Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἱεροβοὰμ δὲ ὁ υἱὸς Ἰωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ὤν, τοῦ θεοῦ τὸν Ἰσραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου Ἰωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος.

Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ᾿ ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αἴτιον, κληροῦται ὁ Ἰωνᾶς. καὶ ὅστις εἴη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ᾿ ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο· “οὐ γὰρ ἂν ἄλλως” ἔλεγε “τὸν κίνδυνον διαφύγοιτε.” ὁ μὲν οὖν ἐρρίφη, ὁ δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ἴσας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. ὁ δὲ συγγνώμην ᾔτει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι ἃ προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ κατα- [*](P) στραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς ἅπας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ὃς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ὄλεθρον ἀπ᾿ αὐτῶν.

Ἱεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ᾿ αὐτὸν ἐκράτησε τῆς ἀρχῆς Ἀζαρίας ὀ παῖς αὐτοῦ.

[*](Cap. 21. Iosephi Ant. 9, 10 et 11. Regum 4, 14 et 15. Ionae 1—3. Paralip. 2, 26 et 27.)
161

Ὁ δὲ βασιλεὺς Ἰερουσαλὴμ Ὀζίας εὐσεβὴς τὰ πρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ἦν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιάσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δ’ αὐτὸν τοῦ ἀρχιερέως Ἀζαρίου καὶ [*](C) τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οἶον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ὄψει προσβαλὸν λέπραν ἐποίησε κατ’ αὐτῆς ἐξανθῆσαι. οἱ δ’ ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ οὕτως ζήσας χρόνον τινά, ὑπ’ ἀθυμίας ἀπέθανε, βασιλεύσας ἔτη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ Ἰωάθαμ.

Ἀζαρίας δὲ ὁ τοῦ Ἱεροβοὰμ ἐπὶ ἕξ βᾶσ’ ἓξ ἐύς ἃς μῆνας τῶν Ἰσραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ’ ἡμέρας βασιλεύσας [*](D) τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν Ἰσραὴλ ἀντ’ αὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, ἃ ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ἴτη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ οὗτος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ Ῥομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. ὅτε καὶ Θαιγλαφαλασὰρ ὁ τόν Ἀσσυρίων βασιλεὺς

162
τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ Ὀζίου υἱὸς Ἰωάθαμ βασιλεὺς Ἱερουσαλὴμ εὐσεβὴς τυγχάνων δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς Ἀμμανίτας ὑποφόρους ἔθετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκείνου ἔργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ᾿ Ἰωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ἔτη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ’ ἐπὶ ἒξ βασιλεύσαντι.

[*](P)Μετέπεσε δὲ τῆς Ἱερουσαλὴμ ἡ ἀρχὴ εἰς τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐτοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν Ἱεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθ’ οὗ Ῥαασὼν ὁ τῶν Σύρων ἡγεμονεύων καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν Ἱερουσαλὴμ ἐπὶ μακρόν. καὶ ὁ μὲν Ῥαασών, πόλεων ἑτέρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς Δαμασκόν· Ἄχας δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ ἥττητο, δώδεκα μυριάδας ἀποβαλὼν τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ ἡ στρατιὰ [*](C) αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς [*](Cap. 22. Iosephi Ant. 9, 12—14. Regum 4, 16 et 17. 2, 28—30.)

163
αἰχμαλωτίσασι καὶ συνεβούλευεν ἐλευθερῶσαι αὐτούς· οἶ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Ἄχαζ δὲ τὸν Ἀσσυρίων βασιλέα ἠξίου αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν Ἰσραηλιτῶν. ὁ δ’ ἧκε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν Δαμασκὸν εἶλε καὶ τὸν Ῥαασὼν ἀνεῖλε καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν καταδραμὼν πλεέστους αἰχμαλώτους ἀπήγαγεν. ὁ δὲ Ἄχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυροὺς καὶ ὅσα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δ’ ἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλά καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. οὕτω δὲ βιοὺς ἐτελεύτησεν ἕξ καὶ [*](D) τριάκοντα ζήσας ἔτη, βασιλεύσας δ᾿ ἑξκαίδεκα, Ἐζεκίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν Ἰσραηλιτῶν βασιλέα τότε θανεῖν κατ’ ἐπιβουλὴν Ωσηέ. καὶ οὗτος δὲ πονηρὸς ἦν· διὸ καὶ στρατεύσαντος κατ’ αὐτοῦ τοῦ τῶν Ἀσσυρίων βασιλέως Σαλμανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπιταχθείς.

Εζεκίας δὲ εὐσεβὴς ὢν καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. ἔστειλε μέντοι καὶ πρὸς πάσαν τὴν χώραν μετακαλούμενος ἅπαντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς Ἰσραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ ἐπείσθησαν ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραινοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθησαν εἰς εὐσέβειαν καὶ εἰς Ἰερουσαλὴμ συνέδραμον εἰς

164
προσκύνησιν τοῦ θεοῦ. καὶ ὁ βασιλεὺς Ἐζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, ἔθυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέδωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν [*](P) ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. εἶτα κατὰ τῶν ἀλλοφύλων πόλεμον ἦρε καὶ πόλεις εἷλεν αὐτῶν.

Ὁ δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσηὲ εἰς συμμαχίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων. ὃ γνοὺς Σαλμανασὰρ ὠργίσθη· καὶ ἐπὶ τρισὶν ἔτεσιν ἐπολιόρκησε τὴν Σαμέρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφάνισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν Ἰσραηλιτῶν [*](C) Ὠσηὲ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ἕτερα ἔθνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκισεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετήχθησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ἔτη ἐξ ὅτου τὴν Αἴγυπτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσαράκοντα καὶ μῆνας ἑπτὰ ἐξ ὅτου καταλιπόντες τὸν Ῥοβοὰμ εἴλοντο ἑαυτοῖς εἰς βασιλέα τὸν Ἱεροβοάμ. οἱ δὲ μετοικισθέντες ἐντ’ ἐς εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν ᾧ κατῴκουν τὸ πρὶν ἐν Πέρσιδι, πέντε ὄντες ἔθνη, τοὺς ἰδίους θεοὺς καὶ αὖθις ἐθρήσκευον. ὡς μὲν οὖν ἡ τετάρτη τόν Βασιλειῶν λέγει, λέοντας ἐξήγειρεν ὁ θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ Ἰώσηπος ἱστορεῖ, λοιμὸς [*](D) αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατ’ ὀργὴν τοῦ θεοῦ ἐπιέναι αὐτοῖς τὰ κακά, τοὐ σφετέρου βασιλέως ἐδέοντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν Ἰσραηλιτῶν, ἵν᾿ αὐτοὺς τὴν τῶν Ἑβραίων θρησκείαν μυήσωσιν· οὑ

165
γενομένου ἐπαύσατο ἡ φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν Ἑβραίων Χουθαῖοι, πρὸς δὲ τῶν Ἑλλήνων Σαμαρεῖται.

Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου τοῦ τῆς Ἱερουσαλὴμ βασιλέως ὁ τῶν Ἀσσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ Ἰουδαίᾳ καὶ πάσας εἶλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ Εζεκίας περὶ τῇ Ἱερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ὃν ἂν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυ- σοῦ δὲ τριάκοντα ᾔτησε, καὶ πίστεις ἐνωμότους παρέσχεν ἦ μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ’ Αἰγυπτίους ὥρμησε καὶ Αἰθίοπας, τὸν δ᾿ ἀρχιστράτηγον αὐτοῦ Ῥαψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν Ἱερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ Ἐζεκίᾳ. ἀλλ’ ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπ’ αὐτὸν ἔπεμψε. κἀκεῖνοι εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν Ἐζεκίας” ἔφησαν, “μωραίνει ἐπ’ ἐσῆς ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, ἣ οὐδὲν ἤμυνε τῷ κατέχοντι, ἀλλ’ [*](P) αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος.’ ταῦτα ἑβραϊστὰ ὁ Ῥαψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ἔλεγεν εἰς ἐπήκοον πάντων “μὴ ἀπατάτω ὑμὰς Ἐζεκίας λέ- [*](Cap. 23. Iosephi Ant. 10, 1—3. Regum 4, 18—21. Paralip. 2, 32 et 33.)

166
γων, κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;” καὶ ἀπήγγειλαν ταῦτα τῷ Ἐζεκίᾳ. ὁ δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, [*](C) καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ᾿ ἀνελπίστοις αἰτῶν· καὶ πρὸς Ἡσαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ἵν᾿ ἵλεως ἔσοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι ἄπρακτον ἀπ᾿ Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ Ἐζεκίᾳ “μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ᾿ ᾧ πέποιθας μὴ παραδοθῆναι τὴν Ἱερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου.” ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς Ἐζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόν “ἴδε” λέγων “κύριε, καὶ ἄκου- [*](D) σον τοὺς λόγους Σεναχηρείμ, οὓς ἔστειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ.” Ἡσαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ ἄγγελος ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ᾿ ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ Ἱερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ τῶν ὅπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, Ἰώσηπος δὲ ἱστορεῖ ἐν Ἡροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ ῾Ραψάκῃ στρατιὰν εἰς Ἱεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς Ἀσσυ-
167
ρίοις, ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας οὖν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ ἄπεισιν εἰς Νινευί. καὶ μετ’ ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν [*](P) ἀρχὴν διαδεξαμένου. Ἐζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ’ ὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν Ἠσαίας κατ᾿ ἐντολὴν τοῦ θεοῦ εἶπε τάξαι τῷ οἴκῳ σου· οὐ γὰρ ζήσῃ.” τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ ὅτι παῖδας μὴ ἔχων ἔρημον ἔμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν 9 καὶ ἀθυμῶν ἐπὶ τούτοις ἔκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αὖθις Ἠσαίας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ᾔτει τὸν προφήτην δείξαι αὐτῷ εἰς [*](C) πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ἤδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ ἥλιος καὶ σκιὰν ποιήσας, ἐπίστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν Εζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς Ἐζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ἔχειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ὅπλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. Ἡσαΐας δὲ εἶπε τῶ Ἐζεκία “ἐλεύσονται ἡμέραι, καὶ ὁ πλοῦτος ὃν ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ἔσονται εἰς [*](D)
168
εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος.” Ἐζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, ‘‘ἔστω” φησίν “εἰρήνη ἐν ταῖς ἡμέραις μου.” ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ἔτος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εἴκοσι.

Διαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μανασσῆς πᾶν εἶδος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς Ἰουδαίας ἐκίνησεν, ἣ τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αἴτιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἶ τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασθκειαν άποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. οὕτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς Πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά.

Ἡ βασιλεία δὲ πρὸς Ἀμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοὐ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς [*](P) ἐπὶ τέσσαρσιν εἴκοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν Ἰωσίαν, ὄγδοον τῆς ἠλικίας ἀνύοντα χρόνον ὃς εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς [*](Cap. 24. Iosephi Ant 10, 4–6. Regum 4, 21—24. Paralip. 2, 33—36.)

169
τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν ὅσον ἕκαστος βούλεται. καὶ οὕτω συναχθέντων χρημάτων ὅ τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ὃς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως [*](C) τῷ βασιλεῖ. ὡς δ’ ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν Ὀλδὰν γυναῖκα Σελοὺμ ἔπεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ ἄλλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον ἤδη ψῆφον εἶπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ὄντα οὐκ ἐπάξει νύν τὰ κακά, ἀλλ’ αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς Ἱεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. εἶτα ὅρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους [*](D) καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ὃν ἀνέστησεν Ἱεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ὃς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ Ἰωσίαν μετὰ τριακόσια ἔτη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς Ἰσραηλίτας δὲ πορευθεὶς Ἰωσίας, ὅσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἀπάσης τῆς χώρας ἀφανίσας τὰ εἴδωλα, εἰς Ἱερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ἣν
170
πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, εἶργε δὲ αὐτὸν Ἰωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ᾿ αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. Ἰωσίας δὲ οὐ μεθίετο. ἤδη οὖν παρετάσσοντο μαχεσόμενοι, καὶ Ἰωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ἔλυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς Ἱεροσόλυμα τελευτᾷ, βασιλεύσας ἔτη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου Ἱερεμίας ἦν ὁ προφήτης, ὃς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ Ἱερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ ῾Ρωμαίων αὐτῆς ἅλωσιν. [*](P) οὐ μόνον δὲ οὗτος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ Ἰεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. ἦσαν δὲ ἄμφω τῆς ἱερατικῆς φυλῆς.

Τελευτήσαντος δὲ Ἰωσίου Ἰωάχαζ ὁ παῖς αὐτοῦ ἦρξεν, εἴκοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ὤν, ἀσεβὴς γε- γονώς· ὃν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ Ἐλιακεὶμ δέδωκεν, Ἰωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσοῦ. τὸν Ἰωάχαζ δὲ ἀπήγαγεν εἰς Αἴγυπτον, ὅπου καὶ ἐτελεύτησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ἦσαν μῆνες ἐπὶ δέκα ἡμέραις.

[*](C)

Ἰωακεὶμ δὲ ἀσεβεῖ τε ὄντι καὶ κακούργῳ ἔτος ἤδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. οὗτος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ᾿ ἔτει τῆς βασιλείας Ἰωακεὶμ ἐπιστρατεύει τῇ Ἰουδαίᾳ μετὰ βαρείας δυ-

171
νάμεως. Ἰωακεὶμ δὲ δείσας ὑπόφορον ἔθετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ἔτεσι προσῆγε τοὺς φόρους, εἶτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωυίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου Ἱερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως ἅλωσιν καὶ τὴν τοῦ βασιλέως Ἰωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον [*](D) τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ἣν λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ᾿ οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ᾿ οὐ πολὺ δὲ κατ᾿ αὐτοῦ στρατεύει ὁ Βαβυλόνιος, Ἰωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οἷς ἦν καὶ ὁ προφήτης Ἰεζεκιὴλ παῖς ὤν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, Ἰωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς Ἰουδαίας.

Οὕτω μὲν ἔσχε τέλους Ἰωακείμ, ἐνιαυτοὺς βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δὲ ἕνδεκα. ὁ δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι᾿ αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν ἢ αὐτούς· ἃς παρέβη ὁ Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οἳ πρὸς ὀκτα-

172
[*](P) κοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν Ἰωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα

καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς Ἰερουσαλὴμ βασιλείαν τῷ τοῦ Ἱωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ’ αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ὤν, εἴκοσι γὰρ καὶ ἑνὸς ἦν ἐτῶν ὅτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ [*](C) Ἱερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ’ ἐπίστευε λέγοντι τὰς μελλούσας ἔσεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ἃς καὶ Ἱεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς Ἱεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν ἄλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. Ἰεζεκιὴλ μὲν γὰρ μὴ ὄψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, Ἱερεμίας δὲ δέσμιον αὐτὸν ἀΠαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν Ἰουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο.

Οὗτος ὁ Σεδεκίας ἐπὶ ἔτη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπολιόρκει [*](D) τὴν Ἰερουσαλήμ. τῶν δ’ Αἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς Ἰουδαίοις, προυπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ἔλεγον· Ἱερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς [*](Cap. 25. Iosephi Ant. 10, 7 et 8. Regum 4, 24 et 25. Paralip. 2, 36.)

173
καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ’ ἔτη δουλεύσοντα ἑβδομήκοντα, μέχρις οὗ Πέρσαι καὶ Μῆδοι τὴν Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αὖθις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτ’ ἔλεγεν Ἱερεμίας· ὁ δὲ βασιλεὺς καὶ οἶ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυκτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς Ἀναθὼθ τὴν πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον ἤγαγε πρὸς τοὺς ἄρχοντας· οἳ αἰκισάμενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν.

Κατὰ δὲ τὁ ἔνατον ἰτὸς τῆς βασιλείας Σεδεκίου ἔπεισι τὸ δεύτερον κατὰ τῶν Ἱεροσολύμων ὁ Βαβυλύνιος, καὶ ἐφ’ ἔνα πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κραταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. Ἱερεμίας δὲ καθειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ οὕτως· εἰ δ’ οὔ, μένοντας ἀπολεῖσθαι ἢ λιμῷ ἢ μαχαίρᾳ· ‘εἰ δέ τις προσχωρήσει τοῖς πολεμίοις, τὸν θάνατον” ἔλεγε “διαφεύξεται. οὐδενὶ μέντοι πιστὸς ὁ προφήτης λελόγιστο, οἱ δ’ ἡγεμόνες καὶ προσηρέθιζον κατ’ ἐκείνου τὸν βασιλέα. [*](B) δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐτοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέλευσε, καὶ λάθρᾳ καλέσας ἤρετο τί φησι πρὸς τὰ παρόντα δεινά. ὁ δὲ παραδοῦναι τὴν πόλιν συνεβούλευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ἔλεγε μὴ ἀναιρεθῇ. ὁ δὲ προφήτης οὐδενὸς αὐτὸν οὕτω ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν

174
μὲν οὖν ὁ βασιλεὺς ἀπέλυσεν, ὁ δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ εἷλε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδεκίου. [*](C) Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ἔφευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες οὑν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἤγαγον εἰς τὸν Βαβυλώνιον. ὁ δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κταν- θῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· εἶτα καὶ τὰ ὄμματά πηρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ ἄμφω τοὺς προφήτας ἀληθῆ προειπεῖν. οὕτος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. εἴκοσι δὲ καὶ εἶς ἐτύγχανον ἄπαντες, ἐτῶν διελθόντων ἐξ ὅτου τῆς βασιλείας [*](D) ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μηνῶν ἕξ, ἡμερῶν δεκαέξ.

Πεμφθεὶς δὲ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τού ναοῦ πάντα ἐσύλησεν. ἐμπέπρηστο δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα μῆνάς τε ἒξ καὶ ἡμέρας δέκα ἀφ’ οὗ ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν Ἑβραίων μεταναστεύσεως μετὰ ἐξήκοντα δύο ἔτη καὶ χίλια καὶ μῆνας ἕξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ἒξ καὶ ἡμέρας δέκα ἐκ δὲ τῆς παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισχίλια πεντακόσια δέκα καὶ τρία ἴτη παρήλθοσαν, μῆνες ἕξ καὶ ἡμέραι δέκα.