Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ναβουζαρδὰν δὲ κατασκάψας τὴν Ἰερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καἰ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δ’ αὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν Ἰουδαίᾳ καταλιπὼν ὁ Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδολίαν, [*](B) ἄνδρα τῶν εὖ γεγονότων ἐπιεικῆ τε καὶ δίκαιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτη Ἱερεμίᾳ εἲς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο· ὁ δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος ἤθελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπιτάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ὅσοι δ᾿ ἐκ τῆς Ἱερουσαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν ἧκον πρὸς Γοδολίαν. ὁ δὲ γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν [*](C) ἄνδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν.

Ἐπανῆλθε δὲ σὺν τοῖς ἄλλοις καί τις καλούμενος Ἰσμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ὃς πρὸς τοὺς Ἀμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ἔλεγον· εἰ δ’ ἐπιτρέψει αὐτοῖς κτεῖναι [*](Cap. 1. Iosephi Ant. 10, 8. et 9. Regum 4, 25. Proph. Hierem. 40 seq. de Hieremia lapidato deque ossibus eius Alexandriam translatis eadem leguntur in Chronico Paschali Ι, ρ. 293 ed. Bonn. et in vitis Prophetarum ibid. II, p.270; partim etiam in Epiphanii Ορ. II, ρ. 239 ed. Petav.)

176
τὸν ἄνδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ’ ἠπίστει, ἢ καὶ βέλτιον ἔλεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν ἢ ἄνθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις ὁ Ἰσμαὴλ οὗτος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. εἶτα νυκτὸς ἐπιθέμενος τοῖς [*](D) καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ Ἰουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ Ἰσμαήλ, ἄνευ ὀλίγων τινῶν, οἳ κεκρυμμένα ἐν τοῖς ἀγροῖς ἔπιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς Ἀμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν Ἰουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, Ἰσμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπεφευγεν.

Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αἴγυπτον ἐβουλεύοντο. καὶ τοῦ Ἱερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλ’ ἀπειθήσαντες ἀπῆραν εἰς Αἴγυπτον, ἄγοντες καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ’ ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι’ ἆ καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. ἆ δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ἰτὸς μετὰ τὴν τῶν Ἱεροσολύμων ἠνύετο

177
πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν Ἀμμανίταις [*](P) ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ’ Αἴγυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ἕτερον δ’ ἐγκαθίστησι, τοὺς δ᾿ ἐκεῖ Ἰουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. Ἱερεμίου δ’ ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς Ἀλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν ἄλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παρ’ αὐτοῦ κτισθεῖσαν πόλιν τὴν Ἀλεξάνδρειαν.

Ὁ μὲν οὖν προφήτης προεῖπεν, ὡς εἴρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν Ἑβραίων γένος τοιοῦτον εὕρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἶ μὲν γὰρ δέκα φυλαὶ Ὠσηὲ βασιλεύοντος εἰς Σαμάρειαν [*](C) παρὰ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ὅσοι μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων ἔθνος ἐκ Πέρσιδος μετῴκισεν εἰς Σαμάρειαν, ὁ δὲ Ναβουχοδονόσορ ἔρημον ἀφῆκε τὴν Ἰουδαίαν, καὶ ἔμεινεν οὕτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ Ἱερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ἔτη καὶ μῆνες ἒξ πρὸς ἡμέραις δέκα ἐγένοντο.

Τοὺς δ᾿ εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν ἄλλων [*](D) ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας ὁ [*](Cap. 2. Iosephi Ant. 10, 10. Daniel 2 cum Commentario Theodoreti ρ. 1089, 1090 ed. Schulzii. Pauca sunt ipsius Zonarae.)

178
Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσσαρες δὲ τῶν παίδων ἤσαν ἐκ τοῦ βασιλικοῦ γεγονότες γένους, καλοὶ τὰς ὄψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ὧν τὸν μὲν Δανιὴλ καλούμενον Βαλτάσαρ ὁ Βαβυλώνιος μετωνόμασε, τὸν δὲ Ἀνανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ἕτερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν Ἀζαρίαν Ἀβδεναγώ· οὓς καὶ τῶν ἄλλων ἦγεν ἐντιμοτέρους, δι’ εὐφυίαν ἐπὶ σοφίᾳ προκόπτοντας. οὗτοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφάς, ἀλλ’ ὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις ἄλλοις. ὁ δὲ δεδιέναι ἔλεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κακωθῇ οἱ δὲ ἐφ’ ἡμέρας δέκα οὕτω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο ἡ τῶν σωμάτων ἵξις αὐτοῖς, οὕτω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ ἐξῆς, εἰ δ’ ἴδοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας ἔχεσθαι διαιτήσεως. πείθεται τούτοις ὁ τῶν παίδων προεστηκώς, καὶ οὕτω ποιήσας ὡς οὐδὲν αὐτοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας εἶδε, μᾶλλον μὲν οὖν καὶ τῶν ἄλλων θαλερωτέρους γεγονότας, [*](P) ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πάσαν κατόρθωσαν παιδείαν Χαλδαϊκὴν καὶ Ἀσσύριον. ὁ δέ γε Δανιὴλ καὶ περὶ κρίσεις ὀνείρων κατέτεινε τὴν σπουδήν.

Εἶτα ἐνύπνιον ὁ Ναβουχοδονόσορ ἐξαίσιον θεασάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς ὕπνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπελάθετο. ἕωθεν οὖν μεταπεμψάμενος τοὺς Χαλδαίους

179
καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ ὄναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐτὸν ἤθελον πρότερον εἰπεῖν τό ἐνύπνιον, καὶ οὕτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ θάνατον ἀπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ὄνειρον. τούτοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ [*](C) συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν ὁ Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· · “ἴσως γάρ” ἔφη “δι᾿ αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον.” ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αἴτησιν. καὶ συμπαραλαβὼν ὁ Δανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται οὖν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι’ αὐτοῦ σημαινόμενα. καὶ μεθ’ ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ἔφη γνωρισθῆναι αὐτῷ καὶ τὸ ὄναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν [*](D) κινδυνεύοντας, “οὐδὲν δ’ ἧττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ὧν ἀπῄτεις ἀδύνατα, ἃ μόνῃ τῇ θείᾳ φύσει γνωστά. ἃ δ’ ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ὦμοι καὶ οἶ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ἦσαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. εἶτα λίθος ἐξ ὄρους ἀπορραγεὶς τῷ ἀνδριάντι ἔδοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ὄστρακον ἐς τοσοῦτον ὡς ὑπ’ ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδα-
180
σθῆναι αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ’ αὐτοῦ πεληρῶσθαι τὴν γῆν. οὕτος μὲν οὖν σοι ὁ ὄνειρος ἃ δὲ δηλοῦταί σοι δι’ αὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς ἄρξει μετὰ σέ, ταῦτά εἰσιν. ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε εἶ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ’ ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ὦμοί διττὰς εἰκονίζουσι βασιλείας, ὺφ΄ ὡν ἡ ὑμῶν ἡγεμονία καταλυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ὃς τοὺς ὑμάς καταλύσοντας καθαιρήσει· τὴν δ΄ ἐκείνου βασιλείαν αὖθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυνατώτερος.” ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ’ ἄργυρος [*](P) τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· ὁ δὲ σίδηρος αὖθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῆ̣ μὲν οὖν ἡ τῶν Ἀσσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν ἄλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μηδῶν καὶ τῶν Περσῶν ἐκάλεσεν, αἳ τὴν τῶν Ἀσσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ὥσπερ ἱστορηθήσεται, Πέρσης μὲν ἦν πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ὃς ἄμφω τὰ ἔθνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς Ἀσσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οἷα καὶ τὴν Περσικὴν [*](C) σικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας ἡ Ἀλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν
181
μηρόν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν Ῥωμαίων ἐκάλεσεν, ᾗ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ ἄλλων μεγάλων βασιλειῶν μεταγενεστέρα ἡ τῶν Ῥωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ὄστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν εἶναι τὴν βασιλείαν, ἔχειν δὲ παρ’ ἑαυτῇ καὶ εὔθραυστόν τι καὶ ἄναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ ὄστρακον, συγκείμενον ἐκ πηλοῦ.

Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαίων [*](D) ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν σιχόνοιαν ἔστιν οὑ ῥέπειν ἐπὶ τὸ χείρον’ καὶ ἀσθενέστερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγκλητονW κλῆτον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ’ ἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα [*](Cap. 3. Quaedam sunt ipsius Zonarae. Inde a ρ. 182, 29 Daniel 2 cum Commentario Theodoreti ρ. 1092, 1093. Iosephi Ant. 10, 10, §. 5.)

182
δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα.

Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ’ ἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσ’ ἔπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην ἄν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχόνοιαν. ὅ τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς [*](P) ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αὔγουστος καὶ ὁ Ἀντώνιος συνεκρότησαν, εἶτ᾿ αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ’ ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν.

Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῆ̣ δ᾿ ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυπῖαν [*](C) ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας.

Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν ὁ λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ ὧν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν

183
ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας ὁ προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ εἴωθεν ἡ γραφὴ καλεῖν τὸν [*](D) Χριστόν. ὅ τε γὰρ Δαβίδ “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες” ἔφη, “οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,” καὶ ὁ Ἠσαίας ἐκ προσώπου φησὶ τοῦ θεοῦ ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον.” καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ’ ᾧ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε. κᾶέ πάλιν λέγει “θεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.’ κᾶέ αὖθις ἑτέρωθι “ ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.” καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύ- ριος. τὸ δ᾿ ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ ἡ του Ἰούδα νομισθείη φυλή, ἐξ ἦς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χειρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ’ ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότη- [*](9 Δαβίδ] Ps. 118, 22. 11 Ἡσαΐας] 28, 16. 13 Παῦλος] ad Eph. 2, 20. 15 λέγει] 1 Cor. 3, 11. 17 ἑτέρωθι] 1 Cor. 10, 5.)
184
τος, προιὼν δὲ τὴν οἰκουμένην πάσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν [*](P) μέλλουσαν αὐτοῦ ἐπιφάνειαν.

Ο μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ’ ἐκείνου θρησκευομένῳ θεῷ. ἔφη γάρ ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια.” δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ αλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ.

[*](C)Εἶτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ ὕψος ἐξήκοντα, πλάτος δὲ ἒξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ὅταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ᾿ ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ἣν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων οὖν προσκυνούντων οἱ τρεῖς νεανίαι, οὓς συγγενεῖς τοῦ Δανιὴλ ἡ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· D τὸ δὲ πῦρ ἐκείνων οὐχ ἥψατο, ἀλλ’ ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης ὕμνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· ἄγγελος δ’ ἦν συγκαταβὰς αὐτοῖς καὶ [*](10 ἔφη]. Dan. 2, 47. Cap. 4. Iosephi Ant. 10, 10 §. 5—11 §. 2. Daniel 3 et 4. Theodoretus in Dan. 5, ρ. 1158.)

185
τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αὔραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ἄνδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων Ἰουδαίων καθίστησιν.

Ὁρᾷ δὲ μετ᾿ ὀλίγον ὁ Ἀσσύριος ἐκεῖνος ἐνύπνιον ἕτερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ᾿ αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. εἶτα Ἲρ εἶδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα “ἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ᾿ αὐτόν.” ταύτην ἰδὼν τὴν ὄψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι᾿ αὐτῆς σημαινόμενα. ἠπόρουν δ᾿ ἐκεῖνοι καὶ οὐκ εἶχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. εἶτα [*](P) πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· “δύνασαι γάρ” φησίν, “ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.” ὁ δέ “κύριέ μου” φησί “βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε.” εἶτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι “τὸ δένδρον τὸ μέγα, ὃ ἑώρακας, σὺ εἶ, ὦ βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλω-

186
σύνῃ σου ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ Κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς, μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ἔπαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· “ὅτι δὲ Ἱρ’ εἶδες ἄγιον ἐκ τοῦ οὐρανοῦ [*](C) καταβαίνοντα,” τουτἐστιν ἄγγελον θεῖον· τὸ γὰρ Ἳρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι’ οὗ τὸ ἀσώματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ἔχει φύσιν, “ὅτι τοίνυν τὸν ἐγρηγορότα” φησίν “ἐκεῖνον εἶδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ἔλπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αὖθις αὐτήν· τούτου γὰρ εἶναι σημαντικὸν τὸ τὴν φυὴν τόν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ [*](D) ὁ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας ὁ βασιλεὺς βασιλεὺς διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ἔτη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μνῆσθαι δὲ αὐτοῦ ὁ Ἰώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν Διοκλέα καὶ τόν Φιλόστρατον.

Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ὃς αύτίκκ λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα Ἰωακεὶμ τὸν [*](25 Ἰώσηπος] Ant. 10, 11, 1.)

187
καὶ Ἱεχονίαν καλοῦ μένον, ὃν καθειργμένον εἶχεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον εἶχε διὰ παντός.

Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ τοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ’ οὗ Κῦρος μετὰ Περσῶν τε καὶ Μηδῶν ἐστράτευσεν. οὗτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ φεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ ἃ ἐξ Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ’ ἐκείνων, οἶς ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προΪόντα [*](P) χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κανίαμα τοῦ τοίχου · καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλ’ ἦσαν ἄγνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἔδουσα ἡ μάμμη αὐτοῦ ἔφη ὡς “εἰ μεταπεμφθῇ Βαλτάσαρ ὁ Ἰουδαῖος, ὅς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν ἃ ἕτερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ἔστι γὰρ πνεῦμα ἅγιον θεοῦ ἐν αὐτῷ. αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν [*](C) αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κἂν εἴη σκυθρωπὸν τὸ ὑπ’ αὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ’

188
ἔλεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ὅτι μηδ’ οἶς ὁ πατὴρ αὐτοῦ δι’ ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν οὖν γράμματα ἀνεγίνωσκεν οὕτως ‘‘μανὴ θεκὲλ φαρές,” τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ἔλεγεν “ἠρίθμησεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς [*](D) σου, καὶ εἰς ἄγαν βραχὺ περιἐστη.” ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ’ ἂν ἀριθμός. οὕτω μὲν οὖν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ἔφη σταθμόν. στήσας οὑν τὸν ὅρον τῆς βασιλείας σου ὁ θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·” καὶ κλάσμα τὸ θεκὲλ σημαίνει καθ’ Ἑλλάδα διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο γὰρ εἰς Ἕλληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ἔλεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν οὖν ἐν τῷ τοίχῳ γεγραμμένα οὕτως ἀνέγνω ὁ Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ᾿ ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ’ αὐτὸν ἐλάσαντος, ὑφ’ οὗ ἥ τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἶσί δ’ οἳ κατὰ τὴν νύκτα ἐκείνην, καθ’ ἣν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι.

Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος ἅλωσιν ὁ προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος ἦν τοῦ Κύρου, υἷός ὢν [*](14 δὲ add Α. 24 εἰσὶ δ’ οἳ] Daniel 5, 30 et p. 1173.)

189
Ἀστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. οὕτω δ᾿ ἔχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ’ ὃν ἤλπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον [*](P) τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἐξιοῦντες αὐτὸν θεῖναι νόμον ἔν ἐπὶ τριάκοντα ἡμέρας μή τις ἢ τοῖς θεοῖς προσευχόμενος εἴη μήτ’ αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ Δανιὴλ παρ’ αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον. οἱ μὲν οὑν ἄλλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, Δανιὴλ δὲ κατὰ τὸ ἔθος αὐτοῦ ηὔχετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ’ ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν [*](C) ἄϋπνος τὴν νύκτα διήγαγεν· ἤλπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ὅτι πνεῦμα ἅγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ’ ὅμως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οἴα βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. ἄρτι δ’ ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους εἶναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιὴλ, μισήσας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, [*](D)
190
δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ᾿ ἤ δὴ τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, ἔνα γνῶμεν εἰπών εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι.’ διασπαραχθέντων δ’ εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον ἅπασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι.