Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἠγάγετο δὲ καὶ τρίτην ὁ Λέων εὐνέτειραν, ἡ Εὐδοκία μὲν ἐκαλεῖτο, ἐκ δὲ τοῦ Ὀψικίου τὸ γένος

42
εἷλκε καὶ τὴν ὥραν ἦν περιττή. ἀλλὰ καὶ αὕτη βραχύ τι συνεζήκει τῷ βασιλεῖ. συλλαβοῦσα γὰρ καὶ πρὸς τῷ τεκεῖν γενομένη σὺν τῷ τεχθέντι ἀπέ- θανεν. ἔχων δὲ δι’ ἐφέσεως οὗτος ὁ αὐτοκράτωρ παῖδα ἐσχηκέναι, μᾶλλον μέντοι καὶ κεχρηματισμένον ἐσχηκὼς τοῦτο· ἦν γὰρ ἐραστὴς σοφίας παντοδαπῆς καὶ αὐτῆς δῆτα τῆς ἀπορρήτου, ἡ δι’ ἐπῳδῶν μαντεύεται τὰ ἐσόμενα, καὶ περὶ τὰς τῶν δ’ ἐσχολάκει κινήσεις καὶ τὴν ἐκ τούτων ἀποτελεσματικὴν ἐπιστήμην μετήρχετο, καὶ εὕρισκεν ὡς ἔξει παῖδα τῆς βασιλείας διάδοχον· καὶ τετάρτην ἄγεται γαμετὴν τὴν Καρβωνοψίναν Ζωήν. οὐκ εὐθὺς μέντοι αὐτῇ τοῦ τῆς βασιλείας μετέδωκεν ἀξιώματος, ἀλλ’ ἐφ’ ἱκανὸν αὐτῷ συμβιοῦσα ἦν ἀταινίωτος, μέχρις οὗ παιδίον ἐξ αὐτῆς ἐτέχθη τῷ βασιλεῖ, ὃ παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ θείου κατηξιώθη βαπτίσματος. τοῦ γὰρ Ἀντωνίου τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως [*](B) ἐπιζήσαντος ἔτη * καὶ μεταθεμένου τὴν ζωήν, ὁ μυστικὸς Νικόλαος πατριάρχης κεχειροτόνητο. μετὰ δὲ τὸν τοῦ υἱοῦ αὐτοῦ τοκετόν, τόν, ὃν Κωνσταντῖνον ὠνόμασεν ὁ βασιλεύς, καὶ τὴν σύνευνον αὐτοῦ ἀνηγόρευσε. διὰ γοῦν τὸν τέταρτον γάμον ἀφώριστο παρὰ τοῦ πατριάρχου ὁ Λέων. τιμῶν δὲ τὴν πρώτην αὐτοῦ γαμετὴν τὴν μακαρίαν Θεοφανὼ τέμενος ἀνήγειρεν εἰς ὄνομα ἐκείνης ἔγγιστα τοῦ τῶν ἀγίων Ἀποστόλων ναοῦ, ἐν ᾧ καὶ τὸν νεκρὸν ἐκείνης κατέθετο. καὶ ἐπ’ ὀνόματι τοῦ ἁγίου Λαζάρου ναὸν ἐδείματο ἕτερον, εἰς ὃν καὶ τὸ ἱερὸν ἐκείνου σῶμα ἀπεθησαύρισεν ἐκ τῆς Κύπρου μετενεχθέν, ἀλλὰ μὴν καὶ τὸ τῆς [*](C) Μαγδαληνῆς Μαρίας. ἀσχολουμένων δὲ ταῖς οἰκοδομαῖς τῶν πλωίμων καὶ τοῦ στόλου μὴ πλέοντος,
43
τὸ τῶν Ἀγαρηνῶν ναυτικὸν τὸ Ταυρομένιον ἐξεπόρθησε καὶ τὴν νῆσον κατέσχε Λῆμνον, καὶ πολλὴ τῶν ἀνθρώπων ἐν αὐτοῖς συνέβη φθορά. προόδου δὲ κατὰ τὴν πεντηκοστὴν γινομένης τοῦ βασιλεύοντος εἰς τὸν τοῦ ἁγίου Μωκίου ναὸν κατὰ τὸ ἔθος ὁ βασιλεὺς οὗτος ἐποιήσατο τὴν προέλευσιν, καί τις ἤδη ταῖς κιγκλίσι τοῦ θυσιαστηρίου τοῦ αὐτοκράτορος πλησιάζοντος ἐξώρμησεν ἐκ τοῦ ἄμβωνος βάκτρον μετὰ χεῖρας ἔχων βαρύτατον καὶ κατὰ τῆς βασιλικῆς ἐπήνεγκεν αὐτὸ κεφαλῆς, καὶ συνέτριψεν ἂν αὐτήν, εἰ μή τῇ ᾐωρημένῃ λυχνίᾳ προσαράξαν τὸ βάκτρον ἀφῄρητο ταύτῃ τῆς καταφορᾶς τὴν σφοδρότητα. [*](D) τέως δ’ οὖν αἷμα τῆς τοῦ βασιλέως κεφαλῆς καταρρένον θόρυβον τοῖς ἄρχουσιν ἐνεποίησεν· ὅτι δ’ οὐ παρῆν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ βασιλέως αὐτάδελφος, ὑπόληψις παρὰ τοῖς πλείοσιν ἐπεκράτησε τῆς ἐπιβουλῆς αὐτὸν μὴ εἶναι ἀμέθεκτον. ὁ δὲ τὸ τόλμημα ποιήσας βασάνοις ὑποβληθείς, καὶ μηδένα μηνύσας συνίστορα, χεῖρας ἀπετμήθη καὶ πόδας, καὶ τέλος παρεδόθη πυρί. ὁ δὲ μοναχὸς Μάρκος ὁ τὸ τετραῴδιον τοῦ μεγάλου ἀναπληρώσας ἔφη παρὼν πρὸς τὸν βασιλέα ‘‘τοῦτο προείρητο παρὰ τοῦ Δαβὶδ εἰρηκότος, Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. ἴσθι οὖν, βασιλεῦ, ὡς ἀπὸ τοῦδε χρόνον βασιλεύσεις δεκαετῆ.·’ καὶ ὁ λόγος ἔργον ἐγένετο . ἔθανε γὰρ ὁ Λέων μετὰ δέκα ἐνιαυτοὺς κατ’ αὐτὴν ἡμέραν καθ’ ἣν ἐπλήγη τότε τὴν κεφαλήν. ὁ ἤδη δὲ ῥηθεὶς Σαμωνᾶς παρὰ τῷ βασιλεῖ μεγάλα δυνάμενος πλοῦτόν τε δαψιλῆ περιβαλόμενος, καὶ τοῦτον λαβών, εἰς τοὺς Ἀγαρηνούς, ὅθεν ὥρμητο,
44
ἀπεδίδρασκεν. ἀλλ’ ἑάλω τὸν Ἅλυν διαπερῶν· ὁ δὲ εἰς τὸν ἐν Σιριχᾶ σταυρὸν ἔλεγεν ἀπιέναι, τούτῳ εὐχὴν ποιησάμενος· ὃν λαβὼν Κωνσταντῖνος ὁ τοῦ δουκὸς Ἀνδρονίκου υἱὸς εἰς τὸ Βυζάντιον ἐπανήγαγεν. ὁ δὲ βασιλεὺς ἔτι τηρῶν τῷ Σαμωνᾷ τὴν πρῴην διάθεσιν ἐνετείλατο τῷ Κωνσταντίνῳ, εἰ [*](B) ἐρωτηθείη ἐνώπιον τῆς συγκλήτου περὶ τοῦ Σαμωνᾶ, μὴ εἰπεῖν ὅτι ἀπεδίδρασκεν, ἀλλ’ ὅτι εἰς τὸν ἐν Σιριχᾶ ἀπῄει σταυρόν. τῇ δ’ ἑξῆς τῆς συγκλή- του παρούσης ἤρετο μεθ’ ὅρκων ἐπαγωγῆς τὸν Κωνσταντῖνον ὁ βασιλεὺς εἰ ἔφευγεν ὁ Σαμωνᾶς· ὁ δὲ διὰ τοὺς ὅρκους ψεύσασθαι μὴ θελήσας, εἶπεν ὅτι εἰς τὴν οἰκείαν πατρίδα τὴν Μελιτηνὴν ἀπῄει. ὁ βασιλεὺς δὲ τὸν μὲν Κωνσταντῖνον μετ’ ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν μετὰ ταῦτα τῆς προτέρας ἠξίωσεν οἰκειώσεως, εἶτα καὶ πατρίκιον ἐτίμησε καὶ παρακοιμώμενον προεβάλετο, ὃς εἰς πολλὰ τῶν οὐ καθηκόντων τὸν αὐτοκράτορα προεβίβαζεν, ὧν έν καὶ τὸ βιάσασθαι τὸν πατριάρχην δέξασθαι αὐτὸν [*](C) καὶ τοῦ ἀφορισμοῦ ἀπολῦσαι. μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐδεῖτο δεχθῆναι. ὡς δ’ ἐκεῖνος ἦν ἀδυσώπητος, ἐκ τῶν βασιλείων αὐτίκα διαπερᾶται πρὸς τὴν Ἰρίαν, κἀκεῖθεν πεζοποροῦντα εἰς τὸ ἐν Γαλακρήναις ἄγουσιν αὐτὸν μοναστήριον, ὃ αὐτὸς ἐδομήσατο, ἔτη προστάντα τῆς ἐκκλησίας ἕνδεκα. προεχειρίσθη δὲ πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ ἱερός, ὃς καὶ βουλόμενον τὸν βασιλέα νόμῳ θεσπίσαι ἄγεσθαι κατὰ ταὐτὸν τὸν βουλόμενον γυναῖκας δύο ἡ καὶ τρεῖς ἄχρι τεττάρων πάσῃ σπουδῇ διεκώλυσε.

Τῶν δὲ Ἀγαρηνῶν ναυσὶ τὰς τῶν Ῥωμαίων ληιζομένων [*](D) χώρας, ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην

45
τοῦ δρόμου τοῦ στόλου προβαλόμενος ἀρχηγὸν κατὰ τῶν ἐκ τῆς Ἄγαρ ἀπέστειλεν, ἐντειλάμενος αὐτῷ καὶ τὸν δοῦκα προσλαβέσθαι Ἀνδρόνικον. ὁ δὲ δόλιος Σαμωνᾶς ἄσπονδον ἔχων ἔχθραν κατὰ τοῦ γένους τοῦ δουκικοῦ, ὑποτίθησί τινι τῶν φίλων τοῦ Ἀνδρονίκου δηλῶσαι αὐτῷ μὴ συμπλεῦσαι τῷ Ἱμε- ρίῳ, ἐκκόψαι οἶ τὰ ὄμματα μέλλοντι κατὰ βασίλειον πρόσταγμα. διὸ οὐκ ἐπείσθη τῷ Ἱμερίῳ συνελθεῖν ὁ Ἀνδρόνικος, ὅθεν καὶ μόνος ἐκεῖνος ναυμαχήσας ἐκράτησε καὶ τοῦ τῶν πολεμίων περιεγένετο ναυτικοῦ. ἐντεῦθεν ἀπεγνωκὼς ὁ Ἀνδρόνικος συγγε- νεῖς τε καὶ δούλους αὐτοῦ προσλαβόμενος κατέσχε τὴν Κάβαλαν, ὀχυρόν τι φρούριον τοῦ Ἰκονίου οὐ πάνυ τι διακείμενον μηκόθεν. ὁ δὲ Σαμωνᾶς οὐ διέλιπε τὸν βασιλέα ἐρεθίζων καὶ εἰς ὀργὴν παρακινῶν κατὰ τοῦ ἀνδρός. μαθὼν δ’ ἐκεῖνος καὶ τὴν τοῦ πατριάρχου Νικολάου ἐκ τῆς ἐκκλησίας ἐξώθησιν, καὶ πάντοθεν ἀπογνούς, πανοικεσίᾳ τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. ὁ δὲ βασιλεὺς τοῦτο γνοὺς ὑπερήλγησεν, ἐναντίον ἕξειν τὸν ἄνδρα ἀνθ’ ὑπερμάχου πτοούμενος. γραφὴν τοίνυν ἐγχαράσσει βασίλειον, δι’ ἧς τῷ Ἀνδρονίκῳ καὶ ἀμνηστία τῶν πραχθέντων ἐπρυτανεύετο καὶ ὑπονόστησις ἐπετρέπετο καὶ πολλῶν δόσις ἐπήγγελτο ἀγαθῶν. ταύτην ἐμβαλόντες κηρῷ τὴν γραφὴν καὶ λαμπάδι τὸν κηρὸν ἀπεικάσαντες Σαρακηνῷ τῶν αἰχμαλώτων ἑνὶ τῆς [*](B) εἱρκτῆς ἐκβληθέντι ἐγχειρίζουσιν, ἐντειλάμενοι τῷ Ἀνδρονίκῳ δοῦναι αὐτήν. τοῦτον δὴ τὸν Ἀγαρηνὸν ὁ Σαμωνᾶς μετακαλεσάμενος ἐν ἀπορρήτοις φησὶ πρὸς αὐτὸν ‘‘οἶδας ὅτι τὸν ὄλεθρον τῆς Συρίας ὅλης φέρεις ἐν ταῖς χερσί σου; ἕνα γοῦν καὶ τὴν πατρίδα σώσῃς καὶ τοὺς ὁμογενεῖς, τὸν κηρὸν
46
τοῦτον ἐγχείρισον τῷ Οὐζήρ.’’ ὁ δὲ πεποίηκεν ὡς παρήγγελτο, καὶ γνόντες οἱ τῆς Ἄγαρ τὴν δύναμιν τῆς γραφῆς, καὶ τὸν Ἀνδρόνικον δεσμοῦσι καὶ πάντας τοὺς σὺν αὐτῷ. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν τοῖς δεσμοῖς τὸν βίον κατέλυσε, τινὲς δὲ τῶν σὺν αὐτῷ [*](C) τὴν ἐκ τῶν δεσμῶν μὴ στέγοντες κάκωσιν τὴν πί- στιν ἑαυτῶν ἐξωμόσαντο. ὁ Κωνσταντῖνος δὲ καί τινες τῶν σὺν αὐτῷ τῆς εἱρκτῆς ἐκφυγόντες πρὸς τὰ Ῥωμαίων ἀπῄεσαν, καὶ τοὺς καταδιώκοντας αὐτοὺς Ἀγαρηνοὺς γενναίως τρεψάμενοι διεσώθησαν. ὃν ὁ βασιλεὺς ἐδέξατό τε περιχαρῶς καὶ ἐδεξιώσατο μεγαλοπρεπῶς καὶ διαφερόντως ἐτίμησεν· εἶτα καὶ πρὸς αὐτὸν ἔφη ‘‘μὴ ἀπατάτω σε, Κωνσταντῖνε, τὸ ὄνομα, μηδ’ οἴου τῆς βασιλείας τυχεῖν, ὡς Κωνσταντίνου Ῥωμαίων μέλλοντος ἄρξειν· ἴσθι γὰρ ἀκριβῶς τοῦτον εἶναι τὸν υἱὸν τὸν ἐμόν· σὺ δὲ εἰ μὲν ἣν ἔλαχες σπάρταν κοσμεῖς, ἔσται σοι εὖ· εἰ δὲ νεωτερίσεις καὶ τυραννίδι ἐπιχειρήσεις, ἕσο βεβαίως εἰδὼς ὡς διὰ τῆσδε τῆς πύλης, τὴν πρὸς δύσιν [*](D) οὖσαν τοῦ Χρυσοτρικλίνου δείξας αὐτῷ, ἡ κεφαλή σου τοῦ λοιποῦ σώματος χωρὶς εἰσαχθήσεται·” ὃ καὶ γέγονεν ὕστερον. ἐκ δὲ Μελιτηνῆς ἐλθόντων τινῶν, ἐν οἶς ἦν καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ, ὑπεδέξατο τούτους ἐντίμως ὁ βασιλεύς, καὶ εἰς τὴν μεγάλην ἐκκλησίαν μὴ δεόντως ἀπίστους ὄντας εἰσήγαγεν. ἰδὼν δὲ ὁ τοῦ Σαμωνᾶ πατὴρ ἣν εἶχεν ὁ υἱὸς αὐτοῦ τιμὴν ἐν τοῖς βασιλείοις, καὶ τὸν πλοῦτον · ὃν περιέκειτο, ἤθελε συνδιάγειν αὐτῷ. ἐκωλύθη δὲ παρ’ ἐκείνου, τὴν οἰκείαν θρησκείαν τηρεῖν συμβουλεύοντος καὶ εἰς τὴν πατρίδα ἐπανελθεῖν· ‘‘ εἰ δὲ καὶ αὐτός” ἔφη ‘‘τύχω καιροῦ, ὑπονοστήσω πρὸς σέ.” τῆς δ’ ἑορτῆς τῆς πεντηκοστῆς ἐνστάσης
47
ἔστεψε τὸν υἱὸν αὐτοῦ ὁ βασιλεὺς καὶ ἀνηγόρευσε βασιλέα. ἐκτομίαν δ’ ἔχων θεράποντα ὁ μυσαρὸς Σαμωνᾶς Κωνσταντῖνον ὀνομαζόμενον, ἐκ δὲ Παφλαγονίας γενόμενον, τῇ δεσποίνῃ τοῦτον δέδωκεν εἰς ὑπηρεσίαν. ἐπεὶ δὲ τῇ βασιλίσσῃ καὶ αὐτῷ τῷ κρατοῦντι λίαν ὁ Κωνσταντῖνος ᾠκείωτο, εἰς βασκανίαν ὁ βέβηλος ἠρέθιστο Σαμωνᾶς καὶ πρὸς τὸν βασιλέα κατεῖπεν αὐτοῦ ὡς ἐρωμένου τῇ βασιλίσσῃ. ζηλοτυπήσας οὖν ὁ Λέων ἀποκαρῆναι τοῦτον προσέταξε μοναχόν, καὶ μετ’ οὐ πολὺ ἄγει τοῦτον , καὶ ’ποδυθῆναι κελεύσας τὰ μοναχικὰ ἀμφία καὶ κοσμικὴν περιβαλέσθαι στολὴν μᾶλλον ἢ πρότερον αὐτὸν ᾠκειώσατο. οὐκ ἀνεκτὰ δ’ ἦσαν ταῦτα τῷ Σαμωνᾷ. γράφει τοίνυν λοίδορόν τι γραμμάτιον l5 διά τινος τῶν αὐτοῦ, καὶ ῥιπτεῖ ἔνθα ὁ βασιλεὺς [*](B) διελεύσεσθαι ἔμελλεν· ὅπερ εὑρὼν ἐκεῖνος καὶ ἀναγνοὺς ἤλγησέ τε καὶ τὸν πεποιηκότα τοῦτο ἐζήτει. εἷς οὖν τις τῶν συνειδότων τὴν πρᾶξιν ταύτην τῷ Σαμωνᾷ τοῦτον εἶναι τὸν ἐργάτην τοῦ λοιδόρου βιβλίου τῷ κρατοῦντι ἐδήλωσεν. ἐκλείψεως μέντοι τότε τῆς σελήνης συμβάσης, τὸν μητροπολίτην Συνάδων ὁ βασιλεὺς μετεπέμψατο, περὶ ταύτης πευσόμενος. ὃν ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἤρετο περὶ τῆς ἐκλείψεως· κἀκεῖνος ἔφη ὅτι ‘‘σὸν τὸ τῆς σελήνης πάθημα σημαίνει δυστύχημα· εἰ δὲ τοῦ Ἰουλίου τρισκαιδεκάτη παρελεύσεται πρὸ τοῦ παθεῖν, ἐκφεύξῃ καὶ σὺ τὸ δυστύχημα. εἶτα καὶ πρὸς τοῦ [*](C) βασιλέως ὁ Συνᾴδων ἐρωτηθεὶς ἀπεκρίνατο ὡς εἰς τὸ δεύτερον μετὰ σὲ πρόσωπον ἐνσκήψει ἡ κάκωσις. δεύτερον δὲ πρόσωπον ὁ βασιλεὺς τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀλέξανδρον ἔκρινεν, ἀλλ’ ἐσφάλη περὶ τὴν κρίσιν· ἔδει γάρ ποτε τῷ κακίστῳ Σα-
48
μώνᾳ γενέσθαι κακῶς. μαθὼν οὖν ὡς ἐκεῖνος ἦν ὁ τοῦ λοιδόρου βιβλίου πατήρ, ἐξωθεῖ μὲν τῶν βασιλείων αὐτὸν καὶ ἀποκείρει καὶ περιγραπτοῖς ὁρίοις καθείργνυσι. καὶ ταῦτα γέγονε, μήπω τῆς τρισκαιδεκάτης τοῦ Ἰουλίου παραρρυείσης. παρακοιμώμενος δὲ ἀντὶ τοῦ Σαμωνᾶ ὁ παρ’ ἐκείνου βασκαινόμενος μένος Κωνσταντῖνος καὶ [*](D) προκεχείριστο, ᾧ καὶ μονὴν ὁ βασιλεὺς ἐδομήσατο ἐν ταῖς Νοσσιαῖς. νοσήσας δὲ ὁ Λέων κοιλιακὸν νόσημα τοσοῦτον κατειργάσθη τὴν δύναμιν ὡς μηδὲ δυνηθῆναι διαλεχθῆναι τῇ συγκλήτῳ περὶ νηστείας τὴν συνήθη διάλεξιν, ἡ καλεῖται σελέντιον. ὅμως ὀλίγα τινὰ ταύτῃ διαλεχθεὶς καὶ ἀξιώσας αὐτοῦ μεμνῆσθαι καὶ πίστιν εἰς τὴν αὐτοῦ σύμβιον τηρεῖν καὶ εἰς τὸν υἱόν, καὶ τελευταίαν ταύτην προσλαλιὰν πρὸς αὐτὴν ποιεῖσθαι εἰπὼν ‘‘οὐκ αὐτίκα ἐξέλιπεν, ἀλλὰ μέχρι τοῦ Μαΐου διήρκεσε.’’ τότε δὲ τελευτῶν τὴν αὐταρχίαν τῷ ἀδελφῷ κατέλιπεν καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκεν, ἀξιώσας ἐπιμελεῖσθαι αὐτοῦ καὶ ἀνάγειν βασιλικῶς καὶ αὐτοκράτορα καταλιπεῖν· ὅν, φασί, βλέπων ἐρχόμενον πρὸς αὐτὸν ἤδη ἐκλείπων, φάναι ‘‘ἴδε ὁ κακὸς μετὰ τοῦς δεκατρεῖς μῆνας.’’ ἐβασίλευσε δὲ ὁ Λέων ἔτη εἴκοσι καὶ πέντε ἐπὶ μησὶ τρισίν.

Ἀλέξανδρος δὲ ἅμα τε τοὺς πόδας ἤρεισε τῇ ἀρχῇ καὶ ἄμα τὸν πατριάρχην Νικόλαον ἐκ Γαλακρηνῶν ἀγαγὼν εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήγαγε, τὸ δεύτερον καταγαγὼν τὸν Εὐθύμιον, καὶ ἐπὶ βήματος τὴν τούτου ποιήσας καθαίρεσιν, ἐνυβρισάντων εἰς τὸν ἄνδρα πολλὰ τῶν προσκειμένων τῷ Νικολάῳ, εἶτα καὶ ὑπερόριον ποιήσας αὐταρχήσας δὲ ὁ βασιλεὺς οὑτοσὶ οὐδὲν

49
ἐοικὸς εἰργάσατο βασιλεῖ, ἀλλὰ τρυφαῖς καὶ θήραις καὶ ἀσελγείαις ἐξέδωκεν ἑαυτόν, τὰ δὲ τῆς [*](B) βασιλείας καὶ κοινὰ πράγματα ἀνθρώποις ἀνέθετο ἀγύρταις καὶ τοῖς ἐκ τριόδων, οὓς πρὸ τῆς μοναρχίας ἐπιρρήτων εἶχε πράξεων κοινωνούς, ὧν ἕνα Βασιλίτζην λεγόμενον καὶ διάδοχον τῶν σκήπ- τρων διενοεῖτο ποιήσασθαι· τὸν γὰρ ἀδελφόπαιδα Κωνσταντῖνον καὶ ἰδιωτεῦσαι ἐβούλετο καὶ τῶν παι- δογόνων ἀφελέσθαι μορίων. καὶ εἰ μὴ ταχὺ τὸ τέλος αὐτῷ τῆς ζωῆς ἐπελήλυθε καὶ οὕτως αὐτῷ παρὰ τῆς ἄνω προνοίας ἐσφάλησαν τὰ βουλεύματα, τάχ’ ἄν ὅσον τὸ ἐπ’ ἐκείνῳ καὶ εἰς ἔργον ἐξέβησαν. γοήτων δὲ πυνθανόμενος εἰ ἐς μῆκος αὐτῷ τὰ τῆς ζωῆς προελεύσεται, ἤκουσεν ἐξ ἐκείνων ὡς ἔσται αὐτῷ μακροχρόνιον τὸ βιώσιμον, εἰ τῷ ἐν θεάτρῳ συί; [*](C) ὃς ἐκ χαλκοῦ πέπλασται, ὀδόντας καὶ αἰδοῖα περίθοιτο. ‘‘σὸν γὰρ οὗτος’’ ἔλεγον ‘‘στοιχεῖόν ἐστιν, ἀντίος ἱστάμενος Λέοντι τῷ σῷ ἀδελφῷ,” οὐδὲν κρίνοντες ὑγιὲς ἢ τὸ συὶ· τοῦτον ἀπεικάσαι τὸν αὐτοκράτορα, διὰ τὸ περὶ γαστέρα κεχηνέναι τε καὶ συσσίτια καὶ ἀκολασίαις προσκεῖσθαι διηνεκῶς. πιστεύσας οὖν τοῖς λόγοις ἐκείνων ὁ καὶ χοίρων ἀνοητότερος τὰ λείποντα ταῦτα τῷ χαλκουργήματι ἐξειργάσατο. τοῦ μέντοι τῶν Βουλγάρων ἀρχηγετοῦντος τοῦ Συμεὼν εἰ τὴν εἰρήνην ἀσπάζοιτο ἐρωτῶντος διά τινων ὑπ’ αὐτοῦ πεμφθέντων, ὁ Ἀλέξανδρος ἀτίμως τε τοὺς πεμφθέντας ἐδέξατο καὶ ὑπερηφάνως ὡμίλησε καὶ ὑπερόγκως ἠπείλησεν. ὅθεν ὁ Συμεὼν τὴν ὕβριν μὴ ἐνεγκὼν κατὰ Ῥωμαίων ὡπλισατο. [*](D) συμποσίοις δὲ καὶ μέθαις διόλου προστετη- κὼς ὁ Ἀλέξανδρος, ἅπαξ ἀριστήσας μετὰ λουτρὸν καὶ κοίλῃ χρησάμενος τῇ γαστρὶ καὶ ἀπλήστως ἀκρα-
50
τισάμενος σφαιρίσαι προέθετο, καὶ κατατείνας τὸ σῶμα τῇ ἱππασίᾳ καὶ ταῖς τῆς σφαίρας ἐκτραχηλίσεσι ῥῆξιν ὑπέστη , καὶ αἷμα διά τε τῆς ῥινὸς κενώσας καὶ τῆς αἰδοῦς μετὰ μίαν ἡμέραν ἐξέλιπεν, ἐπιτρόπους τῷ ἀνεψιῷ καὶ τῆς βασιλείας διοικητὰς γράψας τόν τε πατριάρχην Νικόλαον καὶ τὸν μάγιστρον Στέφανον καὶ τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν τόν τε ῥαίκτωρα Ἰωάννην καὶ δύο τῶν ὑπ’ αὐτοῦ προαχθέντων ἐκ τύχης ἀνυρτίδος εἰς συγκλητικὴν ἀξίαν καὶ εἰς πατρικιότητα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον.

Ὁ οὖν Ἀλέξανδρος ἐνιαυτὸν ἴνα καὶ μῆνα τὴν βασίλειον διαπεττεύσας ἀρχὴν κατέλυσε τὴν ζωήν· τὸ δὲ κράτος ἐς Κωνσταντῖνον τὸν υἱὸν τοῦ Λέοντος περιέστη, παῖδα ἔτι τυγχάνοντα κομιδῇ· ἕβδομον γὰρ ἔτος αὐτῷ τῆς ἡλικίας ἠνύετο. ὁ μέντοι τοῦ δουκὸς Ἀνδρονίκου υἱὸς ὁ Κωνσταντῖνος, δομέστικος ὢν τῶν σχολῶν καὶ τὴν τοῦ Ἀλεξάνδρου ἐνωτισάμενος τελευτήν, ἀπεδήμει γὰρ τῆς βασιλίδος τῶν πόλεων, τὸ μέν τι ὃ ’ν ἔκρυπτεν ὑπὸ σποδιᾷ σπινθῆρα τοῦ ἔρωτος τῆς βασιλείου ἀρχῆς ἀνακαλύπτων [*](B) τε καὶ ἀναρριπίζων, τὸ δὲ καὶ ὑπ’ ἄλλων πρὸς τοῦτο ἐρεθιζόμενος, ὧν εἰς εἶναι λέγεται καὶ ὁ πατριάρχης Νικόλαος, μήπω γὰρ τῆς τοῦ Ἀλεξάνδρου διαθήκης ἀναγνωσθείσης οὐκ ᾔδει καὶ αὐτὸς καταλελειμμένος ἐπίτροπος, τυραννίδι ἐπικεχείρηκε, καὶ τοὺς ἐκκρίτους τῶν στρατευμάτων παραλαβὼν τῶ Βυζαντίῳ ἐπιδεδήμηκε, καὶ διά τινος πυλίδος νυκτὸς εἰσελθὼν τὴν τοῦ Ἱπποδρόμου πύλην μετὰ λαμπάδων καταλαμβάνει, καί τινας καὶ τῶν συγκλητικῶν προσεταιρισάμενος, πολλοῦ καὶ δημώδους ὄχλου συναθροισθέντος, οἱ καὶ ὡς βασιλέα αὐτὸν

51
εὐφήμουν καὶ ἀνηγόρευον. τῶν δ’ ἐντὸς τὰς πύλας μὴ ἀνοιγνύντων, ὁ πρωτοστράτωρ τοῦ Κωνσταντίνου [*](C) ταῖς χερσὶ πεποιθὼς καὶ θρασύτερον προσαράξαι τὰς πύλας καὶ καταβαλεῖν βιαζόμενος νύττεται λόγχῃ παρά του τῶν ἔνδον διά τινος ἀμυχῆς. καὶ ὁ μὲν ἦν αὐτίκα νεκρός. ὁ δέ γ’ ἑ Κωνσταντῖνος ἐκεῖθεν εἰς τὸ τῶν ἵππων ἄπεισιν ἁμιλλητήριον θέατρον, εἶτα εἰς τήν λεγομένην ἦλθε Χαλκῆν, καὶ ἄχρι τῶν Ἐξκουβίτων προῆλθεν. ὁ δὲ τῶν ἐπιτρόπων εἶς ὁ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκ τῶν ἑταιρειῶν καὶ τῶν πλωίμων συλλέξας τινὰς ἀντικαταστῆναι τῷ τυραννοῦντι αὐτοὺς ἐξαπέστειλε. καὶ συμπλοκῆς γενομένης πολλοὶ πεπτώκασιν ἑκατέρωθεν· ἔσφακτο δὲ καὶ Γρηγορᾶς ὁ τοῦ δούκα υἱὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. [*](D) τούτοις οὖν περιαλγήσας ὁ Κωνσταντῖνος καὶ τὸ οἰκεῖον ἐπιρρῶσαι προθυμούμενος σύνταγμα τὸν ἵππον ἤλαυνε, συμμίξαι θέλων τοῖς ἔμπροσθεν· ἐστρωμένου δὲ τοῦ ἐδάφους πλαξὶν ὑπολισθήσας ὁ ἵππος ἔπεσε καὶ τὸν ἀναβάτην κατήνεγκε, καί αὐτῷ εὐθὺς ἐπελθὼν ἐξέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ προσήνεγκε, διὰ τῆς δυτικῆς τοῦ Χρυσοτρικλίνου πύλης εἰσελθών, τὴν πρόρρησιν τοῦ βασιλεύσαντος Λέοντος. ὅτι δὲ οὐ τεύξεται τῆς βασιλείας ὁ δοὺξ Κωνσταντῖνος καὶ ἑτέρωθεν τοῖς περὶ τὸν βασιλέα ἐπέγνωστο. ἦ ’ν γάρ τις τελώνης Νικόλαος, ὃς χρεώστης πολλῶν χρημάτων τῷ δημοσίῳ γενόμενος πρὸς τοὺς Ἰσμαηλίτας κατέφυγε καὶ τὴν πίστιν ἐξομοσάμενος ἀστρολογίαν μετῄει. οὗτος τῷ λογοθέτῃ τοῦ δρόμου ἀπεστάλκει γραμμάτιον· ἡ δὲ τούτου περίληψις ἦν τοιαύτη· ἀμὴ φοβηθῆτε ἀπὸ τοῦ δουκός· νεωτερίσει γὰρ ἀφρό-
52
νως καὶ εὐθέως ὀλοθρευθήσεται. καὶ ἡ μὲν ἀποστασία ἐπέπαυτο. ὁ δὲ τοῦ Κωνσταντίνου πενθερὸς ὁ μάγιστρος Γρηγορᾶς καὶ Λέων ὁ χοιροσφάκτης τῇ μεγάλῃ ἐκκλησίᾳ προσπεφοιτήκασιν, οὓς ἐκβαλόντες τοῦ θείου τεμένους μοναχοὺς ἀπέκειραν οἱ ἐπίτροποι ἐν τῇ τοῦ Στουδίου μονῇ. ἄλλους δ’ αἰκισάμενοι ἐθριάμβευσαν, ἑτέροις τὰ ὄμματα ἐξεπήρωσαν, ἐνίων δὲ τὰς κεφαλὰς ἀπέτεμον, καὶ ἄλλους [*](B) ἐκ Χρυσοπόλεως μέχρι τοῦ Λευκάτου ἀνεσκολόπισαν. καὶ ἄλλοι δὲ πλείους τῆς τῶν ἐπιτρόπων ἐξουσίας γεγόνασιν ἂν παρανάλωμα, εἰ μή τινες τῶν δικαστῶν τῆς πρὸς τὰς τιμωρίας ῥοπῆς αὐτοὺς ἀνεχαίτισαν, εἰπόντες ‘‘πῶς ταῦτα ποιεῖτε ὑμεῖς κελεύσεως ἄτερ βασιλικῆς, ἐπεὶ παῖς ὄν ὁ βασιλεὺς τοῖς πραττομένοις οὐ συναινεἴ;’’ ἀποκείραντες δὲ οἱ ἐπίτροποι καὶ τὴν τοῦ Κωνσταντίνου γυναῖκα καὶ τὸν υἱὸν Στέφανον ἐκτομίαν ποιήσαντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῶν ἀπεστάλκασι τούτους. οἱ δὲ τοῦ βασιλέως ἐπίτροποι, ὅ τε πατριάρχης καὶ οἱ λοιποί, ἐναυθεντοῦντες τοῖς πράγμασι πολλὰ τῶν οὐ δεόντων ἐποίουν, καὶ πρὸς ἀλλήλους δὲ διεφέροντο, [*](C) τῶν μὲν τάδ’ εἰσαγόντων, τῶν δὲ τὰ ἀντίθετα, καὶ ἦν ἡ τούτων διοίκησις πολυαρχία τίς, ἀλλ’ οὐ μοναρχία. ὁ δὲ Βούλγαρος Συμεών, ὡς μὴ βασιλέως ἐπιστατοῦντος τοῖς πράγμασι, ῥᾳδίως ἐλπίσας κρατῆσαι τῆς βασιλίδος τῶν πόλεων, ἔπεισι κατὰ ταύτης μετὰ πλείστης δυνάμεως, καὶ ἔξω στρατοπεδεύεται τῶν ταύτης τειχῶν, καὶ πολιορκῆσαι ταύτην διανενόητο. ἰδὼν δὲ τὸ τῶν τειχῶν κρατερὸν καὶ τὸ πλῆθος τὸ ἐπ’ αὐτῶν καὶ τῶν ἐν τοῖς τείχεσι μηχανημάτων τὸ δαψιλές, ἰλιγγιάσας μετέπεσεν εἰς τὸ Ἕβδομον, ζητῶν σπείσασθαι. ὁ γοῦν
53
πατριάρχης καὶ οἱ λοιποὶ τῶν ἐπιτρόπων λαβόντες τὸν βασιλέα εἰς τὰ ἐν Βλαχέρναις ἦλθον ὅπου καὶ ὁ Συμεὼν παρεγένετο, ὁμήρους δοὺς καὶ[*](D) λαβών, καὶ τῷ πατριάρχῃ κλίνας τὴν κεφαλὴν ηὐλογήθη παρ’ ἐκείνου καὶ συνειστιάθη τῷ βασιλεῖ. εἶτα μὴ ἀρεσθεὶς ταῖς συνθήκαις ἐπανῆλθεν ἀσύμβατος, δώροις δεξιωθεὶς καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ. ἀνακαλουμένου δὲ διόλου τὴν ἑαυτοῦ μητέρα τοῦ βασιλέως καὶ ἐπὶ ταύτῃ δακρύοντος, ἔφθη γὰρ ταύτην τῶν ἀνακτόρων καταγαγεῖν ὁ Ἀλέξανδρος, ἠναγκάσθησαν αὐτὴν ἀναγαγεῖν οἱ ἐπίτροποι. ἡ δὲ ἀνελθοῦσα τῆς διοικήσεως εἴχετο, προσλαβοῦσα καὶ τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ τοὺς αὐταδέλφους ἄμφω τοὺς Γογγυλίους, καὶ πρῶτον μὲν τὸν πατριάρχην ἀπάγει τῶν βασιλείων, εἶτα καὶ τοὺς τοῦ Ἀλεξάνδρου θεράποντας ἐξωθεῖ, τὸν ῥαίκτωρα τὸν Βασιλίτξην καὶ τὸν Γαβριηλόπωλον, ἀλλὰ μέντοι καὶ τοὺς λοιπούς. Κωνσταντῖνος δὲ παρακοιμώμενος τὰ πάντα ἠδύνατο. ὁ μέντοι Βούλγαρος Συμεὼν τὴν Θρᾴκην κατέτρεχέ τε καὶ ἐληί- ζετο, καὶ ἐν τῇ Ἀδριανουπόλει βάλλεται χάρακα, πολιορκίᾳ ταύτην ἐλπίζων ἑλεῖν. ὡς δ’ ἐώρα ἑαυτῷ πόλεως μέτεισι. χρήμασι γάρ τινας τῶν φυλάκων κενόσπουδον τὸ ἐγχείρημα, ἑτέρως τὴν ἅλωσιν τῆς αὐτῆς ὑποφθείρας ἐκ προδοσίας αὐτὴν ἐξεπόρθησεν. ἀλλὰ ταύτην μετέπειτα πάλιν ὑπὸ Ῥωμαίους ἡ βασιλίσσης σπουδὴ ἐποιήσατο. μὴ φέρουσα δὲ τὰς κατὰ τῆς Θρᾶκῴας χώρας πυκνὰς ἐπελεύσεις Συμεών, σπένδεται τοῖς ἐξ Ἰσμαὴλ καὶ τά τε ἑῷα τάγματα καὶ τὰ ἑσπέρια συναθροίσασα τῷ μαγίστρῳ B Λέοντι τῷ Φωκᾷ τόν σχολῶν δομεστίκῳ τυγχάνοντι τὸν κατὰ τοῦ Συμεὼν ἀνέθετο πόλεμον. ὃς καὶ
54
μάχην συνάψας ἡττᾷ τοὺς Βουλγάρους περιφανῶς καὶ φόνον αὐτῶν ποιεῖται πολύν. κατάκοπος δὲ γεγονὼς καὶ ἱδρῶτι διάβροχος κἀντεῦθεν λιποθυμῶν, ἐπί τινι πηγῇ τοῦ ἵππου ἀποβὰς ἀνέψυχεν ἑαυτόν. ἐν τούτῳ δὲ ὁ ἵππος αὐτοῦ τὰς τοῦ κατέχοντος αὐτὸν χεῖρας διαφυγὼν ἐν τῷ τοῦ στρατοπέδου πεδίῳ ἐκρόαινεν ἀναβάτου χωρίς. ἐπίσημος δὲ τυγχάνων εἰς δειλίαν ἐνέβαλε τὰ στρατεύματα, οἰηθέντα πεσεῖν [*](C) τὸν δομέστικον, καὶ τοῦ μὲν πολέμου ἀπέσχοντο καὶ τῆς διώξεως ἔστησαν, θόρυβος δ’ ἔσχεν αὐτούς. ὁ δέ γ’ ἑ Συμεὼν ἐκ περιωπῆς τινος ὁρῶν τὸ συμβεβηκὸς περὶ τὰ στρατεύματα, τοῖς περὶ αὐτὸν ἐγκελεύεται καὶ κατὰ Ῥωμαίων ἐξώρμησε καὶ τεθορυβημένοις αὐτοῖς ἐμβαλὼν εἰς φυγὴν ἅπαντας ἀθρόον ἐτρέ- ψατο, καὶ τοὺς μὲν οἱ Βούλγαροι διώκοντες ἔκτεινον, οἶ δ’ ὑπ’ ἀλλήλων ἀπώλλυντο συμπατούμενοι. ὁ δὲ τῶν σχολῶν δομέστικος μόλις εἰς Μεσημβρίαν διαδρᾶναι δεδύνητο· πολλοὶ δὲ καὶ τῶν στρατηγῶν καὶ ταγματάρχαι τότε ἐφθάρησαν.

Ἰωάννης δὲ ὁ Βογᾶς ἐστάλη Πατζινάκους εἰς συμμαχίαν ἀγαγεῖν κατὰ τῶν Βουλγάρων, καὶ ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος [*](D)τῶν πλωίμων, ὡρίσθη μετὰ τοῦ στόλου παραπλεῖν, ἅμα μὲν εἰς συνεργίαν τοῦ τῶν σχολῶν δομεστίκου, ἅμα δὲ καί, εἰ ἀχθεῖεν σύμμαχοι παρὰ τοῦ Βογᾶ, διαπεραιώσασθαι σφᾶς. ἧκεν οὖν ὁ Βογᾶς μετὰ τῶν συμμάχων. στάσεως δ’ ἐμπεσούσης αὐτῷ τε καὶ τῷ Λακαπηνῷ, ὁρῶντες οἱ Πατζινάκοι αὐτοὺς πρὸς ἀλλήλους διαπληκτιζομένους καὶ ἀμελῶς περὶ τὴν αὐτῶν διακειμένους διάβασιν, εἰς τὰ ἑαυτῶν ἐπανήλθοσαν. οἱ μὲν οὖν οὕτω ταῦτά φασ καὶ τὴν ἧτταν τῶν Ῥωμαίων ἐντεῦθεν συμβῆνα(??) ἡ τυχόντων τῆς

55
συμμαχίας, οἶ δὲ ἀλλοίως τὸ πρᾶγμα ἱστόρησαν· ἡττήσαντος γάρ φασι τοῦ Φώκα τοὺς βαρβάρους καὶ διώκοντος φήμην γενέσθαι ὡς ὁ δρουγγάριος τῶν πλωίμων ἄπεισι σὺν τῷ στόλῳ, τὴν βασιλείαν παραληψόμενος· τοῦτο δὲ τῷ δομεστίκῳ πεσὸν εἰς ἐκταράξαι αὐτόν, ὡς ἀποσχέσθαι μὲν τῆς διώξεως, ἐπανελθεῖν δ’ εἰς τὸν χάρακα, τὰ τῆς φήμης ἀκριβωσόμενον, κἀντεῦθεν παλίντροπον γενέσθαι τὸν πόλεμον· φυγεῖν μὲν γὰρ τοὺς Ῥωμαίους, τῆς μάχης οἰηθέντας τὴν εἰς τὸν χάρακα τοῦ δομεστίκου ἀπέλευσιν , τοὺς δὲ Βουλγάρους ἐκ τῆς φυγῆς ἐπαναστραφέντας διώκειν αὐτούς. τὴν δὲ πρὸς τὸν χάρακα τοῦ δομεστίκου ὑποστροφὴν τῆς βασιλείας ἐπιθυμίᾳ πεποίηκεν. ἐρῶν γὰρ αὐτῆς ἔσπευδεν, εἰ ἀληθὲς ἦν τὸ τὸν δρουγγάριουν ἀπιέναι, προκαταλαβεῖν αὐτὸς καὶ οἰκειώσασθαι τὴν ἀρχήν. μετὰ δὲ τὴν ἧτταν ἐπανελθόντων τοῦ τ’ ἑ Λακαπηνοῦ καὶ τοῦ Βογᾶ, ἐζητήθη τὰ μέσον αὐτῶν, [*](B) καὶ κατεκρίθη ὁ Ῥωμανὸς πηρωθῆναι τὰ ὡς αἴτιος τῆς ἥττης ἢ κακούργως ἢ ῥᾳθύμως γενόμενος, ἀλλ’ ἐκεῖνον μὲν τῆς ψήφου ταύτης ἐξήρπασάν τινες μέγα παρὰ τῇ βασιλίσσῃ δυνάμενοι. ὁ δὲ Βούλγαρος Συμεὼν τῇ νίκῃ ἐξογκωθεὶς ἐπῄει κατὰ τῆς βασιλευούσης τῶν πόλεων. ἀντικατέστη δὲ αὐτῷ πάλιν ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, καὶ μάχης συγκροτηθείσης ἐν Κατασύρταις οἱ βάρβαροι ἥττηντο. πολλῶν δὲ καὶ τούτων περιφανῶν ἔρωτα τρεφόντων τῆς βασιλείας, μᾶλλον τῶν ἄλλων περὶ τὸν ταύτης ἐφλέγμαινεν ἔρωτα ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, πεποιθὼς μὲν καὶ ἑαυτῷ διὰ τὸ γένος καὶ διὰ τὴν ἰσχύν, οὐχ ἥκιστα δὲ τῷ παρακοιμωμένῳ [*](C) Κωνσταντίνῳ τῷ ἐκτομίᾳ, τὰ πάντα τότε
56
παρὰ τοῖς ἀνακτόροις ἰσχύοντι, οὗ ἐπ᾿ ἀδελφῇ κηδεστῆς έτύγχανεν ὤν. ταῦτα τοίνυν ὁρῶν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός, καὶ δείσας περὶ αὐτῷ, πείθει τοῦτον τὸν τοῦ στόλου δρουγγάριον τὸν εἰρημένου ῾Ρωμανὸν οἰκειώσασθαι καὶ φύλακα λακα προσλαβέσθαι. ἐγχαράττει τοίνυν βιβλίον ὁ Βασιλεὺς οἰκειόγραφον, καὶ στέλλει τῷ δρουγγαρίῳ. ὁ δὲ τοῦτο δεξάμενος ὑπέσχετο την τοῦ παρακοιμωμένου δυναστείαν, εἰ οἷόν τε, καθελεῖν. καί ποτε τοῦ παρακοιμωμένου, ἔνθα ὁ στόλος ὥρμιστο, παραγενομένου [*](D) καὶ ἐπισπέρχοντος ἐκπλεῦσαι αὐτόν, ὁ Δρουγγάριος δουλικώτερον αὐτῷ προσυπήντησε, καὶ μεθ᾿ ὑποστολῆς ὡμίλει καὶ περὶ τὰς τριήρεις ἠρέμα πως προεβίβαζεν. ὡς δὲ τῇ ναυαρχίδι προςήγγισεν ἑτοίμους ἔχων ἄνδρας παρεπομενους αὐτῷ γενναίους τε καὶ πολλούς, “ἄρατε τοῦτον” εἶπεν. οἱ δὲ συσχόντες αὐτὸν εἰς τὴν τριήρη ἐνέθεντο, τῶν περὶ αὐτὸν αὐτίκα διασπαρέντων. τοῦτο τῇ βασιλίδι ἐνωτισθὲν εἰς θόρυβον αὐτὴν καὶ τοὺς ἐν τέλει ἐνέβαλε. πέμπει τοίνυν πρὸς τὸν ῾Ρωμανὸν ἐρωτῶσα τί ἂν εἴη τὸ γεγονός. ἀλλὰ τὸ ναυτικὸν λίθοις τοὺς πεμφθέντας ἐδίωξαν. τῇ δ᾿ ἑξῆς τὸν πατριάρχην ὁ βασιλεὺς μετακαλεςάμενος καὶ τὸν μάγιστρον Στέφανον ἔπεμψε τοὺς ἐκ τῶν βασιλείων τὴν αὐτοῦ μητέρα Κατάξοντας. τῆς δὲ τῷν υἱῷ προσφυείσης μετὰ δακρύων, εἰς οἶκτον ἐκεῖνος ἐκλίθη καὶ ἀφῆκεν αὐτήν, εἰς ἑαυτὸν δὲ τὴν ἐξουςίαν μετήνεγκε, καὶ προεχειρίσατο δομέστικον τῶν σχολῶν τὸν Γαριδᾶν ᾿Ιωάννην τὸν μάγιστρον. ὁ δὲ δρουγγάριος ὁ Λακαπηνός, ἐξαρτύσας τὸν στόλον ὥσπερ εἰς ναυμαχίαν κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ τοῖς βασιλείοις προςέπλευσεν εἰς τὸν Βουκολέοντα. καὶ ὁ μὲν πατριάρ-
57
χης καὶ ὁ μάγιστρος Στέφανος εὐθὺς ἐκ τῶν ἀνακτόρων ἐξέστησαν, ὁ δὲ Ῥωμανὸς ὅρκους τελέσας φρικωδεστάτου ’ς μήποτε κατὰ τοῦ βασιλέως φρονῆσαι μηδ’ ἐπιθέσθαι τῇ βασιλείᾳ , ἀνῆλθεν εἰς [*](B) τὰ βασίλεια, καὶ εἰς τὸν ἐν τῷ Φάρῳ ναὸν τῷ Κωνσταντίνῳ συνεισελθὼν συνεισελθὼν καὶ πίστεις δούς τε καὶ μέγας ἑταιρειάρχης προβάλλεται. δὲ τῷ Φωκᾷ ὁ βασιλεὺς μὴ ἀθυμῆσαι μηδ’ ἀπογνῶναι, προσμεῖναι δὲ μικρόν, ὡς μελλούσης αὐτῷ γενέσθαι προνοίας μετὰ βραχύ. ὁ δὲ Ῥωμανὸς ἑαυτοῦ θυγατέρα Ἑλένην μνηστεύεται τῷ Κωνσταντίνῳ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τετέλεστο τὰ γαμήλια, τοῦ πατριάρχου Νικολάου τὴν ἱερολογίαν ποιήσαντος, καὶ αὐτίκα τετίμηται βασιλεοπάτωρ ὁ Ῥωμανός, μέγας δ’ ἑταιρειάρχης Χριστοφόρος υἱός. ταῦτα δὲ μαθὼν ὁ Φωκᾶς τυραννίδι ἐπέθετο, Κωνσταντῖνον τὸν παρακοιμώμενον προσλαβόμενος [*](C) καὶ ἑτέρους τῶν ἀρχόντων, καὶ διαβεβαιούμενος ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου πράττειν πράττει. ὁ Ῥωμανὸς δὲ γραφὴν γεγραφὼς περιέχουσαν τῆς τοῦ Φώκα προφάσεως, καὶ ταύτην τῇ τοῦ βασιλέως ὑποσημασίᾳ καὶ χρυσῇ σφραγῖδι βεβαιωσάμενος, πέμπει ταύτην παρὰ τὸ μετὰ τοῦ Φώκα στράτευμα μετά τινος γυναίου ἑταιρικοῦ. κἀκεῖνο πολλοῖς τὴν χρυσοσήμαντον ὑποδεικνύον λάθρᾳ γραφὴν πολλοὺς καταλιπεῖν πεποίηκε τὸν Φωκᾶν καὶ προσχωρῆσαι τῷ βασιλεῖ. ὁ δὲ Φωκᾶς ἐν Χρυσοπόλει γενόμενος, καὶ καταλειφθεὶς ὑπὸ τοῦ μετ’ αὐτοῦ πλήθους τῷ βασιλεῖ προσφοιτήσαντος, [*](D) ἐτράπετο εἰς φυγήν, καὶ ἔν τινι χωρίῳ γενόμενος, ὅπερ παρὰ τῶν ἐγχωρίων Γοηλέων συλλαμβάνεται, καὶ τυφλωθεὶς εἰσάγεται εἰς
58
τὴν βασιλεύουσαν · καὶ τοῦτο τέλος τῇ αὐτοῦ τυραννίδι ἐγένετο. ἀλλὰ μὴν καὶ ἑτέρα ἐπιβουλὴ κατὰ τοῦ βασιλέως συνέστη· νεανίας γάρ τινες καθῆκαν κατ’ αὐτοῦ θηρῶντος, ἵν᾿ αὐτῷ ἐν τῇ θήρᾳ ἐπίθωνται. ἀλλ’ ἐγνώσθη τὸ βούλευμα, καὶ οἱ πρωτουργοὶ ἐκολάσδησαν. ἐξεβλήθη δὲ τῶν βασιλείων καὶ ἡ τοῦ βασιλέως μήτηρ Ζωή, ὡς ἐπιβουλεύουσα δῆθεν τῷ βασιλεοπάτορι, καὶ ἀπεκάρη ἐν τῇ τῆς ἁγίας Εὐφη- μίας μονῇ. τῇ δὲ εἰκοστῇ τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν ἀνήχθη ὁ Ῥωμανὸς καὶ κατὰ τὸν Δεκέμβριον τῷ τῆς βασιλείας διαδήματι τεταινίωτο παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ Κωνσταντίνου δῆθεν ἐπιτροπῇ.

Καὶ ὁ μὲν Λακαπηνὸς Ῥωμᾶνος οὕτω τῆς ἀναρρήσεως ἔτυχεν, οὐκ ἠγάπα δὲ ταύτης τυχὼν αὐτός, ἀλλὰ μετὰ βραχὺ καὶ τὴν οἰκείαν ὁμευνέτιν τὴν Θεοδόραν ταινιοῖ, εἶτα καὶ τὸν ὒ ἰὸν Χριστοφόρον, προαιρέσει μὲν τῷ δοκεῖν τοῦ Κωνσταντίνου , τῇ δ’ ἀληθείᾳ βιαζομένου ἀσχάλλοντός τε πρὸς οὓς έθάρρει καὶ ἐν συμφορᾷ τιθεμένου τὰ πραττόμενα, μὴ θαρροῦντος δὲ ἀνταίρειν. ἐπιβουλῆς δὲ κατὰ τοῦ [*](B)‘Pωμανοῦ γενομένης, ἧς ὁ σακελλάριος πρωτουργὸς ἦν Ἀναστάσιος, ὡς τῷ Κωνσταντίνῳ δῆθεν ἀμύνων, ἐγνώσθη τὰ κατ’ αὐτήν, καὶ οἱ μὲν συνίστορες, ὡς ἔδοξε τῷ Ῥωμανῷ, ἐκολάσθησαν, ὁ δὲ σακελλάριος ἀπεκάρη. ἣν δὴ πρόφασιν ἔσχεν ὁ Ῥωμᾶνος τοῦ ὑποβιβάσαι τὸν Κωνσταντῖνον ἑαυτοῦ, μέχρι τότε πρῶτον εὐφημούμενον ἐν ταῖς ἀναρρήσεσιν. ὁ Συμεὼν δὲ κατὰ τῆς πόλεως ἐκπέμπει στρατόν· ἔνα δὲ μὴ ἐλθόντες τὰς πρὸ τῆς πόλεως διαφθείρωσιν ἀγλαίας, ἔπεμψε καὶ ὁ ‘Pωμανὸς τοὺς ἀντιταξομένους αὐτοῖς καὶ τῶν Βουλγάρων ἐπελθόντων αὐ-

59
τοῖς πίπτουσι μὲν καὶ τῶν ἀρχόντων πολλοί, τῶν δέ γε στρατιωτῶν οἱ μὲν εἰς τὰς τριήρεις σπεύδοντες ἐμβῆναι παραπλεούσας εἰς τὴν θάλασσαν ἐξωλίσθαινον, καὶ ὑπὸ κυμάτων ἐφέροντο, οἱ δὲ ὑπὸ [*](C) τῶν πολεμίων διώλλυντο, οἱ δὲ καὶ ζῶντες συνελαμβάνοντο. οὕτω δὲ διατεθείσης τῆς Ῥωμαϊκῆς στρατιᾶς κατὰ τὰς Πηγάς, τά τε ἐκεῖ ὄντα ἀνάκτορα οἱ Βούλγαροι ἐπυρπόλησαν καὶ τἄλλα ὅσα ἐν τῷ αἰγιαλῷ τοῦ κατ’ ἀντικρὺ τῆς πόλεως ἦσαν διακειμένου πορθμοῦ. θανούσης δὲ τῆς τοῦ Ῥωμανου συμβίου τῆς Αὐγοῦ στῆς Θεοδώρας ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ Σοφία τοῦ τῆς Αὐγούστης ἠξιώθη ὀνόματος. ὁ τῶν Βουλγάρων δ’ ἐξηγούμενος Συμεὼν τῇ Ἀδριανουπόλει προσέβαλε καὶ ταύτην ἐπολιόρκει. ἤνυσε δ’ ἂν οὐδέν, εἰ μὴ τοῖς ἔνδον ἐπιλελοίπει τὰ ἐπιτήδεια· βιαζόμενοι γὰρ τῷ λιμῷ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις παρέδωκαν. τότε μέντοι καὶ ὁ ἐκ Τριπόλεως Λέων μετὰ [*](D) δυνάμεως ναυτικῆς κατὰ Ῥωμαίων ἐχώρησεν· ἀλλὰ τούτῳ περὶ τὴν νῆσον Λῆμνον τριήρεις ἐπελθοῦσαι Ῥωμαϊκαὶ τοὺς μὲν Ἀγαρηνοὺς σχεδόν τι ξύμπαντας διεφθάρκασι, τὰς δὲ νῆας αὐτῶν ὑποβρυχίους ἐποίησαν, μόλις τοῦ Τριπολίτου φυγεῖν ἐξισχύσαντος. καὶ ὁ Βούλγαρος δὲ Συμεὼν τά τε κατὰ Μακεδονίαν καὶ τἀπὶ Θρᾴκης σὺν βαρεῖ στρατεύματι ἐληίζετο, καὶ παρὰ τὴν πόλιν ἐλθὼν ἀγχοῦ τῶν Βλαχερνῶν πεποίητο τὴν παρεμβολήν, καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐζήτησεν ἐντυχεῖν, καὶ τὴν ἔντευξιν ὁ βασιλεὺς ᾑρετίσατο, καὶ κατὰ τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὁ μὲν βασιλεὺς σὺν τῷ στόλῳ ἀφίκετο, ὁ δέ γε Συμεὼν μετὰ τῆς οἰκείας παρεγένετο στρατιᾶς, καὶ ὡμίλησαν καὶ ὁ βασιλεὺς μεγαλοπρεπῶς τῷ Συ-
60
μεὼν ἐδωρήσατο. ἀσύμβατοι δὲ ἀπ’ ἀλλήλων διέστησαν, ὃ καὶ δυὰς ἔδοξε δηλῶσαι ἀετῶν. φασὶ γὰρ ἄνωθεν αὐτῶν διαπτῆναι τούτους καὶ ἀλλήλοις συμμίξαι μετὰ κλαγγῆς, εἶτ’ εὐθὺς διαστῆναι τοῦ μὲν ἐπὶ τὴν πόλιν ἀποπτάντος, τοῦ δ’ ἐπὶ Θρᾴκην κινήσαντος τὸ πτερόν. ὁ βασιλεὺς δὲ Ῥωμανὸς ἀπληστευσάμενος ἐπὶ τῇ τῆς βασιλείας ἀρχῇ, καὶ ὥσπερ ἐπιλελησμένος τῶν ὅρκων, οὓς ὠμωμόκει καθ’ ἱερῶν, καὶ μὴ ἀρκούμενος ὅτι ἑαυτὸν καὶ τὸν τῶν υἱέων πρεσβύτερον ἠξίωσε διαδήματος, καὶ τοὺς λοιποὺς δύο τῶν παίδων αὐτοῦ βασιλικῶς τεταινίωκεν, εἶτα καὶ τὸν ἐκ τοῦ Χριστοφόρου γενόμενον [*](B) αὐτῷ υἱωνόν, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀντὶ Βασιλείας εἰς πολυαρχίαν μετήνεγκε. τῷ τελευταίῳ δὲ τῶν υἱῶν αὐτοῦ Θεοφυλάκτῳ τὸν θρόνον τὸν ἀρχιερατικὸν τῆς βασιλίδος τῶν πόλεων μνηστευόμενος ἀπέκειρε κληρικόν, διὰ τοῦ πατριάρχου προχειρισθέντα καὶ σύγκελλον. τοῦ πατριάρχου δὲ Νικολάου ἔτη τρισκαίδεκα τὸ δεύτερον τῆς ἐκκλησίας κρατήσαντος καὶ μεταθεμένου τὴν βιοτήν, ὁ μητροπολίτης πολίτης Ἀμασείας Στέφανος εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετήνεκτο. ὁ μέντοι τῶν ἄρχων ὁ Συμεών, ἀνὴρ ὢν αἱμάτων, ἡσυχίαν ἄγειν οὔποτε ὅλως προῄρητο, ὅθεν κατὰ τοῦ ἔθνους τῶν Χροβάτων ἐστράτευσεν, ἀλλ’ ἥττητο ὑπ’ ἐκείνων, κἀν ταῖς τῶν ὀρῶν δυσχωρίαις τὸ οἰκεῖον ἀπέβαλε στράτευμα. ἐν τούτῳ δὲ πρόσεισί τις τῷ βασιλεῖ [*](C) Ῥωμανῷ, λέγων τὴν ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καθιδρυμένην στήλην καὶ πρὸς τὰ ἑσπέρια ἀποβλέπουσαν εἰς τὸν Συμεὼν ἐστοιχειῶ- σθαι τὸν Βούλγαρον, καὶ εἰ τὴν ταύτης ἀποτέμῃ τις κεφαλήν, ἕψεται τῇ ἐκτομῇ τοῦ Συμεὼν ἡ φθορά.
61
ὁ μὲν οὖν εἶπε ταῦτα, καὶ ἡ κεφαλὴ τῆς στήλης οὐκ εἰς μακρὰν ἐξετέτμητο, καὶ τῷ Συμεῶν αὐθωρὸν ἐπέλιπε τὸ βιώσιμον, ληφθέντι καρδιωγμῷ, ὡς μετὰ ταῦτα ἐγνώσθη τῷ βασιλεῖ, ἀκριβωσαμένῳ τῆς ἐκείνου τελευτῆς τὸν καιρόν. ὡς δ’ ἐξ ἀνθρώπων ὁ Συμεὼν ἀπελήλυθεν , ἡ τῶν Βουλγάρων ἀρχὴ πρὸς Πέτρον τὸν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς αὐτῷ [*](D) τεχθέντα περιελήλυθεν, ὅς, ἐπεὶ καὶ λιμῷ τὸ τῶν Βουλγάρων ἔθνος ἦν πιεζόμενον καὶ τὰ πέριξ ἔθνη μὴ κατ’ αὐτοῦ ὁρμήσαιεν ἐδεδίει καὶ πρὸ τῶν ἄλλων Ῥωμαίους, στέλλει πρὸς τὸν βασιλέα, σπονδὰς ποιησόμενος, εἰ δ’ αἱροῖτο, καὶ κῆδος εἰς ἑαυτόν. ὡς δὲ τῷ βασιλεῖ καὶ ἄμφω καταθύμια ἔδοξε τὰ αἰτούμενα καὶ αὐτὸς ὁ Πέτρος ἀφίκετο, καὶ γεγόνασι μὲν συνθῆκαι περὶ σπονδῶν, συνήφθη δὲ αὐτῷ πρὸς συμβίωσιν γαμικὴν καὶ ἡ τοῦ βασιλέως ἐγγόνη, ἣ ἐκ τοῦ πρεσβυτέρου τῶν υἱῶν αὐτοῦ τοῦ Χριστο- φόρου γεγέννητο.

Ὁ δὲ βασιλεὺς Ῥωμανὸς οὐκ ἀρκοῦν ἡγούμενος ὅτι ἑαυτοῦ τὸν βασιλέα Κωνσταντῖνον ὑπεβίβασε, λαβὴν ἐζήτει καὶ τὸν Χριστοφόρον προθεῖναι αὐτοῦ, καὶ παρεσκεύασε τὴν τῶν Βουλγάρων πληθὺν ἐν τῷ τοῦ γάμου καιρῷ στασιάσαι, ζητοῦσαν τὸν Χριστοφόρον πρὸ τοῦ Κωνσταντίνου ἀναγορεύεσθαι, καὶ διὰ τὴν δῆθεν οἰκονομῶν τι παρεχώρησε τὸ αἰτούμενον γίνεσθαι. εἶτα μήτε τὸ θεῖον δείσας, ὃ τὰς ὁμολογίας αὐτῷ ἐμπεπέδωκε, μήτ’ αἰδεσθεὶς τὸ ὑπήκοον, καὶ ἄμφω τοὺς ἄλλους υἱεῖς αὐτοῦ τοῦ Κωνσταντίνου προτέρους εὐφημεῖσθαι πεποίηκε, καὶ ὁ πρῶτος πέμπτος ἐγένετο, καὶ εἰ μὴ ὁ μικρὸς Ῥωμανὸς ὁ τοῦ υἱὸς ἔφθη θανών, κἀκεῖνος ἂν αὐτοῦ προτετίμητο. ἦν οὖν ὁ αὐθιγενὴς βασιλεὺς καὶ ᾧ κατὰ

62
κλῆρον ἡ βασιλεία διέφερεν ὥσπερ παρέγγραπτος. ἀλλ’ ἐπὶ τούτοις ἡ δίκη οὐκ ἐπενύσταξεν· ἀναβεβλήσθω δ’ ἡ περὶ τούτων διήγησις. ὁ Ἀμασείας δὲ [*](B) Στέφανος ἔτη τρία διαγαγὼν ἐν τῷ θρόνῳ τῆς ὑπερκειμένης τῶν πόλεων ἐτελεύτησε, καὶ ἐχειροτονήθη Τρύφων τις μοναχὸς ἐπὶ συνθήκαις τοῦ μετὰ χρόνον ὡρισμένον ἑκὼν ἐκστῆναι τοῦ θρόνου τῷ τοῦ βασιλέως υἱῷ τῷ Θεοφυλάκτῳ· ἦν γὰρ ἔτι μειράκιον. γέγονε δ’ ἐν τοῖς χρόνοις τούτοις χειμών τε ἀφόρητος λιμός τε σφοδρότατος καὶ ἐμπρησμὸς φρικωδέστατος. ὅτε καὶ ὁ βασιλεὺς Χριστοφόρος τὴν ζωὴν ἐξεμέτρησεν. ἤδη δε τοῦ ὡρισμένου καιροῦ παραρρυέντος ὁ πατριάρχης Τρύφων οὐ μεθίετο τοῦ θρόνου τοῦ ἀρχιερατι- [*](C) κοῦ κατὰτὰ συγκείμενα, ἀλλ’ ὅλαις χερσὶτῆς ἀρχιερωσύνης ἀντείχετο. καὶ ὁ βασιλεὺς ἠνιᾶτο διὰ τὴν ἀπάτην, ὡς ἐμπαιχθείς. ὁ γοῦν Καισαρείας χαρίσασθαι τῷ βασιλεῖ προθυμούμενος , δόλῳ μέτεισι τὴν τοῦ πατριάρχου ἀφέλειαν , καὶ φίλου προσωπεῖον ἑαυτῷ περιθέμενος τῷ πατριάρχῃ φησίν “ἡ μὲν κατὰ σοῦ τοῦ κρατοῦντος ἐπίθεσις σφοδρά, ἀλλ’ ἐπιλείπουσιν αὐτῷ αἰτιάματα ὑπὸ καθαίρεσίν σε τιθέμενα, καὶ λοιπὸν εἰς τὸ μηδὲ ὅλως εἰδέναι σε γράμματα οἱ κατὰ σοῦ περιίστανται. ἀλλὰ σπεῦσον καὶ τούτου τοὺς μελετῶντας κατὰ σοῦ ἀποκρούσαΓ,θαι. διαλύσεις δὲ τούτοις τὸ σπούδασμα, εἰ ἐνώπιον πολλῶν χάρτην λαβὼν τὸ ὄνομα ἐγχαράξεις τὸ σὸν καὶ τὸ [*](D) τῆς ἀρχιερωσύνης ἀξίωμα. καὶ τούτου ἀποκομισθέντος τῷ βασιλεῖ οὐκέτι κατὰ σοῦ αἰτίαμα περιλέλειπται.” ὁ μὲν οὖν συνεβούλευσε ταῦτα, ὁ δὲ ἐπείθετο, καὶ πολλῶν παρόντων ἀγράφῳ χάρτῃ ταῦτ’ ἐγεγράφει· ‘‘Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Pώμης.’’ καὶ λαβὼν τὸν χάρ-
63
τὴν ὁ Καισαρείας ἀπῄει ἐμφανίσων τοῦτον τῷ βασιλεῖ. ἔγγραφον οὖν ἐν αὐτῷ παραιτήσεως ὡς ἐκ τοῦ πατριάρχου ἄνωθι τῆς ὑπογραφῆς ἐξυφαίνεται, καὶ ὡς παραιτησάμενος τῆς ἐκκλησίας ἐκβάλλεται, καὶ ὁ τοῦ βασιλέως υἱὸς πατριάρχης κεχειροτόνηται. στόλος δὲ Ῥωσικὸς ἐπῆλθε κατὰ τῆς πόλεως, καὶ ὁ στόλος οὐ χιλιόναυς, ὡς λέγεται, ἦν, ἀλλ’ εἰς πεντεκαίδεκα χιλιάδας τὰ τούτου πλοῖα ἠρίθμηντο. τούτοις περὶ τὸν Φάρον προσορμισθεῖσιν ἀντίπρῳρος ἔστη στόλος Ῥωμαϊκός, καὶ ἀθρόον αὐτοῖς ἐτρέψατο τοὺς βαρβάρους, καὶ πολλὰ τῶν πλοίων τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσεν. ὅσα δέ γε περιελέλειπτο πρὸς ἴω περαιωθέντα, τῷ πατρικίῳ Βάρδᾳ ἐνέκυρσε τῷ Φωκᾷ, στρατιωτικοῦ στρατηγοῦντι συντάγματος, τάγματος, ὃς πρὸς συλλογὴν τῶν ἀναγκαίων πολλοὺς ἐξιόντας τῶν πλοίων καταλαμβάνων ἀνῄρει. ἀλλὰ καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ἑτέροις ἐντυγχάνων κατὰ ζήτησιν τῶν ἐπιτηδείων ἐκβαίνουσι τῶν νηῶν, καὶ ἐζώγρει καὶ μαχαίρας ἔργον ἐτίθετο. οὕτω δὲ καὶ διὰ θαλάσσης καὶ διὰ γῆς παθόντες κακῶς οὐκέτι τῶν πλοίων ἐξώρμουν. ὡς δὲ τὰ πρὸς τροφὴν αὐτοῖς παντάπασιν ἐπιλέλοιπεν, [*](B) ἐπανελθεῖν ἐς τὰ οἰκεῖα διανενόηνται καὶ ἤδη τοῦ ἔκπλου κατήρξαντο. ἀλλ’ αὖθις αὐτοῖς αἱ τριήρεις ἐπέθεντο, καὶ δὶς οἱ βάρβαροι κατεναυμαχήθησαν, ὡς ὀλίγας πάνυ τῶν σφετέρων νηῶν ἐκφυγεῖν καὶ ἀνθυπονοστῆσαι πρὸς τοὺς οἰκείους, ἀγγέλους γενομένας ἐκείνοις τῆς συμφορᾶς. καὶ οἱ μὲν Ῥὼς παθόντες πλέον κακῶς ἢ δεδρακότες τῆς κατὰ Ῥωμαίων ἀπέσχοντο ἐπιθέσεως.

Καὶ οἱ Ἀγαρηνοὶ δὲ διὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ κουρκούα καὶ τοῦ ἀδελφοῦ

64
Θεοφίλου, πάππος δὲ ὁ Θεόφιλος τοῦ μετέπειτα τῆς βασιλείας κρατήσαντος Ἰωάννου, ἥττηντό τε πολλά- [*](C) κὶς καὶ τεταπείνωντο καὶ πόλεις οὐκ ἐλαχίστας ὧν κατεῖχον ἀφῄρηντο. ὁ δὲ βασιλεὺς Ῥωμᾶνος εἰς συναίσθησιν τάχα δόξας ἐλθεῖν τῆς ἐπιορκίας καὶ τῆς τῶν συνθηκῶν παραβάσεως, ἃς πρὸς τὸν βασιλέα Κωνσταντῖνον πεποίητο, δι’ εὐποιιῶν ἔσπευδεν ἐξιλεώσασθαι τὸν θεόν. καὶ διαδόσεις μὲν καὶ ἀλλοίας ἐτίθετο, ἐπὶ δὲ ταύταις καὶ τὰ παρὰ τῶν ἐν τῇ πόλει χρεωστούμενα τοῖς δανεισταῖς ἀποδοῖς τοὺς ὀφειλέτας ἀπέλυσε τοῦ βάρους τῆς ὀφειλῆς, καὶ τὰ γραμματεῖα λαβὼν ἐν μέσῃ τῇ ἀγορᾷ πυρὶ κατῃθάλωσεν· εἰς ἐννεακαίδεκα δὲ κεντηνάρια τὰ τῶν ὀφειλῶν ἠριθμήθησαν. παρέσχε καὶ τὰ ἐνοίκια τῶν κατὰ τὴν μεγάλην πόλιν οἰκούντων μισθωτικῶς. τοὺς μὲν οὖν ὀφειλέτας ὠφέλουν ταῦτα, τῷ δέ γε [*](D)Ῥωμανῷ μικρὸν ἢ οὐδὲν οἶμαι λυσιτελεῖν, ὅτι τε ἀλλότρια ἐτύγχανον τὰ διδόμενα, δημόσια γάρ, καὶ ὅτι τὴν βασιλείαν ἁρπάσας καὶ ταύτην κατέχων καὶ ἀπολαύων αὐτῆς καὶ τὸν ᾧ προσῆκε ταύτης ἀποστε- ρῶν, ἑαυτΓιο μὲν ἀπεκλήρου τῆς βασιλικῆς εὐκληρίας τὰ ξύ μπαντα, ταῖς δ’ εὐποιίαις ῥανίδα μικρὰν ἀπερῶν, τοιοῦτόν τι πράττων οἷον ἄν τις, εἰ βοῦν ἀπελάσας τοὺ γείτονος καὶ καταθύσας αὐτὸν τοὺς μὲν πόδας ἄκρους διένειμε πένησι, τὸ σῶμα δ’ ὅλον αὐτὸς ἐθοινήσατο. ἀλλὰ ταῦτα κατ’ ἀνθρωπίνην κρίσιν· εἰ δέ τις πρὸς τὴν θείαν ἀποβλέψειεν ἀγαθότητα, οὐδὲ ταῦτ’ ἂν ἴσως εἴποι ἀσυντελῆ. τούτου τῶν σκήπτρων κρατοῦντος καὶ τὸ ἀχειρότευκτον ἐκτύπωμα τοῦ σωτῆρος Χριστοῦ τὸ θεῖον χειρόμακτρον ἐκομίσθη πρὸς τὴν προκαθημένην τῶν πόλεων. εἶχε μὲν γὰρ τέως τοῦτο ἡ Ἔδεσσα· ἡ δὲ ἁλῶ-
65
’ναι παρὰ Ῥωμαίων πολιορκούντων αὐτὴν ἵν᾿ οὖν φύγοιεν οἶ Ἐδεσσηνοὶ τὴν ἐκπόρθησιν, λύτρον ταύτης τὸ θεῖον παρέσχον ἐκτύπωμα. ἀφίκετο δὲ τότε καὶ ἐξ Ἀρμενίας μειρακίσκων δυὰς συμφυῶν, τοῦ ἑνὸς δὲ θανόντος ἐτμήθη ἡ συμφυία παρ’ ἰατρῶν· ἀλλ’ οὐδὲν τὸν περίλοιπον ὤνησε, μικρὸν δ’ ἐπιβιώσας τῷ ἀδελφῷ κἀκεῖνος ἐξέπνευ- σεν. ὅπως μὲν οὖν μηδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν ὁ Ῥωμανὸς ἐσφετερίσατο καὶ τοὺς παῖδας τῆς βασιλικῆς ἠξίωσε τιμῆς τε καὶ κλήσεως καὶ ὅπως ἑαυτὸν καὶ τοὺς παῖδας τῶν πρωτείων ἠξίωσε, τὸν δ’ ἐγγενῆ τῆς βασιλείας διάδοχον Κωνσταντῖνον [*](B) πολλοστὸν πολλοστὸν ἔθετο πάντων ὑποβιβάσας, ἤδη μοι προιστόρηται. ἥκει δὲ νῦν ὁ λόγος προσθήσων καὶ τὰ ἑξῆς καὶ δείξων ὡς κἂν βραδύτερον ἴσως μέτεισι τοὺς ἀδικοῦντας ἡ πρόνοια, μετανοίας αὐτοῖς ἐπιμετροῦσα καιρόν, ἀλλά γε τοῦ κακοῦ μὴ ἀπεχομένους μέτεισι σχολαίῳ ποδὶ καὶ δίκας εἰσπράττεται. ἤνυε μὲν οὖν ὁ Ῥωμανὸς αὐταρχῶν καὶ ἕκτον ἐνιαυτόν. ὁ δὲ Κωνσταντῖνος, ὅπως ἑαυτῷ [*](C) τὴν βασιλείαν ἐπανασώσηται, διὰ παντὸς ἔστρεφε κατὰ νοῦν, καὶ ἔνα τὸ ἐφετὸν αὐτῷ διαπράξηται, δι’ ἑτέρων ἐπεγείρει τῷ πατρὶ τοὺς υἱοὺς ἢ μᾶλλον τὸν ἕνα τὸν Στέφανον. ὁ γὰρ Κωνσταντῖνος σταθηροτέρας τυγχάνων φρενὸς τὴν προσβολὴν οὐ προσήκατο. ὁ δὲ προσεταιρισάμενος καὶ ἄλλους ἐπέθετο τῷ πατρί, καὶ κατασχὼν αὐτὸν ἐν τῇ νήσῳ τῇ Πρωτῇ περιώρισε καὶ ἀπέκειρεν, αὐτὸς δὲ τῆς βασιλικῆς ἀντεποιήσατο διοικήσεως σὺν τῷ γαμβρῷ καὶ , τῷ ἀδελφῷ· ἀλλ’ οὐκ ἦν ὁμοφωνῆσαι τοὺς τρεῖς. ἔν τισιν οὖν διεφέροντο καὶ ἀλλήλοις ἀντέλεγον· [*](D) κἀντεῦθεν ἀλλήλους ὑπώπτευον καὶ κατασπάσαι τῆς
66
βασιλείας τὸν Κωνσταντῖνον ὁ Στέφανος διὰ φροντίδος ἐτίθετο καὶ ὁ Κωνσταντῖνος αὖθις τὸν Στέφανον. ἀλλ’ ἦν ὁ Κωνσταντῖνος πρὸς τὸ ἔργον ὀξύτερος πάνυ, πρὸς τοῦτο καὶ τῆς συζύγου Ἑλένης ἐπισπερχούσης αὐτόν. προσλαβόμενος τοίνυν καί τινας τῶν στρατιωτικῶν ἀρχόντων κατέσχε καὶ ἄμφω τοὺς ἀδελφοὺς συναριστοῦντας αὐτῷ, καὶ αὐτίκα τὸν μὲν εἰς τὴν νῆσον τὴν Πάνορμον ἐξαπέστειλεν· ἡ τοῦ Ἀντιγόνου αὕτη ἐστίν· τὸν δὲ εἰς τὴν καλουμένην Τερέβινθον, καὶ κληρικοὺς καὶ ἄμφω ἀπέκειρεν. εἶτ’ ἐκεῖθεν μεταχθῆναι μέλλοντες εἰς ὄψιν ἐλθεῖν τῷ πατρί, οὓς ἰδὼν ἐκεῖνος εἶπεν ‘υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” ἐκεῖθεν οὖν ὁ μὲν Στέφανος ἐν Προικονήσῳ περιωρίσθη, κἀκεῖθεν εἰς Ῥόδον κἀκ ταύτης εἰς Μιτυλήνην μετετέθη· τῷ δὲ Κωνσταντίνῳ ἡ Σαμοθρᾴκη περιγραπτὸν ἐγένετο ὅριον. ὃς ἀποδρᾶναι δοκιμάσας πολλάκις, καὶ διὰ τοῦτο φαρμάκῳ τὸν πρωτεύοντα τῶν φυλάκων αὐτοῦ ἀνελών, ἀνῃρέθη παρὰ τῶν ἄλλων. ὁ δὲ Στέφανος ἐν Λέσβῳ ἀπεβίω, ἐννεακαίδεκα διαγαγὼν ἐνιαυτοὺς παρ’ αὐτῇ. ὁ δὲ τούτων πατὴρ ἐν τῇ Πρωτῇ τὴν ζωὴν ἐξεμέτρησε, καὶ οὕτω τούτων ἕκαστον ἡ δίκη μετῆλθεν.