Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ὁ δὲ Τξιμισκῆς τῆς βασιλείας γενόμενος ἐγκρατὴς καὶ τοὺς τοῦ Ῥωμανοῦ παῖδας κοινωνοὺς πεποίητο [*](C) τῆς ἀρχῆς παῖδας ἔτι τυγχάνοντας, τόν δὲ παρακοιμώμενον Βασίλειον, ὃν ὁ Φωκᾶς τετίμηκε πρόεδρον, μήπω πρῴην ὄντος τοῦ ἀξιώματος, προσλαβόμενος ὡς ἐντριβῆ περὶ τὴν τῶν κοινῶν πραγμάτων αὐτῷ τὴν πᾶσαν οἰκονομίαν ἀνέθετο. καὶ ὃς τοὺς τῷ Νικηφόρῳ προσήκοντας ἤ καὶ ἄλλως εὔνοιαν ἐκείνῳ τηρεῖν ὑποπτευομένους ἐκ μέσου πεποίηκε , τὸν μὲν κουροπαλάτην Λέοντα καὶ τὸν υἱὸν αὐτοῦ Νικηφόρον ἐν Λέσβῳ περιορίσας, τῷ δ’ ἑτέρῳ τοῦ Λέοντος υἱῷ τῷ Βάρδᾳ ὅριον θέ- [*](D)

92
μένος περιγραπτὸν τὴν Ἀμάσειαν καὶ ἄλλους ἄλλως μετελθὼν καὶ οἰκονομησάμενος. τοὺς δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθέντας κατήγαγεν , οἷς καὶ ἀρχιερεῖς συνηρίθμηντο, ὅσοι μὴ ὑπογράψαι ἐν τῳ τόμῳ ὑπέκυψαν , δι’ οὗ τεθέσπιστο μὴ ἄνευ ἐκείνου ἀρχιερέα τινὰ προχειρίζεσθαι. εἶτα ἄπεισιν ὁ Ἰωάννης εἰς τὴν μεγάλην ἐκκλησίαν ταινιωθησόμενος. ἀλλ’ οὐκ εἰάθη παρὰ τοῦ Πολυεύκτου εἰς τὸν αὸν εἰσελθεῖν, ὡς φόνῳ μεμιασμένος. πρᾴως δὲ τὴν ἐπιτίμησιν ὁ Τξιμισκῆς ἐνεγκὼν ἀπελογεῖτο μὴ αὐτὸς αὐτόχειρ γενέσθαι τοῦ φόνου, ἔλεγε δὲ τὸν Ἀβαλάντην καὶ τὸν Ἀιξυποθεόδωρον ἐπιτροπῇ τῆς Θεοφανοῦς τὸν Νικηφόρον διαχειρίσασθαι. τὴν μὲν οὖν Θεοφανὼ ὁ πατριάρχης ἀπῄτησε τῶν βασιλείων ἀπελαθῆναι καὶ περιορισθῆναι καὶ τοὺς αὐτόχειρας τοῦ Νικηφόρου ἐκδιωχθῆναι, τὸν δὲ τόμον, οὗπερ ἐμνήσθημεν , διαρραγῆναι καὶ αὐτὸν τὸν Ἰωάννην δέξασθαι ἐπιτίμια. ὁ δὲ πάντα ποιῆσαι ὑπέσχετο, καὶ αὐτίκα στέλλει καὶ κατάγει τὴν βασιλίδα τῶν ἀνακτόρων καὶ τὸν τόμον ἐκεῖ κομισθέντα διέρρηξε, καὶ ἣν ἐν ἰδιώταις τελῶν εἶχε περιουσίαν, διανεῖμαι πένησιν ἐπηγγείλατο. τούτων δὲ γενομένων κατὰ τὴν γενέθλιον τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἑορτήν, ἄμα τε τὴν εἰς τὴν ἐκκλησίαν ἐπιτρέπεται εἴσοδον καὶ ἅμα τῷ διαδήματι στέφεται, τὴν δὲ Θεοφανὼ εἰς Προικόνησον περιώρισεν. οὕτω [*](B) μέντοι ἀναρρηθείς, ἐπεὶ ἀρχιερέως ἡ μεγάλη Ἀντιόχεια χηρεύουσα ἦν, προχειρίζεταί τινα μοναχὸν Θεόδωρον, ὃς αὐτῷ προέφη τῆς βασιλείας τυχεῖν, καὶ μή σπεῦσαι μηδ’ ἁρπάσαι αὐτήν, ἀλλὰ μεῖναι ὥσπερ τὴν ἐκ τοῦ θείου προχείρισιν. ὅσπερ τὴν ἀρχιερωσύνην καταδεξάμενος ἀξίωσιν ἔθετο πρὸς τὸν
93
Ἰωάννην τοὺς Μανιχαίους ἐκ τῆς ἑῴας μετοικίσαι πρὸς τὰ ἑσπέρια, πολλοὺς τῇ αὐτῶν μυσαρᾷ αἱρέσει διαφθείροντας. οὗ τὴν ἀξίωσιν πληρῶν εἰς Φιλιππούπολιν μετήγαγε τὸ γένος τῶν Μανιχαίων. ὁ δὲ πατριάρχης Πολύευκτος τῇ τοῦ Τζιμισκῆ ἀναρρήσει τριάκοντα καὶ πέντε ἡμέρας ἐπιβιοὺς τὸν βίον μετήλλαξε, καὶ ἀντεισήχθη εἰς τὸν ἀρχιερατικὸν θρόνον τῆς βασιλευούσης τῶν πόλεων ὁ μοναχὸς Βασίλειος ὁ Σκαμανδρηνός. οἶ δ’ ἐκ τῆς Ἅγαρ, μὴ [*](C) ἀνεκτὸν ἡγούμενοι στερεῖσθαι τῶν πόλεων ἃς ἤδη ἀφῄρηντο, συνελέγησαν πανταχόθεν καὶ συνθήκας περὶ ὁμαιχμίας πεποιηκότες καὶ τοῖς Καρχηδονίοις τὴν σφῶν ἡγεμονίαν προσνείμαντες ἐξεστράτευσαν κατὰ τῆς ἐν Δάφνῃ Ἀντιοχείας καὶ ταύτην ἐπολιόρκουν. τῶν δ’ ἐν τῇ πόλει ἀνθισταμένων αὐτοῖς κραταιότερον ἠγγέλθη τῷ βασιλεῖ τῶν ἐθνῶν ἡ συνέλευσις. ὁ δὲ κελεύει τῷ στρατηγῷ Μεσοποταμίας ἐπικουρῆσαι τοῖς πολιορκουμένοις· καὶ πολέμου πρὸς τοὺς Ἀγαρηνοὺς συρραγέντος οἱ βάρβαροι, καίτοι πολλαπλάσιοι πρὸς τοὺς Ῥωμαίους ὄντες, τρέπονταί τε καὶ σκίδνανται. οἱ δέ γε ῾Ρώς, τὸ τῶν Βουλγάρων ἔθνος καὶ τὴν χώραν αὐτῶν ὑφ’ ἑαυτοὺς ποιησάμενοι καὶ τοὺς ἡγεμόνας τοῦ ἔθνους τὸν Βορίσην [*](D) τε καὶ τὸν Ῥωμανόν, οὐκέτι τῶν οἴκοι ἐμέμνηντο, ἀλλ’ ἤθελον αὐτοῦ που μένειν τὴν χώραν κατέχοντες. πρὸς τοῦτο δ’ αὐτοὺς καὶ ὁ Καλοκυρὸς ἀνηρέθιζεν· ‘‘εἰ γὰρ βασιλεὺς ‘ρωμαίων ἀναρρηθήσομαι παρ’ ὑμῶν”, ἔλεγε “τῆς τε τῶν Βουλγάρων χώρας παραχωρήσω ὑμῖν καὶ διαθήσομαι πρὸς ὑμᾶς εἰρήνην διαιωνίζουσαν καὶ τὰ ὑπεσχημένα παρέξω κατὰ τὸ πολλαπλάσιον.” οἱ δὲ τῇ τε τῶν χωρῶν ἀρετῇ θελχθέντες καὶ τοῖς λόγοις τοῦ Καλοκυροῦ χαυνω-
94
θέντες οὔτε τῷ βασιλεῖ πάντα ποιήσειν ἐπιτελῆ τὰ παρὰ τοῦ Νικηφόρου σφίσιν ὑπεσχημένα ἐπείθοντο γράφοντι καὶ τοῖς πρέσβεσιν ὡμίλησαν ἀλαξονικώτερον. ἐντεῦθεν ἄρασθαι κατ’ αὐτῶν ὅπλα ἠνάγκαστο, καὶ ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπιστήσας στρατάρχην, ὃν στρατηλάτην ὠνόμασε, Βάρδαν μάγιστρον τὸν Σκληρόν, τῆς ἤδη θανούσης αὐτοῦ γαμετῆς αὐτάδελφον ὄντα, ὁρμῆσαί οἱ κατὰ τῶν Ῥὼς ἐνετείλατο. καὶ ὁ μὲν ἀπῄει· οἶ βάρβαροι δὲ τοῦτο μαθόντες καὶ ὁ τούτων. ἔξαρχος ὁ Σφενδοσθλάβος, τούς τε Βουλγάρους ὁπλίσαντες καὶ συμμάχους προσειληφότες Σκύθας, οἷ Πατξινάκαι κικλήσκονται, καὶ τοὺς τὴν Παννονίαν οἰκοῦντας Τούρκους, καὶ στρατιὰν εἰς τριάκοντα μυριάδας ἀριθμουμένην συστησάμενοι, τὴν Θρᾴκην ἅπασαν ἐληίζοντο. τούτοις τοῖς οὖν μὴ θαρρῶν ὁ ληὸς συμμίξαι καὶ κατὰ συστάδην μαχέσασθαι, πολλοστὸν γὰρ ἦν πρὸς τὸ πλῆθος ἐκείνων τὸ μετ’ αὐτοῦ στρατιωτικόν, [*](B) στρατηγικαῖς μεθόδοις τοὺς βαρβάρους κατηγωνίσατο. καὶ πρῶτον μὲν λόχους καθίσας καὶ μόνοις τοῖς Πατξινάκαις ἐπελθὼν καὶ εὐφυῶς αὐτοὺς περιαγαγὼν εἰς τοὺς λόχους, τοὺς μὲν ἀνεῖλε, τοὺς δ’ εἶλε ζῶντας · εἶτα καὶ τοῖς ἄλλοις συμμίξαντι μέχρι μέν τινος ἰσόρροπος ἦν ἡ μάχη αὐτῷ · ὡς δέ τις τῶν Σκυθῶν καὶ ὄγκῳ σώματος καὶ ψυχῆς παραστήματι γενναῖος εἶναι δοκῶν καὶ τῶν ὁμογενῶν ἁπάντων ὑπερτερεῖν, ὁρῶν τὸν Σκληρὸν ἔφιππον διιόντα τὰς ὑφ’ ἑαυτὸν τάξεις καὶ ταύτας εἰς ἀλκὴν διεγείροντα, ὥρμησε κατ’ ἐκείνου, καὶ κατήνεγκε τό ξίφος κατὰ τῆς κεφαλῆς τοῦ ἀνδρός · τὸ δὲ τῇ τοῦ κράνους ἰσχύΪ καὶ τῇ λειότητι οὐχ ἥψατο αὐτοῦ. ὁ δὲ Σκληρὸς αὖθις κατὰ τῆς κεφαλῆς τὸν Σκύθην
95
ἀντέπληξε , καὶ ἡ τοῦ ξίφους καταφορὰ εἰς τοσοῦτον γέγονεν ἐνεργὸς ὡς διχῇ τμηθῆναι τὸν βάρβαρον ρον καὶ ἡμίτομα τοῦ ἵππου τὰ μέρη αὐτοῦ ἐκπεσεῖν. [*](C) οἶ βάρβαροι δὲ τὸ ἔργον ἐκπλαγέντες εἰς δειλίαν ἐνέπεσον καὶ εἰς φυγὴν αὐτίκα ἐτράπησαν, οἷς οἶ Ῥωμαῖοι κατόπιν ἐλαύνοντες πολλοὺς μὲν ἀνῄρουν, πολλοὺς δ’ ἐζώγρουν. ἔπαυσε δὲ τῆς διώξεως τοὺς περὶ τὸν Σκληρὸν ἐπελθοῦσα ἡ νύξ · τέως δὲ καὶ ὅσοι περιελείφθησαν τραυματίαι ἤσαν.

Καὶ τὰ μὲν κατὰ τοὺς Ῥὼς ἐν τούτοις ἦσαν. Βάρδαι δὲ ὁ Φωκᾶς ὁ τοῦ Λέοντος παῖς, ἐξ Ἀμασείας φυγών, ἐν ᾗ περιώριστο, τὴν τῶν Καππαδοκῶν κατειλήφει Καισάρειαν, πολλοὺς προσεταιρισάμενος, καὶ τυραννίδι ἐπικεχείρηκεν , ἑαυτῷ περιθέμενος τὰ τῆς βασιλείας παράσημα. καὶ ὁ πατὴρ δὲ τούτου ὁ Λέων σὺν τῷ ἑτέρῳ υἱῷ τῷ Νικηφόρῳ ἐκ Λέσβου πρὸς Θρᾴκην ἐβουλεύσατο διαβῆναι, ἔχων συμπράττοντά οἶ καὶ τὸν Ἀβύδου ἀρχιεπίσκοπον· [*](D) γνωσθεὶς δὲ τοὺς ὀφθαλμοὺς πηρωθῆναι καταδικάζεται σὺν τῷ υἱῷ Νικηφόρῳ. λέγεται δὲ τὸν βασιλέα κατὰ τὸ λεληθὸς ἐντείλασθαι τοῖς ἐπιτραπεῖσι τὴν πήρωσιν τῶν ἀνδρῶν μὴ ἐκκόψαι τούτοις τὰ ὄμματα, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, παραφυλάξαι δὲ τοῖς ἀνθρώποις ἀλώβητον τὸ ὁρᾶν. τούτων οὖν οὕτω συνενεχθέντων ἴ’ γραφὴ καταλαμβάνει βασίλειος τὸν Σκληρὸν ἄρτι τοὺς Σκύθας τρεψάμενον διαπεραιωθῆναι πρὸς τὴν ἑ ᾤαν καὶ τῷ Βάρδᾳ τῷ Φωκᾷ ἀντικαταστῆναι. ἀστὴν αἰ. καὶ αὐτίκα ἀπῄει καὶ πρὸς Καισάρειαν γέγονε, καὶ οἶ περὶ τὸν Φωκᾶν ἐκεῖνον λιπόντες τῷ Σκληρῷ προσερρύησαν, μόνος δὲ μετὰ τῶν θεραπόντων περιλειφθεὶς πρὸς τὸ φρούριον κατέφυγε τὸ Τυροποιόν. ἤδη δ'

96
ἐγγὺς ὄντα τοῦ εἰρημένου φρουρίου καταλαμβάνουσιν αὐτὸν ἱππεῖς πεμφθέντες πρὸς τοῦ Σκληροῦ, ὧν εἷς Κωνσταντῖνος ὁ Χάρωνι θρασύτερος τῶν ἄλλων, ὡς ἔοικεν , ὤν, προφθάσας τοὺς συστρατιώτας μεθ’ ὁρμῆς συντονωτέρας ἐπήρχετο τῷ Φωκᾷ· ὁ δὲ οὐράγει καὶ τοὺς σὺν αὐτῷ περιεῖπε, καὶ ὁ Χάρων ὕβρεσι τοῦτον ἔβαλλε. καὶ ὁ Φωκᾶς ‘‘οὐκ ἔδει σε’’ εἶπεν ‘‘ ἄνθρωπον ἐν συμφοραῖς τοιαύταις γενόμενον ἐπιπλήσσειν.” τοῦ δὲ Χάρωνος ἐν τούτοις ἐγγίσαντος τῷ Βάρδᾳ καὶ βαλεῖν ἐπιχειροῦντος αὐτόν, ἐκεῖνος τὴν κορύνην ἀνατείνας παίει τὸν Κωνσταντῖνον κατὰ τῆς κόρυθος, καὶ ταύτην συνέτριψε μετὰ τῆς κεφαλῆς τοῦ ἀνδρός, καὶ εὐθὺς [*](B) εἷλε τὸν πεπληγμένον πορφύρεος θάνατος, μιᾷ θανατωθέντα πληγῇ. οἶ δὲ κατόπιν ἐλαύνοντες ὁρῶντες τὸν πεσόντα ἀφίστανται τῆς διώξεως, καὶ ὁ Φωκᾶς εἰσέδυ τὸ φρούριον. εἶτα καὶ ὁ Σκληρὸς παρεγένετο, καὶ πέπεικεν αὐτὸν προσχωρῆσαι τῷ βασιλεῖ· καὶ προσελθόντα κληρικόν τ’ ἑ γενόμενον εἰς τὴν Χίον περιορίζει ὁ Τξιμισκῆς. καὶ ὁ Σκληρὸς αὖθις προστάττεται μεταβῆναι εἰς τὰ ἑσπέρια. νυμφεύεται δ’ ἑαυτῷ γυναῖκα ὁ βασιλεὺς σπουδῇ Βασιλείου τοῦ παρακοιμωμένου Θεοδώραν θυγατέρα Κωνσταντίνου τοῦ Πορφυρογενήτου. ἔτει δὲ δευτέρῳ τῆς αὐτοῦ βασιλείας ἔαρος ἀναλάμψαντος ἐκστρατεύει κατὰ τῶν Ῥὼς σὺν στρατεύμασι πλείοσι καὶ στόλῳ περιφανεῖ, καὶ ἀπιόντι συναντῶσιν αὐτῷ πρεσβευταὶ δῆθεν τῶν Σκυθῶν· οἱ δὲ [*](C) κατοπτῆρες ἦσαν καὶ τῆς τῶν Ῥωμαίων ἰσχύος κατάσκοποι, ὃ οὐδὲ τὸν βασιλέα διέλαθε. προστάξας οὑν περιαχθῆναι αὐτοὺς κατὰ πᾶν τὸ στρατόπεδον καὶ τοῦτο καταμαθεῖν, ἐκέλευσεν ἀπαλλάττεσθαι.
97
ἐκείνων δὲ ἀπιόντων καὶ αὐτὸς εὐζώνους παραλαβὼν πεξοὺς ἐς χιλιάδας πέντε καὶ ἱππότας τετρακισχιλίους ὀπίσω τῶν πρέσβεων ἀπῄει, καὶ ἀθρόον ἐγγὺς τῆς μεγάλης Περσθλάβας γίνεται, καὶ βάλλεται χάρακα, ὃ τοὺς Ταυροσκύθας εἰς ἀμηχανίαν ἐνέβαλε. Καλοκύρης δὲ ὁ τῶν κακῶν πρωτουργὸς ἐκεῖ τότε παρών, καὶ γνοὺς τὸν βασιλέα παραγενόμενον, πρὸς τὴν τῶν Ῥὼς ἀπέδρα παρεμβολήν, ἀφ’ οὗ τὴν τοῦ βασιλέως παρουσίαν μαθόντες ἐτεθορύβηντο, ὅμως μέντοι παραστρατοπεδεύονται τοῖς Ῥωμαίοις. οἱ δὲ περὶ τὸν βασιλέα ἐλθόντες εἰς τὸ τῆς Περσθλάβας ἄστυ , ὡς εἴρηται, καταλαμβάνουσιν [*](D) ἐκτὸς γυμναζομένους ὡς ὀκτακισχιλίους, κἀκείνοις συνέμιξαν. οἱ δὲ πρὸς μὲν ὀλίγον ἀντέσχον, εἶτα νῶτα τρέψαντες ἔφευγον. καὶ οἱ ἐντός, ὡς ἕκαστος ἠδύνατο ὁπλισάμενοι ἴ’ ἐπικουρήσοντες τοῖς ὁμοφύλοις ἐξῄεσαν, καὶ ἀσυντάκτως αὐτοῖς χωροῦςσιν ὑπαντιάζοντες οἱ Ῥωμαῖοι ἀνῄρουν πολλούς, οἱ δὲ εἰς τήν πόλιν αὖθις ἀνθυπενόστουν. ἀλλ’ ἱππέων τινῶν ἐξιππασαμένων καὶ τὴν εἰς τὴν πόλιν ἀπάγουσαν ἀτραπὸν ἐπιτειχισάντων , οἱ βάρβαροι ἀνὰ τὸν ἐκτὸς τοῦ ἄστεος χῶρον ἐσκίδναντο · ἔνθα οἱ μὲν ἐζωγροῦντο, οἱ δὲ καὶ ἐκτείνοντο, οἱ δ’ ἐν τῇ πόλει τὰς πύλας κλείσαντες ἐπολιορκοῦντο. τῇ δ’ ἐξῆς τοῦ παρακοιμωμένου Βασιλείου μετὰ πάσης τῆς στρατιᾶς ἐλθόντος, ἐρρωμενέστερον ὁ βασιλεὺς τῇ πολιορκίᾳ ἐπικεχείρηκε, καί τινες διὰ κλιμάκων εἰς τὸ τεῖχος ἀναβεβήκασι, καὶ τοὺς ἐκεῖ τῶν βαρβάρων καταληφθέντας συγκόψαντες ξίφεσι τὰς πύλας ἠνέῳξαν καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ πάση ῥᾳδίαν παρέσχον τὴν εἴσοδον. καὶ οὕτω μὲν τὸ τῆς Περσθλάβας ἄστυ Ῥωμαίοις κατέστη ἁλώσιμον , ἔνθα
98
καὶ ὁ τῶν Βουλγάρων βασιλεὺς ὁ Βορίσης ἑάλω, ᾦ καὶ πᾶσι δὲ τοῖς Βουλγάροις ἐπιεικῶς ὁ αὐτοκράτωρ ἐχρήσατο, ἀνέτους αὐτοὺς ἀφιείς, οὐ κατὰ Βουλγάρων λέγων ἄρασθαι ὅπλα, κατὰ δέ γ’ ἑ τῶν Ῥώς. πολλῶν δὲ Σκυθῶν εἰς ὀχύρωμά τι προσπεφευγότων, τῶν, ἐξελεῖν καὶ τοῦτο ὁ βασιλεὺς ἐκέλευσεν. οἵδε [*](P�) στρατιῶται διὰ τὸ τοῦ τόπου δυσάλωτον ἦ σ’ ἀν’ ἀπρόθυμοι. ὅ γνοὺς ὁ Ἰωάννης αὐτὸς πρὸ τῶν ἄλλων πεζὸς ἀπῄει πρὸς τὸ ὀχύρωμα, κἀντεῦθεν ἐκεῖ συνέθεον ἅπαντες· καὶ ἥλω κἀκείνων σπουδῇ τὸ ὁχύρψμα καὶ τῶν ἐν αὐτῷ οἱ μὲν διεφθάρησαν, ἔνιοι δὲ καὶ ἁλωτοὶ Ῥωμαίοις ἐγένοντο. τούτῳ μὲν οὖν τῷ ἄστει φρουρὰν ἐγκατέστησεν ὁ βασιλεὺς ἀξιόμαχον, ἐκεῖνος δὲ ἀπῄει πρὸς τὸ Δορόστολον, ὃ καὶ Δρίστρα καλεῖται, καί τινας πόλεις ἑλὼν κατὰ πάροδον καὶ φρούρια ἐκπορθήσας ἐφθάκει πρὸς τὸ Δορόστολον. ἦν δὲ πρὸ τῆς πόλεως ταύτης ἐστρατοπεδευκὼς ὁ τῶν Ῥὼς ἀρχηγὸς ὁ Σφενδοσθλάβος. ὡς οὖν εἶδον ἀλλήλας αἱ στρατιαί, συνερράγησαν ἐπ’ ἀλλήλας εὐθύς, καὶ τὸ μὲν πολὺ τῆς ἡμέρας ἄγχω [*](C) μάλως ἐμάχοντο, περὶ δὲ δείλην ὀψίαν ἀπειρηκότες οἱ Ῥὼς ἐνέκλιναν πρὸς φυγήν, καὶ οἱ Ῥωμαῖοι ἐδίωκον, πλεῖστοι μὲν οὖν τῶν βαρβάρων ἀπώλοντο, οὐ μείους δὲ ἐζωγρήθησαν , οἱ δ’ εἰς τὸ Δορόστολον ἐπᾶνήλθοσαν. καὶ ὁ βασιλεὺς πρὸ τῆς πόλεως πηξάμενος χάρακα τὰς τριήρεις τὸν Ἴστρον φυλαξούσας προσέμενεν, ἵνα μὴ οἱ Ῥὼς ἀποδράσαιεν. ὁ δὲ Σφενδοσθλάβος οὓς κατεῖχε Βουλγάρους, εἰς εἴκοσι χιλιάδας ὄντας, ὡς λέγεται, πάντας ὑπὸ δεσμοῖς ἐποιήσατο, δείσας μὴ ἐπανασταῖεν αὐτῷ ἤ τῷ βασιλεῖ προσχωρήσωσιν. ὡς δὲ καὶ ὁ στόλος παρῆν, ἐπολιόρκει τὴν πόλιν ὁ βασιλεύς. ἐκ Κωνσταντείας
99
δὲ καὶ φρουρίων ἑτέρων πρέσβεις πρὸς τὸν βασιλέα ἀφίκοντο αἰτοῦντες συγγνώμην καὶ ἑαυτοὺς παραδιδόντες αὐτῷ καὶ τὰ φρούρια. καὶ ταῦτα μὲν [*](D) οἶ Ῥωμαῖοι παρέλαβον, ἡ δὲ τοῦ Δοροστόλου πολιορκία ἐφ’ ἡμέρας διήρκεσε πλείονας, τῶν βαρβάρων εὐψύχως ἀνταγωνιζομένων. ὡς δ’ ἐκ τῶν πολέμων τῶν συνεχῶν πολλοὶ τραυματίαι γεγόνασιν, ἤδη δὲ αὐτοὺς καὶ τὰ ξωαρκῆ ἐπιλέλοιπεν , ἤρξαντο σφίσι θραύεσθαι τὰ φρονήματα. ἀλλ’ ὁ Σφενδοσθλάβος νύκτα φυλαξάμενος ἀσέληνον καὶ χειμέριον, ἐν μονοξύλοις ἄνδρας ἐμβιβάσας ὡσεὶ δισχιλίους, καὶ αὐτὸς ἐκείνοις συνεμβεβηκώς, ἀπῆλθεν ἐπισιτίσασθαι, καὶ συλλέξαντες τὰ χρειώδη εἰς τὸ Δορόστολον ἐπανῄεσαν. καί τινας τῶν Ῥωμαίων θεράποντας περὶ τὸν ποταμὸν ἐσκεδασμένους κατ’ ἄλλας καὶ ἄλλας χρείας ἰδόντες, ἐκβάντες τῶν πλοίων ἐνίους ἀπέκτειναν , καὶ λαθόντες αὖθις εἰς τὸ Δορόστολον ἐπανήλθοσαν. τοῦτο πάνυ τὸν βασιλέα ἐλύπησε, καὶ τοῖς τοῦ στόλου κατάρχουσιν ἐπιχόλως εἶχε, καὶ εἰ ἔτι λάθοιεν αὐτοὺς οἱ βάρβαροι ἀποπλεύσαντες, ἠπείλησε θάνατον εἶναι σφίσι τὸ ἐπιτίμιον. ἐφ’ ὅλαις δὲ ἡμέραις ἐξήκοντα πολιορκήσας τὴν πόλιν, καὶ μήπω ταύτην ἑλών, ἔγνω λιμῷ τοὺς ἔνδον καταγωνίσασθαι , καὶ περικάθηται ταύτην, ἐπιτηρῶ ’ν ἀκριβῶς ἵνα μήποθεν αὐτοῖς χρειῶδές τι κομισθῇ. οἶ δὲ βάρβαροι πολλάκις ἐκδρομὰς ποιησάμενοι ἥττηντο· ἐπεὶ δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο, καὶ οὔτε τῆς τῶν ἀναγκαίων ἦν αὐτοῖς χορηγίας ἐλπίς, οὐδὲ μέντοι γε συμμαχίας , οἱ μὲν ἀποδρᾶναι νυκτὸς συνεβούλευον , οἶ δὲ Ρωμαίοις ἑαυτοὺς πιστεῦσαι, καὶ οὕτως ἐπανελθεῖν εἰς τά ἴδια, οἶ δ’ ἄλλο τι ὑπετίθουν.

100

Ὁ δέ γ’ ἑ Σφενδοσθλάβος ἔτι ἅπαξ Ῥωμαίοις παρᾐνει [*](B) μαχέσασθαι, καὶ ἤ περιγενέσθαι τε καὶ σωθήσεσθαι ἢ προτιμῆσαι θάνατον εὐκλεᾶ ζωῆς δυστυχοῦς. ταῦτα ὁ μὲν εἶπε , τὸ δὲ πλῆθος ἐπῄνεσε, καὶ τῇ ἑξῆς θανατῶντες τοῖς Ῥωμαίοις προσπλέκονται, καὶ μέχρι πολλοῦ ποτὲ μὲν οἱ Ῥωμαῖοι περιεγίνοντο τῶν Σκυθῶν, ποτὲ δὲ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὡς δ’ ἐφράσατο τὴν τοῦ τόπου στενοχωρίαν ὁ βασιλεὺς τοῖς ἐναντίοις εἶναι πρὸς λυσιτέλειαν, μὴ οἵων τε ὄντων τῶν Ῥωμαίων ἐπιέναι αὐτοῖς ἀθρόων, τοῖς στρατηγοῖς ὑπέθετο τὰ τάγματα πρὸς τὸ πεδίον ἡρέμα ὑπάγειν χωροῦντα κατὰ βραχύ τοῦτο γενόμενον τοῖς βαρβάροις δειλίας τῶν Ῥωμαίων καὶ [*](C) φυγῆς παρέσχετο δόκησιν , καὶ εἴποντο ἀλαλάξαντες. ὡς δὲ πρὸς εὐρύτερον πεδίον ἐγένοντο, σύνθημα τοῖς Ῥωμαίοις ὁ βασιλεὺς ἐπιστροφῆς δέδωκε, καὶ ἀναστρέψαντες προσβάλλουσι τοῖς βαρβάροις, καὶ γίνεται φρικώδης ὁ πόλεμος. ὁ βασιλεὺς δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρὸν μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων ἀποκλεῖσαι τὴν πρὸς τὴν πόλιν εἴσοδον τοῖς βαρβάροις ἐκπέπομφεν. ἡ δὲ μάχη μέχρι πολλοῦ ἰσόρροπος ἢν. λέγεται δὲ θειοτέρας ἐπικουρίας τότε τοὺς Ῥωμαίους τυχεῖν. θύελλα γὰρ κατὰ πρόσωπον τοῖς Σκύθαις προσέβαλλε καί τις ἔφιππος ὡρᾶτο πολλοῖς τῶν Ῥωμαίων ὑπεραγωνιξόμενος καὶ συγκλονῶν τῶν βαρβάρων τὰς φάλαγγας. [*](D) ἦ ’ν δὲ κατὰ τὴν ἡμέραν τῆς μάχης ἐκείνης ἡ τοῦ στρατηλάτου Θεοδώρου τοῦ περιωνύμου ἐν μάρτυσι τελουμένη μνήμη τρέπονται οὑν οἱ Σκύθαι, καὶ πρὸς τὴν πόλιν ὡρμήκεσαν · ἀλλ’ ἦν ἐκείνη αὐτοῖς οὐκ εἰσιτητή, ἤδη γὰρ παρὰ τοῦ Σκληροῦ ἀπεκέκλειστο ἡ εἰς ταύτην εἰσέλευσις, καὶ λοιπὸν

101
ἐπὶ τὰ ταύτης προάστεια διεσκίδναντο καὶ καταλαμβανόμενοι διεφθείροντο καὶ ὑπ’ ἀλλήλων ἀπώλλυντο συνωθούμενοί τε καὶ συμπατούμενοι, ὡς δυσαρίθμους τοὺς ἀνῃρημένους εἶναι. οἶ δὲ περιλειφθέντες τραυματίαι γεγόνασι ξύμπαντες. ἐγνώσθη δὲ ὅτι ὁ στρατηλάτης Θεόδωρος ἦν, ὃς τοῖς Ῥωμαίοις τότε κατὰ τῶν βαρβάρων ἐπεκούρησέ τε καὶ συνεμάχησεν. ἐντεῦθεν γύναιόν τι εὐλαβείᾳ συνεξηκὸς καὶ σεμνότητι κατὰ τὸ Βυζάντιον μιᾷ πρὸ τῆς μάχης ταύτης ἡμέρᾳ ἔδοξε καθ’ ὕπνους τὴν ἁγίαν θεοτόκον ὁρᾶν προιοῦσαν καὶ προπεμπομένην ὑπό πολλῶν, ἀκοῦσαί τε τῆς θεομήτορος λεγούσης πρὸς ἕνα τῶν προιόντων αὐτῆς ‘‘κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης ἀγῶνας ἔχει βαρεῖς· σπεῦσον οὖν, αὐτῷ ἐπικούρησον.” ἐξέφηνεν οὖν τισιν ἡ γυνὴ τὸ ἐνύπνιον. οἱ δὲ τὴν ἡμέραν ἐσημειώσαντο, καὶ ἤν ἡ πρὸ τῆς τελευταίας μάχης. τὸν μάρτυρα δ’ ὁ βασιλεὺς τῆς βοηθείας ἀνταμειβόμενος ναὸν αὐτῷ κατὰ τὴν Εὐχάνειαν ἢ Εὐχάϊτα περικαλλῆ ἐδομήσατο, τὸν πρῴην καταβαλών , ἐν ᾧ τὸ πολύαθλον ἐκείνου σῶμα κατέθετο, καὶ τὴν πόλιν ἀντὶ τῆς προτέρας αὐτῆς κλήσεως Θεοδωρόπολιν ἐπωνόμασεν. ὁ δὲ βάρβαρος Σφενδοσθλάβος πάντοθεν ἀπογνοὺς διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, συγγνώμην αἰτῶν καὶ εἰς τὰ οἰκεῖα ἐπανελθεῖν ἐξαιτούμενος [*](B) καὶ τοῖς συμμάχοις Ῥωμαίων συντάττεσθαι καὶ τὸν βουλόμενον Σκύθην ἰέναι πρὸς τὰ Ῥωμαίων ἤθη καὶ ἐν αὐτοῖς ἐμπορεύεσθαι. καὶ ὁ βασιλεὺς τὰς αἰτήσεις προσήκατο καὶ πάσας ἐπλήρωσεν· εἶτα καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἀφίκετο πρὸς τὸν αὐτοκράτορα καὶ αὐτῷ συνωμίλησεν, ᾐτήσατό τ’ ἑ τοῖς Πατξινάκαις δηλῶσαι μὴ κωλῦσαι τοῖς Ῥὼς οἴκαδε
102
ἀπιοῦσι διὰ τῆς σφετέρας χώρας τὴν δίοδον. καὶ ὁ βασιλεὺς τοῦτ’ ἐκείνους ποιῆσαι ἠξίωσε καὶ συμμάχους ἔχειν αὐτούς, μηδὲ διαβαίνειν τὸν Ἴστρον καὶ τὴν Βουλγαρίαν ληίζεσθαι. οἱ δὲ τοῖς μὲν ἄλ- [*](C) λοις συνέθεντο, πρὸς δὲ τὴν δίοδον τῶν ῾Ρὼς ἀπηγόρευσαν.

Τοιούτῳ δὲ τέλει τοῦ πρὸς τοὺς ῾Ρὼς πολέμου καταλυθέντος ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε, καὶ ὑπεδέχθη λαμπρῶς ὑφ’ ὅλου τοῦ πολιτεύματος. ὅ τε γὰρ πατριάρχης προυπηντήκει αὐτῷ μετὰ τοῦ κλήρου παντὸς καὶ οἱ τῆς γερουσίας καὶ οἱ τοῦ δήμου, στεφάνους προσάγοντες καὶ τέθριππον ἅρμα, οἱ δ’ ἵπποι τούτου λευκοί, ἐδέοντό τε τοῦ ἅρματος ἐπιβεβηκότα τελέσαι τὸν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους ἐδέξατο, ἵππῳ τε κέλητι καὶ τούτῳ λευκῷ ἐθριάμβευσε, τῷ δέ γε τεθρίππῳ τὰς βασιλικὰς στολὰς τῶν Βουλγάρων βασιλέων ἐπέθετο, [*](D) καὶ τούτων ἄνωθεν εἰκόνα τῆς θεομήτορος, καὶ προῄει τὸ ἅρμα. κατὰ δὲ τὴν Πλακωτὴν λεγομένην γενόμενος ἀγορὰν ἀπέδυσε τόν Βορίσην τὰ τῆς παρὰ τοῖς Βουλγάροις βασιλείας παράσημα καἰ τῷ τῶν μαγίστρων ἐτίμησεν ἀξιώματι. ὁ μέντοι Σφενδοσθλάβος μετὰ τῶν ῾Ρὼς ἐπ’ οἴκου ἀναζευγνὺς λόχοις περιπίπτει τῶν Πατξινάκων, καὶ πάντες ἀθρόοι ἀπώλοντο. οὗτος ὁ βασιλεὺς τὸν ἐν τῇ Χαλκῇ ναόν τοῦ σωτῆρος Χριστοῦ μεγαλοπρεπῶς ἐδομήσατο. τοῦ δὲ πατριάρχου Βασιλείου ἐπί τισι κατηγορηθέντος ἐγκλήμασι, καὶ καθαιρεθέντος συνοδικῶς μετὰ τέσσαρας ἐνιαυτοὺς τῆς αὐτοῦ προχειρίσεως, ἐχειροτονήθη πατριάρχης ὁ Στουδίτης Ἀντώνιος. ὅτι δὲ αἱ προσκτηθεῖσαι ῾Ρωμαίοις πόλεις κατὰ τὴν ἕω πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὸν τῆς δουλείας ζυγὸν

103
ἀπεσείσαντο καὶ τοὺς δεσμοὺς διέρρηξαν τῆς τῶν ῾Ρωμαίων ἀρχῆς, ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ οὓς μὲν ἀπραγμόνως ὑποκύψαντας αὖθις, οὓς δὲ σιδήρῳ καὶ ἀνάγκῃ πολλῇ τῷ ζυγῷ τῆς τῶν ῾Ρωμαίων ἀρχῆς ὑπηγάγετο. ἀναζευγνὺς δ’ ἐκεῖθεν, καὶ γενόμενος κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸ Ποδανδόν, ὁρῶν τε κἀνταῦθα καὶ ἐν ἄλλαις χώραις πολλαῖς χωρία πολυάνθρωπά τε καὶ πάμφορα, ἠρώτα οὗ εἶεν. καὶ μανθάνων ὅτι τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου, τὰ μὲν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Φώκα, τὰ δὲ παρ’ αὐτοῦ δομεστίκου τυγχάνοντος τῶν σχολῶν, τὰ δὲ παρ’ ἑτέρων προσκτηθέντα τῇ βασιλείᾳ καὶ δωρηθέντα αὐτῷ, ἤλγησέ τε [*](B) καὶ δεινὸν εἶπεν εἰ τῶν δημοσίων κτημάτων καὶ ἐφ’ οἷς πολλοὶ μὲν ἔπεσον ἀγαθοὶ ἄνδρες, πολλοὶ δὲ ἐκακουχήθησαν, εἷς ἐκτομίας καταπολαύει. ταῦτα παρά του τῷ παρακοιμωμένῳ iκαταγγελθέντα πρὸς ἐπιβουλὴν τοῦ βασιλέως αὐτὸν ἀνηρέθισαν, καί τι δηλητήριον κερασάμενος φάρμακον, οὐ δραστήριον οὐδ’ ὠκύμορον, ἀβληχρὸν δὲ καὶ χρόνῳ τὸν πεπωκότα κατεργαζόμενον, καὶ ὑπελθὼν δώροις τὸν οἰνοχοεύειν εἰωθότα τῷ βασιλεῖ, ἐγχεῖ τοῦτο τοῦ κρατοῦντος τῇ κύλικι, ὅ ποθὲν κατὰ βραχὺ τὴν τοῦ πιόντος ἐσίνετο δύναμιν καὶ διέφθειρε τὴν ἕξιν τοῦ σώματος, ἕως συνήλασε καὶ εἰς τὸν μόρον τὸν αὐτοκράτορα. οὕτως οὖν τῶν τῇδε μεταστὰς ὁ Τζιμισκῆς Ἰωάννης καταλείπει τὴν βασιλείαν τοῖς κληρονόμοις αὐτῆς [*](C) τῷ Βασιλείῳ δηλαδὴ καὶ τφ͂ Κωνσταντίνῳ τοῖς υἱέσι τοῦ ῾Ρωμανοῦ, βασιλεύσας ἔξ πρὸς τῷ ἡμίσει ἐνιαυτούς. ὃ δέ γε μικροῦ διέλαθεν ἄν, ἥκω διηγησόμενος. ὅπως μὲν οὖν ὁ κουροπαλάτης Λέων ὁ Φωκᾶς καὶ ὁ ἐκείνου υἱὸς ὁ Νικηφόρος κατακρι-
104
θέντες ἐκτύφλωσιν οὐκ ἐστερήθησαν τοῦ φωτός, λάθρᾳ τοῦτο τοῦ βασιλέως περὶ αὐτῶν ἐπισκήψαντος, ἤδη ἱστόρηται. ἔχοντες δ’ ἔτι τὰ ἑαυτῶν ἀλώβητα ὄμματα οὐκ ἠγάπων σωζόμενοι, ἀλλὰ τῇ βασιλείᾳ καὶ πάλιν ἐπιθέσθαι διεμελέτων, πολλοὺς τῶν περὶ τὴν πόλιν καὶ τὰ βασίλεια ἑαυτοῖς ὁμοφρονοῦντας κτησάμενοι. ἀΠ’ ἐφωράθησάν τ’ ἑ καὶ συνεσχέθησαν, ἑνὸς τῶν συνωμοτῶν τὸ μελέτημα συνεσχέθηλαντος, [*](D) οὐκέτι γοῦν φιλανθρωπίας ἠξίωντο , ἀλλ’ ἀσυμπαθῶς τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν, καὶ τοῦτο τέλος αὐτοῖς τῆς εὐτυχίας καὶ τοῦ περὶ τὴν βασιλείαν ἐγένετο ἔρωτος.

Ἁποκατέστη τοίνυν τὸ τῶν Ῥωμαίων σκῆπτρον τοῖς τούτῳ κατὰ γένος προσήκουσι, τῷ Βασιλείῳ καὶ τῷ Κωνσταντίνῳ φημί, ὧν ὁ μὲν εἰκοστὸν ἤνυε τῆς ἡλικίας ἐνιαυτόν, ὁ δέ γε Κωνσταντῖνος ἑπτακαιδέκατον. ἀλλ’ οὗτοι μὲν τὰ τῆς βασιλείας περιέκειντο σύμβολα, τὴν δ’ ἐξουσίαν ὁ πρόεδρος Βασίλειος περιέξωστο ἀτεχνῶς. ἠνείχετο δὲ ὁ Βασίλειος μήπω πεποιθὼς ἑαυτῷ, καὶ οἶον παιδοτρίβῃ τῷ παρακοιμωμένῳ προσεῖχε καὶ ἑαυτὸν ἐρρύθμιζε πρὸς τὴν ἐκείνου τῶν δημοσίων πραγμάτων μεταχείρισιν καὶ διοίκησιν, ὡς ἂν καιροῦ καλοῦντος οὕτω καὶ αὐτὸς τὰ περὶ τοὺς στρατιωτικοὺς καταλόγους καὶ τὰ τῆς πολιτικῆς εὐνομίας μεταχειρίσηται. ἦν γὰρ τὸ ἦθος ἐγρηγορὼς καὶ δραστήριος, ἀλλ’ οὐκ ἀνειμένος κατὰ τὸν ἀδελφὸν καὶ περὶ τὸν ἀργὸν βίον ἐσχολακώς. ἄρτι γοῦν εἰς τοὺς ὁμαίμονας τούτους περιέστη περιέστη τὸ κράτος καὶ αὐτίκα ἐκ τῆς ὑπερορίας τὴν τούτους κατάγει τεκοῦσαν ὁ πρόεδρος καὶ τοῖς υἱοῖς ἀποδίδωσιν. ὑποπτεύων δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρόν, στρατηλάτην ὄντα καὶ πάσας

105
ὑφ’ ἑαυτὸν ἔχοντα τὰς ἑῴας δυνάμεις, ἀφαιρεῖται μὲν αὐτοῦ τὴν τοῦ στρατηλάτου ἀρχήν, δοῦκα δὲ Μεσοποταμίας αὐτὸν προχειρίζεται. τοῦτο σφόδρα ἠνίασε τὸν Σκληρόν, καὶ ἄλλως ἀεὶ τρέφοντα παρ’ ἑαυτῷ τῆς βασιλείας τὸν ἔρωτα πρὸς ἀποστασίαν ἠρέθισε. καταλαβὼν οὖν τὴν ἀρχὴν εἰς ἣν προεβέβλητο [*](B) πολλοῖς ἀνεκάλυψε τὸ ἀπόρρητον. φιλούμενος δὲ διὰ τὰς ἀριστείας ὑπὸ παντὸς τοῦ στρατεύματος πειθηνίους εἶχε σχεδὸν ἅπαντας. ὅτι δ’ ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων ὁ παῖς αὐτοῦ ῾Ρωμανός, ἔσπευσε σχεῖν κἀκεῖνον παρ’ ἑαυτῷ, καὶ στείλας λάθρᾳ τινὰ ἠδυνήθη καὶ τὸν υἱὸν λαθόντα ὑπαγαγέσθαι, καὶ αὐτίκα τῇ τυραννίδι ἐπικεχείρηκε, ταινίᾳ τε βασιλείῳ τὴν κεφαλὴν ἀναδεῖται καὶ φοινικοῖς πεδίλοις τοὺς πόδας ὑποδεῖται, καὶ εὐφημεῖται ὡς βασιλεύς, καὶ χρήματα συλλέξαι ποιεῖται σπουδήν, καὶ συμμάχους προσειλήφει, τόν τε τῆς Ἀμίδης ἀμηρᾶν, οὕτω γὰρ τὸ Ἐμὲτ καλεῖται, καὶ [*](C) τὸν τῆς Μαρτυρουπόλεως, ἡ δὲ Μιεφερκεὶμ ὀνομάζεται, ἀλλὰ μέντοι καὶ Ἄραβας. τούτους οὖν συμπαραλαβὼν ἠπείγετο πρὸς τὴν Κωνσταντίνου, ἐλπίσι χρησταῖς αἰωρούμενος, ἃς καὶ ἄλλοθεν ἔθαλπε, μᾶλλον μέντοι ἐξ ὀνείρου τινὸς μοναχοῦ ἀρετὴν μετιόντος. ἔδοξε γὰρ ἐκεῖνος ὁρᾶν τὸν Σκληρὸν γυναικί τινι ἐφ’ ὑψηλῆς καθημένῃ περιωπῆς προσελθειν, τὴν δὲ μάστιγα αὐτῷ ἐγχειρίσαι βασιλικήν. ἡ μάστιξ δ’, ὡς ἔοικεν, ἦν σύμβολον τῆς θείας ὀργῆς καὶ τῆς ἐκ τῶν ἐμφυλίων πολέμων τῶν ῾Ρωμαίων φθορὰς, ἣν ὁ Σκληρὸς δηλοῦν τὴν βασιλείαν ἐνόμιζε, πρὸς τὴν οἰκείαν ἔφεσιν κρίνων τὸ ὅραμα. τῆς δὲ περὶ τῆς τυραννίδος τοῦ Σκληροῦ [*](D) φήμης φθασάσης πρὸς τοὺς κρατοῦντας ἡτοι-
106
μάζετο τὸ περιλειφθὲν στρατιωτικὸν ἀντικαταστῆναι τῷ ἀποστάτῃ. ἐν τοσούτῳ δὲ στέλλεται πρὸς ἐκεῖνον ὁ Νικομηδείας ἀρχιερεὺς πρεσβεύσων, καὶ πολλὰ μὲν ἐπαγωγὰ πρὸς εἰρήνην διειλέχθη αὐτῷ, ἀλλ’ οὐκ ἔπεισε. δείξας γὰρ αὐτῷ ὁ Σκληρὸς τὸ κοκκοβαφὲς πέδιλον ἀδύνατον εἶπε τὸν ἅπαξ τοῦτο ὑποδησάμενον ῥᾷον ἀποβαλεῖν. ἱͅταύτην τὴν ἀπόκρισιν ὡς ἔγνων οἱ περὶ τὰ βασίλεια, ἐξ ἀνάγκης πρὸς μάχην ὡρμήκεσαν. ἦν δὲ τῆς βασιλικῆς δυνάμεως στρατοπεδάρχης ὁ ἐκτομίας Πέτρος ὁ τοῦ Φώκα, οὗ καὶ πρῴην ἐμνήσθημεν. ὡς γοῦν ἀλλήλοις ἀντεστρατοπεδεύσαντο τὰ στρατεύματα παρὰ Λιπάραν, ἣ καὶ Λυκανδὀν ὠνομάζετο, καὶ πρὸς ἄλληλα συνερράγησαν, ἐπὶ μέν τινα καιρὸν ἀντεῖχον οἱ βασιλικοὶ γενναίως, ἔπειτα τρέπονται καὶ ἀναιροῦνται πολλοί, καὶ τὸ στρατόπεδον ὑπὸ τοὺς ἐναντίους γενόμενον διαρπάζεται. εἶτα καὶ τὴν Τζαμανδὸν πολυπληθῆ πόλιν ἐκ προσελεύσεως τῶν οἰκούντων αὐτὴν εἰληφὼς χρημάτων ἐσμὸν ἐξ αὐτῆς συνηθροίκει. οὕτω δὲ περιγενόμενος τοῦ στρατεύματος τοῦ βασιλικοῦ πολλοὺς ἐκ τούτου πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἀπεγνωκότας ἤδη τὰς σωζούσας ἐλπίδας περὶ τοῖς βασιλεῦσι, καὶ αὐτῷ προσερρύησαν οὐ τῶν ἀνωνύμων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν περιωνύμων πολλοί. ὡς δὲ ταῦτα τῷ παρακοιμωμένῳ ἠγγέλθησαν, στέλλεται αὖθις Λέων ὁ πρωτοβεστιάτιος, ἄκρατον ἐξουσίαν ἐμπιστευθεὶς καὶ πάντα πράττειν ὅσα καὶ βασιλεῦσιν ἀνεῖται ἄδειαν εἰληφώς, εἶπεν ἄν τις τῇ Λατίνων φωνῇ τόν ἄνδρα [*](B) δικτάτωρα, καὶ συνελθὼν τῷ στρατοπεδάρχῃ ὁ πρωτοβεστιάριος 30 ἐπειράθη μὲν ὑποσχέσεσι καὶ τιμαῖς τοὺς περὶ τὸν Σκληρὸν ἐπισπάσασθαι· ὡς δ’ ἀνη-
107
νύτοις ἔγνω ἐπιχειρεῖν, παρελάσας νυκτὸς τὸν Σκλη- ρὸν ἐχώρει πρὸς τὴν Ἀνατολήν. ἐντεῦθεν δέος τοὺς περὶ τὸν Σκληρὸν εἶλε περὶ τῶν φιλτάτων αὐτῶν, καὶ τὸν ἀποστάτην καταλιμπάνοντες τῷ πρωτοβεστιαρίῳ προσῄεσαν. κὰκ τούτου δείσας ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτξην(??) προσκεχωρηκότα αὐτῷ καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετὰ στρατιᾶς ἔπεμψε κατὰ τοῦ πρωτοβεστιαρίου. οἳ προσβαλόντες ἐκείνῳ ἡττήθησαν. ὡς δ’ ἐγνώσθη τῷ Σκληρῷ ἡ τῶν πεμφθέντων ἧττα, αὐτὸς σὺν παντὶ τῷ ὑπ’ αὐτὸν στρατεύματι κατὰ τοῦ πρωτοβεστιαρίου χωρεῖ, καὶ συρρήγνυται τῇ μετ’ [*](C) αὐτοῦ στρατιᾷ καὶ νικᾷ. καὶ ὁ μὲν στρατοπεδάρχης Πέτρος ἂν ᾖ ρητο, ὁ δὲ πρωτοβεστιάριος ἑαλώκει. αὕτη ἡ νίκη ἐπὶ μέγα μὲν ἦρε τὰ τοῦ Σκληροῦ, τὰ δὲ τῶν βασιλέων εἰς ἀπόγνωσιν ἤνεγκε, καὶ μᾶλλον ὅτι καὶ ἐθαλασσοκράτει ὁ ἀποστάτης. στόλον οὖν ὁ παρακοιμώμενος ἑτοιμάσας ἐκπέμπει κατὰ τοῦ στόλου τοῦ ἀποστάτου, καὶ ναυμαχίας γενομένης ὁ στόλος ὁ τοῦ Σκληροῦ κατεναυμαχήθη καὶ διεσκέδαστο. ὡς οὖν ἠρέμει τὰ κατὰ τὴν θάλασσαν, τὰ κατὰ τὴν ἤπειρον ὁ παρακοιμώμενος διετίθετο, καὶ τὸν Ἐρωτικὸν εἰς Νικαίαν ἔπεμψε τὴν τῆς Βιθυνίας μητρόπολιν, ταύτην φρουρήσοντα, ᾗ προσβαλὼν ὁ Σκληρὸς ἀπεκρούσθη, καὶ λιμῷ τοὺς ἐν αὐτῇ προδοῦναι ταύτην ἠλπίκει, καὶ μέντοι ἐχρονοτριβήθη [*](D) ἐκεῖ, σιτοδείᾳ τοὺς ἔνδον πιέζεσθαι παρεσκεύασεν ἔγνω γοῦν ὁ Ἐρωτικὸς ἀπάτῃ καταστρατηγῆσαι στρατηγῆσαι τὸν ἐναντίον, καὶ τοὺς σιτῶνας ψάμμου ἐπλήρωσε, καὶ τὴν ψάμμον σίτῳ ἐπέχρωσεν, ὡς δοκεῖν τὸν ὄγκον ἅπαντα σῖτον εἶναι. ἔχων οὖν τινας ἁλωτοὺς ἐκ τοῦ στρατοπέδου τῶν ἐναντίων, αὐτοῖς
108
τοὺς σιτῶνας οὐδ’ ἡμιδεεῖς ὄντας ὑπέδειξε, καὶ δι’ αὐτῶν ἐδήλωσε τῷ Σκληρῷ μὴ δεδιέναι τὴν πολιορκίαν τήν ἐκ λιμοῦ. ‘’εἰ δέ μοι” ἔφη ‘‘πίστεις δοίης μεθ’ ὧν βούλομαι παραχωρῆσαί μοι ἀπελ- θεῖν, ὑπεκστήσομαί σοι τῆς πόλεως τὰ σὰ φρονῶν.” περιχαρῶς τούτων ἤκουσεν ὁ Σκληρὸς καὶ πίστεις αὐτῷ παρέσχε, κἀκεῖνος τούς τ’ ἑ πλείους τῆς πόλεως καὶ τοὺς σὺν αὐτῷ στρατιώτας παρειληφὼς τῆς πόλεως ἔξεισι, καὶ πρὸς τὴν μεγαλόπολιν ἄπεισι, καὶ ὁ Σκληρὸς εἴσεισιν εἰς τὴν Νικαίαν, καὶ τότε ἔγνω καταστρατηγηθείς. ὁ δέ γε παρακοιμώμενος, τοῦ Σκληροῦ ἐκεῖθεν ἀπάραντος καὶ τῇ βασιλευούσῃ τῶν πόλεων πλησιάζοντος, ἀμηχανῶν ἦν. γνωσιμαχήσας οὖν τὸν Φωκᾶν Βάρδαν ἐκ τῆς ὑπερορίας ἀνεκαλέσατο, καὶ ὅρκοις αὐτὸν φρικώδεσιν ἐνδησάμενος καὶ παλαμναιοτάταις ἀραῖς μὴ ἄν ποτε τῇ βασιλείᾳ ἐπιθέσθαι μηδὲ κατὰ τῶν βασιλευόντων βουλεύσασθαι, ταῖς περιλοίποις δυνάμεσι τὸν ἄνδρα ἐφίστησι, μάγιστρόν τε τιμήσας καὶ χρήματα δαψιλῆ παρασχόμενος καὶ τὴν κατὰ τοῦ Σκληροῦ ἑ μάχην αὐτῷ ἀναθέμενος. ἄπεισιν οὖν ὁ Φωκᾶς. ὁ Σκληρὸς δὲ τοῦτο μαθὼν τότ’ ἔγνω μέλλων μαχέσασθαι [*](B) πρὸς ἀνταγωνιστὴν ἀξιόμαχον, καὶ ἄρας ἀπῄει, καὶ περὶ τὸ Ἀμόριον συμπλέκεται τῷ Φωκᾷ, καὶ γίνεται μάχη τῶν στρατευμάτων, καὶ ἤσαν ὑπερτεροῦντες οἶ τοῦ Σκληροῦ, οἱ δὲ περὶ τὸν Φωκᾶν τὰ νῶτα ἔτρεψαν. καὶ οὕτω μὲν τὰ τῆς μάχης ταύτης συμβέβηκε. τῇ δ’ ἑξῆς οἱ τῶν στρατευμάτων ἐξάρχοντες αὐτοὶ πρὸς ἀλλήλους μαχέσασθαι εἴλοντο καὶ τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ παντὸς ἀναδέξασθαι. ἐπῆλθον 3 οὖν ἀλλήλοις, καὶ πρῶτος ἔφθη παίσας τὸν Φωκᾶν Σκληρός, ὡς μὲν ἔ ἔνιοι λέγουσι, κορύνη κατὰ
109
τῆς κεφαλῆς, ὡς δ’ ἕτεροι, ξίφος ἐπανετείνετο κατ’ αὐτοῦ, τοῦ δὲ κλιθέντος πρὸς θάτερον μέρος καὶ τὴν πληγὴν ἐκκλίναντος, ἔφθασε τὸ τοῦ ξίφους ἄκρον τὸ οὖς ἐκτεμεῖν τοῦ ἵππου τοῦ τοῦ Φώκα. ὁ [*](C) δέ γε Φωκᾶς ἀντέπληξε τὸν Σκληρὸν κορύνῃ κατὰ τῆς κεφαλῆς, καὶ ὁ πληγεὶς σκοτοδινιάσας τῷ τοῦ ἵππου τραχήλῳ ἐπέπεσεν, ὃν οἱ περὶ αὐτὸν κακῶς ἔχοντα θεασάμενοι καὶ τῷ ἐκ τῆς πληγῆς αἵματι πεφυρμένον, περιστάντες συνέσχον καὶ ἀπήγαγον εἰς ἴ’ πηγήν , ἀνακτησόμενοί τε λειποψυχοῦντα τὸν ἄνδρα τῶ ὕδατι καὶ τὸ καταρρεῦσαν τοῦ αἵματος ἀπορρύψοντες, καὶ τοῦ ἵππου ἐκεῖνον ἀποβιβάσαντες ἐποίουν τὰ εἰρημένα. ἐν τούτῳ δ’ ὁ ἵππος ὁ τοῦ Σκληροῦ τὸν κατέχοντα ἐκφυγὼν καὶ ἀποσκιρτήσας ἐπιβάτου χωρὶς ἐκρόαινεν ἀνὰ τὸ στρατόπεδον αἵματι τὴν χαίτην διάβροχος, ὃν ἰδόντα τὰ τοῦ Σκληροῦ στρατεύματα, ἐπίσημος γὰρ ἦν ὁ ἵππος, κεκλημένος Αἰγύπτιος, [*](D) καὶ οἰηθέντα πεσεῖν τὸν ἑαυτῶν ἡγεμόνα, ἀκρατῶς ὡρμήκεσαν πρὸς φυγήν. κατανοήσας δὲ τὸ γινόμενον ὁ Φωκᾶς ἔπεισι τοῖς φεύγουσι τοὺς οἰκείους παραθαρρύνας , καὶ πολλοὶ μὲν ἀνῄρηντο ὑπὸ τῶν ἀντιπολέμων, πολλοὶ δὲ καὶ ἡλίσκοντο, πλείους δ’ ὑέ ἀλλήλων ἐκτείνοντο συμπατούμενοι. ἐντεῦθεν ἐντεῦθεν ὁ Σκληρὸς ἐξαπορηθεὶς μετὰ τῶν περιλειφθέντων καταφεύγει πρὸς Χοσρόην τὸν Βαβυλώνιον. τοῦτο μαθὼν ὁ βασιλεὺς ἔπεμψε πρὸς Χοσρόην, ἀξιῶν μὴ προσδέξασθαι τὸν τυραννήσαντα καὶ κατὰ τοῦ οἰκείου δεσπότου γενόμενον, ἵνα μὴ καὶ καθ’ ἑαυτοῦ ὑπόδειγμα δοίη οὐκ ἀγαθόν. ἔφερε δ’ ὁ πεμφθεὶς καὶ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ ἔγγραφα τῇ βασιλικῇ βεβαιωθέντα χειρί, ἀμνηστίαν αὐτοῖς τῶν πεπραγμένων
110
εύοντα, εἰ ἀποσταῖεν τῆς ἐγχειρήσεως καὶ τῷ βασιλεῖ ὑποκύψαιεν. ταῦτα τὰ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ ἐκείνου βασίλεια γράμματα ὡς ἔγνω ὁ Βαβυλώνιος, αὐτόν τε τὸν τὴν πρεσβείαν πληροῦντα καὶ τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ στρατιώτας καθείργνυσιν. ἐνταῦθα μὲν οὖν τότε τὰ τῆς ἀποστασίας ἔληξε τῷ Σκληρῷ.

Ἀντωνίου δὲ τοῦ πατριάρχου τὴν ἱερωσύνην ἀπειπαμένου, ἣν ἐπὶ ἔτη ἥνυσεν ἔξ. καὶ μετὰ μικρὸν τελευτήσαντος τέσσαρσι πρὸς τῷ ἡμίσεί ἐνιαυτοὺς ἀρχιερέως ἡ ἐκκλησία ἐχήρευεν, εἶτα ὁ Χρυσοβέργης Νικόλαος προκεχείριστο. τὰ δὲ Βουλγάρων αὖθις κεκίνητο· ὡς γὰρ ἡ τοῦ Τζιμισκῆ καγήγγελτο τελευτή, τέσσαρσιν ἀδελφοῖς ἀνατιθέασι τὴν σφετέραν ἀρχήν, Δαβέδ, Μωυσῇ, Ἀαρών τε καὶ Σαμουὴλ, οἳ κομητόπωλοι ὠνομάζοντο, ὅτι υἱοὶ γεγόνασιν ἑνὸς τῶν παρ’ αὐτοῖς ἐπισήμων καὶ λε- [*](B) γομἐνων κομήτων. οἱ γὰρ ἐκ τοῦ βασιλείου γένους σφίσιν ἐπιλελοίπασι, μόνου περιλειφθέντος ἑνὸς τῶν παίδων τοῦ Πέτρου, φημὶ δῆτα τοῦ ῾Ρωμανοῦ , ὃς ἐκτομίας ἦν, τῶν δὲ τεσσάρων συγγόνων τῶν κομητοπώλων ὁ μὲν Δαβὶδ τάχιστα τὴν ζωὴν ἐξεμέτρησεν, ὁ δέ γε Μωυσῆς τὰς Σέρρας πολιορκῶν λίθῳ βάλλεται, καὶ θνήσκει εὐθύς. τὸν δ’ Ἀαρὼν παγγενῆ τοῦ βίου ἐξήγαγεν ὁ ἀδελφὸς Σαμουὴλ, ἢ τὴν ἀρχὴν ἑαυτῷ μόνῳ περιποιούμενον ἢ τὰ ῾Ρωμαίων αἱρούμενον, λέγεται γὰρ καὶ ἀμφότερα, ἑνὸς μόνου τῶν παίδων ἐκείνου περισωθέντος, ὃς Σφεν- [*](C) δοσθλάβος καὶ Ἰωάννης διωνύμως ἐκέκλητο. καὶ ἡ τῆς Βουλγαρίας ἀρχὴ εἰς μόνον περιέστη τὸν Σαμουήλ, ὃς τῶν ῾Ρωμαϊκῶν στρατευμάτων τοῖς ἐμφυλίοις ἀσχολουμένων ἄδειαν εὑρηκός τὰ τῆς ῾Ρω-

111
μαϊκῆς ἡγεμονίας ἑσπέρια ξύμπαντα περιῄει, οὐ ληιζόμενος μόνον, ἀλλὰ καὶ τὰς χώρας ἄμα καὶ τὰς πόλεις περιποιοῦ μένος ἑαυτῷ. ἐπεὶ δέ, ὡς ἱστόρηται, τὴν τοῦ Σκληροῦ τυραννίδα ὁ βασιλεὺς ἀπεσείσατο, ὤργα πρὸς ἄμυναν τοῦ βαρβάρου, καὶ δι’ ἑαυτοῦ ἔδοξεν αὐτῷ τὴν ἐκστρατείαν ποιήσασθαι. ἔξεισιν οὖν μήτε τῷ μαγίστρῳ Βάρδᾳ τῷ Φωκᾷ, καίτοι δομεστίκῳ ὄντι τῶν σχολῶν τῆς ἀνατολῆς, περὶ τῆς πράξεως κοινωσάμενος μήτε μὴν ἑτέρῳ τῶν ἑῴων στραταρχούντων δυνάμεων. ἤδη δὲ πρὸς τὰ τὰ Βουλγάρων εἰσιὼν τὸν μάγιστρον Λέοντα τὸν [*](D) Μελισσηνὸν κατόπιν ἐκέλευσεν εἶναι καὶ τὰς δυσχωρίας τηρεῖν· αὐτὸς δ’ εἰσελθὼν τῇ πολιορκίᾳ τῆς Σαρδικῆς, αὕτη δ’ ἐστὶν ἡ Τριαδίτξα, ἐπιχειρεῖν ἡτοιμάξετο. τῶν δυτικῶν δὲ ταγμάτων δομέστικος ὢν ὁ Κοντοστέφανος Στέφανος, καὶ λογισάμενος ὡς εἰ εὐτυχηθείη τὰ τῆς στρατείας τῷ βασιλεῖ, οὐκ ἄν ποτε παύσαιτο δι’ ἑαυτοῦ τοὺς πολέμους διατιθέμενος, καὶ οὔτ’ αὐτὸς οὔθ’ οἶ λοιποὶ στρατιάρχαι ὢ ἔτι αὐτῷ λόγου πολλοῦ νομισθήσονται ἄξιοι, σφῆλαί οἶ διεμελέτησε τὴν ἐπιχείρησιν καὶ τὴν ὁρμὴν ἀνακόψαι. προσελθὼν οὖν φησι τὸν Μελισσηνὸν τυραννίδι ἐπιχειρεῖν καὶ ἀπιέναι σὺν ταχυτῆτι πρὸς τὸ Βυζάντιον τὴν βασιλείαν καθέξοντα, καὶ ἠξίου μὴ μέλλειν, ἀναζευγνύειν δὲ καὶ μὴ ὑπερτίθεσθαι. τοῦτο τὸν βασιλέα ἐτάραξε καὶ ἐπάνοδον ἐσήμανε τῷ λαῷ. ὁ δέ γ’ ἑ Σαμουὴλ ταῖς τῶν ὀρέων ἐμφιλοχωρῶν κορυφαῖς, οὐ γὰρ ἐθάρρει κατὰ συστάδην μαχέσασθαι, καὶ τὴν ἀθρόαν ἀναζυγὴν ἰδών, δειλίαν ἔκρινε τὸ πραττόμενον , καὶ ἔπεισι τοῖς Ῥωμαίοις, καὶ τῷ ἀνελπίστῳ ἅπαντας κατεθρόησε καὶ εἰς φυγὴν ἔτρεψε, καὶ τῆς τ’ ἑ παρεμβολῆς ἐκράτησε
112
καὶ τῆς σκηνῆς τῆς βασιλικῆς καὶ τῶν παρασήμων τῆς βασιλείας. ὁ δὲ βασιλεὺς μόλις εἰς Φιλιππούπολιν διασέσωστο, κἀκεῖ τὸν Μελισσηνὀν εὑρηκὼς κατὰ τοῦ Κοντοστεφάνου ἐξώργιστο καὶ ὕβρεις κατέχεε τοῦ ἀνδρός. ὁ δὲ δυσανασχετῶν ἐτραχύνετο, καὶ ἀναζέσας ὁ βασιλεὺς τῷ θυμῷ ἀνέθορέ τε τοῦ θρόνου καὶ τῆς κόμης τοῦ Κοντοστεφάνου δραξάμενος καὶ τοῦ πώγωνος προσήραξε τὸν ἄνδρα τῇ [*](B) γῇ. ἐντεῦθεν οἱ τῶν δυνάμεων τῶν Ῥωμαϊκῶν προεξάρχοντες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς, ὅτι αὐτῷ αἱ ἐλπίδες ὑπέρρεον καὶ τὸ τῆς παροιμίας ἐπὶ τὰ Μανδραβόλου ἐχώρουν, οἱ δὲ ὅτι ὑπερηφάνως αὐτοῖς προσεφέρετο καἰ οὐκ ἐκοινώνει σφίσι τῶν βουλευμάτων, οἱ δὲ δι’ ἕτερ’ ἄττα, ἐν τῷ Χαρσιανῷ συναθροίζονται, καὶ τῷ Φωκᾲ Βάρδᾳ διάδημα περέθεντο καὶ τῆς βασιλείας ἠξίωσαν. καὶ οἱ μὲν τὰ τῆς ἀποστασίας, ὡς αὐτοῖς ἐδόκει, εὑ διετίθεντο. ὁ δέ γε Σκληρὸς ἐν Βαβυλῶνι φρουρούμενος ἀνελπίστως ἐξάγεται τῆς φρουρᾶς. τῆς γὰρ τῶν Περσῶν ἀρχῆς καταλυθείσης ὑπὸ Σαρακηνῶν, ἀνήρ τις Πέρσης, Ἰναργος ὄνομα, λόγοις παρακινήσας τὸ [*](C) Περσικὸν πείθει ἀποστατῆσαι τῆς τῶν Σαρακηνῶν δουλείας καὶ ὅπλα ἄρασθαι κατ’ αὐτῶν, αὐτοῦ τοῦ Ἰνάργου στρατηγοῦντος αὐτῶν. πολλάκις μὲν οὖν ὁ Χοσρόης τοῖς Πέρσαις ἀντηγωνίσατο, τοσαυτάκις δ’ ἡττήθη ὁσάκις σφίσι προσέμιξε, καὶ ἀπογνοὺς πρὸς τοὺς ἐμφρούρους καταφεύγει Ῥωμαίους καὶ ἀνίησι μὲν αὐτοὺς τῆς εἱρκτῆς, διαλέγεται δὲ τῷ Σκληρῷ περὶ τοῦ πολέμου καὶ μὴ μνησικακῆσαι τῆς κακώσεως αὐτῷ ἀξιοῖ. ὁ δὲ πρότερον μὲν παρῃτεῖτο τεῖτο τὸν πόλεμον, εἶτ’ ἐγκειμένου τοῦ Βαβυλωνίου κατανεύει μέν, σὺν μόνοις δὲ τοῖς ῾Ρωμαίοις ὑπέσ-
113
χετο τὸν πόλεμον ὑπελθεῖν. καὶ ἠρευνῶντο τοίνυν τὰ δεσμωτήρια, καὶ ὅσοι εὕρηντο ἐν αὐτοῖς Ῥωμαῖοι, ἐξήγοντο καὶ ὡπλίζοντο ἴ’ καὶ ὡσεὶ τρισχίλιοι [*](D) συνηθροίσθησαν, οὓς παρειληφὼς ἐχώρησε κατὰ τῶν Περσῶν, καὶ συμβαλὼν νικᾷ· ἀναζεῦξαι δὲ πρὸς τὸν Χοσρόην οὐκέτ’ ἔκρινεν οὔτ’ αὐτὸς οὔθ’ οἱ μετ’ αὐτοῦ· ἐδεδοίκεσαν γὰρ μὴ καὶ αὖθις αὐτοὺς καθείρξει ὁ βάρβαρος, καὶ μᾶλλον ὅτι ἐν πείρᾳ γέγονε τῆς αὐτῶν γενναιότητος. εἴχοντο γοῦν τῆς ὢ φυγῆς, καὶ ὁ Χοσρόης πλῆθος εἰς αὐτῶν ἐπιδίωξιν ἔστειλε, καὶ οἱ σταλέντες κατειληφότες τοὺς φεύγοντας, ἐκείνων ὑπάρχοντες πολλαπλάσιοι, μείους τῶν φευγόντων ἀποδρᾶναι δεδύνηντο , τῶν ἄλλων ἐκεῖ πεσόντων καὶ Ῥωμαϊκαῖς δαμέντων χερσίν.

Ὁ μὲν οὖν Σκληρὸς καὶ οἶ σὺν αὐτῷ εἰς τὰ Ῥωμαίων ἐπανεληλύθεσαν ὅρια. μαθὼν δὲ καὶ τὸν Φωκᾶν ἤδη βασιλειῶντα καὶ τυραννίδος ἁρξάμενον, ἀπονενεύκει πρὸς τὸν Φωκᾶν, κοινωνὸς ἀξιῶν εἶναι καὶ τοῦ πολέμου καὶ τῆς βασιλείας αὐτῆς. ὁ δὲ τὴν κοινοπραγίαν ἐδέξατο, καὶ εἰ τῶν ἐφέσεων τύχοιεν, ἑαυτῷ μὲν τὴν βασιλίδα τῶν πόλεων ἀπένεμε καὶ τῶν πλειόνων ἐθνῶν καὶ χωρῶν τὸ κράτος, τῷ δὲ Σκληρῷ προσεκλήρου τὴν Ἀντιόχειαν τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν , καὶ τὰς συνθήκας ὅρκοις καθ’ ἱερῶν ἐμπεπέδωκεν. ἐπὶ τούτοις τεθαρρηκὼς ὁ Σκληρὸς πρόσεισι τῷ Φωκᾷ. ὁ δ’ ἐντὸς ἀρκύων τοῦτον λαβὼν ἀφαιρεῖται μὲν αὐτοῦ τὸ σχῆμα δὴ τὸ βασίλειον ἴ’ καθείργνυσι δὲ καὶ φρουρὰν ’ρᾶν αὐτῷ περιίστησιν. ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν σὺν ἐκείνῳ στρατιὰν ποιησάμενος τοῦ τυραννεύειν εἴχετο [*](B) κραταιότερον. ὁ μέντοι Σκληρὸς προμηθευό-

114
μένος ἑαυτῷ πρὸς τὸ μέλλον ἐξ ἀποτυχίας σωτηρίαν τινά, πρό τοῦ κατασχεθῆναι πρὸς τοῦ ὦκά τὸν ὒ ἰὸν Ῥωμανὸν λάθρᾳ φυγεῖν παρεσκεύασεν, ὡς αὐτομολοῦντα τῷ βασιλεῖ, ὃς καὶ περιχαρῶς παρὰ τοῦ κρατοῦντος ἐδέχθη καὶ μάγιστρος ἐτιμήθη εὐθύς. ὁ Φωκᾶς δὲ ἀπόμοιράν τινα τῆς στρατιᾶς ὑπὸ τὸν πατρίκιον τάξας τὸν Δελφινᾶν εἰς τὴν ἀντικρὺ τῆς βασιλίδος ἐκπέμπει Χρυσόπολιν , αὐτὸς δὲ σὺν τῇ λοιπῇ δυνάμει ἀφίκετο πρὸς τὴν Ἄβυδον. τῷ μέντοι Δελφινᾷ ἐστρατοπεδευκότι κατὰ χρυσόπολιν λῖν αἰφνίδιον ἐπῆλθεν ὁ βασιλεὺς μετὰ λαοῦ Ῥωσικοῦ, κῆδος γὰρ πρὸς Βλαδιμηρὸν τὸν ἄρχοντα [*](C) τούτων ἐπὶ Ἄννῃ τῇ ἀδελφῇ αὐτοῦ θέμενος συμμαχικὸν ἐκεῖθεν ἐδέξατο, καὶ ῥᾷον τῶν ἐναντίων ἐκράτησε , καὶ αὐτὸν τὸν Δελφινᾶν χειρωσάμενος ἁνεσκολόπισεν. εἶτα πρὸς τὴν Ἄβυδον ἄπεισι μετὰ τοῦ ἀδελφοῦ Κωνσταντίνου. καὶ ἤδη ἀντιμέτωπα ἔστησαν τὰ ἐναντία στρατεύματα, καὶ τοῦ μὲν οἰκείου προετέτακτο ὁ Φωκᾶς, τὸ δ’ ἀντίμαχον ὁ βασιλεὺς Βασίλειος ἔφιππος περιιὼν παρεθάρρυνεν, ὃν ὁ Φωκᾶς θεασάμενος κατ’ αὐτοῦ τὸν ἵππον ἐλαύνει, ὅλην ἐκείνῳ τὴν ἡνίαν ἐνδεδωκώς, κρίνας, ὡς εἰ ἐκεῖνον καταβαλεῖ, ἔσται τὸν ἀγῶνα νενικηκός. ἀλλ’ οὔπω τῶν οἰκείων προεληλύθει πολύ, καὶ οἶ μὲν αὐτὸν ἐκκυλισθῆναι τοῦ ἵππου φασίν, οἶ δὲ [*](D) εἴς τινα λόφον ἐκκλῖναι , καὶ ἀποβάντα τοῦ ἵππου ἐκταθῆναι κατὰ γῆς καὶ εὐθὺς αὐτὸν τὸ πνεῦμα λιπεῖν. οἱ μὲν οὖν πληγῆναι παρά του καιρίαν τὸν ἄνδρα ἔλεγον. καὶ ὁ βασιλεὺς δὲ Κωνσταντῖνος ἑαυτῷ τὴν ἀναίρεσιν ἐκείνου ἐπεφήμιζε · τοῦτο δ’ ἦν λόγος ἄλλως· οὐδὲ γὰρ τετρωμένον αὐτοῦ τὸ σῶμα εὕρητο οὐδαμῇ. οἱ δὲ φαρμάκῳ δηλητηρίῳ
115
ἐδόξαζον κατεργασθῆναι αὐτόν, ὃ καὶ μᾶλλον ἔδοξε πιθανώτερον· τό γέ τοι φάρμακον ἡτοιμάσατο μὲν ὁ Βασίλειος, προσέφερε δὲ τῷ Φωκᾷ ὁ τούτῳ οἰνοχοεύων, παρὰ τοῦ βασιλέως ὑποκλαπείς. πεσόντος δὲ τοῦ Βάρδα τὸ μετ’ αὐτοῦ στράτευμα διεσκέδαστο, καὶ οἶ μὲν ἐκτείνοντο καταλαρβανόμενοι, οἱ δ’ ἐζωγροῦντο, καὶ συσχεθέντες κατὰ τὸ δόξαν τῷ βασιλεῖ ἐκολάσθησαν. ὁ δὲ ἀλλοιότερος ἦν ἡ τὸ πρότερον. σοβαρός τε γὰρ ἐγεγόνει καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πάντας ὑπώπτευε , καὶ τὴν ὀργὴν ἐτύγχανεν ἀπαραίτητος, καὶ οὐ τοῖς ἄλλοις μόνον τὸ σοβαρὸν ἐπεδείκνυτο, ἀλλὰ μὴν καὶ τῷ παρακοιμωμένῳ αὐτῶι ἤχθετό τε τἀνδρὶ καὶ εἰς ἑαυτὸν ἔσπευδε μετενεγκεῖν τὴν τῶν πραγμάτων διοίκησιν, καὶ μέντοι καὶ μεθίστησι τῆς τῶν κοινῶν οίκονομίας αὐτόν, οἴκοι μένειν ἀπρόιτον ἐπιστείλας αὐτῷ, εἶτα μετὰ μικρὸν καὶ ὑπερόριον τίθησι καὶ τῶν ἐκείνῳ πεπραγμένων ἕκαστον ἀνακρίνων ἀπραξίαν τῶν πλειόνων κατεψηφίζετο καὶ τοῦ παρ’ ἐκείνου δομηθέντος σεμνείου τὰ πλείω ὑφείλετο , καὶ οὐκ [*](B) ἀγρῶν ἥψατο μόνον ἢ χωρίων καὶ οἰκιῶν, ἀλλὰ καὶ ἀναθημάτων τε καὶ πλακῶν καὶ κιόνων πολυτελῶν. ὅθεν ἐκεῖνος διὰ ταῦτα νέφει περισχεθεὶς ἀθυμίας παρεῖτο τὰ μέλη καὶ ἔμπνους ὦπτο νεκρός, καὶ βραχύ τι διαλιπὼν οἰκτρῶς τὸν βίον ἐξέλιπεν. ὁ δὲ τότε πρῶτον γέγονεν αὐτοκράτωρ ὡς ἀληθῶς, καὶ γνοὺς πηλίκων δεῖται φροντίδων ἡ τῆς βασιλείας διοίκησις τῆς τε βασιλικῆς ἁβρότητος κατεφρόνησε καὶ τῶν λαμπρῶν ἐπιβλημάτων ἀπέσχετο καὶ γλυκυθυμίαν ἅπασαν ἀπεσείσατο, καίτοι πρῴην μὴ οὕτω βιούς, ἀλλὰ καὶ ἐρώτων ἡττώμενος καὶ κώμοις καὶ τρυφαῖς ἑαυτὸν ἐκδιδοὺς καὶ βασιλείοις περιττότη-
116
σιν ἐνηδόμενος. ἑαυτῷ δὲ μόνῳ προσκληρώσας τὴν ἐξουσίαν τοῦ ὀνόματος μόνου τῆς βασιλείας καὶ τοῦ ἐπισήμου χρώματος μετεδίδου τῷ ἀδελφῷ, καί τινα δορυφορίαν ἐκείνῳ ἀπέταξε, βραχεῖαν μέντοι καὶ [*](C) οὐχ ὑπέρογκον. ὁ δὲ ἔφερε καὶ οὐκ ἠμφισβήτει τῷ ἀδελφῷ, ἤθους ἀνειμένου τυχών, οἶμαι, καὶ χαίρων ὑγροτέρᾳ ζωῇ καὶ διαγωγῇ τρυφερᾷ , καὶ θήραις καὶ ἡλικιωτῶν συνουσίαις οἶς συνετρέφετο. τὼ μὲν οὖν ἀδελφὼ καὶ ἄμφω εἰχέτην οὕτως. ὁ δέ γε Σκληρὸς τοῦ Φώκα θανόντος λυθεὶς τῆς εἱρκτῆς εἴχετο καὶ αὖθις τοῦ πρὶν ἐγχειρήματος καὶ τυραννεῖν καὶ πάλιν οὐκ ἀνεβάλλετο. ὁ δὲ βασιλεὺς γράμμασι πρὸς αὐτὸν ἐγχαραχθεῖσι παρῄνει τὸν ἄνδρα παύσασθαι τῆς ἀπονοίας ποτὲ καὶ μὴ ἀεὶ βούλεσθαι αἴτιον εἶναι πολέμων ὁμογενέσι καὶ τὴν γῆν αἔμασι χραίνειν, καὶ [*](D) τούτοις χριστιανῶν. ὁ δὲ τῷ τε γήρᾳ τρυχόμενος ἤδη καὶ πρὸς τὸ μέλλον ἰλιγγιάσας σπένδεται καὶ πρόσεισι τῷ κρατοῦντι. κἀκεῖνος ὑπὸ σκηνὴν καθῆστο βασίλειον, καὶ ὁ Σκληρὸς βάδην ᾔει πρὸς τὴν σκηνήν, ὑπερειδόμενος ἑκατέρωθεν , τὸ μέν τι διὰ τὸ γῆρας, τὸ δὲ διὰ τὸν ὄγκον τοῦ σώματος· ἦν γὰρ εὐμεγέθης· ὅτε καὶ τὸ ᾀδόμενον εἰπεῖν ὁ βασιλεὺς Βασίλειος λέγεται “ὃν ἐδεδοίκειν προσάγεταί μοι χειραγωγοτ’́μενος.” οἱ δὲ ἀορασίᾳ πληγῆναί φασι τὸν Σκληρὸν ἐν τῷ ἀπιέναι πρὸς τὸν αὐτοκράτορα, καὶ διὰ τοῦτο χειραγωγεῖσθαι. έγγίσαντος δὲ τοῦ 223ἀνδρὸς τῇ σκηνῇ, κατανοήσας ὁ βασιλεὺς ἔτι τοὺς πόδας αὐτοῦ ὑποδουμένους ὑποδήμασι φοινικοῖς, τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας γνωρίσματα ὁ Σκληρὸς ἀπεδύσατο, τὰ δέ γε πέδιλα οὐκ ἀπέθετο, ἢ γὰρ λάθετ᾿ ἢ οὐκ ἐνόησεν, ἀπέστρεψε τὰς ὄψεις εὐθύς, μὴ ἄλλως αὐτῷ ἐντυχεῖν ἀνεχόμενος εἰ μὴ ἐν ἰδιώ-
117
του στολῇ. ὁ δὲ πρὸ τῆς σκηνῆς ἀπορρίψας τὰ ἐπίφθονα πέδιλα οὕτως ὑπέδυ αὐτήν, καὶ ὁ βασιλεὺς ἐξανέστη καὶ τὸν ἄνδρα ἐδεξιώσατο, καὶ ὡμιλησάτην ἀλλήλοιν καὶ ἐκοινωνησάτην τραπέζης καὶ ἐπιέτην ἐκ τῆς αὐτῆς κύλικος. τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ τοῦ Σκληροῦ τυραννὶς καταλέλυτο, αὐτοῦ μὲν κουροπαλάτου τιμηθέντος, τῶν δὲ συναραμένων αὐτῷ παραχωρηθέντων ἔχειν ὃ ἂν ἕκαστος [*](B) ἐξ ἐκείνου τυραννοῦντος εἰλήφει, εἴτ’ ἐν ἀξίαις ἦν εἴτ’ ἐν ἀρχαῖς εἴτε μέντοι ἐν κτήσεσιν. ὁ δὲ βασιλεὺς τὰς τῶν ἀποστασιῶν φροντίδας Θεσσαλονίκην νος ἐπὶ τὴν Θρᾴκην ἐξῄει, καὶ εἰς Θεσσαλονίκην ἐφοίτησε, τῷ περιωνύμῳ μάρτυρι ἀνθομολογούμενος καταλείψας δ’ ἐκεῖ στρατάρχην τῶν ἐπισήμων μετὰ βαρείας δυνάμεως, ἵνα κωλύῃ τὰς τοῦ Σαμουὴλ ἐκδρομάς, ἐπάνεισι πρὸς τὴν Βύζαντος, καὶ εἰς Ἰβηρίαν ἀπῄει, κληρονόμος καταλειφθεὶς παρὰ τοῦ κουροπαλάτου Δαβὶδ θανόντος τῆς ἐκείνῳ διαφερούσης ἀρχῆς. ἔνθαπερ γεγονὼς καὶ τῆς καταλειφθείσης αὐτῷ χώρας ἐπιλαβόμενος, καὶ τὸν τοῦ Δαβὶδ ἀδελφὸν τὸν Γεώργιον τῆς ἐνδοτέρας Ἰβηρίας ἡγεμονεύοντα παρασκευάσας ἡσυχίαν ἄγειν καὶ τοῖς [*](C) ἰδίοις ἀρκεῖσθαι καὶ ὅμηρον τὸν ἐκείνου παῖδα λαβών, ἐπὶ Φοινίκην ἐχώρησε, καὶ τόν τε τῆς Τριπόλεως ἄρχοντα καὶ τὸν τῆς Δαμάσκου καὶ τὸν τῆς Τύρου καὶ Βηρυτοῦ, κατὰ συνθήκας τῇ πρὸς τῇ Δάφνῃ Ἀντιοχείᾳ ἐπιόντας καὶ κακοῦντας τὰ ὑπ’ αὐτήν, ἀνέστειλε καὶ δούλωσιν Ῥωμαίοις τηρεῖν ἀνέπεισε, καὶ ὁμήρους κἀκ τούτων λαβὼν ἐπανέζευξεν. ἀλλὰ ταῦτα μὲν εἶχον οὕτω.

Τοῦ δὲ πατριάρχου Νικολάου τοῦ Χρυσοβἐργη ἐπ’ ἔτεσι δυοκαίδεκα καὶ μησὶν ὀκτὼ τῇ ἀρχιερω-

118
σύνῃ ἐνδιαπρέψαντος, εἶτα τὸν βίον ἐκλελοιπότος, ὁ μάγιστρος Σισίννιος, ἀνὴρ λόγοις ἐντεθραμμένος, [*](D) προχειρίζεται πατριάρχης. καὶ τούτου δὲ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύναντος καὶ θανόντος, Σέργιος κεχειροτόνητο πατριάρχης, ὃς καθηγεῖτο μὲν τῆς τοῦ Μανουὴλ μονῆς , τῷ πατριάρχῃ δὲ Φωτίῳ κατὰ γένος προσήκων ἐτύγχανε. τοῦ Σαμουὴλ δὲ τοῦ τῶν Βουλγάρων ἐξάρχοντος οὐ τὰ Θρᾳκῶν οὐδὲ τὰ κατὰ Μακεδονίαν μόνα ληιζομένου , ἀλλὰ καὶ τὴν Ἑλλάδα καὶ αὐτὴν δέ γε τὴν Πελοπόννησον, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ἐκπέμπει ὁ βασιλεύς, τῆς δύσεως ἄρχοντα, ὃς παρὰ τῷ Σπερχειῷ ποταμῷ τοῦ Σαμουὴλ κατεσκηνωμένου παρὰ τῇ ἄντικρυς ἠπείρῳ ηὐλίσατο. ὅτι δ’ ὗσε τότε πολλὰ καὶ ὁ ποταμὸς ἐντεῦθεν ἄπλωτος ἦν , ἀνέλπιστος ἐδόκει τῷ Σαμουὴλ ἡ τῶν Ῥωμαίων ἐπέλευσις. ὁ Οὐρανὸς δὲ νυκτὸς ἀνερευνήσας, καὶ κατά τινα τόπον βατὸν ’ν κατανοήσας τὸν ποταμόν, διαβαίνει τοῦτον ἡσύχως μετὰ τῆς στρατιᾶς, καὶ ἀφροντιστοῦσιν ἐμβάλλει τοῖς περὶ τὸν Σαμουήλ, καὶ τῷ ἀδοκήτῳ καταπλαγέντες οἱ βάρβαροι ἔπιπτον μηδὲ χεῖρας ἀνταίροντες, καὶ τῷ Σαμουὴλ δὲ καὶ τῷ ἐκείνου υἱῷ Ῥωμανῷ πληγαὶ ἐπηνέχθησαν, καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συνανεμίχθησαν σώμασι, καὶ οὕτω λαθόντες διέφυγον. εἶτα καὶ ὁ βασιλεὺς ἐξεστράτευσε στράτευσε κατὰ τῶν Βουλγάρων, , καὶ τῶν ἐν Σαρδικῇ φρουρίων καταστρεψάμενος ἔνια ἐπανῆλθεν εἰς Μοσυνούπολιν. εἷλε δὲ καὶ τὴν μεγάλην Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν διὰ στρατηγῶν. καὶ ἡ Βέρροια δὲ παρεδόθη αὐτῷ παρὰ τοῦ Δοβρομηροῦ, προσχωρήσαντος τοῖς Ῥωμαίοις. τὰ μέντοι Σέρβια πολιορκίᾳ ἑάλω καὶ ὁ τὴν αὐτῶν
119
φυλακὴν ἐμπεπιστευμένος Νικόλαος, ὃν Νικολίτξαν ὡς βραχὺν τὴν ἡλικίαν ὠνόμαζον, ὃς καίτοι πατρίκιος τιμηθεὶς ἀπέδρα πάλιν καὶ πρὸς τὸν Σαμουὴλ ἀπελήλυθεν. εἶτ' αὖθις κατὰ Βιδίνης ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ τὴν πόλιν αἱρεῖ. ἐν ὅσῳ δὲ ταύτην ἐπολιόρκει ὁ βασιλεύς, ἔπεισιν ὁ Σαμουὴλ τῇ Ἁδριανουπόλει ἀθρόον, καὶ πανηγύρεως ἐκτὸς τελουμένης τάς τε ἐμπορίας λείαν πεποίητο καὶ αἰχμαλώτων πλῆθος λαβὼν ὑπενόστησε. τὴν Βιδίνην δὲ ὑφ’ ἑαυτὸν ὁ βασιλεὺς ποιησάμενος καὶ ἐπανερχόμενος [*](C) κατέλαβε παρὰ τῷ Ἀξιῷ ποταμῷ τὸν Σαμουὴλ αὐλιξόμενον. ὁ Βαρδάριος οὕτω παρὰ τοῖς παλαιοῖς ἀνομάξετο. πολλοῦ δὲ τοῦ ποταμοῦ ῥέον τος ἀμελῶς οἱ βάρβαροι κατεσκήνωντο· οὐ γὰρ ἄν ποτε δυνηθῆναι διαβῆναι τὸν ποταμὸν ἤλπιζον τὸ Ῥωμαϊκὸν σύνταγμα. πόρου δὲ γνωσθέντος δι’ αὐτοῦ ὁ βασιλεὺς διέβη καὶ τὸ στρατόπεδον , καὶ πολλοὶ μὲν τῶν Βουλγάρων ἀπώλοντο, ὁ δὲ Σαμουὴλ διέδρα, τῆς τούτου σκηνῆς καὶ τῆς παρεμβολῆς ἀπάσης σὴς διαρπαγείσης. καὶ τὴν πόλιν δὲ τῶν Σκοπίων ὁ βασιλεὺς παρειλήφει, δοθεῖσαν αὐτῷ παρὰ Ῥωμανοῦ τοῦ τοῦ υἱοῦ Πέτρου τοῦ ἄρξαντος τῶν Βουλγάρων, ᾧ ἡ ταύτης φυλακὴ παρὰ τοῦ Σαμουὴλ ἐμπεπί- στευτο. εἶτα εἰς τὴν Κωνσταντίνου ἐπανελθὼν [*](D) ἐδογμάτισε τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας λείας εἰσπράττεσθαι ἐκ τῶν δυνατῶν · τοῦτο δ’ ἐκλήθη ἀλληλέγγυον. πολλῶν δὲ περὶ τούτου δεηθέντων καὶ αὐτοῦ τοῦ πατριάρχου Σεργίου, ὡς ἂν ἡ ἄδικος αὕτη σχολάσῃ καὶ παράλογος εἴσπραξις, ἦν ὁ βασιλεὺς ἀμετάπειστος. τῷ χρόνῳ γὰρ καὶ ταῖς νίκαις ἁπάντων κατεπαρθεὶς ὑπεροπτικὸς πρὸς πάντας ἐδείκνυτο, ἐδείκνυτο, καὶ οὐκ εὐνοεῖν αὐτῷ, φοβεῖσθαι δ’
120
ἐβούλετο τὸ ὑπήκοον, καὶ τό τε στρατιωτικὸν τό τε πολιτικὸν οὐ πρὸς τὸ κρατῆσαν ἔθος, ὃ καὶ νόμον δοκεῖν τοῖς νομοθέταις τεθέσπισται, διεξάγειν ἤθελεν, ἀλλὰ πρὸς τὴν οἰκείαν κρίσιν καὶ τὸ θέλημα ἑαυτοῦ. διὸ οὐδὲ τῶν λογίων ἀνδρῶν ἐπεστρέφετο, ἀλλὰ καὶ τοὺς λόγους ἥγητο περιττόν τι χρῆμα καὶ οὐκ ὀνήσιμον· ὅθεν ἄνδρας ἀπολεξάμενος ἑαυτῷ οὔτε τῷ γένει οὔτε μέντοι ἐν λόγῳ τὸ ἐπίσημον ἔχοντας ἐκείνοις τάς τε βασιλείους ἐπιστολὰς ἐνεχείρισε καὶ ἐκοινώνει τῶν βουλευμάτων, καὶ αὐτὸς ἐκείνοις ἀφελῶς τὰς γραφὰς ὡς ἔτυχεν ὑπηγόρευεν. ἀλλὰ καὶ τοῖς ταμείοις ἀποφράξας τὰς διεξόδους χρημάτων ταῦτα πλήρη πεποίηκε. φασὶ γοῦν ἐς εἴκοσι μυριάδας ταλάντων χρυσοῦ ἐναποτεθησαυρίσθαι αὐτῷ. τὸν γὰρ ἄλλον χρηματισμὸν οὐκ ἄν τις ὑπ’ ἀριθμὸν δύναιτο ἀγαγεῖν, ὁ ’ς τῶν ταμείων αὐτῷ πληρωθέντων ὑπὸ γῆν τὰ λοιπὰ ἐθησαύρισεν, ἕλικας [*](B) κἀς ὀρύξας λαβυρινθώδεις. καὶ ὑπερχειλῆ μὲν ἦσαν λίθων πολυτελῶν, τῶν τε ἄλλων καὶ τῶν λευκῶν, οἷς ἰδιάζουσα κλῆσις οἶ μάργαροι, τὰ κιβώτια. τῷ δὲ εἰς χρῆσιν οὐκ ἦσαν, ἀλλὰ βραχεῖς τινες αὐτῷ τὴν πορφύραν ἐκόσμουν, ἔν’ ἔχοι τοὐπίσημον ᾗπερ ἐν προόδοις ἐκέχρητο, καὶ ὅτ’ ἐχρημάτιζε πρέσβεσι καὶ ὅτε τινὰ ἄλλην δημοτελῆ ἐτέλει πανήγυριν. οἱ δ’ ἄλλοι τοῖς ταμείοις ἐναποκείμενοι ἄχθος ἦσαν ἐτώσιον. ἦν δ’ ἐν μὲν πολέμων καιροῖς ποικίλος τις καὶ τὴν γνώμην πρὸς τοὺς ὑπὸ χεῖρα πολυειδής, ἐν δ’ ἠρεμίαις καὶ εἰρηνικαῖς καταστάσεσιν ἀρχικώτερος καὶ τὰς ὀργὰς ἐταμίευε καὶ ταύτας συνέχων παρ’ ἑαυτῷ ἐδημοσίευεν ἐν καιροῖς καὶ ἀνταπεδίδου τοῖς ἁμαρτήσασιν. ὢν δὲ τὴν γνώμην στερρὸς οὐ ῥᾳδίως ἠλλοίου τὰ δόξαντα. διὸ καὶ πρὸς οὓς
121
ἂν ἔτυχε μήνιμά τι τρέφων, οὐ ταχὺ μετήλλαττε τὸ ἦθος αὐτοῖς. ἀλλὰ ταῦτα μὲν παραστατικὰ τοῦ ἤθους τούτου τοῦ αὐτοκράτορος , ἡ δ’ ἱστορία ἐχέσθω τῶν ἐπ’ αὐτοῦ πεπραγμένων καὶ διηγείσθω τὰ ἐφεξῆς.