὃς πρὸς Ἀμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ὤν καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν Ῥῶμον ὡς βούλοιτο χρήσασθαι. ὅς οἴκοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν ὅστις εἴη καὶ ὅθεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ἔλεγεν ὡς ‘‘δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο- [*](Cap. 2. Plutarchi Romulus c. 6 — 8.)

89
φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων , ἣ ἔτι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων.’’

[*](P)

Ὁ μὲν οὖν Νομίτωρ τοῖς τε λόγοις τοῦ Ῥώμου καὶ τῇ ὄψει πρὸς ἔννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ Ρώμου μαθὼν σύλληψιν τὸν μὲν Ῥωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ὥστ’ αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ Ἀμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις , οὐκ ἔλαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον [*](C) τὴν σκάφην προήγαγον. ἔτυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ὃς τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ Ἀμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Ἄλβης νέμοντας εἶναι· τὴν δὲ σκάφην πρὸς τὴν Ἰλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις Ἀμούλιος ἄνδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος εἴ τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. ἦν δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν οὖν καὶ ἐν περιπλοκαῖς τοῦ [*](D) Ῥώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτός δὲ συνέπραττεν. πράττεν. ἄρτι δὲ καὶ ὁ Ρωμύλος ἐγγὺς ἦν, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ Ἀμουλίου.

90
ὃς οὕτω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν οὔτε πράξας οὔτε βουλεύσας σωτήριον ἀνῃρέθη.

Ῥωμύλος μέντοι καὶ Ῥῶμος τὴν τῆς Ἄλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ’ ἑαυτοὺς εἶναι ἔκριναν· οὔτε γὰρ ἠνείχοντο ἄρχεσθαι καὶ πόλιν ἀναστῆσαι ἔνθα προετράφησαν ἤθελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ᾗ ὁ Ῥῶμος ἀπέθανεν. ἕτερος δὲ λόγος ἔχει ὡς τοῦ Ῥωμύλου τάφρον ἤδη ὀρύττοντος, ἣ τῆς πόλεως ἔμελλεν εἶναι προτείχισμα, πῄ μὲν ἀπεῖργε τὸ ἔργον ὁ Ῥῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν Ῥωμύλου πατάξαντος, οἱ δ’ ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. ὅθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατουσθαι.

Ὁ δὲ Ῥωμύλος θάψας τὸν ἀδελφὸν ᾤκιζε τὴν [*](P) πόλιν καὶ βοῦν ἄρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ ὕννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αὔλακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ’ ἑπόμενοι τὰς βώλους, ἃς ἀνίστη τὸ ἄροτρον, εἴσω πάσας τῆς αὔλακος περιέστρεφον. καὶ ὅπου μὲν ἔμελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς εἴρηται, ἡ αὖλαξ ἐτέτμητο, ἔνθα δὲ πύλας στήσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αὔλακος, τὸ ἄροτρον ἀνέχοντες ὕπερθεν. πᾶν μὲν γὰρ τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας εἴπερ ἥγηντο [*](Cap. 3. Plutarchi Romulus c. 9 — 17, nonnullis ex Dione potissimum additis: fragmentum 4b ex Tzetzae schol. in Lycophronis Alexandrae v. 1232.)

91
ἱεράς, οὐκ ἦν τὰ μὲν δι’ αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν.

Ἡ δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ἕνδεκα καλανδῶν Μαΐων, ἣ ἂν εἴη μᾶλλον εἰκοστὴ Ἀπριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι Ῥωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ’ εἶναι Ῥωμύλος ἐνιαυτῶν ἀναγέγραπται [*](C) ὅτε τὴν Ῥώμην συνῴκισεν. ἔκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οἴκησιν· ὠνόμαστο δ’ ὁ χῶρος Παλάτιον.

Κτισθείσης μέντοι τῆς πόλεως, ὅσον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, ἕκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ἦν καὶ τριακοσίων ἰππέων, ἐκλήθη δὲ λεγεών, ὅτι λογάδες ἦσαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ’ ἄλλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· ὅθεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι [*](D) περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ὅ ἐστι γερουσία. πατρίκιοι μέντοι οἶ βουλευταὶ ἐπεκλήθησαν ἢ ὅτι παίδων ἦσαν γνησίων πατέρες, ἢ μᾶλλον ὅτι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο ἕκαστος ἐκ γένους ὄντες γνωρίμου, ἢ ἀπὸ τῆς πατρωνίας· οὕτω δ’ ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ’ ἄν τις καταστοχζάσαιτο τῆς τοὐ Ῥωμύλου διανοίας, εἰ οἴοιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους [*](7 ὀκτωκαίδεκα — 10 Παλάτιον Dionis fragmentum 4, 1b.)

92
καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, ἄμα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ μὴ ἄχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλ’ εὐνοϊκῶς διακεῖσθαι, νομίζοντας πατέρας αὐτοὺς καὶ προσαγορεύοντας.

Πολλῶν δὲ τῇ πόλει ἐνοικισθέντων, ὧν ὀλίγοι γυναιξὶ συνεζεύγνυντο, φροντὶς τῷ Ῥωμύλῳ ἐγένετο ἔνα κἀκεῖνοι γυναῖκας ἑαυτοῖς συνοικίσωσι. σύγκλυδες γὰρ καὶ ἐξ ἀπόρων ὄντες καὶ ἀφανῶν, ὑπερωρῶντο πρός κῆδος παρὰ τῶν γειτνιώντων ἐθνῶν. βουλεύεται τοίνυν ἐξ ἁρπαγῆς λαβεῖν γυναῖκας τοὺς πολίτας αὐτοῦ, καὶ κηρύσσει θυσίαν καὶ ἀγῶνα καὶ θέαν μέλλειν τελεῖν πανηγυρικήν, ὡς βωμοῦ εὑρημένου [*](B) θεοῦ καινοῦ. καὶ πολλοὶ συνῆλθον. αὐτὸς δὲ προυκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος· δέδωκε δὲ τῷ δήμῳ τῆς ἐπιχειρήσεως σύμβο- λον τὴν τῆς ἁλουργίδος διάπτυξιν καὶ αὖθις ταύτης περιβολήν. οὗ γενομένου σπασάμενοι τὰ ξίφη μετὰ βοῆς ὥρμησαν καὶ ἥρπαζον τὰς θυγατέρας τῶν Σαβίνων παρθένους, οὐ μέντοι γυναῖκάς τινων.

Τολμηθείσης δὲ τῆς ἁρπαγῆς οἱ Σαβῖνοι, πολλοὶ καὶ πολεμικοὶ ὄντες καὶ κώμας ἀτειχίστους οἰκοῦντες διὰ τὸ μέγα φρονεῖν ὡς Λακεδαιμονίων ἄποικοι, πρεσβείαν πρὸς τὸν Ῥωμύλον πεποίηνται, λῦσαι τὸ τῆς βίας ἔργον ζητοῦντες, πειθοῖ δὲ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥωμύλου [*](C) τὰς μὲν κόρας μὴ προιεμένου, ἀξιοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβένους, οἱ μὲν ἄλλοι βουλευόμενοι διέτριβον, Ἄκρων δὲ ὁ βασιλεὺς τῶν Καινηνιτῶν, θυμοειδὴς ἀνὴρ καὶ πολεμικώτατος, προεξανέστη καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπὶ

93
τὸν Ῥωμύλον. ὁμοῦ δὲ γεγονότες ἀλλήλους προυκαλοῦντο μάχεσθαι, ἀτρεμούντων τῶν στρατευμάτων. τῆς γοῦν μονομαχίας ἀμφοῖν γενομένης καταβάλλει μὲν ὁ Ῥωμύλος τὸν Ἄκρωνα, τρέπεται δὲ καὶ τὸ ἐκείνου στράτευμα μάχης συγκροτηθείσης· καὶ τὴν πόλιν αἴρει, οὐ μέντοι τοὺς ἐν αὐτῇ κακόν τι διέθετο, ἀλλ’ ἢ μόνον ἐκέλευσε τὰς οἰκίας καθελόντας ἀκολουθεῖν εἰς ῥώμην αὐτῷ, ὡς πολίτας ἐσομένους καὶ [*](D) τῶν ἴσων ἀξιωθησομένους.

Εἰτα καὶ ἄλλοι τῶν Σαβίνων τοῖς Ῥωμαίοις ἐμαχέσαντο καὶ ἡττήθησαν. ἐπὶ τούτοις οἶ λοιποὶ τῶν Σαβίνων στρατηγὸν τὸν Τάτιον ἀποδείξαντες ἐπὶ τὴν Ῥώμην ἐστράτευσαν καὶ τὸ Καπιτώλιον εἷλον προδεδομένον ὑπὸ Ταρπηίας τῆς θυγατρὸς τοῦ φρουράρχου. ἐκείνη γὰρ ἐφ’ ὕδωρ κατελθοῦσα συνελήφθη καὶ ἤχθη πρὸς Τάτιον, καὶ ἀνεπείσθη προδοῦναι τὸ ἔρυμα, τῶν χρυσῶν βραχιονιστήρων ἐρασθεῖσα, οὓς ἐν ταῖς ἀριστεραῖς ἐφόρουν χερσὶν οἱ Σαβῖνοι, καὶ μισθὸν ὑπὲρ τῆς προδοσίας λαβεῖν αὐτοὺς ἀπαιτήσασα. συνθεμένου δὲ τοῦ Τατίου νύκτωρ μίαν πύλην ἀνοίξασα τοὺς Σαβίνους ἐδέξατο. εἰσελθὼν δὲ ὁ Τάτιος ἐκέλευσε τοὺς ὑπ’ αὐτὸν ὅσα ἐν ταῖς ἀριστεραῖς χερσὶν ἔφερον διδόναι αὐτῇ, καὶ πρῶτος αὐτὸς τὸν βραχιονιστῆρα τῇ Ταρπηέᾳ ἐπέρριψε καὶ τόν θυρεόν. πάντων δὲ ὁμοίως ποιούντων βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν.

Ἔργῳ οὖν οὗτος ἐποίησεν ὃ λόγοις ὕστερον εἶπον ὁ Καῖσαρ καὶ ὁ Ἀντίγονος· ὁ μὲν γὰρ προδοσίαν ἔφη φιλεῖν, προδότην δὲ μισεῖν· ὁ δὲ Ἀντίγονος προδιδόντας μὲν ἀσπασίως εἶπε προσίεσθαι, προδεδωκόσι δὲ ἀπεχθάνεσθαι.

94

Ληφθείσης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, μάχη καρτερὰ συνερράγη μέσον αὐτῶν καὶ ῾Ρωμαίων, [*](P) ἐν ᾗ πολλοὶ μὲν ἔπεσον, ὁ δὲ ῾Ρωμύλος ἐπλήγη λίθῳ τὴν κεφαλήν. ἔτι δὲ μάχεσθαι παρασκευαζομένους τοὺς Σαβίνους ἐπέσχον αἱ ἡρπασμέναι θυγατέρες αὐτῶν, ἄλλοθεν ἄλλαι μετὰ βοῆς καὶ ὀλολυγμοῦ ὀφθεῖσαι αὐτοῖς, αἱ μὲν νήπια πρὸς ταῖς ἀγκάλαις κομίζουσαι, αἱ δὲ τὴν κόμην προισχόμεναι λελυμέμην, πάσαι δὲ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς ῾Ρωμαίους. ἐπεκλάσθησαν οὖν οἱ ἐναντίοι καὶ διέστησαν αὐταῖς ἐν μέσῳ στῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς ἅμα διὰ πάντων ἐχώρει. διαλεχθέντων δὲ τῶν γυναίων συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες καὶ συνέθεντο τῶν μὲν γυναικῶν αἳ βούλονται τοῖς ἔχουσι συνοικεῖν, [*](C) παντὸς ἔργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ τὴν πόλιν ῾Ρωμαίους καὶ Σαβίνους κοινῇ, καὶ καλεῖσθαι αὐτὴν ῾Ρώμην ἐπὶ ῾Ρωμύλῳ, Κυρίτας δὲ ῾Ρωμαίους ἐπὶ τῇ Τατίου πατρίδι Κυρίτα, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὁ δὲ τόπος ἐν ᾧ τὰς συνθήκας ἔθεντο καλεῖται Κομίτιον, τόπος δηλαδὴ συνελεύσεως· κόμιρε γάρ ῾Ρωμαίοις τὸ συνελθεῖν λέγεται. προσκατελέχθησαν δὲ τοῖς πατρικίοις ἐκ τῶν Σαβίνων ἕτεροι ἑκατόν. ἐβουλεύοντο δὲ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετ᾿ ἀλλήλων, ἀλλ᾿ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν· εἶτα εἰς τὸ αὐτὸ πάντες συνήγοντό.

[*](D)

Ἔτει δὲ πέμπτῳ τοῦ Τατίου ῾Ρωμύλῳ συμβασι- [*](Cap. 4. Plutarchi Romulus c. 18—29 22 κομίτιον] haec similiter Dio fragmento 5, 7, sed suppletus ex Plutarcho.)

95
λεύοντος συγγενεῖς αὐτοῦ πρέσβεσι καθ᾿ ὁδὸν ἐντυχόντες εἰς ῾Ρόμην ἀπὸ Λαυρέντου βαδέζουσιν ἐπεχείρουν ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματα ἃ ἐπήγοντο, καὶ μὴ προϊεμένους, ἀλλ᾿ ἀμυνομένους ἀνεῖλον. ὁ μὲν οὖν ῾Ρωμύλος κολάζεσθαι τοὺς ἀδικήσαντας ἐψηφίζετο, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε· καὶ τοῦτο μόνον ὑπῆρξεν αἴτιον σφίσι διαφορᾶς ἐμφανοῦς. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι μὴ τυγχάνοντες δίκης, ἐν Ἀλβανῷ θύοντα μετὰ ῾Ρωμύλου τὸν Τάτιον προσπεσόντες κτιννύουσι· τὸν δὲ ῾Ρωμύλον ὡς δίκαιον ἄνδρα σὺν εὐφημίαις προέπεμψαν. οὐ μὴν ἐτάραξε τοὺς Σαβίνους ὁ φόνος τοῦ σφῶν ἄρχοντος, ἀλλ᾿ μὲν εὐνοίᾳ τῇ πρὸς ῾Ρωμύλον, οἱ δὲ φόβῳ τῆς δυνάμεως εἴκοντες διετέλουν. εἶτα λοιμὸς ἐμπίπτει τῇ πόλει θανάτους αἰφνιδίους ἀνθρώποις ἐπιφέρων νόσων χωρίς, καὶ ἀφορία καρπῶν καὶ θρεμμάτων ἀγονία· ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις. ὅμοια δὲ καὶ τοῖς Λαυρεντίοις συνέβαινεν. ἐδόκει τοίνυν διὰ τὸν Τατίου φόνον καὶ τούς παρὰ τῶν Σαβίνων ἀνῃρημένους πρέσβεις ποινηλατεῖν τὰς πόλεις δαιμόνιον μήνιμα. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων ἐλώφησαν τὰ δεινά.

῾Ρωννυμένων δὲ τῶν πραγμάτων ῾Ρωμαίοις οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπέκυπτον, οἱ δυνατοὶ δὲ οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλὰ κολούειν [*](P) τὴν αὔξησιν. πρῶτοι δὲ Τυρρηνῶν Οὐήιοι ἀρχήν ἐποιήσαντο πολέμου. συμβαλόντες οὗν καὶ πολλοὺς ἀποβαλόντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν ἐπὶ ἐνιαυτοὺς ἑκατόν, καὶ τόν παρ᾿ αὐτοῖς ἀρίστων παρἔσχον εἰς ὁμηρείαν πεντήκοντα.

Ἐθριάμβευσεν οὖν τούτους νικήσας ῾Ρωμύλος. εἶτα ἐπαρθεὶς ταῖς παραλόγοις εὐτυχίαις καὶ βαρυ-

96
τέρῳ φρονήματι χρώμενος ἐξίστατο τοῦ δημοτικοῦ καὶ παρήλλαττε καὶ εἰς ἐπαχθῆ μοναρχίαν καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος ἑαυτὸν ἐσχημάτιζεν. ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἠμπίσχετο περιπόρφυρον καὶ πεδίλοις ἐκέχρητο ἐρυθροῖς καὶ [*](C) ἐν θρόνῳ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν· ἤσαν δὲ περὶ αὖ τὸν ἀεὶ καὶ τῶν νέων συχνοί, οὓς Κέλερας προσηγόρευεν, ὃ κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον δηλοῖ τοὺς ταχεῖς, καὶ πρόσθεν ἐβάδιζον ἕτεροι βα- κτηρίαις τὸν ὄχλον ἀνείργοντες, ὑπεζωσμένοι ἱμάντας, ὥστε συνδεῖν οὓς κελευσθῶσιν.

Ἐπεὶ δὲ Νομίτωρος τοῦ πάππου αὐτοῦ ἐν Ἄλκῃ τελευτήσαντος, Ῥωμύλῳ προσηκούσης τῆς βασιλείας, αὐτὸς εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατ’ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Σαβίνοις, ἠρέθισε τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν [*](D) καὶ αὐτόνομον πολιτείαν. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ’ ὄνομα καὶ σχῆμα ἦν αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον· εἶτα Ῥωμύλου πράττοντος ἠκροῶντο σιγῇ, καὶ τὸ πρὸ τῶν ἄλλων τὸ δεδογμένον ἐκείνῳ μαθεῖν πλέον ἔχοντες τῶν λοιπῶν ἀπηλλάττοντο. ὅθεν ἐδόκει τὴν γερουσίαν προπηλακίζειν· διὸ αὕτη ὕποπτος ἔδοξεν ἀφανοῦς μετ’ ὀλίγον γενομένου Ῥωμύλου. λέγεται γὰρ ἐκκλησίαν ἄγοντος αὐτοῦ περὶ τὸ καλοῦ μένον Αἰγὸς ἕλος τοῦ μὲν ἡλίου τὸ φῶς ἐπιλιπεῖν, νύκτα δὲ κατασχεῖν βροντάς τε δεινὰς συμβῆναι καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνούσας. ἐν δὲ τούτῳ τὸν μὲν ὄχλον φεύγειν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετ’ ἀλλήλων. τῆς δ’ ἐν τῷ ἀέρι ταραχῆς λωφησάσης καὶ αὖθις πολλῶν ὁμοῦ γενομένων ζητεῖσθαι τὸν βασιλέα· τοὺς δὲ δυνατοὺς

97
οὐκ Γᾶν ἐξετάζειν περὶ αὐτοῦ, τιμᾶν δὲ παρακελεύε- σθαι πάσι καὶ σέβεσθαι Ῥωμύλον ὡς ἀνηρπασμένον εἰς θεούς, καὶ θεὸν ἐσόμενον σφίσιν ἀντὶ χρηστοῦ βασιλέως.

Οἱ μὲν οὑν πολλοὶ πεπεισμένοι τοῖς λόγοις ἀπηλλάττοντο ἐλπίσι χρησταῖς αἰωρούμενοι, ἔνιοι δὲ ἐν ὑπονοίαις τοὺς πατρικίους πεποίηντο καὶ ἐτάραττον ὡς τὸν δῆμον ἀβέλτερα πείθοντας, αὐτοὺς τοῦ βασιλέως γεγονότας αὐτόχειρας. καὶ πράγματα ἂν παρέσχον τοῖς δυνατοῖς, εἰ μή τις τῶν ἰππέων Ἰούλιος [*](P) Πρόκλος, γένει τε δοκιμώτατος καὶ ἤθει χρηστὸς καὶ Ῥωμύλῳ πιστός, εἰς ἀγορὰν ἐλθὼν ἐνόρκως εἶπεν ὡς ὀφθείη Ῥωμύλος αὐτῷ καλὸς καὶ μέγας ὡς οὔποτε πρόσθεν καὶ ὅπλοις λαμπροῖς κεκοσμημένος καὶ φλέγουσι, καὶ ὡς αὐτὸς μὲν πύθοιτο “τί δὴ παθών, ὦ βασιλεῦ, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ἐν πένθει προλέλοιπας”; ἐκεῖνος δὲ πρὸς ταῦτα ἀμείψαιτο ‘‘θεοῖς ἔδοξεν, ὦ Πρόκλε, τοσοῦτον ἡμάς μετ’ ἀνθρώπων γενέσθαι χρόνον, αὖθις δ’ οὐρανὸν οἰκεῖν, ἐκεῖθεν ὄντας. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις ὅτι σωφροσύνην καὶ ἀνδρείαν ἀσκοῦντες ἐπὶ πλεῖστον δυνάμεως ἀνθρωπίνης [*](C) ἀφίξονται. ἐγὼ δὲ ὑμῖν εὐμενὴς ἔσομαι Κυρῖνος.” ταῦτα διά τε τὸν ὅρκον τοῦ λέγοντος καὶ τὸν τρόπον πιστὰ Ῥωμαίοις ἐδόκει τοσοῦτον ὡς μή τινα ἀντειπεῖν, πάσης δὲ ἀφεμένους ὑποψίας τε καὶ διαβολῆς εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν. ταύτην δὲ τὴν ἐπωνυμίαν φασὶ τῷ Ῥωμύλῳ γενέσθαι ἣ ὅτι τοὺς πολίτας Κυρίτας ὠνόμαζον ἢ ὅτι τὴν αἰχμὴν ἢ τὸ δόρυ κυρῖνον ἐκάλουν οἶ παλαιοί· ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον ἢ αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον. λέγεται δὲ τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα

98
[*](D) βιῶναι, ὄγδοον δ’ ἐπὶ τριακοστῷ βασιλεύων ἐνιαυτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι.

Τούτων δὲ περὶ τὸν Ῥωμύλον συμβεβηκότων βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἴρις δέ τις καὶ στάσις ἐφύετο τοῖς ἐν Ῥώμῃ οὐχ ὑπὲρ ἀνδρὸς μόνον ἡγεμονεύσοντος, ἀλλὰ καὶ πότερον τῶν γενῶν παρέξει τὸν ἄρξοντα. τοῖς τε γὰρ μετὰ Ῥωμύλου πρώτοις συνοικίσασι τὴν πόλιν οὐκ ἀνεκτὸν ἐδόκει παρ’ αὐτῶν προσληφθέντας τοὺς Σαβίνους εἰς πολιτείαν ἄρχειν τῶν δεξαμένων βιάζεσθαι· οἱ Σαβῖνοι δὲ ἑτέρωθεν, ὅτι τοῦ Τατίου θανόντος μόνον εἴασαν τὸν Ῥωμύλον ἄρχειν, ἐξ ἑαυτῶν ἠξίουν αἱρεθῆναι τὸν ἄρξοντα.

Ἤριζον μὲν οὖν οὕτω τὰ μέρη ἑκάτερα, μετεώρου δ’ ἐπὶ τούτοις ὄντος τοῦ πολιτεύματος οἱ πατρίκιοι πεντήκοντα καὶ ἑκατὸν ὄντες ἔταξαν ἔκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς καὶ χρηματίζειν, ἒξ μὲν τῆς νυκτὸς ὥρας, ἒξ δὲ τῆς ἡμέρας. ἡ γὰρ διανομὴ τῶν καιρῶν κατὰ τὸ ἴσον ἑκάστου καὶ πρὸς τοὺς ἄρχοντας καλῶς ἔχειν ἐδόκει καὶ πρὸς τοὺς ἀρχομένους αὐτούς· ἀφῄρει γὰρ τὸν φθόνον ἡ ταχίστη τῆς ἐξουσίας ἀπόθεσις, ὁρώντων τόν ἀρχομένων τῆς αὐτῆς ἡμέρας τε καὶ [*](P) νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. οἶδα μὲν οὖν καὶ ἕτερά τινα περὶ τῆς τοιαύτης εἰρημένα ἀρχῆς, ἀλλ’ αὐτὸς τῷ πιθανωτέρῳ ἐθέμην. τὸ δὲ σχῆμα τῆς ἀρχῆς τοῦτο μεσοβασιλεία Ῥωμαίοις ὠνόμαστο.

Ἀλλὰ καὶ οὕτως ἐξ ὑπονοίας ἐφύοντο θόρυβοι, ὑποπτευομένων τῶν πατρικίων εἰς ὀλιγαρχίαν τὴν [*](Cap. 5. Plutarchi Numa c. 2 –8 et 14)

99
πολιτείαν περιιστᾶν καὶ μὴ βούλεσθαι βασιλεύεσθαι· ἐκ δὲ τούτου κατεστασίαζον. ὁμονοησάντων δὲ πάντων αἱρεθῆναι τὸν βασιλεύσοντα, οἶ Σαβῖνοι τοῖς Ῥωμαίοις προτέροις τὴν αἵρεσιν ἔδοσαν· οἶ δ’ ἐκ Σαβίνων εἵλοντο Νομὰν Πομπίλιον, ὄντα ἄνδρα γνώριμον πᾶσι δι’ ἀρετήν. στέλλονται γοῦν πρὸς [*](C) ἐκεῖνον ἐκ Ῥώμης πρέσβεις· οὐ γὰρ ἐν τῇ Ῥώμᾐ μετῴκιστο, ἀλλ’ ἐν Σαβίνοις ἦν καὶ πόλιν ᾤκει τὴν Κυριτῶν, πατρὸς ὢν Πομπωνίου ἀνδρὸς εὐδοκίμου, πᾶσαν ἀρετὴν φύσει τε καὶ παιδείᾳ ἐξησκημένος. ὅθεν καὶ ὄνομα μέγα καὶ δόξαν εἶχεν, ὡς καὶ Τάτιον τὸν τῷ Ῥωμύλῳ συμβασιλεύσαντα κηδεστὴν αὐτὸν ἐπὶ Τατίᾳ θέσθαι τῇ θυγατρί, ἣν μίαν ἐκεῖνος ἐγείνατο· ἣ δέκα ἐπὶ τρισὶν ἐνιαυτοὺς τῷ Νομᾷ συνοικήσασα μετήλλαξε τὴν ζωήν. ὁ δὲ Νομὰς ἐκλιπὼν τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ διατρίβειν ἤθελεν ἐν λειμῶσι καὶ ἄλσεσιν.

[*](D)

Ἧκον οὖν ἀπὸ Ῥώμης οἱ πρέσβεις καλοῦντες ἐπὶ τὴν βασιλείαν αὐτὸν ἤ δὴ τεσσαρακοστὸν ἔτος ἀνύοντα· ὁ δὲ ἀπείπατο. οἱ πρέσβεις δ’ ἐνέκειντο, πάντα τρόπον πείσειν αὐτὸν μηχανώμενοι, καὶ δεόμενοι μὴ τὴν πόλιν αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ ἐμφύλιον πόλεμον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἄμφω τὰ μέρη συννεύσουσιν. ἰδίᾳ μέντοι καὶ ὁ πατὴρ παρεκίνει τὸν Νομὰν δέξασθαι τὴν ἀρχὴν ὡς θεῖον δῶρον καὶ ὑπηρεσίαν θεοῦ καὶ πράξεων καλῶν καὶ μεγάλων ἀνδρὶ φρονίμῳ τε καὶ χρηστῷ ἐσομένην αἰτίαν, σύνδεσμόν τε τῇ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει εὐνοίας τε καὶ φιλίας πρὸς πόλιν δυνατὴν καὶ ἀκμάζουσαν.

Τούτοις ἐνδεδωκὼς ὁ Νομὰς θύσας τοῖς θεοῖς προῆγεν εἰς Ῥώμην· ὑπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆ-

100
’μὸς εὐφημοῦντες καὶ χαίροντες. ἐπεὶ δὲ κατέστησαν εἰς τὴν ἀγοράν, προσφερομένων αὐτῷ τῶν βασιλι- κῶν παρασήμων, ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. ἄνεισιν οὑν εἰς τὸ Καπιτώλιον , καὶ θύσας, οὕτω τε τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα, κατέβαινε.

Παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων διέλυσε σύστημα, οὕς περὶ τὸ σῶμα εἶχεν ἀεί· οὐ γὰρ δεῖν ἀπιστεῖν πιστεύουσιν ἔλεγεν, οὐδὲ βασιλεύειν ἀπιστούντων ἠξίον· εἶτα [*](P) τὴν πόλιν ἐκ σκληρᾶς καὶ πολεμικῆς ἐπεχείρει μα- λακωτέραν ποιῆσαι καὶ εἰρηνικωτέραν. ἀνθρωποειδῆ τε καὶ ζωόμορφον εἰκόνα θεοῦ ἀνιστᾶν Ῥωμαίοις ἀπείρηκεν· ὅθεν οὐδ’ ἦν παρ’ αὐτοῖς οὔτε γραπτὸν οὔτε πλαστὸν εἶδος θεοῦ , ἐν ἑκατὸν δὲ πρὸς ἑβδομήκοντα ἔτεσι ναῶν αὐτοῖς ἀνεγειρομένων οὐδὲν ἔμ- μορφον ἐποίουν ἀφίδρυμα, ὡς οὔτε ὅσιον οῦν τοῖς χείροσι τὰ βελτίονα οὔτε ἐφάπτεσθαι ἄλλως θεοῦ δυνατὸν ἢ νοήσει. καὶ τὰς θυσίας δὲ ἀναιμά- κτους ποιεῖσθαι ἐθέσπισε δι’ ἀλφίτων τε καὶ σπονδῆς· δεῖν δεῖν γὰρ τοὺς θεούς, εἰρήνης καὶ δικαιοσύνης φύλακας ὄντας, φόνου καθαροὺς εἶναι· μήτε δὲ [*](C) ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλων καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν. ἐκ δὲ τούτων καὶ ἄλλων πλειόνων, ἅ διὰ τὸ πλῆθος παρήκαμεν, διάθεσιν πρὸς τὸ θεῖον τοῖς τότε ἀνθρώποις ἐξ ἐθισμοῦ ὁ Νομὰς ἐνεποίησεν. αὐτὸν δὲ οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν ὥστε προσαγγελίας αὐτῷ θύοντί ποτε γινομένης μένῃς ὡς ἐπέρχονται πολέμιοι μειδιάσαι καὶ εἰπεῖν ἐγὼ δὲ θύω. καὶ τὴν χώραν δὲ ἣν αἰχμῇ Ῥωμύλος “ ’

101
ἐκτήσατο διένειμεν οὗτος τοῖς ἀπόροις τῶν πολιτῶν, ἀφαιρῶν ἐξ αὐτῶν τὴν ἀπορίαν, ὡς ἀνάγκην τῆς [*](D) ἀδικίας ποιητικήν, καὶ τρέπων εἰς γεωργίαν, ὡς ταύτης ἐξημερούσης τὸν δῆμον καὶ δριμὺν εἰρήνης δυναμένης ἐμποιεῖν ἔρωτα.

Λέγεται δὲ καὶ τὸν Ἰανουάριον καὶ τὸν φεβρουάριον παρ’ αὐτοῦ τοῖς μησὶ προστεθῆναι , δωδεκά- μηνον κατὰ τὸν τῆς σελήνης δρόμον νομοθετήσαντος λογίζεσθαι τὸν ἐνιαυτόν, δεκάμηνον πρόσθεν ὄντα, ὡς ἐνίοις τῶν βαρβάρων τρίμηνον, καὶ τῶν Ἑλλήνων Ἀρκάσι μὲν τετράμηνον, τοῖς δὲ Ἀκαρνάσιν ἑξάμηνον. Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτός, εἶτα τετράμηνος · διὸ καὶ ἀρχαιότατοι δοκοῦσιν καίτοι μὴ ὄντες, πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γεωεαλογίαις εἰσάγοντες, ἅτε δὴ τοὺς μῆνας εἰς ἐτῶν τιθέμενοι ἀριθμόν. καὶ τὸν Ἰανουάριον δὲ Νομὰς εἰς ἀρχὴν τοῦ ἔτους ἀπένειμεν.

Οὕτω δὲ δικαιοσύνῃ καὶ εὐσεβείᾳ συνεθίσαντος τὸ ὑπήκοον, ἐξῄρητο πάντῃ τὰ τοῦ πολέμου. οὐ γὰρ μόνον ὁ Ῥωμαίων δῆμος ἡμέρωτο τῇ τοῦ βασιλέως εὐνομίᾳ καὶ πρᾳότητι , ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις ἀρχὴ μεταβολῆς ἔλαβε, καὶ πόθος εἰσερρύη πάντας εἰρήνης καὶ τοῦ δικαίου, γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καἰ σέβεσθαι θεούς. οὔτε γὰρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείας ἱστόρηται Νομᾶ βασιλεύοντος, οὐδ’ ἐπ’ ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ σύστασις ἀνδρῶν καὶ ἐπιβουλὴ δι’ [*](P) ἔρωτα βασιλείας γενέσθαι ποί ἀναγέγραπται. θυγατέρα δ’ ἐσχηκὼς Πομπιλίαν, Μαρκίῳ ταύτην ἔξ ἧς Μάρκιος Ἄγκος θυγατριδοῦς ἐτέχθη αὐτῷ , ὃς μετὰ Τοῦλλον Ὁστίλλιον ἐβασίλευσε. τοῦτον πενταετῆ καταλιπὼν ὁ Νομὰς ἐτελεύτησεν, κατὰ

102
μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, χρόνον τριετῆ τοῖς ὀγδοήκοντα προσβιώσας, βασιλεύσας ἔτη ἐπὶ τρισὶ τεσσαράκοντα.

Τοῦ δὲ Νομᾶ τελευτήσαντος καὶ μηδένα κατα- λιπόντος διάδοχον, Ὁστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ὃς τὰ πλείστα τῶν τοῦ [*](C) Νομᾶ χλευάσας ἠθῶν τὸν Ῥωμύλον ἐζήλωσε , καὶ πρὸς μάχας αὐτός τε ὥρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπαγῆς γοῦν γενομένης παρὰ Ῥωμαίων ἐξ ὥρμησαν πρὸς μάχην ἑκάτεροι· πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν, καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ ἕτερον εἰς ταύτην ἀξιοῦντος μετα- ναστεῦσαι, ἀπέστησαν τοῦ σκοποῦ. εἶτα περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. οὔτε δὲ τοῖς στρατοπέδοις ὅλοις ἐδόκει μαχέσασθαι οὔτε μγ̀ν μονομαχίᾳ κριθήσεσθαι. ἦσαν δὲ [*](D) παρ’ ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονό- τες διδύμων , ἰσήλικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν · ἐκαλοῦντο δὲ οἱ μὲν τῶν Ῥωμαίων οἱ δὲ τῶν Ἀλβανῶν Κουριάται. τούτους εἰς μάχην προεβάλοντο , παρ’ οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τό μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξάμενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν ἥλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ’ ἕνα ἐμάχοντο. τέλος δὲ τῶν μὲν Ρωμαίων τῶν δύο πεσόντων, τῶν δὲ Ἀλβανῶν τρωθέντων, ὁ Ὁράτιος ὁ κατάλοιπος, ὅτι τοῖς [*](Cap. 6. Dionis Historiae Romanae Libri perditi: fragm. 7, 5. Plutarchi Νήπια C. 22 extr.)

103
τρισὶν ἄμα, εἰ καὶ ἄτρωτος ἦν, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς ἂν διώκοντες αὐτὸν σκεδασθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπιτιθέμενος ἅπαντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· ὅτι δὲ καὶ τὴν ἀδελφὴν ὀλοφυρομένην, ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέροντα τὸν Ὁράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ἔκκλητον αἰτήσας ἀφείθη.

Οἱ δὲ Ἀλβανοὶ τότε μὲν ὑπήκοοι τῶν Ῥωμαίων ἐγένοντο, ὕστερον δὲ τὰς συνθήκας ἀθετήσαντες, καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες καὶ συνεπιθέσθαι Ῥωμαίος, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ [*](P) αὐτῶν ἐξηγούμενος Μέττιος, οἶ ἄλλοι δὲ μετανάστασιν ἔπαθον, καὶ ἡ πόλις αὐτῶν Ἄλβα κατεσκάφη, πεντακόσιά που ἔτη Ῥωμαίοις νομισθεῖσα μητρό- πολις.

Πρὸς μὲν οὖν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος ἔδοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ’ ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισιδαιμονίαν ἀπέκλινεν. ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος καταφλεχθεὶς ὑπὸ κεραυνῶν, ἣ ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Ἄγκου, ὃς θυγατριδοῦς ἐτύγχανεν, ὡς εἴρηται, τοῦ Νομᾶ. ἐβασίλευσε δὲ Ῥωμαίων ἔτη δύο ἐπὶ τριάκοντα.

Ἐπεὶ δ’ Ὁστίλλιος ἐτελεύτησε, διεδέξατο τὴν βασιλείαν ὁ Μάρκιος, παρ’ ἑκόντων τῶν Ῥωμαίων ταύ- [*](C) [*](19 Πρὸς — 20 νοσήσας Dionis fragm. 7, 5. 21 εἰς δεισιδαιμονίαν — 23 κεραυνῶν Plutarchi Numa c. 22 extr. Cap. 7. Dionis Histroriae Romanae libri perditi: fragmentum 8.)

104
τὴν λαβών. ἦν δὲ τὴν χεῖρα οὐκ ἄρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, ὅθεν καὶ Ἄγκος ἐπώνυμον ἔσχηκεν. ἐπιεικὴς δὲ ὢν ἠναγκάσθη μεταβαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε τὸν τῆς Ἄλβης ὄλεθρον καὶ περὶ ἑαυτῶν δεδοικότες μή τι πάθωσιν ὅμοιον δι’ ὀργῆς μὲν εἶχον Ῥωμαίους, ἕως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖνον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῆ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐληίσαντο. συνεὶς δ’ ἐκεῖνος εἰρήνης εἶναι τὸν πόλεμον αἴτιον, ἐπιτίθεται τοῖς ἐπιθεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις εἷλεν αὐτῶν, ὧν μίαν κατέσκαψεν, καὶ πολλοῖς τῶν ἁλόντων [*](D) ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν Ῥώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν Ρωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἶ πλησιόχωροι ἤχθοντο καὶ ἑαυτοὺς Ῥωμαίοις ἐξεπολέμωσαν· ὅθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτησαν, Σαβίνους δ’ ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ’ ἐκφοβήσαντες εἰρηνεῖν καὶ ἄκοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον, εἴκοσιν ἐνιαυτοὺς καὶ τέσσαρας ἄρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν πάππον Νομὰν ποιουμένῳ τὴν ἐπιμέλειαν.

Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ὃς Δημαράτου μὲν ἦν παῖς Κορινθίου, φυγόντος δὲ καὶ εἰς πόλιν Τυρσηνίδα Ταρκυνίαν ἐγκατοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομασθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, [*](Cap. 8. Dionis Historiae Romanae libri perditi : fragmentum 9.)

105
ὅτι μὴ τῶν πρωτείων παρὰ τῶν Ταρκυνησίων ὡς ἔπηλυς κατηξίωτο, πρὸς τὴν ῾Ρώμην μεταναστεύει, τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ᾗ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς καταπτὰς ἁρπάσαι τὸν πῖλον ὃν εἶχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αὖθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐντεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ ῾Ρώμῃ ἐγκατοικῆσαι· ὅθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώμενος ἀφειδέστερον, συνέσει τε [*](P) καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ἄνδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ἕτοιμον παρέχων εἰ τίς δέοιτο αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι οὔτ᾿ ἔπραττεν οὔτ᾿ ἔλεγεν οὐδενί. καὶ εἴ τι πρός τινων εὖ ἔπασχεν, ἐξῆρε τὸ γινόμενον , εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, ἢ οὐδ᾿ ἐλογίζετο τὸ λυποῦν ἢ καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τού- τοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχει- [*](C) ρώσατο, καὶ δόξαν ἀνδρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ.

Ἀλλ᾿ οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς, καὶ τοῦ βασιλείαν ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆ6 καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παΤδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε τοὺς δυνατωτάτους με-

106
τῆλθε, καὶ τοὺς ὀρφανούς πόρρω ποι πέμψας εἰς θήραν, οἶς τε εἶπε καὶ οἶς ἔπραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατὴς δὲ [*](D) καταστὰς τῶν πραγμάτων οὕτω τοὺς Ῥωμαίους διέθετο ὥστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μειράκια δὲ πρός ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι ἔφθειρε. δεδιὼς δὲ καὶ οὕτως ἔχων, ἰσχὺν ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου διακειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευτάς, καὶ οὕτω τήν τε γερουσίαν ὑφ’ ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιήσατο. καὶ τὴν στολὴν πρὸς τὸ μεγαλοπρεπέστερον ἤμειψεν· ἡ δὲ ἦν ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυσοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οἶς καὶ μετὰ ταῦτα οἵ τε ἄλλοι καὶ οἱ τὴν αὐτοκράτορα ἔχοντες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ἔσχε.

Πάντως δὲ καὶ ἄλλα πλείω ἐκαινοτόμησεν ἄν, εἰ μή τις Ἄττος Ναούιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ὃς οἰωνιστὴς ἦν οἷος οὐχ ἕτερος γέγονε. τοῦτον ὑβρίσαι, διὰ τὴν ἐναντίωσιν ὀργισθείς, καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν ὁ Ταρκύνιος. λαβὼν οὖν ἐν τῷ κόλπω ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, ἔχων ἐν νῷ τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· [*](P) εἰπόν τε ὅσα ἐβούλετο, ἐπεὶ Ἄττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέμενος “εἰ μὴ φιλονείκως ἀντιλέγεις” ἔφη “ἀλλ' ἀληθῆ λέγεις, ἐπὶ πάντων τούτων

107
ἀπόκριναί μοι εἰ ὁ κατὰ νοῦν ἔχω ποιῆσαι γενήσεται.” ὁ δὲ Ἄττος αὐτοῦ που οἰωνισάμενος παραυτικα “καὶ πάνυ γε’’ εἶπεν “ὦ βασιλεῦ, ὃ διανοῇ ἔσται ἐπιτελές.” “οὐκοῦν’’ ἔφη “τὴν ἀκόνην ταύτην λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι.” ὁ δὲ ἔλαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος ἄλλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ἔτι τῆς πολιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Ἄττῳ ἐκέχρητο.

[*](C)

Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ἔπειτα καὶ Σαβίνοις εἰς τὴν Ῥωμαΐδα ἐμβαλοῦσι συμμαχουμένοις ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς Ἑστίας ἱερειῶν, ἃς παρθενεύειν διὰ βίου νενόμισται, φωράσας τινά συμφθαρεῖσαν ἀνδρί, ὐπόγεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶσαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ οὕτω τὰς τὴν παρθενίαν μὴ τηρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἶ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν.

Ἐπέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου[*](D) παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμαλωτίδος προῆγε πάντων· ὃ δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ὧν τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλμένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευάσαντες. οἱ ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς

108
θύρας τῶν βασιλείων ἧκον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐλθεῖν εἰς ὄψιν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστησαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ἕτερος κατειργάσατο.

Ὁ μὲν οὖν Ταρκύνιος τοιοῦτον ἴσχε τέλος, τριάκοντα

καὶ ὀκτὼ βασιλεύσας ἐνιαυτούς, τὴν δὲ τῆς Ῥώμης βασιλείαν ὁ Τούλλιος διεδέξατο, συνεργίᾳ τῆς τοῦ Ταρχυνίου γυναικὸς Τανακυιλίδος. τοῦτον δὲ γυνή τις Ὀκρισία καλουμένη, Σερουίου Τουλλίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρκυνίῳ ἐξαιρεθεῖσα, τέτοκεν, ἢ ἐγκύμων οἴκοθεν οὖσα ἢ συλλαβοῦσα μετὰ τὴν ἅλωσιν· λέγεται γὰρ ἀμφότερα. οὗτος ἐς παῖδας ἤδη τελῶν ἐπὶ δίφρου μεθ’ ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ ἐδόκει ἐξάλλεσθαι. ὅπερ ἰδὼν ὁ Ταρκύνιος διὰ [*](P) σπουδῆς ἦγε τὸν παῖδα, καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε.

Συλληφθέντων οὑν τῶν τοῦ Ταρκυνίου φονέων, μαθοῦσα ἡ ἐκείνου γυνὴ καὶ ὁ Τούλλιος τὴν παρασκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα τὸν τοῦ Ταρκυνίου θάνατον ἔθεντο, ἀλλ’ ἀνελόμενοι αὐτὸν ὡς ἔτι ἐμπνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πίστεις ἀλλήλοις ἔδοσαν ὥστε τὸν Τούλλιον τὴν ἀρχὴν εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκστῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ τῶν ὑπερῴων ἡ Τανακυιλὶς “μὴ φοβεῖσθε” ἔφη· “ὁ γὰρ ἀνήρ μου καὶ ζῇ καὶ ὑμῖν μετ’ ὀλίγον ὀφθήσεται. ἵνα δὲ αὐτός τε σχολάζων ὑγια- [*](Cap. 9. Dionis Historiae Romanae libri perditi : p. 111 fragm. 11, apud gramm. Bekkeri ρ. 139, 17. Ρ. 109, 5, fr. 10 ib. p. 164, 19.)

109
σθῄ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς αὐτοῦ ἀσθενείας εἴη ἐμπόδιον, Τουλλίῳ κατά γε τὸ παρὸν τὴν [*](C) τῶν κοινῶν ἐπιτρέπει διοίκησιν.” εἶπεν ἐκείνη ταῦτα· οἶδέ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς γὰρ ἀνὴρ ἐδόκει.

Ἐγχειρισθεὶς οὑν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκονομίαν, τὰ πλείω κατ᾿ ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ᾿ ἐν πᾶσιν ἐώρα πειθαρχοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γερουσίαν 10 παρήγαγε, διὰ τὴν ἐπιβουλὴν τάχα· ἔτι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο. καὶ οἱ μὲν καταψηφισθέντες ἀπέθανον , οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβηθέντες εἰς Οὐολούσκους κατέφυγον. κἀκεῖνος τότε τόν τε θάνατον τοῦ Ταρκυνίου ἐξέφηνε καὶ φανερῶς [*](D) τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν ἐπιτροπεύων, εἶτα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾴστα μᾶλλον τὸν ὅμιλον ἢ τοὺς εὐπατρίδας ὑποποιησόμενος , χρήματά τε αὐτοῖς ἐδίδου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ᾿ ἐπὶ τούτοις τῶν δυνατῶν, ἔταξέ τιυα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυπουργεῖν. ὡς δὲ χαλεπῶς εἶχον οἱ εὐπατρίδαι αὐτῷ, καὶ διεθρόουν ἄλλα τε καὶ ὅτι μηδενὸς αὐτὸν ἑλομένου τὴν ἀρχὴν ἔχει, συναγαγὼν τὸν δῆμον ἐδημηγόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ οὕτω διέθετο ὡς αὐτίκα πάσαν αὐτῷ τὴν βασιλείαν ἐπιψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβόμενος ἄλλα τε ἐφιλοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγραψεν· οἳ πάλαι μὲν ἐν πλείστοις ἧττον ἔφερον τῶν εὐπατριδῶν, τοῦ χρόνου δὲ προϊόντος, πλὴν τῆς με-

110
σοβασιλείας καὶ τῶν ἱερωσυνῶν, τῶν ἴσων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον ἄνευ τῶν ὑποδημάτων οὐδέν. τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα [*](P) ἀστικὰ τῇ τε ἐπαλλαγῇ τῶν ἱμάντων καὶ τῷ τύπῳ τοῦ γράμματος ἐκεκόσμηντο, ἔν ἐκ τούτων δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ᾿ ἀρχὰς βουλευσάντων κατιέναι. τὸ γράμμα δὲ ῥῶ φασιν εἶναι, ἢ τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀνδρῶν δηλωτικὸν ὂν ἢ ὡς τοῦ τῶν ῾Ρωμαίων κατάρχον ὀνόματος.

Τὸν μὲν οὖν ὅμιλον οὕτως ὁ Τούλλιος ᾠκειώσατο, δείσας δὲ μή τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατωτέροις ἐπέτρεψέ· καὶ οὕτω σφίσιν αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημόσιον διήγαγον ἄριστα. καὶ πολέμους δέ τινας πρός τε τοὺς Οὐιέντας καὶ πρὸς ἅπαντας τοὺς Τυρσηνοὺς ἐπολέμησεν, ἐν οἔς οὐδὲν ἐπράχθη συγγράμμάτος [*](C) ἄξιον. τοὺς Λατίνους δ᾿ ἐπὶ μᾶλλον ῾Ρωμαίοις βουληθεὶς οἰκειόσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ ῾Ρώμῃ κατασκευάσαι πέπεικε. καὶ τοῦτον ἀνέθεσαν τῇ Ἀρτέμιδι. περὶ δὲ τῆς νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν ἦγε περικαλλῆ πρὸς τὴν ῾Ρώμην, ὡς ἔκ τινος χρησμοῦ θύσων αὐτὴν τῇ Ἀρτέμιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ἔλεγε τὴν πατρίδα ἐπαυξήσειν. τοῦτο δέ τις τῶν ῾Ρωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον εἶπε δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν ἔπεισε, καὶ πείσας ἔλαβε τὴν βοῦν ὡς φυλάξων, καὶ λαβὼν ἔθυσεν. ἐκφήναντος δὲ τοῦ Σαβίνου τὸ λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προστασίας τοῖς ῾Ρωμαίοις ἐξέστησαν καὶ ἐς τἄλλα [*](D) κρείττονας σφῶν ἐτίμων αὐτούς.

Καὶ ταῦτα μὲν οὕτως· ὁ Τούλλιος δὲ τοῖς Ταρ-

111
κυνίοις τὰς θυγατέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγειλάμενος ἄλλοτε ἄλλο τι προφασιζόμενος μένος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρό- νουν, ἀλλὰ ἤχθοντο. ὁ δ' ἐν οὐδενὶ λόγῳ τούτους πεποίητο, καὶ τοὺς Ῥωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ἔτι δὲ μᾶλλον ἐπὶ τούτοις ἤσχαλλον οἱ Ταρκύνιοι. ἀλλ’ ὁ μὲν νεώτερος, κἂν ἐχαλέπαινεν, ἔφερεν, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκ- έτι τοῦ Τουλλίου ἐδόκει ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συνευδοκοῦσαν εὕρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα, αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ’ ἀδελφὸν διὰ τῆς γυναικὸς ἐκείνου φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ σὺν αὐτῇ ἐπεβούλευε. καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν εὐπατριδῶν αἰτίας ἔχοντας κατὰ τοῦ Τουλλίου πείσας συνάρασθαί οἶ, ἐξαπιναίως μετ’ αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης αὐτῷ καὶ τῆς γυναικὸς Τουλλίας· καὶ πολλὰ μὲν εἶπε τῆς τοῦ πατρὸς ἀξίας τοὺς παρόντας ἀναμιμνήσκων, πολλὰ δ ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ' ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρπασεν αὐτὸν καὶ ἐξάρας ὦσε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβαθμῶν. καὶ ὁ μέν, ταραχθεὶς [*](P) πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ ὅτι οὐδέ τις αὐτῷ ἐπεκούρησεν, οὔτ’ εἶπεν ἔτι οὐδὲν οὔτ’ ἔποίησε Ταρκύνιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βουλῆυς ἔλαβε καὶ πέμψας τινὰς τὸν Τούλλιον κομιζόμενον οἴκαδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν τό βουλευτηρίῳ τὸν ἄνδρα καταφιλήσασα καὶ βασιλέα προσαγορεύσασα καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ ὄχημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς ὡς εἶχεν ἐπή- λασεν.

112

Οὕτω μὲν οὖν ὁ Τούλλιος ἦρξε καὶ οὕτως ἀπέθάνε [*](C) βασιλεύσας τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαράκοντα,