Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ

Syntipas

Syntipas. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

Ἀνήρ τις ἦν τῇ γνώμῃ σαθρός, ἀκόλαστος τῇ φύσει καὶ πορνοκόπος· ὃς ὁπόταν περί τινος ὡραίας γυναικὸς τι ἤκουε, πᾶν πρᾶγμα δευτέρου λόγου ἐποιεῖτο, καὶ ἐν πρώτοις ὅσον ἠδύνετο ἐσπούδαζεν ἕως οὐ αὐτὴν ἐκ παντὸς τρόπου συμμιγῇ. τούτῳ γοῦν τοιούτῳ τὴν φύσιν ὄντι περί τινος ἤκουσται γυναικὸς λίαν ὡραιοτάτης, τις καὶ ἔν τινι χώρᾳ τὴν οἴκησιν ἐποιεῖτο· ἐν ᾦ χωρίῳ ἀπέστειλεν ὁ ἐρα- στὴς ἐκεῖνος, καὶ παρακαλῶν καὶ βιαζόμενος πρὸς συνάφειαν. ἡ δὲ γυνὴ σωφρονεστάτη οὖσα, οὐ προσεδέξατο τὴν τοῦ ἀνδρὸς παράκλησιν ἢ ἀπειλήν. ὁ δέ γε θηλυμανὴς ἐκεῖνος ἀνὴρ μὴ οὕτως ἀποδιω- χθεὶς παρὰ γυναικὸς παρῃτήσατο, ἀλλʼ ἐπʼ ἐκείνῳ [*](p. 64 B.) τῷ χωρίῳ παραγενόμενος, ἀναισχύντως ὡς εἰς ξενο- δοχεῖον καταλύει ἐν τῷ οἰκήματι τῆς ἐρωμένης. εἶτα ὡς τὸ πρότερον ἐπεχείρει ταύτην βιάζεσθαι. ἣ δὲ οὐδαμῶς εἶξε τοῖς λόγοις αὐτοῦ. οὗτος οὖν ὁ ἀνὴρ τῷ ἔρωτι τῆς γυναικὸς τρωθείς, ἀπέρχεται πρός τινα γραῖαν καὶ διηγεῖται τὰ περὶ τοῦ πράγματος. καὶ [*](tantum peccauerit) καὶ ταῦτα (quamuis) κυνὸς ὄντος φιλο- δεσπότου ἕξει τινὰ ἀπολογίαν, σύ δὲ περὶ υἱοῦ οὐχ ἕξεις, α qua structura prae magno animi mota discesserit 3 γε V om. (AB) Boissonade 4 παρακαλῶ om. A 6 lemma in B: ἑτέρα τοὺ αὐτοῦ 7 ὃς scripsi ὡς ABV. e. p. 16. 32. 88. 125; 60. 118. 148 B. 9 ἠδύνετο et αὐτὴν scriptoris sunt 11 ἤκουστο? 12 ἔν τινι Boissonade ἔν τι ABV 13 ἐν ᾧ i. e. εἰς ὃ 14 ἐκεῖνος, καὶ] ἐκεῖνος πολλάκις, 16 ἢ] καὶ 18 παρὰ τῆς 2 παρῃτήσατο] inccepto destitit 22 οὖτος] οὕτως 24 καὶ] ᾑ καὶ?)

50
ἡ γραῦς τούτῳ ἀπελογήσατο εἰποῦσα·„ ὦ ἄνθρωπε, „ἀκαίρως ζητεῖς καὶ κοπιᾷς εἰς μάτην περὶ αὐτῆς· „αὕτη γὰρ τῶν πάνυ σωφρόνων ἐστι, καὶ οὐ τῶν πορνῶν ὡς σύ ἐνόμισας.“ καὶ ὁ ἀνήρ· ,,ὦ μῆτερ, „ἐὰν καταπείσῃς αὐτὴν τῷ ἐμῷ θελήματι, εὐθύς εἴ „τι ζητήσεις παρʼ ἐμοῦ, εὐκόλως σοι ἀποδώσω.“ ἡ δὲ γραῦς τὴν δόσιν τοῦ χρυσίου ἀκούσασα, „ἐγώ“ φησὶ τῷ ἀνδρὶ „τὴν ἐπιθυμίαν σου ἐκτελέσω. τὸ λοιπὸν ἄπελθε πρὸς τὸν ἄνδρα ἐκείνης, καὶ εὑρή- „σεις αὐτὸν σκεπασμένον μετὰ ῥούχου [ἢ σινδόνην „ἢ ἐφάπλωμα]. ζήτησον οὖν τοῦ πωλῆσαί σοι αὐτό· καὶ λαβών τὸ ῥοῦχον φέρε μοι ἐδώ.“ ὁ δὲ νέος ἄμα [*](p. 65 B.)τῷ λόγῳ πορεύεται εἰς τὴν ἀγορὰν καὶ τὸ σχῆμα τοῦ ἀνδρὸς μαθών παρʼ αὐτῆς καὶ τὸ ἐργαστήριον. ἦλθε πρὸς αὐτὸν καὶ λέγει· „πώλησόν μοι τόδε σου „τὸ ἱμάτιον.“ δὲ διεπώλησεν αὐτῷ. καὶ λαβών ὁ νέος τὸ ἔπιπλον διεκόμισε τῇ γραΐδι. ἡ δὲ γραῦς μετὰ χαρὰς τοῦτο δεξαμένη, εὐθύς τρία μέρη τοῦ σκεπάσματος ἐκείνου κατέκαυσε καὶ τῷ ἐραστῇ ἔφησε· καθοῦ ὧδε ἐν τῷ ἐμῷ ὁσπητίῳ, καὶ μηδεὶς ἔξω ἄν- „θρωπος ἴδῃ σε.“ τὸ δὲ ἔπιπλον λαβοῦσα ἐπορεύθη ἐπὶ τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξαίφνης εἰς τὴν οἰκίαν εἰσελθοῦσα καὶ τὸ βλέμμα ὑποκλέψασα τῆς κόρης, ἔθηκεν ὑποκάτω τοῦ προσκεφαλαίου τῆς κλί- νης τοῦ ἀνδρός· καὶ ὀλίγην ὥραν τῇ γυναικὶ ὁμι- [*](1 τούτω V cl. D: οὕτως (AB) boiss. 9 ἐκείνης] αὐτῆς V 10 αὐτὸν] ἐκεῖνον V σκεπασμένον i. e. ἐσκεπασμένον μετὰ ῥούχου i. e. ἱματάῳ ἢ σινδόνην (σινδόνιν V) ἡ ἐφά- πλωμα deleuit Boissonade 11 ζήτησον οὖν] num adiciendum αὐτόν? 12 ἔδω uel ἐδῶ εστ huc 16 αυτῶ scripsi; αὐτό ABV 20 ὀσπητίω VB ὁσπητίῶ A; ὁσπιτίῳ Boissonade. hodierni Graeci dicunt et ὁσπίτιον et ὁσπήτιον; sunt etiam qui ὀσπήτιον probent. sine dubio autem est Latinorum gospitium )
51
λήσασα, ἀπῆλθε, τῆς γυναικὸς μηδ᾿ Ὅλως γινωσκού- σης τὸ πραχθὲν παρὰ τῆς γραός. περὶ δὲ τὴν ὥραν τῆς τροφῆς ὁ ἀνὴρ ἐλθών ὁ τῆς γυναικὸς ἀνέπεσεν ἐπὶ τῆς κλίνης αὐτοῦ. τοῦ δὲ προσκεφαλαίου ὑψη- λοῦ ὄντος, ἀνασηκώσας τοῦ τιθέναι καλῶς, βλέπει ὑπ᾿ αὐτῷ κείμενον τὸ ῥοῦχον, ὅπερ ἐπώλησε τὸν νεανίσκον· καὶ πρὸς μὲν τὴν ὁμόζυγον οὐδὲν περὶ τοῦ ῥούχου ἐφθέγξατο, ἀλλʼ εὐθύς ἐγερθείς, τὰς [*](p. 66 B.) χεῖρας ἐπέβαλε τῇ γυναικὶ καὶ πολλὰς πληγὰς αὐτῇ περιέθηκεν. ἡ δὲ γυνὴ δεινοπαθήσασα τὴν καρδίαν, τῆς οἰκίας ἐξῆλθε καὶ πρὸς τούς ἑαυτῆς γονεῖς πα- ραγίνεται. καὶ διηπόρει καθʼ ἑαυτὴν καὶ ἐστέναζε, διʼ ἣν αἰτίαν ἔδειρεν αὐτὴν ὁ ἀνὴρ αὐτῆς. ταῦτα δὲ μαθοῦσα ἡ γραῦς παρὰ τινων, πορεύεται καὶ αὐτὴ ὅπου ἦν ἡ κόρη πρὸς τούς γονεῖς αὐτῆς]. καὶ εἰσ- ελθοῦσα πρὸς τὴν κόρην, περιπαθῶς λυπουμένη ἔλεγε πρὸς αὐτήν· ,,ἤκουσα πῶς ἀνήρ σου σφοδρῶς „σε ἔδειρε, καὶ γίνωσκε ὅτι τὴν σὴν χολὴν καὶ [τὴν] λύπην ἐμὴν ἐλογισάμην.“ ἡ δὲ γυνὴ τῇ γραΐδι ἀντέφησεν· ,,ὁ μὲν ἀνήρ μου χαλεπῶς με ἔτυψεν· „ἐγώ δὲ οὐ γινώσκω διὰ ποίαν αἰτίαν τοῦτο πεποί- ηκε.“ καὶ ἡ γραῦς ἀπεκρίνατο· „γίνωσκε καλῶς ὡς „ἐκ μάγων τινῶν καὶ χαιρεκάκων ἀνδρῶν ταῦτα συμβέβηκε· πλὴν ἐάν σοι καλὸν φαίνηται, ἐλθὲ ἐπὶ τὴν ἐμὴν οἰκίαν· ὑπάρχει γὰρ ἐν ἡμῖν ἰατρός „τις ἀνήρ. καὶ καλλίων ἰατρὸς τούτου οὐκ ἔνι, καὶ [*](1 ἀπῆλθεν V 5 ἀνασικώσας AB ἀνασικόσας V: cor- rexit Boissonade. ἀνασηκώνειν est tollere. cf. Corais Isocr. p. 37 m. 6 ἐπʼ ABV: scripsi ὑπʼ quod iam Boissonade ma- luerat. u. D 15 πρὸς τούς γονεῖς αὐτῆς seclusi 16 κόριν A.) [*](λυπουμένη tristitian uoltu prae se ferens, ut non sit ne- cessarium reponere accusatiuum 17 ἀνὴρ libri: ἀνήρ reposui; u. D 18 τήν sechusi 26 ἔνι a scriptore profectum )
52
,,ἐκεῖνος παντοίαν θεραπείαν ποιήσει σε· μᾶλλον δὲ [*](p. 67 B.)„καὶ ἀπὸ τῆς δοκιμῆς καὶ σύ νοήσεις τὸν ἄνθρω- „πον ὁποῖος ὑπάρχει εἰς τὴν τέχνην, ἣν ζητήσεις „αὐτόν.“ ἡ δὲ γυνὴ τοῖς τῆς γραὸς στέρξασα λόγοις, „ἐγὼ μέν“ ἔφη „ἑτοίμως ἀκολουθήσω σοι· σύ δὲ ,,ἐάν μοι ποιήσῃς τρόπον εἰρήνης μετὰ τοῦ ἀνδρός μου διὰ τούτου δὴ τοῦ ἰατροῦ, φιλοτίμως ἀμεί- „ψομαί σοι.“ ἑσπέρας δὲ γενομένης, προλαβοῦσα ἡ γραῦς ἐπὶ τὴν οἰκίαν αὐτῆς (ἀπῄει), καὶ τῷ ἐραστῇ λέγει· „ἰδού τὸ κυνήγιον ἐν τοῖς δικτύοις.“ καὶ τῆς γυναικὸς εισελθούσης, ὀ δῆθεν ἰατρὸς ἐκρά- τησε τὴν γυναῖκα καὶ συνεμίγη. ἐκείνη δὲ ὑβριζο- μένη ἠνιᾶτο καὶ ἤσχαλλεν, ὅμως δὲ λαλῆσαι ἐδειλία· ὕστερον δὲ μετὰ τὴν συνουσίαν ἐξελθοῦσα, συντό- μως [ἀπῄει] πρὸς τούς γεννήτορας ἐπανῆκε. πρωΐας δὲ γενομένης ὁ ἀνὴρ πορευθεὶς πρὸς τὴν γραῦν εἶπε· „διὰ μὲν τοῦ ἔργου, οὐ μοι ἐποίησας, πολλά „σοι χρεωστῶ· ἐπὶ δὲ τῇ γενομένῃ ταραχῇ μέσον „τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς μεγάλως λελύπημαι, [*](1 acc. σε pendet a uu. θεραπείαν ποιήσει quippe quae sim- plicis uerbi θεραπεύειν uice fungantur: an pro u. ποιήσει scri- bendum θεραπεύσει? 5 σύ non esi mutandum in σοι 8 mutaui λαβοῦσα in προλαβοῦσα (i. e. φθάνουσα poterat etiam scribi λαθοῦσα) et adieci ἄπήει, quod in margine fortasse ad- scriptum, infra Ι, 15 loco non opportuna in uerba scriptoris in- repsit. si quis autem λαβοῦσα seruandum censet, ei sumendum est ante ἡ γραῦς excidisse αὐτὴν ἤγαγεν. cui fanent et Ven (ἀφόντες γοῦν ἐβραδίασεν, ἐπῆγαν ἀντάμα μὲ τήν γραίαν εἰς τὸ σπῖτί της, ἐκεῖ ὁποῦ ἐκάθητον ὃ ἀγαπητικός), non fauet l. 10. 11 12 συνεμμίγη V 13 ἠνιᾶτο] ηνιάτο V μὲν additum expectes. sed eam particulam sermo uolgaris inde aι polybiit temporibus saepissime praelermittil. ἤσχαλεν V 15 ἀπῄει πρὸς ABV: καὶ addidit Boissonade ante πρὸς; cf. D. ego ἀπῄει quippe sua sede motun et alieno loco intrusum suo restitui l. 9 16 ὁ ἀνὴρ i. e. iuuenis, non maritus 17 διὰ a Byzantinis hoc sensu etiam cum genetiuo coniungitur πολλάς σοι A.)
53
„ὅτι αἴτιος έγὼ ὑπάρχω τῆς ὀχλήσεως.“ ἡ δὲ γραῦς λέγει· „μή λυποῦ, νεανία· ἐγὼ γὰρ διά τινος τεχνι- „κῆς μηχανουργίας ποιήσω ἐκείνους φιλιωθῆναι. σὺ [*](p. 68 B.) „δὲ λοιπὸν ἄπελθε εἰς τὴν ἀγορὰν πρὸς τὸν ἄνδρα „τῆς γυναικὸς καὶ μικρὸν ἐκεῖ ἀκαρτέρησον. καὶ „ἐκεῖνος ἅμα ἐξετάσει σε περὶ τοῦ ῥούχου ὅπερ σοι „ἐπώλησε· σὺ δὲ εἰπὲ αὐτῷ ὅτι „τὸ ῥοῦχὸν σου φο- ρέσας ἐκάθισα ἐπάνω κλιβάνου, καὶ ἐμοῦ μὴ εἰ- δότος, εἰς τρία μέρη ἐκαύθη· ἐγὼ δὲ πολλὰ λυπη „θεὶς ἐπὶ τῷ γεγονότι, δέδωκα τὸ ῥοῦχον πρός τινα γραῦν ἣν ἐγνώριζον, ὅπως δώσει αὐτό τινα ὑφαν- „τήν, καὶ τὰ καυθέντα μέρη ποιήσει ὑγιῆ· ἐξ ὅτου γοῦν ἡ γραῦς ἐκείνη τὸ ῥοῦχον ἔλαβεν, οὐκ ἔτι ἄτην εἶδον, ἀλλʼ οὐδὲ (οἶδα) τὸ ῥοῦχον ἐκεῖνο τί „γέγονεν.“ ταῦτα τῷ ἀνδρὶ τῆς γυναικὸς εἰπέ· καὶ „μετὰ ταῦτα,“ εἶπεν ἡ γραῦς, „ἐγὼ ἐμαυτὴν φανε- ρώσω ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν, καὶ προς „ποιήσομαι διὰ δουλείαν μου πορεύεσθαι. καὶ ευθὺς „ὡς ἂν ἴδῃς με, φανέρωσον τῷ ἀνδρὶ εἰπὼν ὅτι ἰδού ἡ γραῦς ἢν εἶπόν σοι· αὕτη ἐστὶν ἥτις καὶ τὸ „ῥοῦχον ἔλαβε.“ καὶ ἄμα λάλησόν με καὶ ἐρώτησον· ,,ὦ γύναι, τί τὸ ῥοῦχον ἐκεῖνο γέγονεν; ἐγώ δὲ „τότε ἅμ᾿ εὐθύς καλῶς μάλα ἀπολογήσομαι καὶ ὡς [*](p. 69 B.) „δεῖ.“ ἀναστὰς οὖν ὁ ἄνθρωπος ἐποίησε καθὼς ἐδιδάχθη παρʼ αὐτῆς· καὶ ἐντυχών τῷ ἀνδρὶ εἶπεν ἅπαντα· καὶ τῆς γραὸς ἐνώπιον αὐτῶν διερχομένης, [*](5 ἀκαρτερεἴν ex usuι recentiorum est 11 δώση ABV correxit Boissonade 12 ποιήσει] sc. οὗτος ὑγιᾶ infra ἐξότου ABV 14 οἶδα post οὐδὲ adieci 17 ποιήσομαι ABV: προςποιήσομαι coniecit Boissonade 18 δουλείαν] ne- gotium 19 post ἀνδρί V addit σου 21 λάλησον] infra 54, 1 ἐκάλεσε 22 γέγονε ABV 23 παρευθύς7 om. D 26 διερχομένης] praetereuntis. δεχομένης BV)
54
ὁ τῆς μοιχείας ἐργάτης αὐτὴν ἐκάλεσε καὶ περὶ τοῦ ῥούχου ἀνηρώτα. ἡ δὲ γραῦς ἀπιδοῦσα πρὸς τὸν ἄνδρα τῆς γυναικός, ἐποιεῖτο τούς λόγους λέγουσα αὐτῷ· „ἐλευθέρωσόν με ἀπὸ τὰς ἀδίκους ὀχλήσεις τοῦ ἀνδρὸς τοῦδε. καὶ γὰρ σκέπασμά τι ῥούχου μοι ἔδωκεν, ἵνα φέρω τοῦτο πρός τινα τῶν τεχνιτῶν, ἵνα τὰ διακαυθέντα τοῦ ῥούχου μέρη ὡς δυνατὸν ὑγιᾶ κατασκευάσῃ· ἐγώ δέ, οὐκ οἶδα διὰ τί, παρὰ τὴν σὴν εἰσῆλθον ὁμόζυγον, καὶ παντελῶς ἐπελαθό- „μην ἡ ταλαίπωρος ποῦ τὸ ῥοῦχον ἐκεῖνο ἀφῆκα, „ἢ ἐν τῷ σῷ οἴκῳ, ἢ ἐν ἑτέρῳ τόπῳ· οὐδαμῶς γὰρ δύναμαι ἐνθυμηθῆναι τί γε ἄρα γέγονεν· οὕτως τῆς γραὸς εἰπούσης τῷ ἀνδρὶ τῆς γυναικός, ἐκεῖνος ἀντέφησε πρὸς αὐτήν· ἀλλά σοι γνωστὸν ἔστω, ὅτι „δι᾿ ἐκεῖνο τὸ ἔπιπλον μεγάλη ταραχὴ ἐν τῷ οἴκῳ μου γέγονε“· καὶ ἄμα δέδωκε καὶ τούς δύο τὸ [*](p. 70 B.)ἔπιπλον ἐκεῖνο· καὶ ἀπελθών ἐν τῷ οἴκῳ αὐτοῦ, μετὰ τῆς γυναικὸς φιλίαν ἐποίησε· καὶ ὁ τάλας χαρίσμασι καὶ δωρεαῖς μεγάλαις αὐτὴν ἐτίμησε, δέο- μενος ἵνα μετʼ αὐτοῦ διαλλαγὴν καὶ ἀγάπην ποιήσῃ. ἡ δὲ μόλις ἐποίησεν ἀγάπην μετʼ αὐτοῦ. Καὶ νῦν γίνωσκε λοιπόν, ὦ βασιλεῦ, ὅτι οὐκ ἔχει τέλος ἡ τῶν αἰσχρῶν καὶ φαύλων γυναικῶν [*](4 etiam ἀπὰ cum acc. a recentissimis coniungitur 5 σκε- πάσματι ABV correxit Boissonade, qui tamen deleri malebal seruata quae in A est scriptura ῥοῦχον 6 ἔδωκε ABV τοῦτο V: om. (AB) Boiss. τὸ D 8 διὰ τί scripsi: καὶ ABV. καὶ ἐγώ ἡ ταλαίπωρος οὐδὲν ἠξεύρω τί ἔκαμα τοῦτο· ἐπειδὴ ἐδιάβησα εἰς σπῖτί σου. Ven. (cf. D). unde aliquid periisse suspicabatur Boissonade. sed ut cetera taceam. nihilo n.inus illud καὶ offenderet: quare inmutaui 11 ἢ — ἢ] εἰ . . ἢ? 15 μεγάλη καὶ τ. A undee uocabulun uelut συγχυσις excidisse suspicabatur Boissonadeq u. D 16 καὶ om. D, Boissonade delebat; sed arcte cum u. δέδωκε coniungendun uidetur: et dixit et dedit 19 μεγάλως A 20 ποιήσῃ om. A.)
55
πονηρία· ἀλλʼ οὐδὲ χεῖρον κακὸν γυναικὸς πονηρᾶς ἐστιν, ὥσπερ οὐδὲ καλῆς καὶ ἀνδρείας γυναικὸς οὐ- δέν τι κρεῖττόν ἐστι· κατὰ διάμετρον γὰρ καλῆς γυ- ναικὸς καὶ χείρονος μέγα χάσμα ἐστί, κἂν καὶ ἴσην ἔχουσι τὴν ἐπωνυμίαν· ἀμφότεραι γὰρ γυναῖκες κα λοῦνται καὶ εἰσίν· ἀλλʼ ἣ μὲν θηρίῳ ἔοικε πολυ- μόρφῳ καὶ πολυκεφάλῳ, οἷον εἰπεῖν τῷ τῆς ὕδρας, ἡ δὲ λίθῳ πολυτελεῖ καὶ ἀσυγκρίτῳ. ὅθεν καὶ ἀπὸ τῆς πονηρίας αὐτῶν πολλοὶ ἀδίκως ἐφθάρησαν. ὥσπερ δὴ συνέβη γενέσθαι καὶ εἰς τὴν τοῦ ἀνδρὸς ἐκείνου γυναῖκα διὰ τὴν τῆς γραὸς πονηρίαν. πρόσ- εχε οὖν σεαυτῷ, ὦ βασιλεῦ·

Τούτων ἀκούσας ὁ Κῦρος διεκώλυσε τὸν τοῦ παιδὸς φόνον. ἡ δὲ τοῦ βασιλέως ἐκείνη παλλακὴ [*](p. 71 B.) ταῦτα μαθοῦσα, πάλιν εἰσέρχεται πρὸς αὐτὸν κατὰ τὴν πέμπτην ἡμέραν καὶ μετὰ δακρύων πολλῶν αὐτῷ ἔλεγεν ὅτι „θαρρῶ, ὦ βασιλεῦ, ὡς τοιαύτην μοι δί- κην κατὰ τῶνδέ σου τῶν φιλοσόφων καὶ τάχα συμ- βούλων [ὡς] ὁ θεὸς ποιήσει, ὥσπερ κατά τινος λέοντος καὶ πίθηκος πεποιηκέναι λέγεται.“ καὶ ὁ βασιλεύς· „`καὶ πῶς ἐγένετο κατʼ ἐκεῖνα τὰ ζῶα;“ ἣ δὲ ἀπεκρίνατο·

„Ἦν τις λαὸς καὶ πλῆθος πραγματευτῶν ἀπερχό- μενον ἐπί τινα πραγματείαν. ἦσαν δὲ ἐν ἐκείνοις καὶ μουλάρια πολλά. νυκτὸς δὲ καταλαβούσης ἔφθα- [*](1 V in margine σημείωσαι 2 ἥσπερ A. ἧπερ coniecit Boissonade 4 μέγα χάσμα] Eu. Luc. 16, 26 5 dubites an ἔχωσι sit reponendum ἐπωνυμίαν scripsi: ὁμωνυμίαν ABVD, quo seruato reposuissen ἴσως, nisi p καὶ prohibusset) [*](7 πολυμόρφο V ὑέρᾶς A 8 noli corrigere θπὸ 14 lemma διήγησις γυναικός παλακὴ V 19 ὡς deleui et ποιήσειεν in ποιήσει mutaui. aoristi optatiuo certe ἂν adiungi debebat 23 καὶ πλῆθος] uidentur delenda. sed c. p. 103 B. m.) [*](25 μουλάρια] muli ἔφθασαν] peruenerunt (64, 12))

56
σαν εἰς ξενοδοχεῖον κκἀκεὶ ἀνέπεσον κοιμηθῆναι· καὶ τὴν θύραν τοῦ οἴκου ἐπελάθοντο σφαλίσαι. καὶ κατὰ τὴν νύκτα ἰσῆλθε λέων εἰς τὸ παυδοχεῖον καὶ μέσον τῶν μουλαρίων ἀνέπεσε, μηδεμίαν ταραχὴν ποιησά- μενος· καὶ οὐδεὶς τῶν πραγματευτῶν κατενόησε. μετὰ δέ τινα ὥραν εἰσῆλθέ πις κλέπτης εἰς τὸ παν- [*](p. 72 B.)δοχεῖον κλέψαι ἐκ τῶν μουλαρίων· καὶ δὴ σκοτίας οὔσης μὴ βλέπων, ἐψηλάφα τὸ πατερὸν τῶν ὑπο- ζυγίων καὶ λεληθότως τοῦ λέοντος ἥψατο. καὶ παχύν τοῦτον κατανοήσας ὡς μουλάριον, ἐκάθισεν ἐπάνω αὐτοῦ. ἐξερχομένου δὲ τοῦ κλέπτου ἐπάνω τοῦ λέοντος, ὁ λέων καθʼ ἑαυτὸν ἔλεγεν· „ἀληθῶς οὐ „τός ἐστιν ὁ δαίμων, ὃν λέγουσι τῆς νυκτὸς εἶναι „φύλακα· διὸ καὶ ἐπάνω μου καθέσθη.“ καὶ ταῦτα λέγων ὁ λέων καθʼ ἑαυτὸν ἐφοβεῖτο τὸν κλέπτην. καὶ διʼ ὅλης τῆς νυκτὸς τὸν κλέπτην βαστάζων ἐπο- ρεύετο. ὁ δὲ κλέπτης ἐπιγνούς ἐπικαθέζεσθαι λέοντι, ἐφοβήθη, μή πως αὐτὸν διασχίσει καὶ τροφὴν ἰδίαν ποιήσεται. πρωΐας δὲ γενομένης ἔτυχεν ὁ λέων ὑπο- κάτω δένδρου διέρχεσθαι, καὶ διὰ συντόμων ὁ κλέ- πτης ἐκτείνας τὴν δεξιάν, τοῖς τοῦ δένδρου κλάδοις ἑαυτὸν ἐκρέμασε καὶ ἀναβὰς εἰς τὸ δένδρον τὸν τοῦ λέοντος κίνδυνον διέφυγε. καὶ ὁ λέων πάλιν, ὡς τὸν φύλακα τῆς νυκτὸς φοβούμενος, συναπῆλθε σπουδῇ· ὅπου καὶ ὁ πίθηξ αὐτῷ συναντᾷ, καὶ ἡρώ- τησε τὸν λέοντα· ,,τί οὕτως ὑπάρχεις φοβούμενος [*](2 σφαλῆσαι V 4 μήδεμίαν V ut saepe 7 σκοτίας σψριπσι: σκοτείας ABV. cf. Philogelon 8 117. p. 63, 2 8 πάτερον V 11 αὐτοῦ] num excidit καὶ ἐξήλασεν? 16 καὶ διʼ ὅ. τ. ν. in V bis scripta 18 διασχίσει Boissonade: δια- σχίσῃ ABV. quamquam cf. 46, 9. ἰδίαν i. e. αὐτοῦ 20 συντόμως ABV: correxit Boissonade 21 τοὺ] cf. p. 57 9. 10. 23 ὡς τὸν scripsi ὡς ὁ A ὡς BV 24 συν- simul) [*](25 ήρώτισε V)
57
„καὶ τρέμων;“ ὁ δὲ λέων ἀπεκρίνατο· „ὁ τῆς νυ- [*](p. 73 B.) „κιὸς φύλαξ λεγόμενος ἐμὲ πιάσας, ὅλην τὴν νύκτα „ἐπάνω μου φερόμενος ἔσυρέ με.“ καὶ ὁ πίθηξ ,,ποῦ „ἐστιν ἐκεῖνος;“ ἔφη. καὶ ὁ λέων· „ἐπάνω τοῦ „δένδρου ἐκάθισεν τοῦ ἡμῶν ἔμπροσθεν ὄντος.“ ὁ δὲ πίθηξ εὐθὺς ἐπʼ ἐκεῖνο τὸ δένδρον ἀπῆλθε· καὶ ὁ λέων μακρὰν ἵστατο βλέπων τί ἄρα γένηται. τοῦ μέντοι πίθηκος τοῦ δένδρου ἐπαναβάντος, ὁ κλέ- πτης ὁμοῦ ἐφοβήθη τοὺς δύο, καὶ ὑπὸ τοῦ φόβου τῶν δύο ζώων ἀγωνιζόμενος, εἰς τὴν σχισμάδα τοῦ δένδρου εἰσῆλθεν. ὁ δὲ πίθηξ τῇ χειρὶ τὸν λέοντα ἔνευε τοῦ ἐλθεῖν καὶ ἀποκτεῖναι τὸν ἄνδρα. ἐλθὼν τοίνυν ὁ λέων ἐκεῖσε, ἵστατο κάτω τοῦ δένδρου. ὁ δὲ πίθηξ ὑπῆρχεν ἔχων ὄρχεις λίαν μεγάλους. καὶ ὁ ἀνὴρ ὡς εἶδεν αὐτούς, ὀλίγον θάρσος ἀνέλαβε· καὶ ἐξαίφνης φρικτῶς πιάσας τοὺς ὄρχεις τοῦ πίθη- κος ἔδησε. καὶ ἅμα ὁ πίθηξ ἀπέθανε πεσὼν κάτω. καὶ ὁ λέων ἰδὼν αὐτὸν πεσόντα νεκρόν, ἔλεγε καθʼ ἑαυτόν· „ἀληθῶς ὡς ὁ τῇ νυκτὶ ἐμὲ σύρων φύλαξ „αὐτὸς καὶ τοῦτον ἀπέκτεινε.“ καὶ συντόμως ἔφυ- [*](p. 74 B.) γεν. οὕτως ὁ ἀνὴρ τὰ δύο ζῶα νικήσας ἠλευθερώθη. Κατὰ τοῦτον τὸν τρόπον θαρρῶ κἀγώ, βασιλεῦ, εἰς τὴν δύναμιν τοῦ θεοῦ, ὅτι δώσει κἀμοὶ νικῆσαι τοὺς φιλοσόφους, ὅτι περ μέσον σοῦ καὶ ἐμοῦ τοσαύ- την ἔθηκαν σύγχυσιν. τοῦτο δὲ ἐγὼ ἀπὸ θεοῦ δέο- [*](2 πιάσας i. e. συλλαβών (cf. Corais Isocr. p. 3 in.) 6 ἀπῆλθε] noli corrigere ἀνῆλθε 7 γένηται] coniunctiuus fu- turi loco usurpatus 10 ἀγωνιζόμενος] metu exanimatus i. q. ἀγωνιῶν, cf. ind. 11 εἰσῆλθε ABV 16 φρικτῶς BV: σφικτῶς A. Boiss. cf. D 19 ἀληθῶς ὡς i. e. ὡς ἀληθῶς ut θαυ- μαστῶς ὡς, ὑπερφυῶς ὡς, ἀμηχάνως ὡς et similia apud Pla- tonem, πλεῖστοι ὅτι apud Niceph. Bryenn. Boissonade ante ὡς et post φύλαξ distinxit 25 τουτο] ut inimici moriantur? )
58
μαι δοθῆναί μοι, ἐὰν μὴ σύγε, ὦ βασιλεῦ, ἐκδική- σῃς ἐφʼ οἷς ἔργοις ἠναγκάσθην ὑβρισθῆναι παρὰ τοῦ υἱοῦ σου.

Τούτοις πάλιν τοῖς λόγοις ὁ βασιλεύς τρωθεὶς τὴν καρδίαν, ὥρισε τὸν υἱὸν αὐτοῦ ἀποκτανθῆναι πάλιν. καὶ ὁ τοῦ βασιλέως ἕκτος σύμβουλος καὶ φιλόσοφος τὴν τοιαύτην μαθών ἀπόφασιν, πρὸς τὸν βασιλέα εἰσέρχεται ἡμέρᾳ ἕκτῃ καὶ προσκυνήσας, „ζῆθι, βασιλεῦ,“ ἔφη εἰς τὸν αἰῶνα, καὶ ἐπὶ μα- κρούς χρόνους ἡ ἐξουσία σου διαμένοιε. γινώσκειν δέ σου τὸ κράτος δουλοπρεπῶς ἀξιῶ, ὅτι ἐὰν μηδʼ ὅλως ἔτυχεν υἱὸν ἔχειν σε, ἔδει μετὰ πολλῆς ἀγά- πης καὶ θερμῆς καρδίας καὶ ἐπιμόνου παρακλήσεως [*](p. 75 B.)παρακαλεῖν τὸν θεὸν τοῦ δοῦναί σοι παιδίον, ὡς ἔχειν τοῦτο κληρονόμον καὶ διάδοχον τοῦ κράτους σου· νῦν δὲ παῖδα ἔχων, πειρᾶσαι τοῦτον φονεῦσαι συμβουλῇ κακογνώμου γυναικός, καὶ ταῦτα μὴ γι νώσκων εἴτε αἴτιός ἐστιν ὁ παῖς θανάτου, εἴτε καὶ μή. καὶ ἐὰν τοῦτο ὃ λέγεις ἀνεξετάστως γένηται, ἐς ὕστερον σύ θανατηφόρον ἐπιλήψῃ τὴν λύπην, ὥστε σχεδὸν ὑπὸ τῆς λύπης ἑαυτὸν διαχειρίσεις· ἀλλὰ καὶ [*](1 μὴ] μοι V 2 ἠναγκάσθην ὑβρισθῆναι] coactus sum ut uim paterer: simplicius dixisset ὑβρίσθην omisso cogendi uerbo. M in ea parte narrationis quae respondet huius recen- sionis p. 111 B. ὑφʼ ἧς καὶ ἀπαγχονισθῆναι κατηναγκάζετο) [*](4 τοῖς om. A 6 lemma ἕκτου φιλοσόφου λόγοι συμ βουλῆς 8 ἡμέρᾳ scripsi: ὥρα VAB: u. D 10 διαμένοιε seri- ptort ipsi tribuere uix est quod dubites 11 ἐάν pro u. εἰ ad- hibitum cf. p. 95 B. μήδ᾿ ὅλος V 16 πειρᾶσαι i q. πειρῷ recentiorum est 17 κακογνώμονος qua forma ceteroquin usus est. Niceph. Bryenn. dixit τὸ σκληρόγνωμον, τὸ ἀμφίγνωμον, ἅνδρα βαθύγνωμον, alii δίγνωμος διχόγνωμος ἀγνωμος 18 καὶ μὴ V: μὴ (AB) Boiss. 19 ἐσύστερον V ut saepe 21 ἑαυτὸν] σ. ad 8, 15 διαχειρίσης ABV: διαχειρίσεις Boissonade)

59
γενήσεταί σοι ὥσπερ δή τινι συνέβη περιστερὰ. Λέ- γεται γὰρ περὶ ἐκείνης ὅτιπερ κατῴκει πλησίον τινῶν χωραφίων· καὶ κατὰ τὸν καιρὸν τοῦ θέρους ἐκείνων τῶν χωραφίων ὑπῆρχεν ἡ περιστερὰ ἀκο- λουθοῦσα ὄπισθεν τῶν θεριστῶν, συνάγουσα τὸν σῖτον καὶ ἐσθίουσα. ὡς δὲ ἐχόρτανε, τὸ περισσὸν σιτάριον ἐσύναξεν εἰς τινα τρύπαν τοῦ τοίχου. μιᾷ γοῦν τῶν ἡμερῶν φέρουσα ἡ περιστερὰ κατὰ τὴν συνήθειαν σιτάριον, ἵνα θήσῃ καὶ αὐτὸ εἰς τὴν ὀπὴν ἐκείνην τοῦ τοίχου, ἐγένετο γεμίσαι τὴν τρύπαν· καὶ λέγει τὸ ἀρσενικὸν περιστέριν πρὸς τὸ θηλυκόν· „προσέξον· μηδεὶς ἀφʼ ἡμῶν προσεγγίσῃ τῷδε τῷ [*](p. 76 B.) „σίτῳ, ἕως ὁ τοῦ χειμῶνος ἔλθῃ καιρός, ὅταν οὐκ „ἔστι ποσῶς σιτάριν εὑρεῖν. τότε καὶ αἰ δύο ἀμφό- „τεραι διατραφῶμεν ἐκ τοῦδε τοὺ σιταρίου.“ ἡ δὲ θήλεια πρὸς τὸ ἀρσενικὸν εἶπε· „καλῶς τοῦτο καὶ „συμφερόντως μέσον ἡμῶν φυλάξαι ἔταξας, ὦ οὗ- ος, καὶ οὕτω ποιήσομεν ὡς εἶπας.“ καὶ ἔκτοτε αἱ περιστεραὶ ἔξω βόσκοντο. τοῦ δὲ ἡλίου λάμποντος τῇ ὀπῇ ἐκείνῃ, ἐξηράνθη σφοδρῶς ὁ σῖτος, διότι [*](1 lemma διήγησις λέγεται γάρ] ab hac formula plerae- que nattationes in libro qui inscrivitun Stephanites et Ichnela- tes tneipiunt 3 τινῶν scripsi: τῶν ABV χωραφίων t e. ἀγρῶν. cf. Corais lsocr. p. 100, 3 7 σιτάρι A ἐσύναξεν V; ἐσύναξεν t. e. συνήγαγεν 7. 10 τρύπαν dicunt Graeci quoque hodierni falso: non υ producitur, α corripitur, ut scribi oporteat τρῦπαν 9 σι noto compendio VB 10 γεμίσαι i. q. γεγεμίσθαι. act. hodiernis Graecis etiam est plenun esse) [*](11 περιστέριν et 14 σιτάριν formae barbarae non ma- gis sunt mutandae quom θήσῃ 9 uel ἀφ᾿ 12 uel ὅταν ἔστι 13) [*](12 προσεγκίσει V 12 τῷ om. A 13 ἕως] non opus est ἄν addi, a u. ὅταν demi 14 [αἱ δύο]? 15 σίτρυ A.) [*](17 φυλάξαι ἔταξας scripst: ἐφύλαξας libri. u. D ὦ οὗ- τος scripsi: τοῦτος A τοῦτο VH 19 ἐπιλάμποντος?)
60
χλωρὸς ἦν ὅτε συνήγετο. καὶ δὴ ἐν μιᾷ τῶν ἡμερῶν ἐλθοῦσα ἡ περιστερά, ἥτις ἔθηκε τὸν σἴτον, βλέπει τοὺς κόκκους ὀλίγους ὑπὸ τῆς ξηρότητος καὶ λέγει πρὸς τὴν θήλειαν· ,,τί ἔνι τοῦτο ὅ θεωρῶ ; οὐκ εἶ- πόν σοι ἵνα μηδεὶς ἡμῶν ἅψηται τούτου τοῦ σίτου ;“ καὶ ἡ ὁμόζυγος ἔφη ,,οὐχ ἡψάμην αὐτῶν οὐδʼὅλως.“ ὁ δὲ ἄρρην μηδαμῶς πιστεύσας τὴν θήλειαν, περισσο- τέρως ἄγριος ἦν, καὶ ἰσχυρῶς κρούει ταύτην καὶ τῆς ζωῆς διακόπτει. καὶ ἀπέμεινε μοναχὸς ὁ ἀρσενικός. τοῦ δὲ χειμῶνος ἐλθόντος καὶ πολλῶν βροχῶν γενο- [*](p. 77 B.)μένων καὶ χιόνος κατενεχθείσης, πάλιν ὁ κεκρυμμέ- νος σῖτος τῇ τοῦ ἀέρος ὑγρότητι διανοτισθεὶς ὅλην ἐκείνην τὴν θυρίδα ἐγέμωσεν ὡς τὸ πρότερον. καὶ τοῦτο ἰδοῦσα ἡ περιστερὰ ἐνόησε τὴν αἰτίαν τῆς ἐλλείψεως καὶ τῆς ὕστερον τοῦ σίτου ἀναπληρώ- σεως, καὶ πικρῶς ἔκλαιε μεταμελόμενος ἐπὶ τῷ θα- νάτῳ τῆς ὁμοζύγου· οὐδὲν δὲ ἀπὸ τῆς μεταμελείας ὠφελήθηκεν. Τὸν ἴσον τρόπον οὖν οἶδα, ὦ βασι- λεῦ, ὅτι καὶ σὺ ἐὰν τὸν υἱόν σου φονεύσῃς ἐκ μό- νης διαβολῆς τοῦ καταράτου γυναίου, καὶ ταῦτα μὴ γινώσκοντός σου εἰ ἐκεῖνος ταῖς ἀληθείαις κατάκρι τος ὑπάρχει καὶ ἔνοχος θανάτου ἐστί, συμβήσεται καὶ τῷ σῷ κράτει ὡς ἐκείνῃ τῇ περιστερᾷ συμβέβηκε, [*](3 ὀλίγους] Κr. Gr. Spr. 56, 7, 4 hic incipit M καὶ ... τοῦτο (4) om. A 4 ἔνι] cf. 51, 26 6 αὐτῶν] αὐ- τοῦ αὐτῷ cod. M cf. 2, 9 7 τὴν θήλειαν cf. 3, 11 8 ἄγριος ἦν] ἀγρίανε ? cf. p. 4, 18 11 κεκρυμένος V 12 ἀγρότητι V 13 ἐγέμωσεν scripsi: ἑγέμοσεν libri. cf. Corais lsocr. p. 259 (21). Heliod. p. 121 m. 16 μεταμελόμενος· quamquam antecessit ἰδοὺσα ἡ περιστερά quia sequitur τῆς ὁμοζύγου 18 ὠφελήθηκεν] aoristi forma basbara quae ab recentioribus Graecis adhiberi solet; uide praefationem 19 σὺ] σοι Boissonade : sed apud hos scriptores talis structurae inmu- tatia facile toleratur; distinctionem modo quae eral post σύ su- stuli)
61
καὶ τοῖς κέντροις τῆς μεταμελείας χαλεπῶς ἔσῃ κεν- τούμενος, καὶ οὐδεμία σοι ἀπὸ τούτου ὠφέλεια προσγενήσεται, ἀλλὰ μᾶλλον βλάβη πρὸς θάνατον. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον, ὦ∾βασιλεῦ, δηλοποιούσης σαφέστατα περὶ τῶν γυναικείων πρα- γμάτων, ἤγουν τῶν πανουργιῶν.