Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Εν Σαμαρείᾳ δὲ τῷ Ἐλισσαίῳ διάγοντι πρόσεισ’ [*](B) γυνή τις χήρα, ἀποκλαιομένη ὅτι χρεωστοῦσα καὶ μὴ ἔχουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐῷ ἐσομένους. [*](Cap. 16. Iosephi Ant. 9, 4. Regum 4, 4—6.)

146
ὁ δὲ προφήτης τί ἐν τῷ οἴκῳ ἔχει ἠρώτα αὐτήν· ἡ δὲ οὐδὲν ἕτερον ἔφη ἣ βραχύτατον ἔλαιον. καὶ ἐνετείλατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν ἅπασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προφήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ἔλαιον συνεβούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμανίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχούσης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ἔτεκεν. [*](C) ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· ἡ δὲ γυνὴ πρὸς τὸν Ἐλισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσά παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. ὁ δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ἵνα ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ ἡ γυνὴ ὤμοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη οὑν ὁ προφήτης, καὶ ἀπελθὼν εὗρε τὸ παιδάριον ἀνακεκλιμένον ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύσησεν εἰς αὐτό. καὶ ἑπτάκις οὕτω τοῦ προφήτου ποιήσαντος ἀνεζωώθη ὁ τεθνηκώς, καὶ ἔδωκεν αὐτόν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. [*](D) καὶ ἦν λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἥκασι πρὸς αὐτόν. ὁ δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς ἕψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λάχανα, οἶς καὶ τολύπη συναναμέμικτο· ἡ δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προφήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. ὁ δὲ ἄλευρον κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν,
147
καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. δ᾿ αὐτῷ τινος ἄρτους εἴκοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεἶναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί ἂν γένοιτο ταῦτα πρὸς ἄνδρας ἑκατόν, εἰρηκότος, δός εἶπε “ταῦτα, καὶ κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύματα.” καὶ εἰς ἔργον ὁ λόγος ἐγένετο.

Νεεμὰν δὲ μέγας ὢν παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης Ἰσραηλίτιδος ἡ γυνὴ Νεεμὰν δούλην ἔσχεν αὐτήν. ἥτις ἔφη πρὸς τὴν κυρίαν αὐτῆς ὡς ἑέ ἀπῆλθεν ὁ κύριός μου πρὸς τὸν προφήτην Ἐλισσαιέ, ἀπηλλάγη ἂν τῆς νόσου αὐτοῦ. ἡ δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ Συρίας ἀνήνεγκε. καὶ ὁ βασιλεὺς ἐπιστολὴν ἐκτίθεται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ. Νεεμὰν δὲ λαβὼν δέκα Τάλαντα [*](P) ἀργυρίου καὶ ἑξάκις χιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι “πρόφασιν καθ’ ἡμῶν ὁ βασιλεὺς Συρίας ζητεῖ.” Ἐλισσαιὲ δὲ ταῦτα μαθών “ἐλθέτω πρός με ὁ Νεεμάν” μεμήνυκε τῷ βασιλεῖ Ἰσραήλ. καὶ ἐλθόντι στείλας δεδήλωκεν ἀπελθεῖν εἰς τόυ Ἰορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ οὕτω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠργίσθη δὲ Νεεμὰν ὅτι μὴ ἐξῆλθε πρὸς αὐτὸν ὁ προφήτης καὶ ηὔξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων οὐκ εἰσὶ παρ’ ἡμῖν ποταμοὶ ὑπὲρ τὸν Ἰορδάνην; πορευθεὶς λούσομαι ἐν [*](C) αὐτοῖς καὶ καθαρισθήσομαι.’ ὑποχωροῦντι δὲ εἶπον αὐτῷ οἱ θεράποντες “ποίησον τὸν τοῦ προφήτου

148
λόγον, ῥᾴδιον ὄντα.” καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τό προφήτῃ, καὶ μὴ εἶναι θεὸν ἕτερον ὡμολόγει παρὰ τὸν ἐν τῷ Ἰσραήλ, καὶ ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ὧν ἐκόμιζεν· ὁ δὲ ἆπηνήνατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ εἶπεν “ὁ προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθησόμενα δεομένοις τισὶν ἄρτι προσελθοῦσιν αὐτῷ.” καὶ ἔδωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς [*](D) Ἐλισσαιέ, ἔγνω δὲ ὁ προφήτης ὃ εἴργαστο τῷ Γιεζί, καὶ εἶπεν αὐτῷ ὅτι ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια ἀπὸ τοῦ Νεεμάν, ἡ λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου.” καὶ ἐξῆλθε λελεπρωμένος.

Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ Ἐλισσαίου ἐπορεύθησαν εἰς τόν Ἰορδάνην τεμεῖν ξύλα, ὡς ἂν ποιήσωσιν ἑαυτοῖς σκηνάς· καὶ ὁ Ἐλισσαῖος αὐτοῖς συμπεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξίνης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ ὁ τῆς ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν ᾧ κατέδυ ὁ σίδηρος. ὁ δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ἔλαβεν αὐτὸ ὁ ἀπολέσας αὐτό.

Ο δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ἴν ἕλῃ τὸν βασιλέα τὸν Ἰωράμ. ἀπέστειλε δὲ ὁ προφήτης πρὸς Ἰωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ ὁ μὲν οὐκ ἐξῄει, Ἄδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευέ γίνεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. σησάντων δ᾿ ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην Ἐλισσαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν Δοθαῒν στράτευμα, ἵν᾿ αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ

149
τῆς πόλεως ὁ τοῦ προφήτου διάκονος, περιδεὴς ἀφίκετο πρός αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. ὁ δέ “μὴ δέδιθι ἴφη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ διακόνῳ αὐτοῦ ὅπως φυλάττεται παρ’ αὐτοῦ. καὶ δέδωκεν ὁ θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν ἄρμασι καὶ ἵπποις πυρίνοις κεκυκλωμένον. [*](P) ἠμαύρωσε δὲ προσευξάμενος ὁ προφήτης καὶ τὰ ὄμματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς ἔφη ῾ ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν Ἐλισσαῖον ὑμἰν.” οἶ δὲ εἵποντο καὶ τὰς ὄψεις βεβλαμμένοι καὶ τὴν διάνοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ᾔτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ εἶδον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. Ἐλισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως οὖν ὁ Ἰωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ [*](C) ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη.

Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμάρειαν ὁ βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγένετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ὥστε κεφαλὴν ὄνου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως Ἰωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον ‘‘σῶσον, ὦ βασιλεῦ.” ὁ δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα ‘‘πόθεν σε σώσω” βλασφημήσας αὐτὴν ἔφη “μήτε ἅλωνός μοι μήτε ληνοῦ [*](Cap. 17. Iosephi Ant. 9, 4. Regum 4, 6—8.)

150
ὑπαρχούσης;” τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν [*](D) ἐπέτρεψε. καὶ ἡ γυνή “συνθήκας” εἶπεν “ἐθέμην μεθ’ ἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ μὲν τὸ ἐμὸν ἔθυσα, ἡ δὲ παραβαίνει τὰ ὡμολογημένα.” τούτων ἀκούσας ὁ βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώρ- γιστο, ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν ἔπεμψεν. Ἐλισσαῖος δὲ τοῖς φοιτηταῖς ὁμιλῶν προεῖπεν αὐτοῖς ὅτι ὁ τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλ’ ὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν εἴσοδον τῷ σφαγεῖ· ἕψεται γὰρ μεταμεμελημένος ὁ βασιλεύς. καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, Ἰωρὰμ δὲ μετα- βουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. ὁ δέ “αὔριον” ἔφη “δύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου. καί τις τῶν ἑπομένων τῷ βασιλεῖ ἄπιστα ἔφη λέγεις, προφῆτα.” ὁ δέ “ὄψει μέν’ ἔφη “τὰ ἐπηγγελμένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστέαν. κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ἕππων τε καὶ ὅπλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν ὁ θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν προσλαβέσθαι πολὺ τὸν Ἰωρὰμ οἰηθέντες καὶ ἐπέρχεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπεδίδρασκον. λεπροὶ δὲ τέσσαρες ἄνδρες ἔξω τῆς πόλεως [*](P) ἦσαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξωθεῖσθαι τῶν πόλεων. οἱ γοῦν λεπροὶ ἐκεῖνοι ἤδη φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων παρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς “ἢ φείσονται ἡμῶν καὶ τραφέντες ζησόμεθα, ἢ ἀναιρεθέντες τόν
151
κακῶν ἀπαλλαγησόμεθα.” ἧκον οὖν ὄρθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, ἔρημον οὖσαν εὑρήκασι· καὶ εἰς πλείους δὲ μεταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν ἔφαγόν τε καὶ ἔπιον, εἶτα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν ἔκρυψαν, καὶ οὕτως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. ὁ δὲ βασιλεὺς [*](C) ἀκούσας ἐνέδραν εἶπεν εἶναι τοῦτο τῶν πολεμίων, καὶ μὴ προιέναι διεκελεύετο, τοὺς δὲ κατασκοπήσοντας ἔπεμψεν. οἳ ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν εὕρισκον. ταῦτα μαθὼν ὁ βασιλεὺς διαρπάσαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. ὅθεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ τὸ δὲ σάτον ἐστὶν Ἰταλικὸν ἡμιμέδιμνον. μόνος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο ὁ τοῦ βασιλεώς τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ὃς τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ [*](D) πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν.

Ο δὲ βασιλεὺς Δαμάσκου μετὰ ταῦτα ἐνόσησε. καὶ ὁ Ἐλισσαῖος ἀπῆλθε τότε πρὸς Δαμασκόν· καὶ ἤκουσεν ὁ νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν Ἀζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. ἔπεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ ὁ προφήτης τεθνήξεσθαι μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ Ἀζαὴλ ἐνετέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ ἔκλαιε. καὶ ἐρωτηθεὶς παρὰ τοῦ Ἀζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν,

152
θρηνεῖν ἔφη προορῶν ὅσα ἐκ σοῦ συμβήσεται τοῖς Ἰσραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς ἔσῃ Συρίας. ὑποστρέψας δὲ Ἀζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δ’ ἐπιούσῃ δίκτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο.

Ὁ δὲ τοῦ Ἰοῦδα βασιλεὺς Ἰωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς οὔσης τοῦ Ἀχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. οὕτω δὲ βιοῦντι ὁ προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ὄλεθρον [*](B) καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· ἃ καὶ εἰς ἔργον ἐξέβησαν, Ἀράβων ἐπιστρατευσάντων τῇ Ἰουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοὐ Ὀχοζίου. Ἰωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ᾿ ἀρχὴ τῷ υἱῷ αὐτοῦ Ὀχοζίᾳ περιελήλυθεν.

Ἰωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας Ἰηοῦν τὸν τοῦ Ἀμασῆ· Ἐλισσαῖος δ’ ἕνα τῶν μαθητῶν ἔπεμψε χρίσοντα εἰς βασιλέα τὸν Ἰηοῦν, ὡς τοῦ C θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ’ ἐλθὼν ἰδίᾳ τῶν ἄλλων ἀπολαβὼν τὸν Ἰηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστι- [*](Cap. 18. Iosephi Ant. 9, 5 et 6. Regum 4, 8—10. 2, 21 et 22.)

153
κώτερον, εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ἔλαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ἵν’ ἀφανίσῃ τὸ γένος τοῦ Ἀχαάβ. καὶ ὁ μὲν ἄμα τε εἶπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί ἂν βούλοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, “ὀρθῶς ἐκρίνατε” ἔφη, “ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· εἴρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν.’ καὶ ὁ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν Ἰηοῦν. ὁ δὲ αὐτίκα [*](D) τοὺς λογάδας τῶν ἰππέων παραλαβὼν ἐξώρμησεν, ἵν ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν Ἰωράμ. τοῦ δὲ σκοποῦ τῷ Ἰωρὰμ ἱππεῖς ἥκειν φήσαντος, ἔστειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί ἂν βούλοιντο. Ἰηοῦς δὲ μηδὲν ἀποκριθεὶς ἕπεσθαι αὐτῷ προετρέπετο. εἶτα καὶ δεύτερον ἔστειλεν· οὐδ’ ἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς ὁ Ἰωρὰμ τοῦ ἄρματος ἐπιβάς, σὺν Ὀχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ ὄντι υἱῷ, συνήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ Ἰηοῦ, καὶ ἤρετο περὶ τῆς στρατιᾶς ὅπως ἔχει· ὁ δὲ βλασφημίας αὐτοῦ κατέχεεν. Ἰωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ Ιηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ ἅρματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν Ἠλιού, ἣν πρὸς Ἀχαὰβ ἐποιήσατο. καὶ Ὀχοζίαν δὲ φεύγοντα ἐτόξευσεν Ἰηοῦ, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτησεν, ἕνα βασιλεύσας ἐνιαυτόν. Ἰεζάβελ δ᾿ ἐκ ’τον πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπαγωγότερον, “ἀγαθός εἶπε “δοῦλος ὃς τὸν δεσπότην ἀνεῖλεν.” Ἰηοὺ δὲ ἄνωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνούχοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερράνθη τὸ τεῖχος τῷ αἵματι· ἡ δὲ τέθνηκεν. Ἰηοὺ δὲ
154
[*](P) ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν εὗρον ἐκ τοῦ σώματος αὐτῆς ἢ μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπάρακτο, ὡς Ἠλιοὺ προεφήτευσεν.

Ἦσαν δ᾿ ἐν Σαμαρεέᾳ τῷ Ἀχαὰβ υἱοὶ ἑβδομήκοντα. ἐπέστειλεν οὖν Ἰηοὺ τοῖς ἄρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν Ἀχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν ἔγραψε ταῦτα. οἱ δὲ αὐτὸν ἔχειν δεσπότην ἀντέγραψαν. καὶ αὖθις ἐπέστειλεν Ἰηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ Ἀχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπιταχθὲν πεποιήκασιν. ὁ δὲ πρὸ τῆς πύλης τῆς πόλεως [*](C) τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ τούτου γενομένου προελθών “ἐγὼ μὲν” εἶπε “τὸν βασιλέα ἀνῄρηκα, οὗτοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·” καὶ πάντας δὲ τοὺς συγγενεῖς Ἀχαὰβ ἐρευνήσας ἀπέκτεινεν Ἰηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ Ἰωναδάβ, καὶ προσειπὼν εὐλόγησεν αὐτὸν ὅτι ἐξωλόθρευσε τὸ γένος τοῦ Ἀχαάβ.

Εἶτα ἵνα μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦσαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ παρείη, θάνατον εἶναί οἱ ἔφη τὸ ἐπιτίμιον. ἀθροισθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ᾿ αὐτῶν εἰς τὸν οἶκον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ἕτερον [*](D) ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ἕτερον, στρατιώτας περιέστησεν ἔξω, κελεύσας ἀποκτεῖναι τοὺς ἔνδον. οἳ ἐκείνους τε πάντας ἀνεῖλον καὶ τὸν οἶκον τοῦ Βάαλ ἐνέπρησαν καὶ τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περι-

155
εἷλεν. ὁ δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οἶκον ἐξαφανίσαντι Ἀχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν.

Οὕτω μὲν οὖν τὸ γένος ἐξωλοθρεύθη τοῦ Ἀχαάβ· ἡ δὲ θυγάτηρ ἐκείνου Γοθολία, ἣ Ὀχοζίᾳ συνῴκει τῷ τῆς Ἱερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας Ἰούδα ἐγκρατής οὖσα, σπούδασμα ἔθετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ Δαβίδ. καὶ χωρὶς ἑνὸς ἀπέκτεινεν ἅπαντας. ἡ γὰρ ἀδελφὴ Ὀχοζίου Ἰωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ἔνα νήπιον ὄντα, ὄνομα Ιωάς, ἀποκρύψαι, καὶ ἔτρεφεν αὐτὸν ἐπὶ ἔτη ἒξ λεληθότως. ἐν δὲ τῷ ἑβδόμῳ Ἰωδαὲ ὁ ἀρχιερεύς, ᾧ συνῴκει ἡ Ἰωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκατοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν Ἰωάς, καὶ κοινολογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπαναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπανασώσασθαι. οἳ καὶ ὅρκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας καὶ φυλάρχους πρὸς τὸν Ἰωδαέ. ὁ δὲ αὐτοῖς τὸν Ιωὰς ἐνεφάνισε λέγων “οὗτος ὑμῖν βασιλεὺς ἐκ σπέρματος [*](P) τοῦ Δαβίδ.” καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν Ἰωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ἔλαιον καταχέας αὐτοῦ βασιλέα ἀπέδειξε· καὶ ὁ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς ἡ Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυβημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιὰς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς είσεδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν [*](Cap. 19. Iosehpi Ant. 9, 7 et. 8. Regum 4, 11 et 12. Paralip. 2, 22—24.)

156
εἴσοδον. ἡ δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπείλησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκότας. Ἰωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν ἔξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἶ μὲν οὕτως [*](C) ἐποίησαν, Ἰωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ὥρκωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν(??) καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ Ἰωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖσθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν.

Ηβήσας μέντοι ὁ βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος ἔν τισι μέρεσι παρὰ Γοθολίας, ὁ Ιωὰς ἀν’ ἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας Ἰωδαὲ ἐκέλευσε πέμψαι τοὺς [*](D) αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. Ιωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσεσθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ἔρανον. κιβώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν ἄνωθεν ἐν αὐτῷ, καὶ ἔθετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήματος ὅσον ἑκάστῳ ἦν πρὸς βουλῆς εἰς ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβολήν, ὥστε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον αργυριον, ἐξ ὣν ὅ τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αἱ φιλότιμοι μέχρις ἐβίω Ἰωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ δικαίως καὶ κατὰ νόμον ζήσαντος ἔτη ἑκατὸν πρὸς

157
τριάκοντα καὶ οὕτω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν ὁ βασιλεὺς Ἰωάς, καί οἶ καὶ οἱ φύλαρχοι καὶ οἶ ἄλλως ἐξάρχοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσεβείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαὲ προφητεύοντος καὶ παραινοῦντος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, ὁ Ἰωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. ἀναιρούμενος δὲ ὁ προφήτης δικάσαι τὸν θεὸν ηὔξατο [*](P) ἀνθ’ ὅτου τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐεργετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καἰ ταχέως ἐδίκασεν· ὁ γὰρ τῶν Σύρων βασιλεὺς Ἀζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουσαλήμ. ὁ δὲ πάντας τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ ὅσα ἐν ἀναθήμασι, τῷ Ἀζαὴλ παρέσχετο· ὃς τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πολιορκίας ἀπέσχετο.

Τοῖς δὲ Ἰσραηλίταις ὁ Σύρος οὗτος ἐπιτιθέμενος ἐκάκου αὐτοὺς σφόδρα. Ἰηοὺ δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν,

καὶ βασιλεύσας ἴτη εἴκοσι καὶ ἑπτά, τέθνηκεν τῆς βασιλείας δὲ ἐπελάβετο Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ. οὗ βασιλεύοντος [*](C) ὁ τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκάκωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρατιὰν αὐτοῦ μαχαίρας ἔργον πεποίηκεν. ἐν τούτω δὲ ὁ Ἰωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν εὕρατο καὶ ἀνακωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ ·βασιλεύσας ἔτη θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς Ἰωὰς τὸν [*](Cap. 20. Iosephi Ant. 9, 8 et 9. Regum 4, 13 et 14. Paralip. 2, 24 et 25.)

158
υἱόν, ὁμωνυμοῦντα τῷ τῆς Ἰούδα φυλῆς βασιλεύοντι. οὐχ ὅμοιος δὲ τῷ πατρὶ ὁ Ἰωὰς οὗτος ἐγένετο, ἀγαθὸς δέ. ὃς καὶ τοῦ Ἐλισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ ὅπλον καλῶν, ὡς δι᾿ αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. ὁ δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη [*](D) βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, εἶπεν ὁ Ἐλισσαῖος “εἰ μὲν πλείω ἀφῆκας βέλη, ἐξέκοψας ἂν ῥιζόθεν τὴν τῶν Σύρων ἀρχήν· νῦν δ᾿ ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν ἣν ἐκεῖνοι ἀφείλοντο ἐπανασώσεις σου τῇ ἀρχῇ.” εἶτα ὁ προφήτης ἐξέλιπε καὶ ἔτυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόντες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ἔρριψαν· καὶ ἀνέζησεν ὁ ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἄδερ· ᾧ συμβαλὼν Ἰωὰς ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ Ἰσραὴλ τὴν χώραν καὶ τὰς πόλεις ἃς Ἀζαὴλ ἀφείλετο ὁ τοῦ Ἄδερ πατήρ.

Ἰωὰς δὲ ὁ βασιλεὺς Ἰούδα ἐτῶν μὲν ὢν ἑπτὰ ὅτε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐτοῦ. καὶ τὴν βασιλείαν τῆς Ἱερουσαλὴμ ὁ υἱὸς αὐτοῦ Ἀμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ὢν ὅτε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ εἴκοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ᾿ ἐνιαυτοὺς ἐννέα καὶ εἴκοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκείνων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγοντα “οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί.” ὃς καὶ κατὰ τῶν Ἰδουμαίων καὶ Ἀμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν Ἰσραη-

159
λιτῶν ἐμισθώσατο. προφήτης δέ τῖς καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν [*](P) οἰκείων διαθέσθαι τὸν πόλεμον. ᾧ πεισθεὶς ἀπέλυσε τοὺς Ἰσραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμενος. συμβαλὼν οὖν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν Ἰουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. Ἀμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς Ἰωὰς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀπαιτῶν πρὸς αὐτὸν ἥξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ Δαβὶδ καὶ Σολομῶντος τυγχάνοντι. ὁ δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡς “τὴν κέδρον ἡ ἄκνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ παρερχόμενα συνεπάτησαν τὴν ἄκνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ ὅτι εὐτύχησας [*](C) πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώθει.” πρὸς ταῦτα ὀργισθεὶς Ἀμεσίας στρατεύει κατὰ τοῦ Ἰωάς. φόβος δ’ ἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ Ἀμεσίας συλλαμβάνεται βάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν Ιωάς. ὁ δὲ δέσμιον ἄγων αὐτὸν ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφ’ ἅρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ ὅσα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν Ἀμεσίαν ἐπανῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ἔτη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν Ἱεροβοὰμ [*](D) ὁ υἱὸς αὐτοῦ. Ἀμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευθεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντήκοντα, βασιλεύσας δὲ εἴκοσι καὶ ἐννέα. ἐχρίσθη δὲ
160
βασιλεὺς ὁ υἱὸς αὐτοῦ Ὀζίας, ἐτῶν ὑπάρχων ἑξκαίδεκα.