Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἄρτι δὲ τῆς μοναρχίας ὁ Κωνσταντῖνος τυχὼν [*](B) καὶ τῷ υἱῷ ‘Pωμανῷ διάδημα περιέθετο, τοῖς τε συναραμένοις αὐτῷ εἰς τὴν τῶν βασιλευόντων καθαίρεσιν ἀμοιβὰς ἐκτιννὺς τὸν μὲν Φωκᾶν Βάρδαν μάγιστρον ἐτίμησε καὶ δομέστικον προεχειρίσατο σχολῶν τῆς Ἀνατολῆς. ἀμφοῖν δὲ τῶν τοῦ Βάρδα υἱῶν τὸν μὲν Νικηφόρον τὸν ὕστερον βασιλεύσαντα τῶν Ἀνατολικῶν προεβάλετο στρατηγόν, τὸν δὲ Λέοντα τῆς Καππαδοκίας καὶ τοὺς ἄλλους ἄλλως

67
ἠμείψατο. τὸν δὲ τοῦ Στεφάνου τοῦ βασιλέως υἱὸν Ῥωμανὸν ἐκτομίαν ἐποίησεν, ἀλλὰ μὴν καὶ Βασίλειον τὸν νόθον υἱὸν τοῦ γέροντος Ῥωμανοῦ, ὃν ἐγείνατο δούλῃ τινὶ συμφθαρείς. τὸν δὲ τοῦ Χριστοφόρου υἱὸν Μιχαὴλ ἀπέκειρε κληρικόν. ἦν δὲ ὁ προσκείμενος, τὰ πρὸς θεὸν εὐσεβὴς καὶ λόγοις προσκείμενος, ὡς ἔστι καταμαθεῖν ἐκ συγγραμμάτων αὐτοῦ, ἀλλὰ μέντοι καὶ ἐξ ἐπιστολῶν, ἃ κἂν μὴ πρὸς τέχνην ἠκρίβωντο τὴν ῥητορικήν, ἀλλά γε σχήμασι ταύτης καί τισιν ἰδέαις ποικίλλονται. ἐδίδου δὲ καὶ ῥυθμοῖς ἑαυτὸν καὶ μέτροις παντοδαποῖς· γνοίη δέ τις τοῦτο ἐξ ὧν ἐπὶ θανούσῃ αὐτῷ τῇ κοινωνῷ τοῦ βίου ἐμμέτρως ἐθρήνησεν. ἐπεμελήθη δὲ καὶ τῆς φιλοσοφίας αὐτῆς, ἐπιλελησμένης ἤδη σχεδόν, ἀλλὰ [*](D) μέντοι καὶ τῶν ἐπιστημῶν διδασκάλους ἐπιστήσας καὶ ἀναζωπυρήσας ἐκλειπούσας αὐτάς. καὶ ταῦτα μὲν τῆς κρείττονος μοίρας ἐκείνῳ προσῆν. περὶ δὲ τὴν τῆς βασιλείας διοίκησιν διέκειτο μαλθακώτερον, δύσοργός τε καὶ βαρύμηνις τοῖς πταίουσιν ἦν καὶ κολαστὴς ἀπαραίτητος, οἴνῳ τε τοῦ αὐτάρκους ἐκέχρητο πλείονι. καὶ ἀρχαιρεσιάζων οὐ τοὺς ἀξίους ἐφίστα ταῖς στρατηγίαις ἢ ταῖς τῆς πολιτείας ἀρχαῖς, ἀλλὰ τοὺς μοχθηροτέρους καὶ ἀδοκίμους, καὶ οὓς ἡ βασιλὶς καὶ ὁ παρακοιμώμενος εἰσῆγον Βασίλειος, ὠνίους χρημάτων τιθέμενοι τὰς ἀρχάς. ἀλλ’ οὕτω μὲν τὰ τῆς βασιλείας, εἰ καὶ μὴ ἐν πᾶσι καλῶς, ᾠκονόμητο. ἐπιβουλαὶ δὲ κατὰ τοῦ κρατοῦντος ἐμελετήθησαν, ἡ μὲν παρὰ τοῦ παρακοιμωμένου Θεοφάνους, πολλοὺς καὶ ἄλλους συνίστορας ἔχοντος καὶ βουλομένου τὸν Ῥωμανὸν ἐπαναγαγεῖν ἐκ Πρωτῆς εἰς τὰ βασίλεια· ἡ δὲ παρ’ ἑτέρων, τὸν Στέφανον ἐκ Λέσβου λαβεῖν μελετησάντων καὶ ἀπο-
68
καταστῆσαι τῇ βασιλείᾳ. ἀλλὰ καὶ ἄμφω τὰς ἐπιβουλὰς ὁ Κωνσταντῖνος ἐφώρασε, καὶ τοὺς μὲν συνωμότας ἐκόλασε, τοὺς δὲ βασιλειῶντας ὑπ’ ἀσφαλεστέραν ἔθετο τήρησιν. τῶν Τούρκων δέ, τοὺς δ’ Οὔγγρους οὕτω καλεῖσθαι καὶ πρῴην εἰρήκαμεν, τὰ Ῥωμαίων ληιζομένων ἐπί τινα καιρὸν ἠρεμῆσαι τὸ ἔθνος συμβέβηκεν. ὁ γὰρ τούτων ἀρχηγετῶν [*](B) Βολοσουδὴς κεκλημένος, καὶ ἕτερος δ’ αὖθις Γυλᾶς, καὶ αὐτὸς μέρους ἄρχων, προσηλθέτην τῷ βασιλεῖ· καὶ ἕκαστος αὐτῶν τοὺ θείου τῆς παλιγγενεσίας ἠξιώθη λουτροῦ καὶ τὸ καθ’ ἡμᾶς ἐμυήθη μυστήριον, ῥίον, καὶ πατρίκιος ἐτιμήθη ἑκάτερος, καὶ κατηντλήθησαν χρήμασι, καὶ οὕτως ἐπανῆλθον εἰς τὰ ἤθη τὰ ἑαυτῶν, λαβόντες καὶ ἀρχιερέα, δι’ οὗ πολλοὶ πρὸς ἐπίγνωσιν τοῦ θεοῦ μετηνέχθησαν. ἀλλ’ ὁ μὲν Γυλᾶς λᾶς καὶ τῇ πίστει ἐνέμεινε καὶ τὴν εἰρήνην ἐτήρησεν. ὁ δὲ λοιπὸς τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς αὖθις κατὰ Ῥωμαίων ὡπλίζετο, τοῦτο δὲ καὶ Φράγγων ποιῆσαι ἐπιχειρήσας ἑάλω καὶ ἀνεσταύρωτο. καὶ ἡ τοῦ κατὰ Ῥωμαίων ἐκπλεύσαντος Ῥὼς [*](C) γαμετὴ Ἔλγα, τοῦ ξυνευνέτου αὐτῆς τελευτήσαντος, προσῆλθε τῷ βασιλεῖ, καὶ βαπτισθεῖσα τιμηθεῖσά τε ὡς ἐχρῆν, ὑπενόστησεν. ἐφρόντιζε δὲ ὁ αὐτοκράτωρ, ἤδη θανούσης τῆς τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ συξυγείσης θυγατρὸς τοῦ τῶν Φράγγων ῥῆγός Οὔγωνος, ἑτέραν ἀγαγέσθαι αὐτῷ γαμετήν, καὶ συνοικίζει αὐτῷ κόρην, τύχης μὲν χαμερποῦς ἢ καὶ χυδαίας, εἴποιεν ἄν τινες, καπήλων γὰρ ἐκφῦναι ταύτην φασί, τὸ δὲ εἶδος εὐπρεπεστάτην, ἄντικρυς ἄγαλμα πλασθεῖσαν ὑπὸ τῆς φύσεως, ἥτις Ἀναστασὼ καλουμένη Θεοφανὼ μετωνόμαστο.

[*](5 πρῴην εἰρήκαμεν] p. 40)
69

Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου αὐταρχίας ὁ πατριάρχης Θεοφύλακτος ἀπεβίω, ἐπὶ ἔτη[*](D) τρία καὶ εἴκοσιν ἀρχιερατεύσας· ὲξκαίδεκα δὲ ἦν ἐνιαυτῶν, ὅτε τῆς ἀρχιερωσύνης ἀθέσμως ἠξίωτο. ὅθεν καὶ ὑπὸ παιδαγωγοὺς ἐτέλει ὁ πατριάρχης, ἕως αὐτῷ ὁ πατὴρ ἐβασίλευεν· εἶτα τούτους ἀποσειδάμενος πολλὰ τῶν οὐ δεόντων ἢ τῶν ἀπειρημένων, εἰπεῖν οἰκειότερον, διεπράττετο, ἱππομανῶν τε καὶ κυνοτροφῶν καὶ θήραις προσκείμενος καὶ τὰ τούτοις πράττων ἀκόλουθα. ἔτρεφε δὲ καὶ ἵππων σφοδρότατον ἔρωτα, καὶ εἶχε θηλείας ἵππους πάνυ πολλάς. μία τοίνυν αὐτῶν ἡ τῶν λοιπῶν ἐπισημοτέρα κατὰ γαστρὸς ἔχουσα ἔτυχε τεκοῦσα κατὰ τὴν ἱερὰν τῆς μεγάλης πέμπτης ἡμέραν, καὶ λειτουργοῦντι τότε τῷ πατριάρχῃ ἧκέ τις κομίζων περὶ τοῦ τοκετοῦ εὐαγγέλια · ὁ δὲ ὑπερήσθη καὶ τὴν θείαν ἱερουργίαν συντεμὼν σπουδῇ πρὸς τὸ Κοσμίδιον ἀπελήλυθεν, ἐκεῖ γὰρ εἶχον αἱ ἵπποι αὐτοῦ τὰς διατριβάς, καὶ τὸν νεογνὸν πῶλον ἑωρακὼς ὑπενόστησεν εἰς τὴν ἐκκλησίαν καὶ τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος Χριστοῦ ἐτέλεσε τελετήν. κατέστρεψε δὲ τὴν ζωὴν ἐξ ἱππασίας· θρασύτατα γὰρ ἱππαζόμενος καὶ πρὸς τεῖχός τι τῶν παραθαλασσίων προσαραχθεὶς αἷμα διὰ στόματος ἀνήγαγε, κὰντεῦθεν ἐπὶ δύο ἔτη νοσήσας, εἶθ’ ὑδέρῳ περιπεσών, ἀπεβίω. καὶ προεχειρίσθη πατριάρχης Πολύευκτος μοναχὸς ἐκτομίας, καὶ λόγῳ διαπρέπων καὶ ἀρετῇ, ὃς παρὰ τοῦ Καισαρείας κεχειροτόνητο. ὁ γὰρ Ἡρακλείας προσκεκρουκὼς κατά τι τῷ βασιλεῖ ἐκωλύθη τοῦ προνομίου αὐτοῦ · καὶ τοῦτο τοῖς φιλοσκώμμοσιν εὕ ρητο κατὰ τοῦ πατριάρχου αἰτίαμα. ἐπεὶ δ’ ἐχειροτονήθη, [*](B) τῷ βασιλεῖ ἐντυχὼν καταδρομὴν ἐποιή-

70
σατο τῶν συγγενῶν τοῦ γέροντος Ῥωμανοῦ καὶ ἀναστεῖλαι τὴν τούτων πλεονεξίαν παρῄνει. ὅπερ οὔτ’ αὐτὸς ἀν’ ἐπαχθῶς ἤκουσε καὶ ἡ βασιλὶς Ἑλένη, παρὰ τοῦ ἐκτομίου Βασιλείου, ὃς μετέπειτα παρα- γέγονε, προβιβασθεῖσα, ἠρέθισε κατὰ τοῦ πατριάρχου τὸν αὐτοκράτορα, καὶ ἐζήτει λαβήν, δι’ ἧς αὐτὸν τὴν ἀρχιερωσύνην ἀφέληται. τότε δὲ καὶ ἡ τιμία χεὶρ τοῦ προδρόμου εἰς τὴν ὑπερκειμένην ἀπεκομίσθη τῶν πόλεων ἐξ Ἀντιοχείας διά τινος διακόνου Ἰώβ. τῶν δ’ ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν τὰ παράλια τῆς ‘Pωμαίων ἡγεμονίας ληιζομένων ὁ βασιλεὺς στόλον ἑτοιμασάμενος, ὃν πλεῖσται συνίστων [*](C) νῆες πολεμιστήριοι, κατ’ ἐκείνων ἐκπέπομφεν. ἀλλ’ ἐσφάλησαν τὰ τοῦ στόλου τῇ τοῦ ναυαρχοῦντος ἀπειρίᾳ καὶ ἀμελείᾳ. καὶ τὸ μὲν πλεῖον τοῦ πληρώματος τῶν νηῶν ἀπώλετο, τὸ μὲν ἑαλωκός, τὸ δὲ μαχαίρας ἔργον γενόμενον, πολλοστὸν δὲ διασέσωστο. καὶ αὐτὸς δ’ ἂν ἑάλω ὁ ναύαρχος, εἰ μὴ περὶ αὐτὸν συστάντες οἱ αὐτοῦ θεράποντες καὶ συνασπισμῷ τοὺς Ἀγαρηνοὺς ἀπωσάμενοι ἄδειαν παρέσχον τῷ στρατηγῷ ἐμβῆναι εἰς τὴν στρατηγίδα τριήρη καὶ οὕτω φυγεῖν. ἀλλ’ οὐχ οὕτω καὶ τῷ Βάρδᾳ Φωκᾷ τῷ τῶν σχολῶν δομεστίκῳ συνηντήκει τὰ πρὸς τοὺς ἑῴους Ἀγαρηνούς, στρατηγικῇ δὲ τέχνῃ καὶ ἐμπειρίᾳ τοὺς πρὸς ἐκείνους πολέμους διατιθέμενος ἄστεα [*](D) τε πολλὰ ἐκείνων ἀφείλετο καὶ τὰ προστυχόντα λείαν ἐτίθετο. ὅ γε μὴν τοῦ βασιλέως υἱὸς Ῥωμανός, εἰς ἄνδρας ἤδη τελεῖν ἠργμένος ἐξ ἀγενείων καὶ εἰς ἑαυτὸν τὴν ἐξουσίαν περιαγαγεῖν ἱμειρόμενος, ἐπιβουλεύει τῇ ζωῇ τοῦ πατρός, συμπραττούσης αὐτῷ καὶ τῆς γαμετῆς, καὶ φαρμάκῳ δηλητηρίῳ τὴν ἐπιβουλὴν συνεσκεύασαν, ὃ λαθόντες καθαρτηρίῳ
71
πόματι συνεκέρασαν, ὅπερ ἔμελλεν ὁ αὐτοκράτωρ πιεῖν. ἄρτι δὲ δοθῆναι μέλλον εἰς πόσιν τῷ βασιλεῖ, εἴτ’ ἐκ προνοίας εἴτε τυχαίως τὸ πλέον ἐκκέχυτο, τὸ δὲ περιλειφθὲν ὀλίγον ὄν καὶ παρὰ τοῦ βασιλέως ποθὲν ὀδύναις μὲν αὐτὸν καὶ κινδύνου φόβοις οὐ μικροῖς περιέβαλεν, οὐ μέντοι καὶ κίνδυνον ἐποίησεν αὐτῷ περὶ τὴν ζωήν. τέως δ’ οὖν αὐτὸν δυσχερῶς διαπέφευγε. τῷ πεντεκαιδεκάτῳ δ’ ἐνιαυτῷ τῆς αὐτοῦ βασιλείας ἐν τῷ τοῦ Ὀλύμπου ὄρει οὗτος ἐξῆλθεν ὁ βασιλεύς, λόγῳ μὲν ἔνα ταῖς τῶν ἐκεῖ ἀσκουμένων εὐχαῖς καθοπλισθείη κατὰ τῶν Ἀγαρηνῶν, τῷ δ’ ὄντι, ὡς λέγεται, ἵνα τῷ Κυζίκου Θεοδώρῳ συγγένηται καὶ ὅπως τὸν Πολύευκτον ἐξωθήσει τῆς ἐκκλησίας σκέψηται μετ’ αὐτοῦ. ἔνθα δὴ γεγονός, κακῶς ἔχων ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ μετ’ ὀλίγον τὴν ζωὴν ἐξεμέτρησεν, ὡς μέν τισι δοκεῖ, ἐκ δυσκρασίας σωματικῆς, ὡς δ’ ἑτέροις δοξάζεται, καὶ αὖθις ὑπὸ τοῦ υἱοῦ ἐπιβουλευθείς. ἦν δ’ ὁ σύμπας πας τῆς βιοτῆς αὐτοῦ χρόνος ἐνιαυτοὶ πεντήκοντα τέσσαρες καὶ μῆνες δύο, συμβασιλεύσαντος τῷ πατρὶ Λέοντι καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ μητρὶ ἔτη τρισκαίδεκα καὶ τῷ Ῥωμανῷ τὴν βασιλείαν ἁρπάσαντι ἔτη ἓξ ἐπὶ εἴκοσι, μοναρχήσαντος δὲ τελευταῖον ἐνιαυτοὺς πεντεκαίδεκα. ἦν δὲ καὶ μέχρις ἀποβιώσεως ἐν πολλῇ φροντίδι τὴν τοῦ ἀρχιποίμενος καθαίρεσιν τοῦ Πολυεύκτου τιθέμενος. λέγεται δὲ πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς λίθους νυκτὸς φέρεσθαι μετὰ ῥοίζου πολλοῦ κατὰ τῶν αὐτοῦ θαλάμων, καὶ τοῦτο συμβαίνειν ἐπὶ πλείους νύκτας, καὶ νομίσαι μὲν τὸν βασιλέα παρά τινων ἀνθρώπων λιθολευστεῖσθαι, καὶ πολλοὺς περιστῆσαι τοῖς βασιλείοις, οἷς ἐπιτετήρητο τὸ γινόμενον·
72
οὐδεὶς ὤφθη τῶν λίθων πομπεύς· ὅθεν οὐδ’ ἐξ ἀνθρώπων τὸ ἔργον νενόμιστο πράττεσθαι.

Καὶ ὁ μὲν Κωνσταντῖνος τοῦ ἐπικλωσθέντος [*](C) αὐτῷ μίτου ῥαγέντος τοῦ ὁρισθέντος αὐτῷ χρόνου τῆς βιοτῆς ἀπεβίω, ὁ υἱὸς δὲ αὐτοῦ ‘Ρωμανός, ὅς καὶ παιδίον ἐλέγετο, τῆς αὐταρχίας ἐπείληπτο. παιδίον δ’ ἐλέγετο, οὐχ ὅτι παιδικῆς ὢν ἡλικίας τῆς βασιλείας ἐκράτησεν, ἤδη γὰρ ἀνδράσι συντέτακτο, ἀλλ’ ἀντιδιαστελλόμενος πρὸς τὸν μητροπάτορα 'Ρωμανόν, ὄντα πρεσβύτην καὶ ὑπερήλικα. εἰ δέ τις εἴποι παιδίον αὐτὸν καλεῖσθαι, ὅτι καὶ παιδαριώδης ἦν αὐτῷ ἡ ζωή, καὶ τοῦτο τῷ ἐκείνου ἤθει ἁρμοδιώτατον. ἄρτι δὲ τῶν σκήπτρων γενόμενος ἐγκρατής, τὸν υἰὸν αὐτοῦ Βασίλειον ταινιοῖ καὶ κλήσεως βασιλικῆς ἀξιοῖ. εἶτα καὶ δεύτερος αὐτῷ [*](D) ἐτέχθη υἱός, ἐπὶ τῷ πάππῳ Κωνσταντίνῳ τὴν κλῆσιν λαχών. αὐτὸς μὲν οὖν ὁ Ῥωμανὸς τρυφαῖς ἡδυπαθείαις ἐξέδωκεν ἑαυτὸν καὶ ἐκδεδιῃτημένῃ ζωῇ καὶ ἀνδράσι συνῆν διεφθαρμένοις τε καὶ λοιμοῖς, τὴν δὲ τῆς βασιλείας διοίκησιν ὑπὸ τὸν πραιπόσιτον καὶ παρακοιμώμενον τὸν Βρίγγαν Ἰωσὴφ ἐποιήσατο. πέμπεται τοίνυν Νικηφόρος μάγιστρος ὁ Φωκᾶς ὁ δομέστικος τῶν σχολῶν κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν σὺν ἀξιομάχῳ στρατῷ, καὶ δι’ ἑπτὰ μηνῶν πολλάκις τοῖς βαρβάροις συμπλακεὶς καὶ πᾶσαν πολιορκητικὴν τοῖς αὐτῶν ἄστεσιν ἐπαγαγὼν μηχανήν, ὑφ’ ἑαυτόν αὐτὰ ἐποιήσατο, εἶτα καὶ τὴν αὐτῶν μητρόπολιν τὸν Χάνδακα ἐξεπόρθησε καὶ τὸν ἀρχηγὸν τῶν ἐν Κρήτῃ Σαρακηνῶν, Κουρούπην καλούμενον, ἐχειρώσατο καὶ τὸν μετ’ αὐτὸν τῶν ἄλλων πρωτεύοντα, ὠνομασμένον δὲ Ἀνεμᾶν. καὶ εἰ μὴ διὰ φήμην κρατοῦσαν ὡς ὁ

73
Κρήτης τοὺς Σαρακηνοὺς ἐξελάσων Ῥωμαῖος τῶν Ῥωμαϊκῶν ἐκ τρόπου παντὸς ἐπιλήψεται σκήπτρων ἐκεῖθεν ὁ Φωκᾶς μετεκέκλητο, τάχα τέλεον ἂν ἡ νῆσος δεδούλωτο καὶ οἶ Σαρακηνοὶ ταύτης ἂν ἀπηλάθησαν. καὶ τὸν Λέοντα δὲ τὸν Φωκᾶν τὸν του Νικηφόρου ὁμαίμονα κατὰ τοῦ Χαμδάν, ὃς τοῦ χαλεπ’ ἐκράτει, ὁ ῾Ρωμᾶνος σὺν δυνάμει ἀπέστειλε, καὶ οὗτος δὲ τῷ Χαμδὰν συμμίξας ἡττᾷ κατὰ κράτος τὸν βάρβαρον, ὡς τὸ πολὺ μὲν τῆς αὐτοῦ στρατιᾶς ἐν τῇ μάχῃ πεσεῖν, τὸ δ’ ἄλλο γενέσθαι ἁλώσιμον, αὐτὸν δὲ τὸν στρατάρχην μόλις σὺν εὐαριθμήτοις δυνηθῆναι φυγεῖν. καὶ ὁ μὲν Λέων ἐπανελθὼν καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ ἐπινικίῳ θριάμβῳ τετίμητο. μελέτη δέ τινων κατὰ τοῦ [*](B) αὐτοκράτορος ἐφωράθη καὶ οἶ ταύτην συρράψαντες καὶ οἶ τούτων συνίστορες συνεσχέθησαν, πλὴν οὐκ ἀπηνῶς ἐκολάσθησαν. ὁ μάγιστρος δὲ Νικηφόρος ὁ Φωκᾶς ἐκ τῆς Κρήτης μετακληθεὶς οὐκ εἰάθη πρὸς τὸ Βυζάντιον ἐπαναδραμεῖν, ἀλλ’ ἐκελεύσθη πρὸς τὴν ἑῴαν μετὰ πάσης χωρῆσαι τῆς στρατιᾶς· ὁ γὰρ Χαμδὰν αὖθις κατὰ ῾Ρωμαίων χωρήσειν ἠλπίζετο. ἐν γοῦν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ τούτῳ κατὰ συστάδην μαχεσάμενος, καὶ ἥττησε περιφανῶς καὶ τὴν Βέρροιαν ἄτερ τῆς ἀκροπόλεως ἐξεπόρθησε καὶ πλοῦτον ἐκεῖθεν πλεῖστον συνήγαγε καὶ δοριαλώτους ἤλασεν οὐκ εὐαριθμήτους καὶ πολλοὺς δεσμίους χριστιανοὺς τῆς αἰχμαλωσίας [*](C) ἀπέλυσε. λέγεται γοῦν ἐν ἀρχῇ τῆς αὐταρχίας τοῦ Ῥωμανοῦ τῶν Ἀγαρηνῶν πᾶσαν χώραν λεηλατούντων εἰς ἀπορίαν περιστῆναι τὸν αὐτοκράτορα, καὶ τὸν Φωκᾶν Νικηφόρον προσκαλεσάμενον ἐρέσθαι τοῦτον πῶς εἰς τὸ κατόπιν ῾Ρωμαίοις περιη-
74
νέχθη τὰ πράγματα. τὸν δὲ μηδὲν ὑποστειλάμενον ἐλευθέρῳ φάναι “διότι σὺ μὲν βασιλεύεις, ὁ δ’ ἐμὸς πατὴρ στραταρχεῖ, σὺ μὲν τῆς ἀρχῆς οὐχ ὡς δέον ἐπειλημμένος, ἐκεῖνος δὲ φιλοχρηματῶν. εἰ βούλοιο δέ, μεταβληθήσονται Ῥωμαίοις καὶ τὰ φρονήματα καὶ τὰ πράγματα, πλήν μὴ ἀθρόαν [*](D) οἴου ἔσεσθαι τὴν μεταβολήν.” ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐπέτρεπεν αὐτῷ μεταχειρίσασθαι τὴν πρᾶξιν ὡς βούλεται, καὶ ὃς αὐτίκα ἐπεμελεῖτο τοῦ ὁπλιτικοῦ τό τε ὄν διατάσσων καὶ ἄλλο ἐγκαταλέγων καὶ γυμνάζων εἰς ἅπαν στρατιωτικὸν ἐπιτήδευμα. καὶ οὕτω τὰς τάξεις ἀναπληρώσας καὶ καθοπλίσας τοὺς βωλοκόπους καὶ τὸ προφητικὸν αὐτοῖς ἀντίρροπον θέμενος, εἰς μαχαίρας αὐτοῖς δηλαδή συγκόψας τὰ δρέπανα καὶ εἰς ζιβύνας τὰ ἄροτρα σὺν αὐτοῖς τὰ θρυλούμενα ῥᾳδίως ἔστησε τρόπαια. τρισὶ δ’ ἔτεσι διαπεττεύσας τὴν βασιλείαν ὁ Ῥωμανὸς καὶ μικρὸν ἐπέκεινα μετέστη τῆς ἐνταῦθα ζωῆς, ἢ φαρμάκῳ δηλητηρίῳ κατά τινας ἠ’ φιληδονίαις καὶ μίξεσιν ἑαυτὸν κατατείνας καὶ ταύταις δαπανήσας τὴν ἰσχὺν τοῦ σαρκίου, τὴν βασιλείαν λιπὼν τοῖς υἱοῖς ἀμφοῖν καὶ τῇ τούτων μητρὶ Θεοφανοῖ. τοῦ δὲ Ῥωμανοῦ θανόντος ὁ Φωκᾶς κελεύσει τῆς βασιλίσσης ἧκεν εἰς τὸ Βυζάντιον καὶ κατήγαγε θρίαμβον ἐπὶ τοῖς ἐκ Βερροίας κεκομισμένοις λαφύροις, ὅθεν καί τι μέρος τῆς τιμίας ἐσθῆτος τοῦ βαπτιστοῦ Ἰωάννου ἐκόμισε. τὸν Βρίγγαν δὲ αὐτὸν ὑφορώμενον ὡς βασιλειῶντα κατεσοφίσατο οὕτω. σὺν ἐνὶ τῶν θεραπόντων ἐσπέρας κατέλαβε τὴν κατοικίαν αὐτοῦ καὶ ἰδιαίτατα τὸν Βρίγγαν παραλαβών, δι’ ἔρωτος εἶναι αὐτῷ πρὸ μακροῦ τὴν μοναδικὴν βιοτὴν ὅρκοις ἐβεβαίου καὶ
75
παλαμναιοτάταις ἀραῖς. καὶ ‘‘πάλαι ἄν’ ἔλεγε ‘‘πρὸς ταύτην ὡρμήκειν, εἰ μή με τῶν βᾶσ’ βασιλέων ἡ χρηστὴ ἐπέσχε διάθεσις. μὴ οὖν μάτην ὑπόπτευε κατ’ ἐμοῦ ὡς τῆς βασιλείας ἔρωτα τρέφοντος· ἐγὼ γὰρ ὅσον ἤδη καὶ τῶν πραγμάτων ἐκστήσομαι.” καὶ τοῖς λόγοις [*](B) πίστιν ἐδίδου, δείξας αὐτῷ ῥάκος τι τρίχινον, ὃ ἐν χρῷ περιέκειτο, τῇ ἔξωθεν αὐτοῦ περιβολῇ καλυπτόμενον. τούτοις τοῖς λόγοις καὶ τῷ τριχίνῳ ἐσθήματι τὸν παρακοιμώμενον συναρπάσας ἔσχε τῶν ποδῶν αὐτοῦ προκυλινδούμενον ὁ Φωκᾶς καὶ συγγνώμην αἰτοῦντα. καὶ ὁ βασιλεὺς δὲ Στέφανος ὁ τοῦ Λακαπηνοῦ ἐν Λέσβῳ τηρούμενος κατὰ Μήθυμναν ὕποπτος ἦν· αἰφνίδιον δὲ καὶ ἐξ οὐδεμιᾶς φανερᾶς αἰτίας θανὼν ὑποψίαν δέδωκε παρὰ τῆς βασιλίσσης κατεργασθῆναι Θεοφανοῦς. ὁ μέντοι τῶν Βουλγάρων ἀρχηγετῶν Πέτρος, τῆς γυναικὸς αὐτοῦ θανούσης, τὰς πρὸς Ῥωμαίους ἀνακαινίζων σπονδὰς ὁμήρους παρέσχε δύο οἰκείους υἱοὺς Βορίσην καὶ Ῥωμανόν, καὶ ὁ μὲν ἀπεβίω, οἶ δ’ ἐκείνου παῖδες ἀπελθεῖν εἰάθησαν εἰς τὰ οἰκεῖα καὶ τὴν πατρῴαν ἀρχὴν κατακτήσασθαι. ἑνὸς γὰρ τῶν κομήτων τῶν [*](C) ἐν Βουλγάροις τέσσαρες παῖδες, Δαβίδ, Μώσης, Ἀαρών, Σαμουήλ, ἀποστατήσαντες τοὺς Βουλγάρους ἀνέσειον. τοῦ Φώκα δὲ Νικηφόρου εἰς τὸν οἶκον ἑαυτοῦ τὸν ἐν Καππαδοκίᾳ ἀποδημήσαντος ὁ παρακοιμώμενος ὅτι παρεχώρησεν αὐτῷ τῆς ἐπ’ οἶκον ἀποδημίας· καὶ ἦν αὐτῷ διὰ φροντίδος ὅτι πολλῆς τὸν ἄνδρα ἀποσκευάσασθαι. γράφει τοί- νυν πρὸς Ἰωάννην μάγιστρον τὸν Τζιμισκῆν, ἄνδρα γενναῖον καὶ ἐν ἀριστεύμασι διαβόητον, στρατηγοῦντα τότε τοῦ θέματος τῶν Ἀνατολικῶν, καὶ πρὸς τὸν μάγιστρον Ῥωμανόν τὸν Κουρκούαν, ἐπίσημον ὄντα
76
κἀκεῖνον ἐν στρατηγήμασι καὶ τῆς Ἀνατολῆς τότε στρατηλατοῦντα, ὡς εἰ τὸν Φωκᾶν κατασχόντες ἢ [*](D) μοναχὸν ἀποκείρουσιν ἢ ἄλλως ἐκ μέσου ποιήσουσι, τὴν μὲν τῶν σχολῶν τῆς Ἀνατολῆς ἀρχὴν λήψεται ὁ Ἰωάννης καὶ δομέστικος ἔσται τῶν ἑῴων δυνάμεων, ὁ Ῥωμανὸς δὲ τῆς δύσεως κληθήσεται ἐπεὶ δὲ τὰ γράμματα καὶ ἀμφοῖν ἐκομίσθησαν, καὶ ἄμφω ταῦτα δεικνύουσι τῷ Φωκᾷ, καὶ πρὸς ἀποστασίαν ἠρέθιζον. τοῦ δὲ ἀναδυομένου πρὸς τὴν ἐγχείρησιν, εἴτε πλαττομένου εἴτε καὶ ἀληθεύοντος, ὢ ἐκεῖνοι τὰ ξίφη γυμνώσαντες ἀνελεῖν ἠπείλουν αὐτόν, εἰ μὴ πείθοιτο. καὶ ὃς τῇ βίᾳ τάχα νικώμενος ἐδέξατο τὴν ἀνάρρησιν, καὶ ὑπὸ πάντων τῶν ἑῴων ταγμάτων αὐτοκράτωρ εὐφημήθη Ῥωμαίων. δὲ ὅτι οὐ μόνον ἤρα τῆς βασιλείας, ἀλλ’ οὐχ ἥκιστα καὶ τῆς Θεοφανοῦς, καὶ ὡς ἐνέτυχε ταύτῃ κατὰ τὴν μεγαλόπολιν.

Ἄρτι δὲ τῆς φήμης εἰς τὸ Βυζάντιον κηρυξάσης τὰ κατὰ τὸν Φωκᾶν, ὁ παρακοιμώμενος Ἰωσὴφ ἠγωνία. νία. ὁ μέντοι τοῦ τυραννοῦντος πατὴρ ὁ Φωκᾶς Βάρδας τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσπέφευγεν. ὁ δὲ τοῦ Νικηφόρου σύγγονος Λέων ἴσχυσεν ἀποδρᾶναι καὶ ἑνωθῆναι τῷ ἀδελφῷ. τοῦτο τὸν παρακοιμώμενον εἰς ἀμηχανίαν πολλὴν περιέστησε· δυσέντευκτος δὲ ὢν πᾶσιν ἦν μισητός, ὅθεν ἅπαντες [*](B) ἔχαιρον, εἰ τὰ τῆς βασιλείας περισταίη εἰς ἕτερον καὶ περιαιρεθείη οὗτος ἐκ μέσου· διὸ καὶ συνέτρεχον ἅπαντες εἰς τὸ μέγα τέμενος τοῦ θεοῦ. ὅπερ μαθὼν ὁ Βρίγγας, δέον ἐπιεικέσι λόγοις τὸ πλῆθος μετελθόντα τὴν τούτου καταμαλάξαι ὁρμήν, ὁ δὲ ἀπειλαῖς μᾶλλον αὐτὸ ἐξετράχυνεν, εἰπὼν ὡς ‘‘ἐγὼ καταπαύσω αὐτοῖς τὰ ὁρμήματα, οἰκονομήσας ὠνουμένους

77
αὐτοὺς σῖτον εἰς τὸν ἑαυτοῦ κόλπον φέρειν τὸν τοῦ νομίσματος ἴκαστον.” τοῦτο τὸ πλῆθος ἀκουσθὲν ἐξέμηνεν. ἀπεχθῶς δὲ πρὸς τοῦτον τὸν Βρίγγαν ἔχων ὁ πρῴην παρακοιμώμενος ὁ Βασίλειος καὶ θεραπείαν ἔχων περὶ ἑαυτὸν δαψιλῆ, ἐσπέρας ἤδη [*](C) καταλαβούσης, τοὺς ἑαυτοῦ θεράποντας καθοπλίσας εἰς διάφορα μέρη τῆς πόλεως ἐξαπέστειλε, καὶ πολλὰς οἰκίας ἐκεῖνοι πλήθει ἀστικῶν ἑνωθέντες τῶν ἀντιπραττόντων κατέστρεψαν, καὶ αὐτοῦ δῆτα τοῦ ο Βρίγγα, καὶ ἄνθρωποι δὲ πολλοὶ ἀνῃρέθησαν. ταῦτα δ’ ἐποίουν, καὶ ἅμα Νικηφόρον εὐφήμουν πανταχοῦ αὐτοκράτορα. ἐντεῦθεν ἀμείβονται τὰ τῆς τύχης τῷ Βάρδᾳ Φωκᾷ καὶ τῷ Βρίγγᾳ. ὁ μὲν γὰρ τεθαρρηκὼς κὼς ἐξῄει τῆς ἐκκλησίας, ὁ δὲ Βρίγγας εἰς αὐτὴν εἰσῄει ἱκέτης ἐλεεινός. ὁ δὲ παρακοιμώμενος Βασίλειος καὶ οἱ περὶ αὐτὸν τριήρεις ἑτοιμάσαντες, καὶ αὐτὴν τὴν βασέͅλειον, καὶ σὺν αὐταῖς ἐν Χρυσοπόλει γενόμενοι, τὸν Νικηφόρον ἐκεῖθεν εἰς τὸ Ἕβδομον ἄγουσι, κἀκεῖθεν σὺν προόδῳ δημοτελεῖ εἰς τὴν μεγάλην [*](D) ἐκκλησίαν ἀφίκοντο, καὶ· ταινιοῖ τὸν ἄνδρα ὁ πατριάρχης Πολύευκτος. ἡ δὲ βασιλὶς Θεοφανὼ αὐτίκα τῶν ἀνακτόρων ἐξωθηθεῖσα εἰς τὸ Πετρίον ἀπάγεται· ὁ δὲ παρακοιμώμενος Ἰωσὴφ εἰς Παφλαγονίαν περιορίζεται καὶ μετὰ δύο ἐνιαυτοὺς ἀπεβίω. Βάρδας δὲ ὁ τοῦ Νικηφόρου πατὴρ Καῖσαρ τετίμητο. μετ’ ὀλίγας δὲ ἡμέρας ἑαυτῷ τὴν Θεοφανὼ συνοικίζει ὁ βασιλεύς, καὶ κρεῶν ἀπεχόμενος, ἐξότου Βάρδας ὁ παῖς αὐτοῦ τῷ οἰκείῳ ἀνεψιῷ τῷ Πλεύσῃ προσπαίζων δόρατι παρ’ ἐκείνου βληθεὶς ἄκοντος τέθνηκεν, ἔκτοτε καὶ τούτοις ἐτρέφετο. ἐν δὲ τῇ κατὰ τὰ βασίλεια Νέᾳ ἐκκλησίᾳ τῆς ἱερολογίας τῆς γαμικῆς τελουμένης παρὰ Πολυεύκτου τοῦ πατριάρ-
78
χοῦ ἐν τῇ εἰσόδῳ τῇ πρὸς τὸ θυσιαστήριον ἤδη ταῖς κιγκλίσιν ἐγγίσας ὁ βασιλεὺς ἐκωλύθη παρὰ τοῦ πατριάρχου συνεισελθεῖν, ὡς ἔθος αὐτῷ, φήσαντος εἰ μὴ πρότερον ἐπιτιμίοις δουλεύσει τῶν δευτερογαμούντων, μὴ δεῖν αὐτὸν τῆς πρὸς τὸ θυσιαστήριον εἰσόδου κατατολμᾶν. τοῦτο δυσφόρως ἤνεγκεν ὁ κρατῶν, καὶ ἐμηνία τῷ πατριάρχῃ. ἐγένετο δέ τις καὶ λόγος, δι’ ὃν οὐδ’ ἐπιβῆναι αὐτὸν ὅλως τοῦ ἱεροῦ δαπέδου συνεχώρει ὁ πατριάρχης. ἐλέγετο γὰρ ἀνάδοχος γενέσθαι ὁ Νικηφόρος τῶν τῆς Θεοφανοῦς παίδων ἐκ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀπῄτει ὁ πατριάρχης [*](B) ἢ διαζυγῆναι τῆς βασιλίσσης ἢ πόρρω εἶναι τῶν ἱερῶν. ἀλλ’ ἐκεῖνος τῆς Θεοφανοῦς ἀπείχετο· ἔτι γὰρ ὁ ταύτης ἔρως ἐφλέγμαινε, κοινοῦται τοίνυν τοῖς παροῦσι τῶν ἀρχιερέων καὶ τοῖς τῆς γερουσίας λογιωτέροις τὸ ζήτημα. οἱ δὲ τὸν περὶ τούτου κανόνα τῷ Κοπρωνύμῳ ἐπιγραφόμενοι μὴ δεῖν ἔλεγον ἐνεργὸν λογίζεσθαι τοιοῦδε ἀνδρὸς νομοθέτημα, καὶ πάντες αὐτῷ ἔγγραφον παρέσχον τὴν περὶ τούτου συγχώρησιν. ὁ δέ γ’ ἑ πατριάρχης ἔτι τῆς οἰκείας ἐνστάσεως εἴχετο, μέχρις οὗ ὁ τοῦ βασιλέως πατὴρ ὁ Καῖσαρ Βάρδας ἐνόρκους αὐτῷ πίστεις παρέσχετο ὡς οὐ γέγονεν ὁ βασιλεὺς τῶν τῆς Θεοφανοῦς παίδων ἀνάδοχος, καὶ ὁ πρωτοπαπᾶς δὲ τῶν βασιλείων Στυλιανός, ὃς ἐλέγετο πρῶτος κῆρυξ [*](C) τῆς φήμης ταύτης γενέσθαι, ἐπὶ συνόδου μήτ’ ἰδεῖν μήτ’ εἰπεῖν περὶ τούτου πρός τινας ἐξωμόσατο. τούτων δὲ γενομένων ἐδέξατο τὸν Νικηφόρον ὁ πατριάρχης. τῶν δ’ ἐν Σικελίᾳ Σαρακηνῶν δασμὸν πραττόντων ἐκ τῶν Ῥωμαίων ἐκ παλαιῶν συνθηκῶν, ὁ βασιλεὺς οὗτος οὐκ ἀνασχετὸν ᾤετο αὐτοῦ βασιλεύοντος τοῖς Ἀγαρηνοῖς Ῥωμαίους φορολογεῖσθαι·
79
διὸ κατ’ αὐτῶν ἐκπέμπει Μανουὴλ πατρίκιον, νόθον ὄντα παῖδα τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, ὃς δομέστικος γεγονὼς τῶν σχολῶν ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυραννίδι ἐπιχειρήσας ἐπηρώθη τοὺς ὀφθαλμούς. οὗτος τοίνυν ὁ Μανουὴλ σὺν ναυτικῷ περιφανεῖ τῇ Σικελίᾳ προσορμισάμενος οὐ μόνον οὐδέν τι κατώρθωσεν , ἀλλὰ καὶ λίαν ἐσφάλη [*](D) ἐξ ἀπειρίας καὶ νεωτερικῆς ἀγερωχίας ἤ μᾶλλον ἀτασθαλίας· αὐτός τε γὰρ διώλετο καὶ ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικόν. καὶ τὰ μὲν κατὰ Σικελίαν συνεκύρησεν οὕτω. κατὰ Κιλικίας δέ, καὶ ταύτης δὲ οἱ Ἀγαρηνοὶ ἐκράτουν , ἐκπέμπει ὁ βασιλεὺς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, τῆς Ἀνατολῆς προκεχειριμένον δομέστικον. ὁ δὲ πρὸς Ἄδαναν ἀφικόμενος 15 τοῖς ἐν ταύτῃ τε συνεπλάκη Ἀγαρηνοἴς καὶ κατ’ αὐτῶν ἐστήσατο τρόπαιον. κἀντεῦθεν μέγαν αὐτὸν ἢ πρότερον ἐν στρατηγίαις ἡ φήμη ἐκήρυττεν.

Ἤδη δὲ δεύτερον ἐνιαυτὸν ἀνύων ὁ Νικηφόρος ἐν τῇ ἀρχῇ αὐτὸς ἔξεισι κατὰ Κιλικίας μετὰ βαρείας χειρός, καὶ τὴν Θεοφανὼ μετὰ τῶν παίδων αὐτῆς ἐπαγόμενος. καὶ τὴν μὲν πρὸ τῆς Κιλικίας κατὰ τὸ Δριζίον, φρούριον δὲ τοῦτο, κατέλιπεν, ἐκεῖνος δὲ τῇ Κιλικίᾳ προσβαλὼν αἱρεῖ τὴν Ἀνάβαρζον ῾Ρωσόν τε καὶ Ἄδαναν, πόλεις δ’ αὗται Κιλίκων, ἀλλὰ μέντοι καὶ φρούρια πλείονα. τῇ δέ γε Ταρσῷ καὶ τῇ Μοψουεστίᾳ οὐκ ἔκρινε προσβαλεῖν διὰ τὸν χειμῶνα ἢ τοῦ ἔρωτος αὐτὸν τῆς Θεοφάνους πρὸς ἐκείνην ἀνθέλκοντος· ἀπῄει γὰρ σὺν αὐτῇ πρὸς Καππαδοκίαν. κἀκεῖθεν τοῦ ἔαρος ἠργμένου εἰς Κιλικίαν 30 ἀνθυπενόστησε, καὶ αὐτὸς τὴν Μοψουεσ1ίαν ἐπολιόρκει, τῇ Ταρσῷ δὲ τὸν ἀδελφὸν ἐπέστησε Λέοντα. τῆς δὲ Μοψουεστίας μέσον ποταμῷ τῷ Σάρῳ διαι-

80
[*](B) ρουμένης, τὸ μὲν ἓν μέρος ταύτης ἑάλω πολιορκούμενον, οἱ δ’ ἐν τούτῳ Ἀγαρηνοὶ πρὸς τὸ λοιπὸν μετεχώρησαν, τῷ καταλελειμμένῳ πῦρ ἐμβαλόντες· εἶτα καὶ τὸ ἕτερον ἑαλώκει, καὶ οὐδεὶς ἐκεῖθεν διέδρα. τὴν δὲ τῆς Μοψουεστίας ἐκπόρθησιν οἱ ἐν τῇ 5 Ταρσ ῷ μαθόντες τὸν βασιλέα ἐπεκαλέσαντο καὶ τὴν πόλιν παραδεδ ώκασιν. ἡμερῶν δὲ τριῶν διελθουσῶν στόλος ἐξ Αἰγύπτου τῇ Ταρσῷ βοηθήσων ἐξέπλευσε, προσοκεῖλαι δὲ τῇ χέρσῳ οὐ συγκεχώρητο· διὸ καὶ αὖθις ἀπέπλευσεν· ἀνέμων δὲ πνοαῖς βιαίαις περιπεπτωκὼς καὶ τριήρεσι ῾Ρωμαϊκαῖς ὁ πλείων ἀπώλετο. ὁ δὲ βασιλεὺς ἐπανέζευξεν εἰς τὴν Κωνσταντινούπολιν τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μοψουεστίας ἐπαγόμενος ἐκ χαλκοῦ πεποιημένας καὶ [*](C) τέχνης δεικνυούσας ἀκρίβειαν, ἃς κἀκεῖνος ἐπικοσμήσας τὰς μὲν τῷ κατὰ τὴν ἀκρόπολιν ἑῴῳ τείχει προσήρμοσε, τὰς δὲ τῷ τείχει τῷ δυτικῷ. καὶ τῷ θεῷ δὲ ἀπαρχὰς οἶον τῆς ἑαυτοῦ στρατείας ἀποδιδοὺς τοὺς τιμίους σταυρούς , οὓς οἱ βάρβαροι ἔλαβον, ὁπηνίκα ὁ Στυππειότης τῶν σχολῶν δομἐστικος ὢν καὶ πολιορκῶν τὴν Ταρσὸν ἐκ κακοβουλίας δυστυχήματι περιέπεσε, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀνέθετο. καὶ τὴν Κύπρον δέ, παρὰ Ἀγαρηνῶν κατεχομένην, δι’ αὐτοῦ ἡ ῾Ρωμαίων ἀρχὴ προσεκτήσατο. εἶτα τῇ Συρίᾳ ἐπῆλθε, καὶ πόλεις ἐκπορθήσας καὶ χώρας ἑλὼν πρὸς τῷ Λιβάνῳ καὶ τῇ παραλίᾳ κειμένας ἦλθεν εἰς Ἀντιόχειαν. τῶν δ’ Ἀντιοχέων ἀντικαθισταμένων ἐρρωμενέστερον, ἤδη δὲ καὶ τῶν [*](D) ἐπιτηδείων ἐπιλιπόντων τοῖς στρατιώταις καὶ τέλματος ἐξ ὑετοῦ γεγονότος πολλοῦ, ἀπέστη τῆς πολιορκίας, καὶ πρὸς τὴν τῶν πόλεων ὑπερκειμένην ἐπανελήλυθεν, ἐπηγμένος καὶ τὸ τοῦ σωτῆρος Χριστοῦ
81
ἱερὸν καὶ θεῖον ἐκτύπωμα, ὃ ἐν κεράμῳ εὗρε κατὰ τὴν Ἱεράπολιν τὴν τῶν Σύρων, καὶ βόστρυχον τοῦ βαπτιστοῦ Ἰωάννου αἵματι πεφυρμένον. ἐν μὲν οὖν στρατηγίαις τοιοῦτος οὗτος ἐγεγόνει ὁ αὐτοκράτωρ, καὶ ἐπὶ μακρὸν ηὐξήκει Ῥωμαίοις τὰ ὅρια καὶ αὐτῶν ἡγεμονίας ἐξέτεινε τὰ σχοινίσματα. ἀλλὰ δι’ αἰτίας τινὰς πᾶσιν ἦν στυγητός· αἱ δ’ αἰτίαι ὅτι τῶν σὺν αὐτῷ τῇ ἀποστασίᾳ ἐπιχειρησάντων στρατιωτῶν κακῶς διατιθεμένων τοὺς οἷς ἂν ἐντύχοιεν τῶν κακουμένων οὐκ ἐπεστρέφετο, καὶ οἰκιῶν πολλῶν περιφανῶν τε ἀνδρῶν καὶ δημοτικῶν διαρπα- ὡς οὐδενὸς κακοῦ γεγονότος διέκειτο, μᾶλλον μὲν οὖν καὶ ἐνετρύφα ταῖς εἰς τοὺς ἀστοὺς παροινίαις, καὶ ταῦτα συναραμένους αὐτῷ πρὸς τὸ τῆς βασιλείας τυχεῖν, καὶ ὅτι προφάσει τῶν συνεχῶν πολέμων καιναῖς εἰσφοραῖς καὶ τῶν ἀρχαίων αὐξήσεσι καὶ εἰδῶν εἰσπράξει παντοδαπῶν ἐξέτρυχε τὸ ὑπήκοον, καὶ οὐδὲν ἄμεινον πολεμίων τὸ στρατιωτικὸν διετίθετο τοῖς πρὸς οὓς ἂν τῶν ὑπηκόων ἐπεχωρίασεν. ἐπὶ τούτοις διὰ τὰς πυκνὰς ἐκστρατείας ἔνδειαν ἔχειν χρημάτων προφασιζόμενος, τὰς μὲν διανεμομένας τῇ γερουσίᾳ βασιλικὰς δωρεὰς κατὰ μέρος ἠλάττωσε, τὰς δ’ ἀπονενεμημένας ἀνέκαθεν τεμένεσιν ἱεροῖς καὶ εὐαγέσιν οἴκοις ἐπετείους δόσεις ἐσχόλασε τέλεον. εἶτα καὶ ψήφισμα βασίλειον [*](B) ἔθετο ἐν ἀκινήτοις τὰς ἐκκλησίας μὴ ἐμπλατύνεσθαι, καὶ ἡ πρόφασις, ὅτι κατ’ ἐκεῖνον ὑπὸ τῶν ἀρχιερέων οὐκ εἰς δέον τὰ τῶν ἐκκλησιῶν ἀναλίσκονται. εἶτα τῶν τότε ἀρχιερέων καὶ τοῦ ἀρχιποίμενος Πολυεύκτου διαφερομένων περὶ τῶν ψήφων, καὶ τῶν μὲν εἰς ἑαυτοὺς ἑλκόντων τὴν ἄδειαν τοῦ ψηφίζεσθαι οὓς ἂν ἐγκρίνοιεν, τοῦ δὲ τὰς ψήφους αἰτιωμένου,
82
ὡς οὐκ ἀπαθῶς γινομένας οὐδὲ κατὰ γνώμης εὐθύτητα, καὶ σπεύδοντος κοινοῦσθαι αὐτῷ τοὺς ἀρχιε- [*](C) ρεῖς περὶ τῶν μελλόντων ψηφίζεσθαι, ὁ βασιλεὺς ἀφορμῆς ἐκ τούτου δραξάμενος εἰς οἰκείαν ἐξουσίαν τὸ πᾶν τῆς τῶν ἐπισκόπων μετήνεγκε προχειρίσεως, μηδένα κελεύσας γνώμης ἄτερ αὐτοῦ εἰς ἐκκλησίαν οἵαν δή τινα στέλλεσθαι, ἀλλὰ κἂν ἐτεθνήκει ἐπίσκοπος, βασιλικὸν ὑπηρέτην εἰς τὴν χηρεύσασαν ἐκκλησίαν ἐξέπεμπε, καὶ γλίσχρως παρ’ ἐκείνου τῶν ἀναγκαίων γινομένων ἀναλωμάτων αὐτὸς ᾠκειοῦτο τὰ περιττεύοντα. οὐ διέλιπον δ’ ἐν ταῖς χώραις ἁπάσαις αὐτοῦ βασιλεύοντος ἀπογραφεῖς στελλόμενοι ἐπόπται τε καὶ στρατευταὶ καὶ οἱ κεκλημένοι πρωτονοτάριοι, οἵ παντοίαις κακώσεσιν ἐξεπίεζον τὸ [*](D) ὑπήκοον καὶ εἰς ἐσχάτην ἀπορίαν συνήλασαν, οὐδὲ τῶν παντάπασιν ἀπόρων φειδόμενοι, ἀλλὰ τούτους μὲν ταῖς δρομικαῖς στρατείαις ἐγγράφοντες, τοὺς δὲ πρῴην ταύταις ὑποκειμένους εἰς τὰς πλευστικὰς μετεγγράφοντες, τοὺς δὲ πλωίμους μετατιθέντες εἰς στρατιώτας πεζούς, τοὺς δὲ πρὶν τοιούτους τοῖς ἱππόταις ἐγκαταλέγοντες καὶ τοὺς ἱππότας εἰς καταφράκτους ἀμείβοντες καὶ ἑκάστῳ βαρύτερον στρατιωτικὸν ἐπιτιθέντες λειτούργημα. ἐῴκει γὰρ τὸ πᾶν τῇ στρατιώτιδι μεταχειρίσει ἐπιγραφόμενος· ὅθεν καὶ δόγμα ὅσον τὸ κατ’ ἐκεῖνον ἐθέσπισε τοὺς ἐν πολέμοις ἀνῃρημένους στρατιώτας ἐπ’ ἴσης τιμᾶσθαι τοῖς μάρτυσι καὶ ὕμνων ὁμοίων τυγχάνειν καὶ παραπλησίως γεραίρεσθαι. καὶ εἰ μὴ ὁ πατριάρχης καί τινες τῶν ἀρχιερέων, ἀλλὰ μὴν καὶ ἔνιοι τῶν λογάδων τῆς γερουσίας γενναίως ἀντέστησαν, λέγοντες “πῶς ἂν οἱ ἐν πολέμοις ἀναιροῦντες καὶ ἀναιρούμενοι λογίζοιντό τισι μάρτυρες ἢ τοῖς μάρτυσιν ἰσο-
83
στάσιοι, οὓς οἱ θεῖοι κανόνες ὑπὸ ἐπιτίμιον ἄγουσιν, ἐπὶ τριετίαν τῆς φρικώδους καὶ ἱερᾶς αὐτοὺς ἀπείργοντες μεταλήψεως’’, τάχ’ ἂν τὸ θεσπέσιον ἐκεῖνο κεκύρωτο θέσπισμα. ἦν δὲ πρὸς τοῖς ἄλλοις καὶ χρημάτων ἥττων, ὡς ἔοικε· μέχρι γὰρ ἐκείνου παντὸς νομίσματος ἐξαγίου σταθμὸν ἕλκοντος ἐκεῖνος τὸ τεταρτερὸν ἐπενόησε , κολοβώσας αὐτὸ κατὰ τὸν σταθμόν, καὶ τὰς μὲν εἰσπράξεις διὰ τοῦ βαρυτέρου, τὰς δὲ δόσεις καὶ πάντα τὰ ἀναλώματα διὰ [*](B) τοῦ κεκολοβωμένου πεποίητο. ἔθους δ’ ἐπικρατήσαντος παλαιοῦ στατῆρα πάντα βασιλικὸν ἐκτύπωμα φέροντα ἰσότιμον εἶναι τῷ ἄρτι κοπτομένῳ παρὰ τοῦ βασιλεύοντος, ἐκεῖνος τὸ ἑαυτοῦ προτιμᾶσθαι κεκέλευκε νόμισμα. ἕνα τί γένηται; ἵν’ ἐκεῖνο μόνον τοῖς ἐμπόροις ζητούμενον κέρδος αὐτῷ πορίζῃ ὑπὲρ ἑκάστου νομίσματος ἁδρὰ πραττομένῳ ἀλλάγια. οὕτω δὲ τούτοις κακουμένων τῶν πολιτῶν οὐδέ τις παρὰ τῶν ἀγορανόμων ἦν ἐπὶ τοῖς ὠνίοις προμήθεια, ἕκαστος τῶν ἐμπόρων νόμον εἶχε τὸ ἑαυτοῦ θέλημα· οἶ δὲ ὠνούμενοι τὰ χρειώδη ἐγίνοντο [*](C) καθ’ ἑκάστην πενέστεροι.

Ταῦτα καὶ πλείονα ἕτερα, πάντα γὰρ ἀπαριθμήσασθαι δυσχερές, ἐξέμηνε πάντας κατὰ τοῦ Νικηφόρου, καὶ πᾶσιν ἦν δι’ εὐχῆς τῆς τούτου τυραννίδος ἀπαλλαγῆναι. οὐχ ἥκιστα δ’ ἐλύπησε τοὺς ἀνθρώπους καὶ ἡ τῶν βασιλείων τῷ τείχει περιβολή. κεχρησμοδοτημένον γὰρ ἔχων τὸ ἐν τοῖς βασιλείοις μέλλειν ἀναιρεθήσεσθαι ἔδοξεν ἑαυτῷ περιποιεῖσθαι διὰ τοῦ τείχους ἀσφάλειαν, δέον λογίσασθαι ὡς εἰ μὲν ἀληθὲς εἴη τὸ χρησμοδότημα, εἴη ἂν καὶ τὸ πεπρωμένον, [*](D) ἵν’ οὕτως εἴποιμι, τὸ ἐκ θεοῦ ὡρισμένον ἄφυκτόν τε καὶ ἀμετάθετον· εἰ δὲ δύναται κωλυ-

84
θῆναι δι’ ἐπινοίας τινός, οὐ πάντως ἀληθὲς καὶ τὰ ἐπινοούμενα περιττά. ὁ δὲ τούτων οὐ δ’ ὲν λογισάμε- νος μεγάλαις δαπάναις τῷ νῦν ὁρωμένῳ τείχει τὰ βασίλεια ἐστεφάνωσεν· ἀκρόπολιν δ’ οἶ πολῖται τοῦτο καὶ τυραννεῖον καθ’ ἑαυτόν γινόμενον ἔκρινον. ὅτε τοίνυν ἀπήρτισε τὸ ὀχύρωμα καὶ ἔδοξεν ἑαυτῷ ἀσφαλῆ περιποιήσασθαι φυλακήν, τότ’ ἔγνω μηδὲν αὐτῷ λυ- σιτελῆσαν τὸ ἐπινόημα, ὑποστὰς ἐντὸς ἐκείνου τὸν ὄλεθρον. ἀλλὰ μήπω περὶ τούτου, ἔτι δ’ ὁ λόγος πράξεις διεξίτω ἐκείνου. ὑπονοστῶν ἐξ Ἀντιοχείας τῆς πρὸς Ὀρόντῃ οὗτος ὁ βασιλεὺς φρούριον ἐν τῷ ὄρει τοῦ Ταύρου ἐδείματο, Μαυρὸν δὲ ὄρος ἐκεῖνο λέγει νῦν ὁ πολὺς ἄνθρωπος, ἐν ᾧ Μιχαὴλ τὸν Βούρτζην κατέλιπε, πατρίκιον τιμήσας καὶ τοῦ Μαύρου ὅρους στρατηγὸν ὀνομάσας αὐτόν, τοὺς Ἀντιοχεῖς κακοῦν ἐντειλάμενος. καὶ Πέτρον δ’ ἔνα τῶν ἑαυτοῦ θεραπόντων, ἐκτομίαν μέν, δραστήριον δέ γε καὶ ἐμβριθῆ καὶ ἄρχειν εἰδότα στρατιωτῶν, στρατοπεδάρχην ὀνομάσας κατέλιπεν, ἔν ἐν Κιλικίᾳ δοίη χώραν τῆ στρατιᾷ τὸν χειμῶνα διαγαγεῖν. καὶ ὁ μὲν βασιλεὺς ἧκεν εἰς τὸ Βυζάντιον, ὁ δὲ Βούρτζης συνεχῶς ἐξελαύνων ἐκάκου τοὺς ἐν Ἀντιοχείᾳ Ἀγαρηνοὺς [*](B) καὶ διεσκόπει ὅπως ἕλοι τὴν πόλιν, εἰ δύναιτο, καὶ κλέος ἔξει. ἔλαθεν οὖν ποτε μέτρον τοῦ ὕψους ἑνὸς τῶν πύργων λαβών, καὶ πρὸς τόσον ὕψος ἀναλόγους ἡτοιμάσατο κλίμακας. φυλάξας οὖν νύκτα μίαν χειμέριον ἀσέληνόν τε καὶ νιφετώδη, πρόσεισιν ἠρέμα τῷ τείχει τῆς πόλεως, καὶ τὰς κλίμακας ἐρείσας αὐτῷ ἀνέβη μετὰ τριακοσίων, τοσούτους γὰρ ἐπήγετο, μηδενὸς αἰσθομένου, καὶ τοὺς μὲν τοῦ πύργου ἐκείνου νοῦ φύλακας ἀνεῖλε, καὶ ἑτέρων πλησιαζόντων, στέλλει δ’ αὐτίκα πρὸς τὸν στρατοπεδάρχην , δηλῶν
85
αὐτῷ τὸ γενόμενον καὶ πρὸς βοήθειαν ἐκκαλούμενος. ὁ δὲ ἀνεδύετο· λέγεται γὰρ ἐντείλασθαί οἶ τὸν βασιλέα μὴ προσβαλεῖν τῇ Ἀντιοχείᾳ, ὅτι παρὰ πᾶσι πεφήμιστο τῇ τῆς Ἀντιοχείας ἁλώσει ἕψεσθαι καὶ [*](C) τοῦ κρατοῦντος τὸν ὄλεθρον. οἱ δὲ Ἀντιοχεῖς γνόντες τῶν πύργων τὴν ἅλωσιν ἐκεῖ συνηθροίσθησαν, ἐξελάσαι τοὺς Ῥωμαίους αὐτῶν προθυμούμενοι. πρὸς δύο τοίνυν ἐναντία μαχόμενον ἔχων ὁ στρατοπεδάρχης τὸν λογισμόν, τήν τε βασιλικὴν ἐντολὴν καὶ τὸν ὄλεθρον τοῦ Βούρτζη καὶ τῶν σὺν αὐτῷ τριακοσίων ἀνδρῶν, ἔθετο μὴ ἐᾶσαι τοσούτους ἄνδρας ἀπολέ- σθαι, καὶ ἄρας σὺν παντὶ τῷ στρατεύματι προσβάλλει τῇ Ἀντιόχου. καὶ αὐτίκα οἱ μὲν πολέμιοι παρείθησαν τὰς χεῖρας καὶ τὰς ψυχάς, οἶ δὲ περὶ τὸν Βούρτξην καὶ αὐτὸς ἐκεῖνος ἤδη ἀπειρηκότες ἀνεζωώθησαν ζωώθησαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν ὁ Βούρτζης πελέκει διακόψας ἄνετον παρέσχε τῷ στρατοπεδάρχῃ [*](D) τὴν εἴσοδον καὶ ἡ περιφανὴς Ἀντιόχεια ῥᾷον οὕτως ὑπὸ Ῥωμαίους ἐγένετο. ὅ τῷ βασιλεῖ ἀγγελθὲν ἄλγος, οὐ χαρμονὴν ἐνεποίησεν, ἐμηνία τε τῷ στρατοπεδάρχῃ τοπεδάρχῃ καὶ τῷ Βούρτζῃ τῆς σπουδῆς καὶ τοῦ ἀνδραγαθήματος ἀμοιβὴν παρέσχεν ὕβρεις καὶ ἀπει- λάς, ἀφείλετό τε αὐτοῦ τὴν ἀρχὴν καὶ παρὰ τῷ οἴκῳ μένειν ἀπρόïτον διωρίσατο.

Συνέβη δέ τι καὶ ἕτερον, ὃ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐξέμηνε καὶ κατὰ τοῦ δήμου τὸν αὐτοκρά- τορα. κατά τι παλαιὸν ἔθος ἐν μιᾷ τῶν δεσποτικῶν ἑορτῶν εἰς τὸν ἐν τῇ Πηγῇ θεῖον ναὸν πρόοδον ἐποιεῖτο ὁ βασιλεύς, καὶ συνέβη μέσον Ἀρμενίων καὶ ὢ πλωίμων φιλονεικίαν προβῆναι, κἀκ ταύτης συμβο- Λὴν ἀλλήλων καὶ θροῦν καὶ κρότον πολὺν καὶ φό- νον ἀνδρῶν ἑκατέρωθεν. τῆς δὲ φήμης τὸ γεγονὸς

86
τοῖς ἐν τῇ πόλει πρὸ τῆς ἐπανόδου τοῦ βασιλέως καταγγειλάσης, οἱ τοῦ δήμου ἀτάσθαλοι κατὰ συμμορίας γενόμενοι πολλαχοῦ καὶ τοῖς Ἀρμενίοις ἐπανιοῦσιν ὑπαντιάζοντες ξύλοις ἐκείνους συνέκοπτον. ὡς δὲ καὶ ὁ βασιλεὺς ἐφθάκει κατὰ τὴν ἀγορὰν τῶν Ἀρτοπρατείων, ὕβρεις κἀκείνου κατέχεον καὶ θόρυβος ἦρτο καὶ βοαί τε καὶ συνδρομαί, καὶ οἱ μὲν λίθους ἠφίουν κατὰ τοῦ βασιλέως, οἱ δὲ κόνιν ἔπαττον [*](B) κατ’ αὐτοῦ, καὶ ἐδυσφήμουν αὐτὸν μέχρι τῆς ἀγορᾶς, ἥτις ἔστρωται ταῖς πλαξὶ καὶ τὸν κίονα φέρει τὸν κυκλοτερῆ τε καὶ πορφυροῦν. καὶ εἰ μή τινες τῶν ἐντιμοτέρων πολιτῶν ἐκεῖσε τὸν βασιλέα δεξάμενοι τοὺς μὲν ἐφεπομένους αὐτῷ καὶ δυσφημοῦντας ἄλλως τε ἀτακτοῦντας ἀνεχαίτισαν, ἐκεῖνον δὲ κύκλῳ περιλαβόντες εὐφήμουν καὶ οὕτως αὐτὸν εἰς τὰ βασίλεια διεσώσαντο, τάχα ἄν τι μέγα συνέβη κακόν. ἐντεῦθεν διαδέδοτο λόγος ὡς ἐν ἱπποδρομίᾳ ὁ βασιλεὺς ἐγκοτῶν τῷ δήμῳ μέλλει αὐτὸν ἀμύνασθαι. ἁμίλλης οὖν τελουμένης ἵππων μετὰ καιρὸν στρατιώτας ὁ βασιλεὺς ἐνόπλους προήγαγεν εἰς μέσον τὸ θέατρον, ἐπιδειξομένους τάχα [*](C) τῴ δήμῳ ὡς ἐν τύπῳ πολέμων οἴα τῆς μάχης ἡ συμβολή, ὡς δῆθεν κἀντεῦθεν αὐτῷ περιποιούμενος ἡδονὴν ἢ καὶ φόβον αὐτῷ ἐπισεῖσαι θέλων. ὡς οὖν οἶ στρατιῶται τὰ ξίφη ἐγύμνωσαν, ὁ ἐν τῷ θεάτρῳ λαὸς τοῦτ’ ἐκεῖνο τὸ φημιζόμενον εἷναι νομίσαντες ἀποδιδράσκειν ἐκ τοῦ θεάτρου ὡρμήκεσαν, καὶ περὶ τὰς ἐξόδους στενοχωρούμενοι ὑπ’ ἀλλήλων τε συμπατούμενοι ἀπώλοντο οὐ βραχεῖς. τάχα δ’ ἂν καὶ πολλῷ πλείους ἐκινδύνευσαν, εἰ μὴ ὁ βασιλεὺς ἀμετακίνητος ἐπὶ τῆς ἰδίας ὦπτο καθέδρας. ἰδὼν γὰρ ὁ δῆμος ἐκεῖνον μηδόλως τῆς
87
ἔδρας μεταχωρήσαντα ἔστησαν τῆς φυγῆς. οἶ δὲ τοῖς θανοῦσι τότε προσήκοντες τοὺς οἰκείους θρηνοῦντες δημοσίᾳ πρὸς τὸν βασιλέα ἀπέσκωπτον. [*](D) διὰ ταῦτα τοίνυν μισεῖσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος, τείχει περιέζωσε τὰ βασίλεια· ἀλλ’ ὅτε τοῦτο ἀπήρτιστο καί οἶ τῶν πυλῶν αἱ κλεῖδες ἀπεκομίσθησαν, τότε ὃν ἐφοβεῖτο φόβον ἦλθεν αὐτῷ καὶ οὐδὲν τῆς ἐπινενοημένης αὐτῷ ἀσφαλείας ἀπώνατο. τῶν δὲ Τούρκων, τῶν Οὔγγρων δηλαδή, τὰ Θρᾳκῷα ληιζομένων ἴ’ τῷ Βουλγαρίας ἔγραψεν ἄρχοντι ὁ βασιλεὺς Νικηφόρος μὴ παραχωρεῖν αὐτοῖς διαβαίνειν τὸν Ἴστρον καὶ τῇ Ῥωμαίων λυμαίνεσθαι. ὁ δὲ οὐχ ὑπήκουσε, λέγων ὡς ‘‘ὅτε καθ’ ἡμῶν οὔτοι ἐστράτευον, παρακαλούμενος ἡμῖν οὐκ ἠθέλησας. καὶ νῦν ὅτε βιασθέντες σπονδὰς ἐθέμεθα πρὸς αὐτούς, ἀξιοῖς ἡμᾶς παρασπονδῆσαι ὅπλα τε κατ’ ἐκείνων ἄρασθαι καὶ κινῆσαι πόλεμον ἀπροφάσιστον.’’ ἀποκρουσθεὶς τοίνυν ἐντεῦθεν εἰς τὸν ἄρχοντα Ῥωσίας τὸν Σφενδοσθλάβον διεπρεσβεύσατο, ἐξορμῶν κατὰ Βουλγάρων αὐτόν· διὸ καὶ τὸν υἱὸν τοῦ ἐν Χερσῶνι πρωτεύοντος τὸν Καλοκυρὸν πρὸς Ῥωσίαν ἐπιστρατεύει τοίνυν κατὰ Βουλγάρων σύνταγμα Ῥωσικόν, καὶ χώραν αὐτῶν πολλὴν ἐληίσατο καὶ λείαν οὐκ εὐαρίθμητον ἐκεῖθεν ἀπήλασε. καὶ τῷ ἐπιόντι δ’ ἐνιαυτῷ οὐχ ἧττον τῶν προτέρων οἶ Ῥὼς τὰ Βουλγάρων ἐκάκωσαν.

Γέγονε δὲ τοῦ Φώκα βασιλεύοντος καὶ κλόνος τῆς γῆς φοβερώτατος, ἐξ οὗπερ ἡ μὲν Κωνσταντίνου οὐ πάνυ τι πέπονθε, πόλεις δ’ ἕτεραι καὶ σφό- δρα πεπόνθασιν. ἔπνευσαν δέ γε καὶ ἄνεμοι κατὰ [*](B) Μαῖον μῆνα, δι’ ὧν ἐφθάρησαν οἶ καρποὶ καὶ γέγονε

88
λιμὸς ἰσχυρός, ὅν εἰς οἰκεῖον κέρδος ὁ Νικηφόρος μετήνεγκε, τιμιουλκῶν τὸν σῖτον καὶ πολλοῦ τοῦτον ἀποδιδόμενος τοῖς λιμώττουσι, μηδὲ φροντίζων ὅτι δημοκατάρατος ἦν, ἀλλ’ αὐχῶν μᾶλλον ὡς εὐεργετῶν τὸ ὑπήκοον, ὅτι δύο μεδίμνους ἐπίπρασκε τῷ νομίσματι, καὶ ταῦτα παράδειγμα ἔχων τὸν Μακεδόνα Βασίλειον, οὔπω πάνυ πρῴην μεγαλοπρέπειαν πρὸς τοιαύτην ἔνδειαν ἐνδειξάμενον. ἀπῄει γάρ ποτε ὁ αὐτοκράτωρ ἐκεῖνος, συνήθη ποιούμενος πρόοδον εἰς τὸν τῶν ἁγίων Ἀποστόλων ναόν, καί [*](C) τινας τῶν τῆς πόλεως ἄνδρας ὑπόσεμνον δεικνύντας κατάστημα θεασάμενος σκυθρωπάζοντας, ἤρετο τὴν αἰτίαν τῆς σκυθρωπότητος. οἷ δέ ‘‘καὶ πῶς οὐκ ἂν σκυθρωπάζοιμεν” ἔφασαν ‘‘δέσποτα, ἐπηρτημένον ἡμῖν ὁρῶντες τὸν θάνατον, οἴ γε δύο μεδίμνους σίτου εἰς νόμισμα χρυσοῦν ἐξωνούμεθα ” τοῦτο ἀκούσας ἐκεῖνος ἀνῴμωξε, καὶ τοῖς μὲν χρήμασι τὴν κατήφειαν ἔλυσε, τοῖς δὲ τὰς πολιτικὰς ἐγκεχειρισμένοις ἀρχὰς ἐλοιδορήσατό τε καὶ ἐπηράσατο, ὅτι μὴ αὐτὸν τὰ τῆς ἐνδείας ἐδίδαξαν, καὶ εὐθὺς τοὺς βασιλικοὺς σιτῶνας ἀνοιγῆναι ἐκέλευσε, καὶ δώδεκα μεδίμνους σίτου νομίσματος ἑνὸς ἀποδίδοσθαι. [*](D) ἀλλ’ ἐκείνῳ μὲν ἡ πρᾶξις αὕτη βασιλική, τῷ δ’ ἱστορουμένῳ νῦν βασιλεῖ καὶ λίαν καπηλική, ὃς τῷ λιμῷ τὸ ὑπήκοον ὁρῶν πιεζόμενον οὐκ ἐπήμυνεν, ἀλλὰ μέντοι καὶ ἐνετρύφα ταῖς αὐτοῦ συμφοραῖς καὶ τοῖς τοῦ λιμοῦ τραυματίαις ἐπιξαίνων ὑπῆρχε τὰ τραύματα. καὶ ὁ τοῦ βασιλέως δὲ ἀδελφὸς ὁ Λέων οὐχ ἧττον ἔθλιβε τόν τε δῆμον τῆς πόλεως καὶ τοὺς οἰκήτορας τῶν χωρῶν, καπηλείας ὒ καὶ αὐτὸς μετιών. οἱ μὲν οὖν οὕτω διέκειντο πρὸς τοὺς πάσχοντας, οἶ δὲ πρὸς τὸν κρατοῦντα διὰ ταῦτα
89
ἀπέσκωπτον. ποτὲ γὰρ νεολέκτους στρατιώτας ὁρῶντος τοῦ βασιλέως , ἐπεὶ καί τις τούτοις συνηρίθμητο πολιός, ἔφη πρὸς ἐκεῖνον ὁ αὐτοκράτωρ ‘‘πῶς τοῖς στρατιώταις , ἄνθρωπε, γέρων ὢν συγκαταλέεις σαυτόν;” ὁ δ’ αὐτίκα εὐφυῶς ἀντεφθέγξατο ὡς “πολὺ δυνατώτερος νῦν εἰμι ἢ ὅτε ἤκμαζον ἴ’ δἐ— σποτα. τότε γὰρ οὐδ’ ἡμίσεος ἂν ἐπωμισάμην σῖτον νομίσματος, νῦν δὲ ῥᾷον καὶ δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων ἀρῶ.” συνῆκε μὲν οὖν τὴν εἰρωνείαν ὁ βασιλεύς, ἀταράχως δὲ ταύτην ἐνεγκὼν μετέστη πρὸς ἕτερον. ἐρωτικῶς δὲ σφόδρα πρὶν διακείμενος ὁ Νικηφόρος πρὸς τὴν Θεοφανὼ μετέπειτα τῆς πρὸς αὐτὴν συνουσίας ἀπείχετο, ἢ κορεσθεὶς ταύτης ἢ καὶ δι’ ἐγκράτειαν μίξεως ἀπεχόμενος. οὐδὲ γὰρ πάνυ τι καὶ νέος ὢν πρὸς ἔρωτας ἐτύγχανεν εὐκατάφορος. ἡ δὲ μισήσασα τὸν ἄνδρα διὰ τὸ ἀνομίλητον ἢ καὶ περὶ τοῖς υἱέσι δείσασα, ἢν γάρ τισιν ὑποτονθορυζόμενον βούλεσθαι τὸν Νικηφόρον τὰ βασιλείδια τῶν παιδογόνων στερῆσαι [*](B) μορίων καὶ τὸν ἀδελφὸν βασιλεῦσαι τὸν Λέοντα, εἰς λόγους ἦλθε λάθρᾳ τῷ τξιμισκῇ, ἡ ἔρωτι του ἀνδρὸς ἁλοῦσα, ἦν γὰρ τῷ κάλλει διαπρεπὴς καὶ τοῦ εἴδους χάριτας ἀφιείς, ἤ καὶ ἀξιόχρεων τοῦτον τῷ Νικηφόρῳ λογισαμένη ἀντίρροπον , ὡς δέ τινές φασι, καὶ εἰς συνουσίαν ἐλήλυθε τῷ ἀνδρὶ καὶ κατὰ τοῦ Νικηφόρου ἠρέθισε καὶ τὸ τῆς παροιμίας σφαῖραν ἀφῆκε κατὰ πρανοῦς. ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης τῷ βασιλεῖ μηνιῶν, ὅτι τῷ ἀδελφῷ πειθόμενος ἐκεῖνος βασκαίνοντι τούτῳ ὕποπτόν τε τὸν ἄνδρα ἐνόμιζε καὶ τῆς στρατιωτικῆς ἀρχῆς παύσας αὐτὸν εἰς πολιτικὴν μετατίθησι, λογοθέτην τοῦ δρόμου [*](C) μου προχειρισάμενος , ὃ οὐκ εἰς δυναστείαν, ἀλλ’
90
εἰς τιμωρίαν καὶ ταύτην βαρεῖαν ἐκείνῳ λελόγιστο. εἶτα τῇ κακώσει τοῦ ἀνδρὸς προστιθεὶς καὶ οἴκοι μένειν αὐτὸν ἐκέλευσε· διὰ ταῦτα ἐμηνία ὁ Ἰωάννης. ὡς δὲ καὶ τὴν μαχλάδα ἐκείνην εὕρηκεν αὐτὸν παραθήγουσαν, διαπραξαμένην δέ οἱ καὶ κάθοδον κελεύσει βασιλικῇ) τῇ τυραννίδι ἐπέθετο, συμπράτ- τουσαν ἔχων καὶ τὴν βασίλισσαν, καὶ ἅμα τε οἷς ἐθάρρει τὸ ἀπόρρητον ἐξεκάλυψε καὶ ἅμα τῷ ἔργῳ ἐπικεχείρηκε καὶ προσλαβόμενος αὐτοὺς ἀωρὶ τῶν νυκτῶν ἐπὶ τὴν νοτίαν θάλασσαν τῶν βασιλείων [*](D) ἀφίκετο· Βουκολέων ὁ τόπος ὠνόμασται, ὅτι λίθινος λέων ἐστὶν ἐν αὐτῷ βοὸς ἐπιβεβηκὼς ὁμοίου καὶ τῷ εὐωνύμῳ ποδὶ κατέχοντι τὸ κέρας αὐτοῦ περιστρέφων τὸν αὐχένα τὸν τοῦ βοός. ἔνθα γενόμενος σαργάνην τε καθειμένην ἄνωθεν καθορᾷ καὶ δι’ αὐτῆς ἀνιμᾶται παρὰ θεραπαινῶν τῆς Θεοφανοῦς καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. ἦσαν δὲ ὁ Βούρτξης Μιχαὴλ ἐγκοτῶν τῷ βασιλεῖ καὶ αὐτὸς διὰ τὴν ὀργήν, ὡς εἴρηται, τὴν ἀλόγιστον, καὶ Λέων ὁ Ἀβαλάντης καὶ ὁ μελάγχρους Θεόδωρος, ὃν διὰ τὸ τοῦ εἴδους μελάντερον ἐκάλουν Ἀτξυποθεόδωρον, καὶ ἕτεροι δύο. ἀψοφητὶ τοίνυν ὑποδύντες τὸν κοιτῶνα τὸν βασίλειον, καὶ τοῦτο γὰρ αὐτοῖς ἡ Θεοφανὼ κατεπράξατο, εὗρον τὸν Νικηφόρον χαμαιεύνην ὐπνώττοντα, καί τις αὐτῷ λὰξ ἐνθορὼν καὶ ἐνυβρίσας διύπνισεν. ὡς δὲ τὴν κεφαλὴν ἐκεῖνος διυπνισθεὶς ἀνεκούφισε, δέχεται κατ’ αὐτῆς εὐθὺς καιρίαν πληγήν, ἥτις αὐτῷ δεινῶς διέσεισε καὶ τὸ σῶμα καὶ τήν ψυχήν. εἶτα ὁ μὲν Τξιμισκῆς ἐπὶ τῆς βασιλείου κλίνης κεκάθικε, τὸν δὲ Φωκᾶν ἤδη παρειμένον ἑκατέρωθεν ὑπερειδόμενον αὐτῷ παρεστήσαντο. ὁ δὲ τὰς αἰτίας αὐτὸν ἠρώτα δι’ ἃς κεκάκωτο παρ’
91
αὐτοῦ. ὡς δ’ ἐκεῖνος πρὸς οὐδὲν ἀπεκρίνατο , μόνον δὲ τὸ ‘‘κύριε, βοήθει” ἐφθέγγετο, ἐγκελεύεται τοῖς περὶ αὐτὸν ταῖς λαβαῖς τῶν ξιφῶν τὰς γνάθους αὐτοῦ παίοντας συνθραῦσαι ἢ διασεῖσαι τοὺς ὀδόντας αὐτῷ. εἶτά τις ἐξόπισθεν δόρατι βάλλει κατὰ νῶτον αὐτόν, καὶ τὸ δόρυ διὰ τῶν στέρνων ἐξέπεσε. καὶ θορύβου παρὰ τῶν προκοιτούντων γεγενημένου, ἤδη γὰρ εἰς αἴσθησιν ἧκον τῆς ἐπιβουλῆς, [*](B) καὶ τὴν κεφαλὴν τοῦ ἀνδρὸς ἐκπεπνευκότος ἄρτι ἐκτέμνουσι, καὶ διὰ θυρίδος τοῖς σωματοφυλακοῦσι δεικνύουσι, καὶ οὕτω τὴν ἐκείνων ὁρμὴν καταπαύουσι. λέγεται δ’ ὅτι πρὸ ἡμερῶν ὀλίγων ἔγγραφον εὗρεν ἐν τῷ κοιτῶνι ὁ Νικηφόρος δηλοῦν τήν ἐπιβουλήν. ὁ δὲ τοῦ βασιλέως Νικηφόρου αὐτάδελφος ὁ Λέων τὸ γεγονὸς ἐγνωκὼς σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ ἐκκλησίᾳ προσπέφευγεν. ἦν δὲ ὁ ἀναιρεθεὶς βασιλεὺς ἐτῶν πεντήκοντα καὶ ἑπτά , ἐξ ὧν ἓξ καὶ μῆνας τοσούτους τῶν σκήπτρων ἐκράτησε τῶν Ρωμαϊκῶν. καὶ ὁ μὲν οὕτως τὼς ἀπέτισε τὸ χρεών.