Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ

Syntipas

Syntipas. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

Γυνή τις ἀνδρὶ ωομίμῳ συζῶσα, ἄνδρα τὸν ἑαυτῆς [*](p. 51 B.) εἴς τινα ὁδοιπορίαν βουλόμενον ἀπελθεῖν καὶ τῆς αὐ- τοῦ ἐξιέναι οἰκίας, συνθήκας καὶ ὑποσχέσεις τοῦτον ἐξήτησεν, ὁμοίως δὲ καὶ αὐτὸς αὐτήν. καὶ ἄμφω συνετάξαντο πρὸς ἀλλήλους ὡς τὴν κοίτην αὐτῶν ἀμίαντον διαφυλάξουσι καὶ σωφρονοῦντες ἔσονται ἄχρι τὴς τοῦ ἀνδρὸς ἐπαναστροφῆς. εἶτα καὶ ἀριθμὸν ἡμερῶν δέδωκεν ὁ ἀνὴρ τῇ γυναικί, ὅτι „μετὰ τὰς „ἡμέρας ταύτας εἰς τὴν οἰκίαν ἐπανελεύσομαι.“ διὸ καὶ τῆς διωρίας τῶν ἡμερῶν τελεσθείσης, ἡ γυνὴ τῇ ὀδῷ ἐπλησίαζε. (καὶ) ὁρῶσα εἴπερ ὁ ἀνὴρ αὐτῆς καθορᾶται ἐρχόμενος, οὐχ ἑώρα· ὅτε καὶ νέος τις αὐτὴν θεασάμενος, ἥλω τῷ ταύτης ἔρωτι καὶ ἤρξατο περὶ τούτου αὐτῇ διαλέγεσθαι. ἣ δὲ οὐδαμὴ οὐδα- μῶς τούς περὶ ἔρωτος λόγους ἐδέχετο. ὁ δὲ νεα- νίας τῷ τῆς γυναικὸς ἔρωτι μάλα δηχθείς, πρός τινα γραῦν ἀπῄει πλησίον τῆς ἐρωμένης οἰκοῦσαν καὶ λέγει τῇ γραΐδι ὡς „ἐξαίφνης ἰδών τὴν σὴν γει- „τόνισσαν, ἠράσθην αὐτὴν καὶ πρὸς ὁμιλίαν ἐβια- [*](p. 52 B.) „σάμην· ἡ δὲ οὐδαμῶς εἰς τὸ παντελὲς ὑπακούει μου, ἀλλὰ καὶ βαρέως τοὺς ἐμούς δέχεται λόγους. „εἰ οὖν σύ, ὦ μὴτερ, ταύτην καταπείσεις τοῖς ἐμοῖς „εἶξαι λόγοις, ὃ ἂν αἰτήσῃς με δώσω σοι.“ ἡ δὲ [*](1 lemna codd.: διήγησις τοῦ τετάρτου φιλοσόφου num delendum ἄνδρα τὸν ἑαυτῆς 6 διαφυλάξωσι libri 8 λέ- γων ὅτι 9 ἐπανελεύομαι A 10 διωρίας ABV: διορίας Boissonade 11 ἐπλησίαξεν Val. Schmidt. ego καὶ adieci: quod facere malui quamm ἀλλʼ addere ante οὐχ, quia tum dicendum erat ἐπλησίαζεν ὀψομένη 12 ὅτε καὶ cf. 40. 10 16 δει- χθεὶς VB 18 γειτονισανμ ABV: corr. Boissonade. cf. Corais Isocr. 110 (31) 19 ἠρώθην A. αὐτὴν et 20 εἰς non sunt mutanda; cf p. 159 B, extr. inde ab hoc ioca ubique uer- suum politicorum dode3casyllaborun uestigia pellucentt 21 μου ABV: μοι sed c. Cobet. N. L. 520. 23 με scripsi: μοι ABV; quamquan u. 22, 8)

40
γραῦς τῶν λόγων ἀκούσασα, λέγει τῷ νέῳ ὡς „ἐγὼ „τὴν κόρην εἰς θέλημα σὸν καταστήσω.“ καὶ τοῦτο εἰποῦσα, εὐθύς ἐγείρεται, καὶ τεχνικῶς τὰ τοῦ πράγματος κατορθοῖ· ἄλευρον γὰρ ἀγαγοῦσα καὶ τοῦτο μεθʼ ὕδατος ὡς ζύμην σμίξασα, πεπέρεως ὕστερον πολλοῦ γεμίζει τὸ ζυμάριιον καὶ οὕτως αὐτὸ εἰς ψωμὸν κατασκευάζει. εἶτα ἑψήσασα καὶ τὸν ἄρ- τον λαβοῦσα, ἔτι δὲ καὶ ἣν εἶχε σκύλαν μεθʼ ἑαυ- τῆς, πρὸς τὴν κόρην πορεύεται. ἦν δὲ ἡ κύων ὄπισθεν τῆς γραὸς ἀκολουθοῦσα. ὅτε δὲ τῷ οἰκή- ματι τῆς ἐρωμένης ἐπλησίασε, ῥίπτει τῷ κυναρίῳ ἐκ τοῦ ἄρτου ἐκείνου· ἡ δὲ κύων φαγοῦσα τούς ὀφθαλ- μούς αὐτῆς δακρύων ἐγεμίσθη ἐκ τοῦ πεπέρεως, καὶ [*](p. 53 B.)σφοδρῶς δακρύουσα ἠκολούθει τῇ γραΐδι. ταύτης εἰσελθούσης πρὸς τὴν ἐρωμένην, ὁρᾷ αὕτη ἡ γυνὴ τὴν κύνα κλαίουσαν καὶ δάκρυα ἐκ τῶν ὀφθαλμῶν ἀφιεῖσαν· λέγει τῇ γραΐδι· „τίς ἡ αἰτία τῶν δακρύων τῆς κυνός;“ ἡ δὲ γραῦς τῇ ἐρωτομωραιοπλοκοσυν- θέτῳ καὶ ποθαγαπημενοπλουμισμισμένῃ κόρῃ ἀπεκρί- [*](2.9 κόριν A μεταστήσω? 4 ef. 21, 6 5 ὡς] εἰς ut fiat? σμίξασα ex εἰσμέ ξασα correptum recentiorun est, cf. Schäfer Greg. Cor. 679 n. πεππέρεως VB 8 exciditne ἀγαγοῦσα) [*](ἡ σκύλα, ἡ σκύλλα dicitur canis femina, ὁ σκύλρς mas. cf. Corais Heliod. 105 m. 10 δὲ VA: καὶ B. sed ὅτε καὶ idem est atque τύτε 13 πεππέρεως VB 15 ὁρῶσα? an 17 καὶ λέγει? cf. 20, 13 17—19. 41, 6 uersus integri. etiam in monstris illis uerborum, in quibus procudentis Graeculorum aetas infima mirum quantum sibi placebat, dodecasyllaborum uestigia restant.) [*](18 . . μοραιω . . ABV, . . μωραιο . . Boissonade qui explicat „dolis quos uesanus amor intexuit cirecumuentae“. ego inter- preter comis prae nimio (in maritum) amore artificiose cin- cinnatis, cm Val, Schmidtio πλοκοσύνθετος de cultu atque gradu capillorum intellegens . . μιραιω . . adtulit D Gange; unde Val. Schmidt coniecit scr. esse . . μυριο . . 19 . . αγα- πημενω . . ABV: corr. Boissonade πολυμισμένη i. e. or- nata (cf. Corais Heliod. 299) 18. 19. 41, 1 tria illa adi. om. D)
41
νατο μετὰ δακρύων· „αὕτη ἡ χύων, ἣν ὁρᾷς, γλαυκο- „φθαλμοφρυδοβαπτόχειλε, θυγάτηρ μου, φεῦ, ἐτύγ- „χάνέ ποτε, καί τις νεανίας ἀγαπήσας αὐτὴν πρὸς „συνουσίαν ἠνάγκασεν· αὕτη δὲ οὐδʼ ὅλως ἐκείνῳ „ἤκουσε. καὶ ὁ νέος ὑπὸ τῆς πολλῆς ἀθυμίας κατη- „ράσατο ταύτην ἐκ πολυπόνου καρδίας, καὶ εὐθύς „εἰς κύνα, οἴμοι, μετεβλήθη. καὶ ὁσάκις βουληθῶ „ἐξελθεῖν τῆς οἰκίας, οὕτω πικρῶς κλαίουσα ὀπίσω μου ἀκολουθεῖ.“ ταῦτα τῆς μαστροποῦ μετὰ δα- κρύων εἰπούσης, ἡ κόρη καταπλαγεῖσα ἐφʼ οἷς ἥκουσε καὶ ἑώρακε, φόβῳ συλληφθεῖσα τὴν καρδίαν εἶχε πηδῶσαν καὶ πρὸς τὴν γραῦν ἔλεγε· „φόβος „μοι πολύς προσεγένετο ἀπὸ τῆς σῆς διηγήσεως· „νεανίας γάρ τις ἰδών με παρακύψασαν ἐκ τοῦ πα- [*](p. 54 B.) „ραθυρίου, ἐκρατήθη τῷ ἐμῷ ἔρωτι, καὶ πρὸς „συνουσίαν ἀναγκασθεῖσα οὐκ ἤκουσα· διὸ φοβοῦ- μαι μή ποτε πάθω, καθὼς πέπονθεν ἡ θυγάτηρ „σου, ἀπὸ κατάρας ἐκείνου. καὶ τὸ λοιπὸν ἀνα- „στᾶσα πορεύου καὶ εἑροῦσα τοῦτον ὡς ἐμὲ ὁδή- „γησον, καὶ ἐγώ σε φιλοτίμως ἀμείψομαι. ἡ δὲ γραῦς ἀπεκρίνατο· „ἐγὼ κατὰ τὸ σὸν θέλημα τοῦ- „τον εὑροῦσα πρὸς σὲ φέρω. σὺ δʼ ἀναστᾶσα κατα- „μκόσμησον τὴν οἰκίαν σου καὶ τὸ πρόσωπόν σου ἅμα [*](2 . . φρυδο . . om. VB. φρύδιον natum est ex ὀφρύδιον . . χειλε] Boissonade uocabulum exiisse suspicatur in . . χεί- λης, interpretatus filia glaucis ocellis, superciliis labiisqne pictis: cui officit βαπτο inter οφθαλμα et χειλε collocatum. mihi ante φρυδο nomen adiectiuum uidetur excidisse et βαπτόχειλος, quod eodem errore a recentioribus formatum esse potest quo λε- πτόχειλος et παχύχειλος, intellegendum de labris quae ad basia incitant 3 τις Val. Schmidt: τινος ABV 4 ἠνάγκασε ABV ἐκείνη V. — an ἐκείνου? 11 συληφθεῖσα V ληφθῆσα A 19 ὡς] structura apud hos scriptores rarissima; solent di- cere εἰς 22 φέρω u. 20, 20)
42
„τῷ σώματι μύροις νίψον.“ καὶ ἡ κόρη ἀναστᾶσα ἐν τῇ ἑαυτῆς στρωμνῇ κοσμίως διετέθη, καὶ δεῖ- πνον πολυτελῆ προητοίμασεν. ἡ δέ γε μαστροπὸς τὸν νέον ἐκεῖνον ζητήσασα οὐχ εὗρεν· ἕτερον δὲ νέον ἀντʼ ἐκείνου εὑροῦσα, „ἀκολούθει μοι“ ἔφη· τού- του δὲ ἐρωτήσαντος ,,ποῦ ἀπάγεις με;“ ἡ γραῦς ἔφη· „φέρω σε, ὦ νεανία, εἰς οἶκον κοσμιώτατον ,,πάνυ, ἐν ᾧ καὶ ὡραιοτάτη καὶ περικαλλής (τις) „κάθηται, δρόσον ἀποστάζουσα τῇ ὀσηῇ, καὶ κατὰ [*](p. 55 B.)„ἀλήθειαν σοι ἁρμοδία πρὸς συνουσίαν.“ ὁ δὲ ἀνὴρ τοῖς λόγοις τῆς γραὸς καταθελχθείς· „πορεύου ἔμ- ,,προσθέν μου.“ κἀκείνης ἔμπροσθεν (πορευομένης) καὶ τούτου ὄπισθεν, εἰσῆλθον εἰς τὴν οἰκίαν. ὁ δὲ ἀνὴρ τὸν ἑαυτοῦ οἶκον ἑωρακώς, συνεταράχθη τῇ λύπῃ καὶ καθʼ ἑαυτὸν ἔλεγεν ὡς „ἔοικε κατὰ ἀλή- „θειαν ὅτι τοιαῦτα διέπραττεν ἡ σύζυγός μου, ἀφʼ „οὐ ἐγώ τῶν ὧδε ἐξῆλθον.“ εἰσαγαγοῦσα δὲ αὐτὸν ἡ προαγωγὸς ἐπὶ τῆς συνήθους κλίνης καθεσθῆναι πεποίηκεν. θεασαμένη δὲ ἡ γυνὴ ὅτι ὁ ἀνὴρ αὐτῆς ἐστιν, εὐτέχνῳ τινὶ πανουργίᾳ ἐνήργησε, καὶ εὐθύς ἀναστᾶσα, χεῖρας ἐπέβαλε τῷ ἀνδρὶ καὶ τῆς αὐτοῦ γενειάδος ἀναιδῶς ἁψαμένη, πλήττει αὐτοῦ τὴν ὄψιν, καὶ σύν δάκρυσιν ἐβόησε λέγουσα· ,,ὦ ἀκόλαστε καὶ „διεφθαρμένε, αὗται ἡμῶν αἱ πρὸς ἀλλήλους συν- [*](3 πολυτελῆ] nam etiam ὁ δεῖπνος a recentioribuss usurpa- tur προητοίμασε ABV, παρητοίμασεν? μαστρωπὸς AV) [*](8 περικαλὶς V γυνή τις deesse suspicabatur Boisso- nade. ego τις addidi; cf. D et p. 12, 2 9 ὀσμῇ u. D 11 καθελχθεὶς ABV: καταθελχθεὶς Val. Schmidt „πορεύου“ ἔφη 12 πορευομένης adieci; u. D 15 ἔλεγε ὡς ἔοικε A. ἔλεγε· ὡς ἔοικε V ἔλεγεν· ὡς ἔοικε B 16 ὅτι τοιαῦτα Scipsi cl. 43, 23: ὅτι αὐτὰ BV ὅτι αὑτᾶ A, cf. D δι· ἔπραττεν A.) [*](21 ἐπέβαλ V λ edem manu supra scriptum 23 συνδ. V )
43
„θῆκαι τυγχάνουσιν; οὗτοι οἱ μεθ᾿ ὅρκου δεσμοί; ,,οὑ σωφρονεῖν ἐπηγγείλω μοι μέχρι τοῦ ἐπαναστρέ- „ψαι σε εἰς τὸν οἶκον; ἵνα τί λοιπὸν εἰς οὐδὲν ταῦτα [*](p. 56 B.) „θέμενος, εἰς θέλημα καὶ λόγους ἦλθες τῆς γραὸς „ταύτης;“ ὁ δὲ ἀνὴρ ἐκπλαγεὶς σφόδρα ἐπὶ τῇ τοῦ γυναίου τοσαύτῃ διανοίᾳ καὶ αἰφνιδίῳ ἀναισχυντίᾳ, καὶ τί ἦν τὸ ζήτημα ὃ σήμερον συνέβη σοι,“ ἔφη „γύναι; “ αὕτη ἀπεκρίνατο· „ἐγὼ σήμερον ἠκηκόειν „καταλαβεῖν σε τὰς θύρας τοῦ κάστρου, καὶ δοκι- μὴν βουληθεῖσα ποιήσασθαι τῆς πρὸς ἐμέ σου ἀγὰ- „πης καὶ ὑποσχέσεως, τὴν οἰκίαν σκοπίσασα καὶ „ἐμαυτὴν κοσμήσασα, προσποιητῶς ταύτην τὴν „γραῦν πρὸς σὲ ἔπεμψα, ἵνα διʼ αὐτῆς δοκιμάσω ,,[σου] τὴν τῆς γνώμης σου βούλησιν καὶ ἐάνπερ „σωφροσύνην ἐτήρησας· καὶ ἰδού ἐν γνώσει κακὰ „ἔχοντα εἶδόν σε καὶ τῶν ἐνόρκων συνθηκῶν κατα- „ψρονητήν. λοιπὸν οὐκ ἔτι ἔσομαι μετὰ σοῦ εἰς γυ- „ναῖκα· ἀλλʼ οὐδέποτε φιλίαν ἢ ἀγάπην ἔξω πρὸς „σὲ καθαράν.“ ὁ δὲ ἀνὴρ ὁ μάταιος ἔφη πρὸς αὐ- τήν· „ὡ γύναι, ἐγὼ μᾶλλον κατὰ σοῦ ὑποψίαν εἶ- „χον καὶ τὰ ἐναντία ὑπενόουν, καὶ ὡς εἶδόν σε ,,οὕτως κεκαλλωπισμένην καὶ πρὸς μῖξιν ἕτοιμον, ,,τοιαῦτα ἐνόμισα καὶ μετὰ ἑτέρων ἀνδρῶν ἐνεργεῖν [*](p. 57 B.) „σε. ἐπεὶ δέ, ὡς λέγεις, χάριν δοκιμῆς ἐπʼ ἐμὲ ταῦτα ,ἐποίησας, φανεράν σοι πποιήσω καὶ τὴν ἐμὴν γνώ- [*](1 τυγχάνουσι ABV 3 εἰς οὐδέν] i. e. ἐν οὐδενὶ λόγω. παρ᾿, οὐδὲν 7 ὅ] τὸ A, ὅ τὸ cont. Boissonade 8 καὶ αὐτή D 8 ἐνενοἠκειν 9 κάστρου i. e. τῆς πόλεως 14 delendum σου alterutrun ἐάνπερ incertum utrun librario an scriptori tribuendun 5 γνώσει] γνώμῃ? 16 ἐνόρκω A; inde ci. Boissonade ἐν ὅρκῳ. sed tum scriptor uidetur pο- tius dicturus fuisse σύν ὅρκω, μεθ᾿ ὅρκου. ὄντα καταφρο- νητήν? 17 εἰς] tamquan 22 μίξιν libri 23 ἐνομί- σασα V)
44
„μην. ἐγὼ τούτου χάριν ἠκολούθησα τῇ γραΐδι, τοῦ „ἰδεῖν εἰ πρὸς τὴν ἐμὴν προσκαλεῖται οἰκίαν· εἰ γὰρ „εἰς ἅλλην τινὰ οἰκίαν ἢ γυναῖκα ἔλεγέ μοι ἀπιέναι, ,,οὑκ ἂν ὑπέμενον κἂν ἀκοῇ τὸν λόγον ἀκοῦσαι.“ ἡ δὲ γυνὴ σχηματοποιήσασα ὡς μὴ τοῖς λεγομένοις δῆθεν πιστεύουσα, καὶ ἰσχυροτέρως τῇ λύπῃ κατα- φερομένη, ἤρξατο τύπτειν τὸ πρόσωπον καὶ τὰ ἱμά- τια σχίζειν καὶ βοᾶν ὡς ,,οὐκ ἔτι τοῖς ὅρκοις πι- „στεύσω, ἐπεὶ μηδεμία ἐστὶν ἐν αὐτοῖς ἀλήθεια.“ ταῦτα πρὸς τὸν ἅνδρα ποιήσασα, ἀρκετὸν καιρὸν προσποιητῶς τοῦτον ἐμνησικάκει μὴ λαλήσασα αὐ- τόν, καὶ οὐ πρότερον ἀγάπην τούτῳ πεποίηκεν ἄχρις οὐ ἐκεῖνος πολλὴν ἔξοδον καλλωπισμοῦ ἐκ χρυσοῦ [*](p. 58 B.)ταύτῃ ἐχαρίσατο, ἅμα δὲ καὶ ἱμάτια. Καὶ νῦν, ὦ βασιλεῦ, ἀπὸ ταύτης γνῶθι τῆς διηγήσεως, ὡς οὐ- δὲν τῶν ἀνθρώπων πρὸς τὰς τῶν γυναικῶν μηχα- νουργίας δύναται μαχέσασθαι.

Οὕτω παρὰ τοῦ τετάρτου συμβούλου ὁ βασιλεὺς ἀκροασάμενος, κελεύει τὸν υἱὸν αὐτοῦ μὴ ἀποκταν- θὴναι. ἡ δὲ μαινὰς ἐκείνη τοῦ βασιλέως παλλακὴ νοήσασα τὴν τοῦ βασιλέως ἀναβολήν, ἣν περὶ τὸν ἄδικον φόνον τοῦ υἱοῦ αὐτοῦ ἀναβάλλεται, κατὰ [*](2 εἰδεῖν V 6 δῆθεν a scriptore profectum καταφερο- μένῃ V ut saepius 8 u. D 9 μή δὲ μία V 11 τοῦτον ἐμνη- σικάκει scriptores Byzantini dixerunt, praecedente fortasse xen. Eph. II, 9, 1 p. 353, 25 Hr. ubi u. not. p. 229 Peerlk. λαλήσασα scripsi: λαλῆσαι ABV 12 πεποίηκεν cf. p. 70 B.) [*](13 ἡ εξοδος e sermone uolgari tam a Polybio, τὸ ἔξοδον a Graecis Hodierhis dicitur expensa. neque tamen maritus pe- cuniam ei donauit unde ornatum sibi pararet, quod ne sumamus prohibent et ἐκ χρυσοῦ et ἱμάτια, sed mundun multebren ipsum.) [*](15 οὐδείς? nist significat nichts auf der Welt 18 οὕτω] solet dicere τούτων τῶν λόγων uel τούτων. (p. 24, 60. 70 B.) ἔτζη D 20 ἡ in V librarius rubro colore addere oblitus est: ad quod plerumque non adnotaui παλακὴ V )

45
τὴν τετάρτην ἡμέραν παρέστη τῷ βασιλεῖ κρατοῦσα ἐν ταῖν χεροῖν δεσμόν τινα βοτανῶν καὶ λέγει αὐτῷ· „ἰδού, βασιλεῦ, φάρμακον δηλητήριον ἐπιφέρομαι, καί σοι τὸν ζῶντα θεὸν ἐπόμνυμι ὡς (εἰ) μὴ ἀπὸ τοῦ σοῦ παιδὸς ἐκδικήσεις με καὶ ξίφει αὐτὸν ἀναλώ- σεις ὅτι ἐνύβρισεν ἀναισχύντως σώφρονι οὔσῃ κἀκ σωφρόνων γονέων, ἐξ αὐτοῦ τοῦ βλαπτικοῦ καὶ θα- νατηφόρου φαρμάκου πίομαι καὶ βιαίως τῆς ψυχῆς ἀποχωρισθήσομαι· καὶ ἔσται σοι θεόθεν τῆς ἀπω- λείας μου ἕνεκα ἀσυγχώρητος ἡ κατάκρισις. πόθεν δὲ οὗτοι οἱ σοφοί σου σύμβουλοι ὠφελῆσαί σε δυ- [*](p. 59 B.) νήσονται; ἀλλὰ μᾶλλον νομίζω, συμβήσεταί σοι ὑπ᾿ αὐτῶν ὥσπερ καί τινι τῶν χοίρων ἐγένετο. Συνή- θως γὰρ εἶχεν ἐκεῖνος ὁ χοῖρος ἐπί τινα συκῆν δένδρον] πορεύεσθαι καὶ τὰ ἀποπίπτοντα ἐκ τοῦ δένδρου σῦκα ἐσθίειν. καὶ μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰθισμένον πορευθεὶς πρὸς τὴν συκῆν, ὁρᾷ τινα πίθηκα [κατὰ] τῆς συκῆς ἐπαναβάντα καὶ τὰ σῦκα ἐσθίοντα. ὁ δέ γε πίθηξ τὸν χοῖρον θεασάμενος, ῥίπτει αὐτὸν κάτω ἓν σῦκον, ὅπερ φαγών ὁ χοῖρος, γλυκύτερον τῶν ἄλλων τῶν κάτω πιπτόντων σύκων κατεφάνη. καὶ πάλιν ἄλλο σῦκον ἐκ τοῦ πίθηκος [*](1 κρατοῦσα tenens 4 καὶ σοὶ V ἐπʼ ὤμνυμι V εἰ adiecit Boissonade 6 με ὕβρισεν A ὕβρισεν BV: scripsi ἐνύβρισεν. quo nisi duceret quod in A est, datiunun uerbo ὑβρί- ζειν quod hic scriptor subiunxerit non magis mirer quam quod subiunxit Cinnamus uerbo λυπεῖν 11 οὑτοι] τότε? lemma: πέμπτον (AB; πά i. e. πάλιν V) παράδειγμα τῆς γυ- ναικός συνήθειαν V, D. cf. p. 11. 38. 40. 125. 143 B. 14. 17 συκῆν et 16. 18 σύκα V talia plerumque praetermisi) [*](15 δένδρον sclusi; om. D 18 κατὰ seclusi 20 αὐτῷ κάτωθεν ABV: ἄνωθεν requtritur. scripsi κάτω ἓν 22 κατε- φάνη σψριπσι: κατέφαγε libri; quod ut potiuss qua φαγὼν cor- ruptum iudicauerim effecit γλυκύτερον; u. D ἄλλον ABV: ἄλλο )
46
καταλαβεῖν ἤλπιζεν. ὡς δ᾿ ὁ πίθηξ ἄλλο σῦκον οὐκ ἔρριψεν, ἵστατο κάτωθεν ὁ χοῖρος ἐκτεταμένον ἔχων ἄνω τὸν τράχηλον καὶ βλέπων ἀδιαλείπτως τὸν πί- θηκα. ἐπὶ πολύ δὲ τοῦ χοίρου ἄνω τούς ὀφθαλμούς ἔχοντος, αἱ τοῦ τραχήλου αὐτοῦ φλέβες ἀπεψύγη- σαν· καὶ παρευθύς ὁ χοῖρος τῆς ζωῆς ἀπερράγη.“

[*](p. 60 B.)

Τούτων ὁ Κῦρος παρὰ τῆς γυναικὸς ἀκούσας καὶ φοβηθεὶς μή πως ἑαυτὴν τῷ βλαβερῷ ἐκείνῳ κτείνῃ φαρμάκῳ, καὶ αὐτὸς αἰτία φανήσεται τοῦ θανάτου αὐτῆς, κελεύει πάλιν τὸν υἱὸν ἀναιρεθῆ- ναι. Τότε ὁ πέμπτος σύμβουλος καὶ φιλόσοφος κατὰ τὴν πέμπτην ἡμέραν εἴσεισι πρὸς τὸν βασιλέα, καὶ συνήθως αὐτὸν προσκυνήσας, φησί· „ζώοις εἰς τὸν αἰῶνα, βασιλεῦ. ἀκριβῶς γινώσκω σε, βασιλεῦ, ὡς ἄκρος τῇ γνώσει καὶ τῇ σοφίᾳ καὶ τῇ παιδεύσει γε- γένησαι· ἵνα τί τοίνυν ὁ οὕτω συνέσεως ἔχων ἀσυλ- λόγιστον ἀποφαίνῃ τὴν καταδίκην, εἰ μὴ πρότερον συζητεῖς καὶ ἐρευνᾷς τὴν ἀλήθειαν; ὅθεν καὶ ἄκου- σόν μου τῆς διηγήσεως.

Ἦν γάρ τις στρατιώτης ἀνήρ, ὅστις τῷ βασιλεῖ καὶ τοῖς ὑπ᾿ αὐτὸν ἄρχουσιν ᾠκείωτο καὶ ἠγαπᾶτο [*](Boissonade. cf. p. 25, 26 1 λαβεῖν A. ἂν non est addendum ἄλλο AB: ἄλλον V 2 ἕστατο Boissonade: ἵσα τό A ἴσα τὸ V ἰσατὸ B 3 βλέπωνν u. 23, 21 5 ἀπεφίγησαν V 7 τούτων c. p. 44, 18 9 αἴτιος φανήσεται scriptoris est, cf. 21, 24. 48, 20. p. 72 B. 11 lemmate caret V. πέμπτος φιλόσοφος AB 13 ζῴοις c. n. ad Babr. 12, 7. uidetur scribendum ζῴης 14 ἀκριβῶς γ. σε ὡ β. om. V, ab altero βασιλεῦ ἀκρ. ad alterum transiliens 15 ἅκρως ABV: correxit Boissonade) [*](17 εἰ μὴ] sententia ex his duabus confusa ἔνα τί . . ἀσυλ- λογιστον ἀποφαίνῃ τ. κ. μὴ π. συζητῶν (eo quod —) et ἀσυλλ. ἀποφ. τ. κ. εἰ μή π. συζητεῖς, cum scriptoris menti obuersa- retur quod facis nisi cum —. an pro u, εἰ legendam ὅτι 18 σύ ζητεῖς V 20 lemma διηγησις πέμπτου φιλοσόφου) [*](21 ὡκείοτο V)

47
(τῆς) γενναιότητος καὶ ἀνδρείας. ὁ δὲ τοιοῦτος στρατιώτης σκύλον ἀνέθρεφε μικρόθεν, καὶ ὅσα ἐνε- τείλατο τῷ σκυλακίῳ, ἐποίει, ὡς λόγον ἔχον· ὅθεν καὶ μετὰ πολλῆς ἀγάπης ἔτρεφεν ὁ στρατιώτης τὸν [*](p. 61 B.) κύνα. ἐν μιᾷ γοῦν τῶν ἡμερῶν ἡ τοῦ ἀνδρὸς σύζυ- γος πρὸς τοὺς ἑαυτῆς ἀπῆλθε γονεῖς καὶ τὸ αὐτῆς νηπιάζον παιδίον ἀφῆκε τῷ πατρὶ αὐτοῦ, παραγγεί- λασα αὐτῷ πολλὰ περὶ τοῦ παιδίου, ὥστε βλέπειν καὶ προσέχειν αὐτό. εἶπε γὰρ τῷ ἀνδρὶ ὅτι „οὐκ „ἀργήσω, ἀλλὰ συντόμως ἐλεύσομαι,“ καὶ οὕτως εἰποῦσα, τὸ παιδίον ἐκοίμησε καὶ ἀπῆλθε. τοῦ δὲ ἀνδρὸς (ἐν) τῇ οἰκίᾳ καθημένου καὶ τοῦ παιδίου κοιμωμένου, ἐξαίφνης τις τῶν τοῦ βασιλέως εἰσῆλθε στρατιωτῶν· καὶ τὴν θύραν κρούσαντος, ἐξελθὼν ὁ ἀνήρ, ἰδὼν τὸν παρὰ τοῦ βασιλέως πεμφθέντα, λέ- γει αὐτῷ· „τί σὺ θέλεις;“ ὃ δὲ λέγει· „ὁ βασιλεὺς καλεῖ σε.“ καὶ ὁ στρατιώτης ἅμα τῷ λόγῳ τὰ στρα- τιωτικὰ ἐνεδύσατο ἄρματα καὶ τὴν σπάθην ἀράμε- νος, προσκαλεῖται τὸν σκύλον καὶ παραγγέλλει αὐτῷ φυλάσσειν τὸν οἶκον καὶ τὸ παιδίον, μηδένα ἐάσας εἰσελθεῖν εἰς τὸν οἶκον. ὁ μὲν οὖν στρατιώτης τὸν κύνα παραγγείλας, ἀπῆλθε πρὸς τὸ παλάτιον· τοῦ δὲ σκύλου τῷ παιδὶ παρακαθημένου καὶ τοῦ παιδὸς [*](p. 62 B.) [*](1 τῆς adieci 2 σκύλον cf. 40, 8 ἐνετείλετο τῷ σκυλακίῳ VB ἐνέτυλε τὸ σκυλακίω A: emendauit Val. Schmidt. ἐνέτειλε, τὸ σκυλάκιον Boissonade 3 ἔχων ABV: correxit Boissonade 7 παραγγείλας VB παραγκείλας A: correxit Boissonade 8 πολλὰ V: om. (AB) Boissonade 9 αὐτῷ?) [*](γάρ] δὲ? cf. n. ad p. 30, 13. 17, 21 10 ἐλεύσομαι ex sermone uolgari dictum pro u, composito ἐπάνειμι 12 ἐν ad- didi 13 ᾗλθε? 14 καὶ] οὗ? 18 ἅρματα AB, ἅρμα V uno addito puncto, quod siqnificat ι, cum duo l. α. reddant: ἄρ- ματα Boissonade, D. fortiore aspiratione hodierni Graeci uti dicuntur 21 οὓτω τὸν? u. D)
48
κοιμωμένου, ὁρᾷ ὁ κύων ὄφιν τινὰ παμμεγέθη ἐρ- χόμενον κατὰ τοῦ παιδὸς καὶ αὐτοῦ ἐκροξῆσαι τὸ αἷμα σπουδάζοντα. καὶ παρευθύς ὁ κύων ἐγερθεὶς πόλεμον πρὸς τὸν ὄφιν ἐποίησε καὶ καταδακὼν αὐ- τόν, νεκρὸν αὐτὸν ἀπειργάσατο. κατʼ αὐτὴν δὲ τὴν ὥραν ἦλθε καὶ ὁ στρατιώτης, καὶ ὁ κύων μετὰ χαρᾶς τούτῳ ἀπήντησεν. ἰδών δὲ ὁ στρατιώτης τὸ στόμα τοῦ σκύλου ᾑμαγμένον, ἔδοξεν αὐτῷ ὡς ὁ κύων τὸ παιδίον ἔφαγε, καὶ κρούσας αὐτὸν τῷ ξίφει ἀπέκτει- νεν. εἶτα ἐντὸς τοῦ οἴκου γενόμενος, ὁρᾷ τὸν παῖδα κοιμώμενον ἀβλαβῆ, θεωρεῖ δὲ καὶ τὸν ὄφιν σκοτω- μένον καὶ πρὸς τῇ κεφαλῇ τοῦ παιδίου κείμενον καὶ ἅμα ἔγνω ὡς ὁ κύων τὸν ὄφιν ἐφόνευσε, καὶ πικρῶς ὡλοφύρετο ὅτι χωρὶς ἀφορμῆς τὸ τοιοῦτον ἀπέκτεινε κυνάριον. οὐδὲν δὲ ὁ κύων ἐκ τῆς τοῦ αὐθεντὸς αὐτοῦ μεταμελείας ὠξεληθῆναι ἠδυνήθη, οὐδὲ ὁ στρατιώτης ἠδυνήθη ἀπὸ τῆς λύπης καὶ τῆς μεταμελείας ἐγεῖραι τὸν κύνα. Διὸ καὶ σύ, βασι- [*](p. 63 B.)λεῦ, μὴ οὕτως ἀσκέπτως τὸν υἱὸν σου φονεύσῃς, μή πως καὶ τῷ σῷ κράτει μετάμελος γενήσεται ὕστε- ρον ὡς τῷ στρατιώτῃ. καὶ ἴσως ἐκεῖνος περί τινος [*](1 ἕρποντα 3 σπουδάζοντος ABV et 7 ἀπήντισεν ABV: correxit Boissonade 5 τὴν ὥραν c. 27, 15 7 ante τύ στόμα in V extat alterum ἰδών 11 ἀβλαβῶς A σκοτω- μένον i. e, interfectum scripsi, ut D: σκοτομένον ABV. ἐσκοτω- μένον dicere debebat. σκοτούμενον Du Cange 14 ὀλοφύ- πετο ABV uitium tam frequens cum Boissonadio tollere malui) [*](τοιοῦτον] ex usu scriptoris nescio an addendum sit adie- ctiuum πιστόν 16 ἀυθεντὸς] uide ind. et p. 94 B. 17 οὐδὲ ὁ στρ. ἠδ. om. A more solito 20 πως V; πω (AB) Boissonade γενήσεται scriptoris est 21 ἴσως] ἀλλ᾿ ἐκεῖ- νος ἐμετανόησε διὰ σκύλον Ven; cf. D. itaque fieri potuit ut hic exciderit post ἴσως (suo iure); μετεμελήθη οὕτως. sed nescio an quae insunt in libris ita possint explicari ut sapiens dicturus fuerit ἴσως (fortasse) ἐκεῖνος περὶ ζῴου (quippe qui in bestiam )
49
ζώου καὶ ταῦτα κυν[ος ὄντος φιλοδεσπότου· σὺ δὲ περὶ υἱοῦ τίνα ἕξεις ἀπολογίαν, ἀδίκως καὶ ἐξ ἀκοῆς μόνης τοιαῦτα ἐπιχειρήσας; ὅμως μέντοι γε, ὦ βα- σιλεῦ, καὶ ἄλλης διηγήσεως ἐπισχών ἄκουσον, παρα- καλῶ.