Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

τρία δ᾿ ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ἔτι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες Ἡρώ- [*](C) δης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος ἄρχων καὶ Ἑλκίας ὁ ἵππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ὄντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος.

Οὕτω μὲν οὖν ὁ Ἀγρίππας ἀπεβίω, υἱὸν Ἀγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ὡν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ’ ἐκέκλητο, παρθένοι δ’ ἦσαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν [*](Cap. 12. Iosephi Ant. 19, 8, §. 3 — 20, 1, §. 3.)

35
στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ [*](D) Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἷός Ἀγρίππας ἐν Ῥώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ὃν αὐτίκα πέμπειν ὥρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ’ αὐτὸν τοῦ σκοποῦ οἶ περὶ αὐτόν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν οὑν Κούσπιον Φάδον τῆς Ἰουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτό Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλήξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν Ἰουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἶ δ’ ἱερεῖς καὶ οἶ πρῶτοι τῶν ἐν Ἱεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ὅμως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ’ αὐτοῖς εἶναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν Ῥώμην τῶν πρέσβεων, ὁ τοῦ Ἀγρίππου παῖς ὁ νεώτερος Ἀγρίππας ἐκεῖ διάγων, ὡς εἴρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς Ἰουδαίοις ἔχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ Ἡρώδης δὲ ὁ τοῦ Ἀγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος ἄρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ [*](B) ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ἔτυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, Ἰωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί.

36

Ἐν τούτῳ τῷ χρόνῳ ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων τὴν διαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι, ἄγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ οὔσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο, καὶ ὑπνώσας ἔδοξεν ἀκούειν φωνῆς ἆραι κελευούσης ἐκ τῆς νηδύος τὴν [*](C) χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ ἄρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς ἔφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα Ἰζάτην ὠνόμασεν. ἦν δ’ ἕτερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς ἄλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ἔστεργε δὲ τὸν Ἰζάτην ὥσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς Ἀβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ὃς ἀσμένως τὸν Ἰζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπί θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν Ἰζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος οὑν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ [*](D) ἀπεκλήρωσεν, ἐν ᾗ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός.

Ἐκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς Ἑλένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οἶς ἀφικομένοις οὐ λέληθεν” εἶπεν ‘‘ὑμᾶς ὅτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν Ἰζάτην ἤθελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ’ ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ- [*](Cap. 13. Iosephi Ant. 20, §. 24.)

37
βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι.” οἶ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ἔλεγον, καὶ ὑπείξειν ἑκόντες Ἰζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ἵν᾿ ἀσφαλῶς ἐκεῖνος ἄρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ Ἰζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις ἂν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ἕως ἂν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ἧκεν οὖν ὁ Ἰζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς.

Ὄντι δ᾿ αὐτῷ ἐν τῇ ἀποδημίᾳ Ἰουδαῖός τις Ἀνανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν Ἰουδαίων νόμιμα. συνέβη δὲ Β καὶ τὴν Ἑλένην ὑφ᾿ ἑτέρου Ἰουδαίου κατηχηθεισαν εἰς τὰ Ἰουδαϊκὰ ἔθη μετατεθῆναι. ἐλθὼν οὖν ὁ Ἰζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ἔλυσε μέν, ἔπεμψε δέ, ἵνα μὴ ὕποπτοι παρόντες εἶεν, τοὺς μὲν εἰς ῾Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ Ἰουδαίων ἀσπασαμένην, ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ἕτοιμος ἦν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαἴζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν Ἀνανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος [*](C) ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ἕτερος δ᾿ αὖθις Ἰουδαῖος ἐκ Γαλιλαιbς Ἐλεάζαρ ἀφικόμενος, καὶ κατα-

38
λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ἔφη, ἀλλὰ καὶ τὰ ὑπ’ αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ Ἀνανίᾳ πεπρᾶχθαι τὸ ἔργον ἐδήλου. οἶ δ᾿ εἰς φόβου ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τόν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν.

Ἑλένη δὲ ἐπιθυμίαν ἔσχεν εἰς Ἱεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ [*](D) υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος ἄπεισιν εἰς Ἱεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ Ἀλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν ἔπεμψεν, ἴν οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι.

Καὶ ταῦτα μὲν οὕτως· Ἀρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ’ αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς Ἰζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ’ ὁδὸν τό Ἰζάτῃ ἐνέτυχε, καί φησι Μῆ με παρί- δῃς, ὠ βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ᾿ ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ἔλεγεν. ὁ δὲ Ἰζάτης ἀκούσας τὸ ὄνομα, κατεπήδησε τοῦ ἵππου καὶ Θάρσει, ἴφη, ὦ βασιλεῦ· ἦι γὰρ εἰς τὴν Παρθῶν βασιλείαν σε καταστήσω ἢ τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα εἶπε καὶ ἐπὶ τὸν ἵππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ Ἀρταβάνης ὤμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη

39
τὸν ἵππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ’ ὁ Ἰζάτης ἐπὶ τὸν ἵππον ἥλατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν Ἀρταβάνην [*](P) δέξασθαι. τῶν δὲ Παρθῶν δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπὸν εἷμαι ἤδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ Ἀρταβάνῳ, ὑπ’ αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ἦν ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. ἕσθαι. καὶ ὁ Ἀρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα οὖν αὐτῷ ὁ ΚΙνάμψμος· ὃς δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. οὕτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ Ἀρτάβανος οὐκ ἠμνημόνησε τῶν Ἰζάτου καλῶν, ἀλλ’ ἀμείβεται τοῦτον.

Μετὰ δέ τινα χρόνον Ἀρταβάνου θανόντος Οὐαρδάνης [*](C) ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς Ἰζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ Ῥωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ’ ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ Ἰζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ’ οἶ Πάρθοι μαθόντες ὡς ἐπὶ Ῥωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ Ἰκοτάρδῃ διδόασιν· ὃν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσγς ὁ ἀδελφός.

Ὁ δὲ τοῦ Ἰζάτου ἀδελφὸς Μονόβαζος καὶ οἶ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ἔφεσιν εἰς ἔργον ἐξήνεγκαν. γίνεται δ’ ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς Ἀβίαν [*](D)

40
τὸν Ἀράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοὐ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν Ἰζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ἔφευγον. γνοὺς δὲ τὴν προδοσίαν Ἰζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ᾿ ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Ἄραβας ἔτρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ἤδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ Ἰζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν.

Οἱ δὲ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Παρθῶν γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεἶναι μὲν τὸν Ἰζάτην, καταστήσαι δὲ σφίσι δυνάστην ἐκ Παρθῶν· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ὥρμησε, καὶ ὁ Ἰζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ἔλεγε τῷ Ἰζάτῃ ὁπόση ἐστὶ τῶν Παρθῶν ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐ- [*](P) τὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ Ἰζάτης τὴν μὲν δύναμιν τῶν Παρθῶν γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ’ ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα εἶπε καὶ ἱκέτευε τὸν θεόν. κατ’ ἐκείνην οὑν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων

41
ἀνέζευξεν ἄπρακτος. καὶ οὕτως Ἰζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, εἴκοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ’ ἑαὶ παισὶν εἴκοσι καὶ τέσσαρσιν ἄρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ’ ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν.

Φάδου μέντοι τῆς Ἰουδαίας ἐπιτροπεύοντος ἀνήρ [*](C)

τις γόης Θευδᾶς ὄνομα πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι καὶ πλείστους ἠπάτησε. πέμψας δ᾿ ἐπ’ αὐτοὺς ἴλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ᾿ ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, οὗ τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς Ἱεροσόλυμα. Φάδον δὲ Τιβέριος Ἀλέξανδρος διεδέξατο, Ἀλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ υἱός. καὶ οἶ παῖδες δὲ τοῦ Γαλιλαίου Ἰούδα Ἰάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, οὓς [*](D) ἀνεσταύρωσεν ὁ Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰωσὴφ τὸν τοῦ Κεμεδῆ, Ἀνανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κούμανος ἦλθε διάδοχος. ἐν ὀγδόῳ δ’ ἔτει τῆς Κλαυδίου μοναρχίας Ἡρώδης ὁ τοῦ μεγάλου Ἀγρίππου ἀδελφὸς τελευτᾷ ἐφ’ υἱέσι τρισί· τὴν δ’ ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ Ἀγρίππᾳ δέδωκε Κλαύδιος.

Κουμάνου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς Ἱεροσόλυμα [*](Cap. 14. Iosephi Ant. 20, 5.)

42
ἤθροιστο. ἵνα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ὄντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ἔστησε καταστε- λοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο θὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ᾿ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ᾿ ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἶ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ὃς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ἥκειν εἰς τὴν Ἀντωνίαν τό φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος οὑν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ὥρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ’ ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας καὶ πένθος ἦν ἀντὶ πανηγύρεως.

[*](P)

Οὔπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ἕτερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ’ αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ἔν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ’ ὄψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν οὑν τῷ Κουμάνῳ οἱ Ἰουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, οὗπερ οἶ νόμοι καθυβρίσθησαν ἐκδι- [*](C) κῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν

43
νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν.

Ἀλλὰ καὶ Σαμαρείταις ἔχθρα πρὸς Ἰουδαίους ἐγένετο· ἡ δ’ αἰτία ἦν αὕτη. Γαλιλαῖοι εἰς Ἱεροσόλυμα λύμα πορευόμενοι διά τινος κώμης ὥδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἶ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες οὖν οἶ Γαλιλαῖοι πρὸς ὅπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς [*](D) Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας εἷλεν. οἶ πρῶτοι δέ γε τῶν Ἱεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμόν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν· καὶ ἔπεισαν. οἱ μὲν οὖν διελύθησαν, ἡ χώρα δ’ ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα τῶν Ἰουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. Ἰουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ἥξειν εἰς τὴν Ἰουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ἧκεν οὖν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· Ἰουδαίους δὲ οὓς δεδεμένους εἶχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ Ἀνανίαν τὸν [*](Cap. 15. Iosephi Ant. 20, 6, §. 1—8, §.)

44
ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ Ἰουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐ- [*](P) τοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς Ἱεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως οὕτως ἀναιρεθῆναι.

Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν Ἰουδαίων ἐπιτροπεύσοντα· Ἀγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν Αβέλλᾳ, αὗται δὲ Λυσανίου ἦσαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ἔτη τέσσαρα ταύτης ἄρζαντα. ὁ δ’ Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳτῷ Ἐμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρού- [*](C) σιλλαν τὴν ἀδελφήν, τοῦ Ἐπιφανοῦς Ἀντιόχου παραιτησαμένου τὸν γάμον, ὅτι μὴ ἰουδαΐσαι καὶ Μαριὰμ κατηγγύησεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδί, ὑπ’ Ἀγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς Ἰουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ἔχουσαν, ἑάλω τῷ ταύτης ἔρωτι, καὶ πείθει καταλιποῦσαν τὸν ἄνδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ’ ἐξ αὐτοῦ παῖδα Ἀγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ὄρος, πυρφόρον ὂν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα

45
ἀδελφὴ τοῦ Ἀγρίππου, συνοικοῦσα Ἡρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι [*](D) θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ’ ἔρωτα, ἵν οὕτω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν ἔμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα.

Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις εἴκοσι. λόγος δὲ ἦν ὡς ὑπό τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο· ἧς πατὴρ ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν Ῥώμῃ, οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος ἄγεται ἔχουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς παῖδας εἶχε Βρεττανικὸν καὶ Ὀκτάβιον. καὶ Ὀκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς εἶχεν, ἣν τῷ Νέρωνι ἥρμοσε· τοῦτο γὰρ τὸν τῆς Ἀγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν ὕστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ἴνα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ Ἀγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω.

Εἶχε μὲν οὖν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν [*]() [*](B) Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν Ἰουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ὄχλον, ὧν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ἔχων δὲ ἀπεχθῶς πρὸς Ἰωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις [*](Cap. 16. Iosephi Ant. 20, 8, §. 59.)

46
αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προίστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν, πρόφασιν ἐζήτει δι’ ἣν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οἱ ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τό πλήθει καὶ τὸν Ἰωνάθην ἀνεῖλον. [*](C) ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἶ λῃσταὶ ἀναβαίνοντες οὑς μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, οὓς δ’ ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες ἄνθρωποι τόν ὄχλον ἀνέπειθον ἕπεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεία καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ὧν πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἶ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον.

Σύρων δὲ καὶ Ἰουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν Ἰουδαῖοι πρωτεύειν ἠξίουν ὡς Ἡρώδου [*](D) τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασαν δὲ καὶ πρῴην πόλιν εἶναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν Ἰουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τόν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ Ἰουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτόν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ὅτι πλεῖστοι τῶν ὑπὸ Ῥωμαίους στρατευομένων Καισαρεῖς ἤσαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς Ἰουδαίους ἀνθύβριζον· εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὶ ἐτρώθησάν τε καὶ ἔπεσον ἀμφοτέρωθεν· νικῶσι δὲ

47
Ἰουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς Ἰουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ οἶ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη.

Ὁ δὲ βασιλεὺς Ἀγρίππας δίδωσι τὴν ἀρχιερωσύνην Ἰσμαὴλ υἱῷ τοῦ Φαβεί. ἴσχον δὲ πρὸς ἀλλήλους στάσιν οἴ τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ἔβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ἦν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο [*](P) ὡς καὶ πέμπειν ἐπὶ τὰς ἅλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ὅθεν οἱ ἄποροι τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπέθνησκον Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἶ Καισαρεῖς Ἰουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα ἂν ἔτισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι’ αὐτοῦ τὴν Ἰουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ἄκυρον ἀποφαίνουσαν. ἐξ ἧς τὰ μετὰ ταῦτα [*](C) κακὰ τῷ ἔθνει ἐφύησαν διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν Ἰουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως εἴχοντο, μέχρις ἂν ἀνήφθη ὁ πόλεμος.

Φῆστος δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν κακουμένην [*](Cap. 17. Iosephi Ant. 20, 8, §. 10—11, §. 1.)

48
εὗρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ οὗτοι ἤσαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις σίκαις, ἀφ’ ὧν καὶ σικάριοι ὠνομάσθησαν· οἳ κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι οὓς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελ- [*](D) λομένου τοῖς ἕπεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς οἱ πεμφθέντες διέφθειραν.

Ὁ μέντοι βασιλεὺς Ἀγρίππας οἴκημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ’ ἐχαλέπαινον οἷ τῆς πόλεως. τοῖχον οὖν ἐγείρουσιν, ὅς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν ἄποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ἔνθα τὰς φυλακὰς Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ Ἀγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγ- χωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ Ἰσμαὴλ τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ Ἰουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν ἄλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ Ἰσμαὴλ καὶ τὸν Ἑλκίαν κατέσχε παρ’ ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς Ἀγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην Ἰωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· εἶτα τῷ Ἄννᾳ υἱῷ τοῦ

49
Ἄννα ταύτην ἐξ Ἰωσὴφ ἀφελόμενος προσεκλήρωσεν.

Οὗτος οὖν ὁ νέος Ἄννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ἦν καὶ θρασύς. Φήστου τοίνυν [*](P) θανόντος, καὶ Ἀλβίνου μήπω καταλαβόντος τὴν Ἰουδαίαν, ὃς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς Ἰουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ἵν᾿ αὐτοῖς τοῖς Ἰωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. μένους. ὅσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς Ἀλβῖνον καὶ πρὸς Ἀγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας ἄρξαντος τρεῖς, Ἰησοῦν τὸν τοῦ Μνασέα κατέστησεν.

[*](C)

Ἀλβῖνος δ’ ἐλθὼν εἰς Ἱεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. Ἀγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι Ἰησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα Ἰησοῦν. στάσις οὖν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ ὕβρεων τῶν πρός ἀλλήλους προυχώρησεν. ὅθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ἔχειν τὴν τῶν Ἱεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. Ἀλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ προδήλως θανεῖν ἄξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ- [*](8 Ἰωσήπου] Antiq. 20, 9, )

50
ἔταξε, τοὺς δ’ ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα [*](D) λαμβάνων ἀπέλυε. καὶ οὕτως ἡ μὲν εἰρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ’ Ἀγρίππας τὸν τοῦ Γαμαλιήλ Ἰησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ’ οὗ ὁ πρὸς Ῥωμαίους ἤρξατο πόλεμος. Ἤρξατο μὲν οὖν ἡ ἀρχιερωσύνη ἐξ Ἀαρών, δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ’ αὐτῶν διέμεινεν ἡ τιμή. ὅθεν πάτριον ἦν Ἰουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, κἂν βασιλεὺς ἢν αὐτῆς ἐφιέμε- νος , εἰ μὴ τοὺς ἐξ αἵματος Ἀαρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ἔθος τοῦτο τετήρητο. ἐγένοντο οὑν πάντες ἀπὸ Ἀαρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς Ἰουδαίαν Ἀλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν Ἰουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ὥστε διὰ τὴν ὑπερβο- Λὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν Ἀλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ἔσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ἔθνος παρανομίας ἐποίει, ὥσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ’ ἕκαστον ; τοσῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, ὅτι ὁ τοὺς Ἰουδαίους τὸν πρὸς Ῥωμαίους ἄρασθαι πόλεμον βιασάμενος Φλῶρος ἦν. ἔλαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ [*](P) μὲν ἔτει τῆς Φλώρου ἐπιτροπῆς , δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος.

ἐντεῦθεν οὖν ἡ τῶν Ἰουδαίων ἀποστασία εἰς [*](Cap. 18. Iosephi Belli Iudaici libri 3 et 4.)

51
προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος ἤρξατο. διηγήσασθαι δὲ τούτου ἕκαστα πλείονος ἂν γένοιτο πραγματείας ἢ κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν ἄλλα ἐᾶσαί μοι κέκριται, μόνα δ’ ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων αὐτῶν. Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος , μαθόντος τὴν Ἰου- δαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς Ἰεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν ἔσπευσε πρότερον ἑλεῖν πόλεις , καὶ οὕτως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. τρόπολιν. καταλαβὼν οὑν τὴν Πτολεμαί·δα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ Ἀλεξανδρείας ἀφικομένῳ [*](C) καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ’ αὐτοῦ ἐξ Ἀχαίας, ὅπου τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος , ἐν Ἀχαίᾳ γὰρ ἐτύγχανεν ὣν ἐκεῖνος ὅτε ἡ τῶν Ἰουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ὥρμησε, καὶ τῇ πόλει τῶν Ἰωταπάτων πρώτῃ προσβαλών , καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέσας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν Ἰώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ’ ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων , καὶ τὰ μὲν ὁμολογίᾳ , τὰ δὲ πολιορκίᾳ ὑπὸ Ῥωμαίους πεποίητο. καὶ ταῦτα [*](D) ἤδη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει , διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς , κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς Ῥώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. εἶτα Γάλβαν μαθὼν γενόμενον αὐ-
52
τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ὅ, τι περὶ Ἰουδαίων κελεύει πευσόμενον. ἔτι δὲ καθ’ ὁδὸν ὄντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. ὅπερ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς Ῥωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς Ἱερουσαλὴμ προσβολῇ, ἀλλ’ ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Ὄθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ’ ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας οὖν Ὄθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ ἀπεσταλμένων Ὄθων ἑαυτὸν διεχρήσαντο. καὶ Οὐιτέλλιος εἰς Ῥώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν ἤδη γὰρ αὐτῷ καὶ οἱ τοῦ Ὄθωνος προσεχώρησαν Οὐεσπασιανὸς δέ, εἴ τινα ἦσαν περίλοιπα τῶν Ἰουδαίων [*](P) πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην ἤδη τὴν τῶν Ἱεροσολύμων πόλιν σκοπὸν Ῥωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς εἴρηται, τὰ τῆς πόλεως. ἔξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς Ἰουδαίοις Ῥωμαίων ἐτύγχανον φοβερώτεροι, ἔνδον δ’ οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων Ἰωάννης καὶ Ῥωμαίων ἤσαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκά- σθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐ- τὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ἔλαθον δὲ χείρονα καθ’ ἑαυτῶν εἰσδεξάμενοι [*](C) δεξάμενοι τύραννον. τούτων δ’ ἐν Ἱεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν Ῥώμην κατέλαβεν αὐτοκράτωρ τοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα τὰ οὐκ ἤρεσκε, καὶ ἀπηξίου δεσπότην ἔχειν τὸν Οὐιτέλλιον. οἱ δ' ἡγεμόνες τόν σὺν αὐτῷ ταγμάτων,
53
ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα.

Ὁ δὲ μέλλων ἤδη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν ἀνέθετο. ὃς τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ Ἱεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ᾔει τήν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι θέουσι δὲ τῆς πόλεως ἄπειροι · καὶ οἱ μὲν πλεῖστοι [*](D) τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν Ἰουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ’ ὀλίγων τῶν ἄλλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ’ αὐτόν, ἐπιστρέφει τὸν ἵππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι ἐμβάλλει τοῖς Ἰουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῶ.

Μεθ’ ἡμέραν οὖν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ’ ἐστὶν οὕτω καλούμενος διέχων τῆς πόλεως στα- δίους ἑπτά, ὅθεν ἥ τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ’ ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ ἔξωθεν πόλεμος τὴν ἶριν ἀνέπαυσεν. ἐμάχοντο οὖν τοῖς βαλλομένοις στρατόπεδον οἱ Ἰουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ’ ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ἔνδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ Ἰωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων , κατεθάρρει τοῦ Σίμωνος.

[*](Cap. 19. Iosephi Belli Iudaici 5, §. 1 — 7, §. 4.)
54

Ὁ δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοὐ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν ἐγίνετιο, νετο , Ἰουδαίοις δὲ κατὰ Ῥωμαίων ἐνέδρα τις μεμηχάνητο. χάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως , ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ [*](P) τῶν τὰ εἰρηνικὰ φρονούντων , περὶ τὸ τεῖχος ἤσαν εἰλούμενοι· ἄλλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες , εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς Ῥωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν οὖν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ ἔργον, Τίτῳ δὲ δι’ ὑπο- ψίας ἦν τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ Ἰωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προ- καλούμενος, οὐδὲν φρονοῦντας εὕρισκε μέτριον. μένειν οὖν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον [*](C) καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ’ αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἶ μὲν Ἰουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι.

Ἤδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε ἐξέτεινε τῷ τείχει, καὶ οὕτω πεφραγμένων Ἰουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἶ Ῥωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν σιν ἡ πόλις περιεβέβλητο · ὄπου δ’ ἡ φύσις τοῦ τόπον που ταύτην ὠχύρου , ἐνὶ περιβόλῳ διέζωστο. οὕτω δ' ἐχούσης τῆς πόλεως ἄπορος ἐδόκει τῷ Τίτῳ ἡ [*](D) προσβολή. τέως δ’ οὖν ἔδοξε κατὰ τὸ Ἰωάννου τοῦ

55
ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν ὕλην, ἔν ἐγείροιεν χώματα. καὶ οἶ μὲν εἰς ἔργον ἦγον τό κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος.

Ἤδη τῶν κριόν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος , κραυγὴ παρὰ τῶν ἔνδον ἤρθη, καὶ οἷ στασιασταὶ δείσαντες ὡμονόησαν, νόησαν , κοινὴν τὴν ἄμυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον , γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο , τὸ δὲ τεῖχος ἀκέραιον ἦν. Ἰουδαῖοι δὲ τοὺς Ῥωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες , πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων · Ἰουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων ἥπτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν ἄν. νῦν δὲ τῶν προμάχων τῶν Ἰουδαίων δαίων πεσόντων ὡς δώδεκα, οἶ λοιποὶ ἐν ἔκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν Ἰουδαίων δαίων εἶς πρὸ τοῦ τείχους ἀνεσταυρώθη , εἰ πρὸς τὴν ὄψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων ἕκαστον ἐκ ξύλων τοῦ Τίτου [*](P) κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτούς ἐπιστήσαντος οὐκέτι ἐκώλυον Ἰουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. ἤδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ Ἰουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν Ῥωμαίων οὕτως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ

56
τῶν Ῥωμαίων ἐπιβάντων αὐτοῦ , πάντες εἰς τὸ δεύ- τερον ἀναφεύγουσι τεῖχος.

Καὶ οὕτως οἶ Ῥωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις · σαλευομένου δὲ τοῦ πύργου [*](C) καθ’ οὗ τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν ἄλλοι πεφεύ

γασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ’ ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ἔλεγε , καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἶ δ’ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων. τριβομένης δ’ ἐν τούτοις τῆς ὥρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος Ῥωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ὅρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν παρέλκων , παρώξυνε τοὺς Ῥωμαίους τὰς ἐμβολὰς [*](D) τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ’ ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρὰν τοῖς στρατιώταις ἐκέλευσεν , ἀλλ’ οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἶ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν Ῥωμαίοις, καὶ οἶ μὲν κατὰ τοὺς στενωπούς , οἶ δ’ ἐκ τῶν οἰτούτου κιῶν , οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς ἔβαλλον. καὶ οἱ φρουροὶ Ῥωμαῖοι καθαλλόμενοι τῶν πύργων [*](Cap. 20 Iosephi Belli §. 4–10 ,§. 5. 5, 7, §. 4 –10, §. 5.)

57
ἀνεχώρουν εἰς τὸ στρατόπεδον. Ἰουδαῖοι δὲ κατ’ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. Ῥωμαῖοι μὲν οὖν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αὖθις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. ἤδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ἦν , μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν ἄλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. Ῥωμαῖοι δὲ αὖθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἶ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον , τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν [*](P) εἰς τὸ ἐνδότερον μετεχώρησαν.

Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον · τῷ λοιπῷ δ’ ἐγκαταστήσας φρουράν , τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ἤρχετο χώματα. τῶν δ’ ἐντὸς οἶ μὲν στασιασταὶ ἦσαν ἄτεγκτοι καὶ ἀνένδοτοι , ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. οὓς δὲ τοῦτο βουλομένους οἶ στασιάζοντες εὕρισκον, ἢ καὶ μόνην ἔσχον ὑπονοίας σκιάν , εὐθέως ἀπέσφαττον· τοῖς δ εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δἑ [*](C) ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ’ ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηὔξανε. δι’ ἔνδειαν γὰρ τῶν τροφῶν εἰσπηδόντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ἔχειν, εἰ μὲν εὕρισκον, ᾔκιζον, εἰ δὲ οὐχ εὕρισκον, ὡς κρύψαντας ἐπιμελέστερον ἤταζον. ἐποιοῦντο μέντοι τοῦ ἔχειν τροφὰς ἢ μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οἷς μὲν γὰρ

58
ἔτι μετῆν ἰσχύος, ἔχειν ἐδόκουν, οἷς δ’ ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν ἢ κριθῆς, κατακλείσας τὴν οἰκίαν ἤσθιε· τινὲς [*](D) δ’ ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ οὕτω δ' ἐσθίοντες, ὅμως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ὅπου δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν ἢ καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ’ ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς · οὐδέ τις ἦν οἶκτος ἢ πολιᾶς ἢ νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας , ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς ἔδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἑνὸς ἄρτου ἐξομολόγησιν , ἢ ἔνα δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ’ ἕκαστον μὲν οὑν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς ἢ καὶ ἀδύνατον, συνελόντα δ’ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα παθεῖν μήτε γένος ἕτερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον.