Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ

Syntipas

Syntipas. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

,,Δύο χωρία ὑπῆρχον περιφανῆ, ἅτινα διὰ μό- νου μελισσείου κηρίου ὑπ’ ἀλλήλων διώλοντο· τοῦ δὲ βασιλέως ,,πῶς καὶ τίνι“ φήσαντος „τρόπῳ;“ ὁ φιλόσοφος πρὸς αὐτόν· „ἦν τις ἀνὴρ κυνηγός, καὶ ἐγένετο αὐτὸν μελίσσειον ἐφευρεῖν μετὰ κοφίνου. [*](p. 38 B.)ὅπερ λαβών ὁ ἀνὴρ ἔφερε τοῦ πωλῆσαι αὐτό. ἔτυχε δὲ ἕνα τῶν αὐτοῦ κυνηγετικῶν κυνῶν συμπορεύ- εσθαι αὐτῷ. μετὰ δὲ τὸ διακομισθῆναι παρὰ τοῦ κυνηγοῦ τὸ μελίσσειον ἐκεῖνο βαράδιον, ἐνέτυχέν τινι τῶν ἐν τοῖς τροφίμοις κατὰ τὴν ἀγορὰν συνή- θειαν ἐχόντων καθῆσθαι· καὶ ἐθὼν οὗτος ὀρεκτικὸς ἐγένετο τοῦ ἀγοράσαι τὸ μελίσσειον σὺν κηρίῳ, καὶ ἐντὸς τοῦ μέλιτος τὴν χεῖρα βαλών ἕνεκα θεωρίας καὶ γεύσεως, τὶ ἐκπεσὸν ἐκ τῆς χειρὸς τοῦ κατέχον- [*](1 V 6 AB in marg. ἀρχὴ τῆς διηγήσεως παρʼ ἀν- θρωποις] uernacule in der Welt; ut non sit necessarium scri- bere ἀνθρώπων 3 αἵρουσι V 4 hanc narrationem Ven. om. (Boiss.) 6 μόνον V 7 μελισίου V, Du Cange; AB ,,ua- riant hic et infra exhibentes μελλίσιον, μιελίσιον, μελήσιον, μελλήσιον“ Boissonade, qui μελισσίου scripsit: ego reposui μελισσείου ὑπʼ adieci 10 εὑρεῖν μελήσιον ἐφευρεῖν VB; in V εὑρεῖν punctis infra positis deletum. εὑρεῖν μελλήσιον ἐφορεῖν A: inde Boissonade ἐφευρεῖν deleuit, ego potius εὑ- ρεῖν praetermittendum esse censui. 10. 14, 17 μελήσιον V μελίσκιον Boiss.; scripsi μελίσσειον, ut 29, 1 μελισσείου, ubi V exhibet μελισίου 14 ἐκεῖνος VB βαράδιον i. e. σίμβλος. noti delere ἐνέτυχεν scripsi: ἐντυχών ABV : nist uerba aliquot uelut ἐλάλει αὐτῷ exciderunt; id autem quod primo adspectu facillimum uidetur ut τινί mutetur in τις, cum datiuus αὐτῷ ab - esse non possit, friri nequit 16 οὖτος scripsi: τοῦτο ABV 19 ἐκπεσὸν scripsi: ἐμπεσὸν ABV τὶ . . . κατ. om. D)

29
τος, εὐθὺς μέλισσά τις ἐλθοῦσα καὶ τοῦ μελισσείου σταλάγματος ἐπικαθίσασα ἤσθιεν. ἦν δέ τις γυνὴ ἐκ τοῦ (αὐτοῦ ) ἐκείνου χωρίου, οὗ ὁ ἀγοράζων τότε κἀκεῖνος ἐτύγχανεν, ἐν τῇ ἀγορᾶ· ἥτις κρλῶς θεα- σαμένη ἔδραμεν ἐπʼ αὐτὸ καὶ ἔλεγεν ἐγνωκέναι τὸ μέλι καὶ τὸ βαράδιον (ὡς) ἐκ τοῦ χωρίου αὐτῶν ἐστι. καὶ δραμὼν ὁ κυνηγὸς ἐκεῖνος βίᾳ κατέσχε βουλο- μένην ἁρπάσαι τὸ μέλι. καὶ πολλῆς φιλονεικίας γε- νομένης, ὁ κυνηγετικὸς ἐκεῖνος κύων, ἰδών τὴν τοῦ κυρίου αὐτοῦ μάχην, πρός τε τὴν γυναῖκα καὶ τὸν 10 [*](p.39 B.) ἀγοραστὴν ἢρξατο ὑλακτεῖν. ὅθεν ὁ κυνηγὸς σπα- σάμενος καὶ τὴν μάχαιραν, ἐβούλετο τὸν ἀγοραστὴν ἀνελεῖν ὡς ἐκ τοῦ χωρίου αὐτῶν λέγοντα κλέψαι αὐτό. καὶ γέγονε μεταξὺ τῶν δύο τούτων μάχη με- γίστη, τοῦ μὲν λέγοντος κεκλοφέναι, τοῦ δὲ εὑρεῖν. [ἦσαν γὰρ καὶ οἱ δύο κάτοικοι τῶν δύο χωρίων ἐκείνων τῶν περιφανῶν.] καὶ μεγάλως ἑκάτεροι παρακινηθέντες, θυμοῦ ἐπλήσθησαν, ὡς ἐκ τούτου καὶ τοὺς ὁμοχώρους παρακινηθῆναι, ὅτι ὁ μὲν θη- ρευτὴς ἐκ τοῦ ἑνὸς ὑπῆρχε χωρίου, ὁ δὲ ἀγοράζων τὸ μέλι ἐκ τοῦ ἑτέρου. ἐπαναστάντες δὲ ἀλλήλοις, [*](2 ἐπικαθήσασα V ἤσθιε libri 3 αὐτοῦ adieci 6 μέλι καὶ τὸ] μελίσσειον? ράδιον A. post βαράδιον Bois- sonade suspicabatur excidisse ὅτι ; malui supplere ὡς quod legi- tun p. 60 m. B ἀκριβῶς γινώσκω σε . . ὡς . . γεγένησαι 7 κατέσχαι V 10 ante πρὸς ego distinxi, ante ἤρξ. Boiss. cf. D 11 ὅθεν] ὅτε conexio seriesque rerun neque hic neque 16 —18 perspicua est 12 καλὴν libri; καὶ τὴν scripsi. nam etsi Graeci recentiores saepe ita dicerunt καλός ut sit i. q. Germanorum tüchtig (cf. etiom 91 B. Corais στοχ. αὐτ. ante Aelian. p. πδ. ad Aesop. p. 434 d 187, Heliod. 291), hoc loco neque quare additum sit liquet et articulus requiritur. 13 κλέψειν ABV: κλέψαι Boissonade (D) 16 ἦσαν . . περιφανῶν seclusi utpote dittographiam enuntiati insequentis 19 ὅτι ὁ μὲν.. ἑτέρου (hoc om. D) 20 part. pr. ἀγοράζων substantiui Ioco et (3))
30
μαχαίρας ἔργον ἐγένοντο. θέασαι γοῦν, ὦ βασιλεῦ, ἐκ ποταπῆς ἀφορμῆς ἡλίκα δεινὰ ἐτελέσθησαν. καὶ νῦν ἐπάκουσόν μου, παρακαλῶ, καὶ μὴ ἀπὸ ψιλῆς καὶ ἀπατηλῆς συσκευῆς τὸν σὸν υἱὸν καὶ διάδοχον ἀνεξετάστως ἀποκτεῖναι θελήσῃς· ἀλλʼ ἐπίσχες ἕως οὗ τὸ ἀληθὲς περὶ αὐτοῦ σοι βεβαιωθείη. ὅμως καὶ ἄλλην διήγησιν ἀκουτισθεῖσάν μοι παρατίθημι.

[*](p. 40 B.)

„Ἀνὴρ γάρ τις τὴν ἑαυτοῦ σύζυγον ἐπὶ τὴν ἀγορὰν ἔπεμψεν ἀγοράσαι ἑνὸς ἀργυρίου ὀρύζιον. ἣ δὲ ἀπῆλθεν ἔν τινι τῶν κατὰ τὴν ἀγορὰν ἐργα- στηρίων καὶ δοῦσα τὸ ἀργύριον, ἐξωνεῖτο τὸ ὀρύ- ζιον χωρὶς τοῦ καλουμένου σαχάρεως, μεθʼ οὗ ἐσθίειν τοῦτο συνήθειαν ἔχομεν οἱ ἄνθρωποι. ὁ δὲ πωλῶν τὸ ὀρύζιον ἔφη πρὸς τὴν γυναῖκα· „οὐδα- μῶς, ὦ γύναι, τὸ ὀρύζιον ἄνευ σαχάρεως ἐσθίεται· τί σοι γοῦν ὄφελος ἀγοράσαι τοῦτο μόνον;“ ἡ δὲ πρὸς αὐτὸν· „ἡμεῖ τοῦτο ἄρτυμα οὐκ ἔχομεν.“ ὃ δὲ πρὸς αὐτὴν· „ἐὰν εἰς τὸ ἐνδότερον ἐργαστήριον „συνεισέλθῃς μοι, καὶ ἐκ τῆς σαχάρεως δώσω σοι.“ ἣ δὲ ἀντέφησε· „δός μοι πρῶτον, καὶ τότε συνεισε- „λεύσομαί σοι· γινώσκω γὰρ καὶ ἐγὼ τὰς τῶν ἀν- „δρῶν πανουργίας.“ ὃ δὲ σταθμήσας δέδωκεν αὐτῇ [*](3 ψιλῆς] quae fundamento certo careat, tenuis. cf. D. an ψευδοῦς? 6 ὅμως sic saepe adhibetur 7 lemma τοῦ αὐτοῦ τρίτου φιλοσόφου διήγησις 10 ἐργαστήριον] taberna 11 ὀρύζιον V semper et AB plerumque; in his enim nonnunquam ὁρύζιον, in A hoc loco τὸ ῥύζιον inest. ὀρίζιον Du Cange, Bois- sonade 13 ὁ δὲ scripsi dubitanter pro eo quod est in libris ὁ γάρ. nam cum mutatione uix maiore restitui poterat etiam ὁ γοῦν uel ὅτε ὁ, tum scriptores recentes mire interdum abutunt particula ηάρ: quo de egit Coraes in Atactis. cf. not. ad p. 61 B.) [*](πολλῶν V 16 ἀγοράσασα V 17 τοῦτο V τοῦτον B τούτον A. fortasse scr. τοῦτο τὸ. froma τοῦτον infima aetas non abstinuit. ἄρτυμαν V 19 ἐκ aliquotiens in hoc libello sic usurpatur (20, 15) 20 πρῶτον i. q. πρότερον)

31
ἐκ τῆς σαχάρεως. ἐκείνη δὲ τό τε σάχαρ καὶ τὸ ὀρύ- ζιον ἐν τῷ μανδυλίῳ κατέδησε καὶ τὸ μανδύλιον παρέθετο πρὸς τῷ παιδίῳ τῷ ὑπηρετοῦντι τὸ ἐργα- στήριον, καὶ αὐτίκα συνεισῆλθε τῷ ἀνδρὶ ἐπὶ τὸ [*](p. 41 B.) ἐνδότερον οἴκημα, τοῦ πληρῶσαι τὸ ποθούμενον τοῦ ἐργαστηριακοῦ. ὁ δὲ παῖς λύσας ἀπὸ τοῦ μανδυ- λίου τὸ ὀρύζιον καὶ τὸ σάχαρ, χοῦν ἀντʼ αὐτῶν εἰσ βαλὼν εἰς τὸ μανδύλιον ἐνέδησεν. ἡ δὲ γυνὴ θᾶτ- τον ἐκεῖθεν ἐξελθοῦσα σύντρομος καὶ φοβουμένη ὑπὸ τῆς ἐντροπῆς, ἄρασα τὸ μανδύλιον, εἰς τὴν ἑαυτῆς οἰκίαν ἀπήρχετο. (καὶ) εἰσελθοῦσα παρὰ τὸν ἄνδρα, ἔγγιστα τούτου τὸ μανδύλιον ἔθηκε, καὶ εἰσῆλθεν εἰς τὸ ἐνδότερον τοῦ οἰκήματος τοῦ ἀγα- γεῖν χύτραν. ὁ δὲ ἀνὴρ αὐτῆς λύσας τὸ μανδύλιον, ὁρᾷ χοῦν ἐντὸς καί φησι πρὸς αὐτήν· „ὦ γύναι, τί „ἔστι τοῦτο; χοῦν μοι ἐκόμισας μᾶλλον ἢ ὀρύζιον.“ γνοῦσα δὲ καθʼ ἑαυτὴν ἡ γυνὴ ὡς ὁ παῖς τοῦ μυ- ρεψοῦ τοῦτο εἰργάσατο, σινίατρον [ἤτοι κόσκινον] ἀντὶ τζουκαλίου ἐκόμισε καὶ λέγει τῷ ἀνδρί· „ἐν τῇ „ἀγορᾷ, ὦ ἄνερ, πορευομένης μου, ἵππος μοι ἐλά- „κτισε, καὶ πέπτωκα καὶ τὸ ἀργύριον ἀπώλεσα· [*](p. 42 B.) „διόπερ τὸν χοῦν τοῦτον ἐκλεξαμένη ἤγαγον, ὅπως „αὐτὸν κοσκινίσω, εἰ ἴσως τὸ ἀργύριον εὕροιμι.“ [*](2 μανδύλιον] Herodian. Epim. p. 150 Boiss. μανδύλιον interpretatur χειρόμακτρον. Lex. Sched. v. 864 in Boiss. Anecd. 4, 410 χειρόμακτρον, μανδύλιον; ubi uide adn. 3 τὸ παι- δίον τῷ ABV: corr. Boissonade ὑπηρετοῦν τι V τῷ ἐργαστηριακῷ ? habet quidem τὸ ἐργαστήριον quo defendatur) [*](6 λύσας mire dictum; cf. l. 14 et D; nam κλέψας συλήσας? 8 ἐνέδυσεν V 11 καὶ adieci 12 ἔγκιστα V 13 ἀγαγεῖν i. c. φέρειν 16; V 18 ἤτοι κόσκινον seclusi. κόσκυνον ABV: κόσκινον Boissonade, D σινίατρον cribrum. Lob. Phr. 131) [*](19 τζουκάλιον i. e. χύτραν 20 μοι] με? 23 ex κοσκινίσω in V m. pr. fecit κοσκυνίσω εἰ scripsi: καὶ libri; sed tum addendum erat ἄν. cf. D)
32
ταῦτα αὐτῆς τῷ ἀνδρὶ λαλησάσης, ἐκεῖνος πεπί- στευκε καὶ αὐτοχείρως τὸν χοῦν ἐκοσκίνιζεν, ὡς καὶ τὸ γένειον κονιορτοῦσθαι. Ταῦτα τοῦ μιαροῦ γυ- ναίου τὰ κατορθώματα· καὶ ἀπὸ τούτου γνῶθι, βα- σιλεῦ, ὡς τῶν γυναικείων μηχανημάτων καὶ τῶν οἰκείων αὐτῶν βουλευμάτων οὐδεὶς περιγενέσθαι δύναται, ἂν μὴ γνώσει καὶ ἀρετῇ ἐμπεφραγμένος ὑπάρχῃ.“

Τούτοις τοῖς λόγοις μαλακισθεὶς ὁ βασιλεὺς τὴν ἀναίρεσιν τοῦ υἱοῦ αὐτοῦ διεκώλυσεν. ἡ δέ γε πονηρὰ γυνὴ κατὰ τὴν τρίτην ἡμέραν παρέστη τῷ βασιλεῖ μάχαιραν κατέχουσα τῇ χειρὶ καί φησι πρὸς αὐτόν· „εἰ μὴ ἀπὸ τοῦ παιδός σου θᾶττόν με ἐκ- δικήσεις, ὦ βασιλεῦ, ταύτῃ τῇ μαχαίρᾳ φονεύσω ἐμαυτήν· πέποιθα δὲ ἐπὶ τὸν θεόν, ὅτι κατὰ τῶνδε τῶν ἐχθρῶν σου μᾶλλον ἢ συμβούλων σου, τῶν [*](2 ἐκοσκύνιζεν V κοσκύνισεν B (aor. D) 3 τὸ om. A ταῦτα ἦν τοῦ? 5 καὶ τῶν om. A 7 ἐμπεφραγμένον V 10 διεκώλυσε libri 11 lemmate caret V. τῆς μιαρᾶς γυναικὸς γʹ B. τῆς μιαρᾶς γυναίου A τρίτην] et uxor die tertio iam dixit, et postulant cum ordo narrationum hucusque seruatus tum res ipsa ut mulier ubi illuxit ad regem se conferat de eo edocta quod sub uespersum sapientes de salute iuuenis a rege impetra- uerunt, neque uero ordine inuerso, quo fit ut incommode inte edictum regis et prohibilum supplicium nox interncedat. in que errorem incidit non librarius sed serptor (quem secuti sunt qui utramque recensionen B et M comfecerunt), ita ut die tertio uxor bis, usquee ad sextum post sapientes eodem quoque die (p. 47. 58; 60. 71; 74. 80. B), septimo omnino non dicat (81. 83). accedit quod quae mulier sexto parotulisse fertur εἰ μὴ τὴν σή- μερον ὁ τοῦ βασιλέως υἱὸς φονευθῇ τὴν αὔριον τῷ πατρὶ λαλήσει septimo demum dici poterant, nam iuuenis rumpit silen- tium octauo. ilaque cum scriptor sero se a uero ordine ab- errasse cognosceret, quae uxor septimo die fecit eisdem fere uer- bis quibus de sexto usus est (p. 80) et tam confuse narrauit ut intellegi uix possint (p. 81 B.). denique p. 80 B. seruauit M κατὰ τὴν ἕκτην ἡμέραν ex archetypo, haec altera recensio ad- ditum habet αὐτήν.)

33
φιλοσόφων, νίκην τοιάνδε δῴη μοι, ὁποίαν δὴ καί τινι βασιλέως υἱῷ κατὰ τοῦ φιλοσόφου καὶ συμβού- λου λέγεται τοῦ πατρὸς αὐτοῦ γεγενῆσθαι.“ ὁ δὲ [*](p. 43 B.) βασιλεὺς λέγει τῇ γυναικί· „καὶ τίς ἦν ἐκείνου τοῦ σοφοῦ συμβούλου (ἡ) ὑπόθεσις;“ ἣ δὲ φησίν· „ἦν τις βασιλεὺς ἔχων υἱόν, καὶ ἐμνηστεύετο αὐτῷ θυ- γατέρα βασιλέως ἑτέρου, ἧς ὁ πατὴρ ἐμήνυσε τῷ τοῦ γαμβροῦ πατρὶ εἰπών· „πέμψον πρός με τὸν „ἐμὸν γαμβρόν, ὡς ἂν ἐνταῦθα ἐκτελέσω τοὺς γά- „μους· καὶ μετὰ ταῦτα, ὅτε θελήσει ὁ υἱός σου, „μετὰ τῆς ὁμοζύγου αὐτοῦ αὐτόθι ἐπανήξει.“ ὁ δὲ πατὴρ τοῦ γαμβροῦ ἅμα τὸν υἱὸν κελεύει πρὸς τὸν πενθερὸν ἀπιέναι. εἶχε δέ τινα σοφώτατον σύμβου- λον ὁ βασιλεὺς ἐκεῖνος, (ὃν) καὶ μετὰ τοῦ υἱοῦ αὐ- τοῦ ἀπελθεῖν ἐκέλευσε. καὶ δὴ ἀμφοτέρων τῆς ὁδοῦ ἐχομένων, ὁ ἀκολουθῶν αὐτοῖς ὄχλος ἦν ἔμπροσθεν πορευόμενος. καὶ ὁδοιποροῦντες δίψῃ μεγίστῃ ἐκρα- τήθησαν ὁ φιλόσοφος ἅμα τῷ γαμβρῷ· καὶ δὴ ὧδε κἀκεῖσε διερχόμενοι ἐντυγχάνουσί τινι πηγῇ, ἥτις εἶχε τοιαύτην φύσιν, ὅτι ὁποῖος ἀνὴρ ἐξ αὐτῆς ἔπιεν, εἰς γυναικείαν εὐθὺς ὄψιν μετεμορφοῦτο. ὁ μέντοι σοφώτατος ἐκεῖνος τοῦ βασιλέως σύμβουλος ἐγίνωσκε [*](p. 44 B.) πρὸ τούτου τῆς πηγῆς ἐκείνης τὴν συνήθειαν, καὶ οὐδὲν περὶ τούτου τῷ νέῳ βασιλεῖ διεσάφησε· τοὐ- ναντίον δὲ λέγει αὐτῷ· „καρτέρησον παρὰ τῇδε τῇ [*](1 δώη V: requiras fut. uel coniunctiuum loco futuri positum; cf. 36, 1 5 ἡ ante ὑπόθεσις addidi 7 ἐμήνισε ABV: corr. Boissonade 8 πρός με] sic aliquotiens 11 αὐτόθι] istuc, om. D ἐπανοίξει V 12 ἅμα i. e. αὐτίκα 13 σύμβουλον om. V 14 ὃν adieci 16 ἐρχομένων A ex corr. ἔμ- προσθεν] i. e. περαιτέρω, εἰς τὸ ἔμπροσθεν. ὄπισθεν p. 34, 17. 40, 10. 41, 8. 18 ὧδε κἀκεῖσε, formula frequentissima huc illuc 19 διερχόμενοι] a uia discedentes 20 ὅτι etiam D ἔπιε libri 23 καὶ] ὰμὴ D 25 καρτέρισον)
34
„πηγῇ, ἄχρις ἐγὼ μόνος μακρότερον προελθὼν γνώ- „σομαι εἴπερ ἄρα τὴν ὀρθὴν ὁδὸν πορευόμεθα.“ καὶ καταλιπὼν ἐκεῖσε τὸν τοῦ βασιλέως υἱόν, πρὸς τὸν αὐτοῦ πατέρα ὑπέστρεψε, καί τινα ἀγγελίαν πλασά- μενος λυπηρὰν ἀπήγγειλε τῷ πατρὶ λέγων· „βασι- „λεῦ, οἴμοι· ὁ υἱός σου ὑπὸ λέοντος κατεβρώθη.“ ὁ μέντοι παῖς παρὰ τῇ πηγῇ καρτερῶν ὑπὴρχε τὸν σύμβουλον· τῇ δὲ δίψῃ καταφλεχθεὶς αὐτίκα ἐξ ἐκείνης τῆς πηγῆς ἔπιε, καὶ ἅμα τῷ πιεῖν εἰς γυναι- κείαν ὄψιν μετεποιήθη, καὶ διηπορεῖτο τί ἄρα ποιή- σειε. κηπωρὸς δέ τις ἀνὴρ ἐκεῖσε παραγενόμενος, ἐπηρώτησε τὸν παῖδα λέγων· „πόθεν εἶ σὺ καὶ τί- „νος υἱὸς τυγχάνεις; καὶ τίς ἐνταῦθά σε ἤγαγεν;“ ὁ δὲ παῖς ἀπεκρίνατο· „ἐγὼ βασιλέως τοῦ δεῖνος [*](p. 45 B.)„τυγχάνω υἱὸς καὶ ἀπερχόμην καθʼ ὁρισμὸν τοῦ „πατρός μου πρὸς βασιλέα ἕτερον τὸν δεῖνα χάριν „τοῦ τελέσαι μου τοὺς γάμους, καὶ ἔμπροσθεν „πορευόμενος, τοῦ ἀκολουθοῦντός μοι ὄχλου μα- „κρὰν γεγονώς, ἀπεπλανήθην καὶ δίψῃ μεγάλῃ „συνεχόμενος, τῇ πηγῇ τῇδε προσπελάσας, ἔπιον „ἀπʼ αὐτῆς, καὶ ἅμα εἰς γυναικείαν ὄψιν μετεβλή- „θην.“ ὁ δὲ ἀνὴρ ἐκεῖνος τῶν ῥημάτων τοῦ νέου ἀκούσας, κατοίκτειρε τοῦτον τῆς συμφορᾶς καὶ λέ- γει αὐτῷ· „ἐγὼ ἀντὶ σοῦ εἰς γύναιον μεταμορφω- „θήσομαι καὶ ἐπὶ μῆνας τέσσαρας τῇ γυναικείᾳ „μορφῇ ἐγκαρτερήσω, ἄχρις ἂν σὺ τοὺς σοὺς γάμους [*](7 καρτερῶν τὸν σύμβουλον i. e. ἀναμένων 9 τῷ Bois- sonade: τὸ ABV 12 ἐπηρώτισε ABV: corr. Boissonade 15 ἀπερχόμην et paulo post κατοίκτειρε 23 incertum utrum librario an scriptori tribuendaa sint 17 μου uel μοι scriben- dum erat: με ABV 23 κατοἴκτειρε V 24 μεταμορφοθήσο- μαι V 26 ἐγκαρτερήσω scripsi: καρτερήσω ABV. prorsus autem differt Euripideum καρτερεῖν μάχῃ)
35
„ἐκτελέσῃς. πλὴν ὄμοσόν μοι ὡς μετὰ τὴν τελείω- „σιν τῶν τεσσάρων μηνῶν πάλιν ἐλεύσῃ πρός με.“ ὁ δὲ τοῦ βασιλέως υἱὸς ὤμοσε τῷ κηπωρῷ ἐκείνῳ ὡς ἐκ παντρόπου πρὸς αὐτὸν ἐλεύσεται. ὁ δὲ κη- πωρὸς παραχρῆμα εἰς γυναῖκα μετεβλήθη, καὶ ὑπί- δειξεν αὐτῷ καὶ τὴν πρὸς τὸν πενθερὸν αὐτοῦ ὁδὸν τὴν εὐθεῖαν. μετὰ δὲ ταῦτα τῶν τεσσάρων μηνῶν περαιωθέντων, ἐμνήσθη ὁ τοῦ βασιλέως υἱὸς τῶν [*](p. 46 B.) μεθʼ ὅρκου αὐτοῦ ὑποσχέσεων ὧν ὑπέσχετο τῷ κη- πωρῷ, καὶ πρὸς αὐτὸν εὐθὺς παραγίνεται τὴν γυ- ναικείαν ἔτι μορφὴν περικείμενον· εὑρίσκει δὲ αὐτὸν καὶ κατὰ τὴν φύσιν τῶν γυναικῶν ἐν γαστρὶ ἔχοντα. καὶ τῆς γαστρὸς αὐτοῦ ἐξογκουμένης οὔσης, φησὶ πρὸς αὐτὸν ὁ τοῦ βασιλέως υἱὸς ἐξ εὐλόγου προ- φάσεως· „πῶς ἄρα γε νῦν ἀντὶ σοῦ εἰς γυναῖκα „μεταβληθῶ; καὶ γὰρ ὅτε με πλησίον τῆς πηγῆς ἐν „γυναικείᾳ μορφῇ εὕρηκας, παρθένος ἐγὼ τὸ σῶμα „ἐτύγχανον, καὶ σὺ γοῦν ἄρτι ἐν γαστρὶ ἔχεις· „πῶς ἐγὼ ἐγγαστρωμένος γενήσομαι;“ οὕτως οὖν διαλεχθεὶς ὁ τοῦ βασιλέως υἱὸς νενίκηκεν ἅμα τὸν κηπωρὸν τῇ τοῦ λόγου πιθανότητι, καὶ πρὸς τὸν ἴδιον πατέρα καὶ βασιλέα μετὰ χαρᾶς ὑπέστρεψε. καὶ τῷ πατρὶ διηγήσατο ὅσα παρὰ τοῦ κακοῦ συμ- βούλου τοῦ σοφωτάτου ἐκείνου ἐν τῇ ὁδῷ πέπον- θεν. ὁ δὲ βασιλεὺς ἐκεῖνος μεγάλως ὀργισθεὶς ἐπὶ τῇ συμβουλῇ καὶ πονηρίᾳ τοῦ κακοῦ συμβούλου ἐκείνου, ἀναιρεθῆναι προσέταξε τὸν φιλόσοφον. Οὕ- τως οὖν κἀγώ, βασιλεῦ, ἐπὶ τῇ θείᾳ θαρρῶ κρίσει, [*](p. 47 B.) [*](1 ὤμοσον V 4 ἐκ παντὸς τρόπου ci. Boissonade cl. p. 63 B. 8 περαιωθέντων in tali scriptore ferendum neque in περανθέντων uel περατωθέντων mutandum 17 τὸ σ., 19 πῶς . . γεν. om. D 19 πῶς δʼ? ἐγκαστρωμένος BV) [*](24 πέπονθε ABV 26 ἐπιβουλῇ ?)
36
ὅτι δῴη μοι ἐκδικηθῆναι ἀπὸ τούτων τῶν ἀναισχύν- των καὶ σοφῶν σου τῇ κακίᾳ συμβούλων. εἰ δʼ οὖν, ὡς προεῖπόν σοι, ἐμαυτὴν διαχειρίσομαι, καὶ ἔσται ἡ τοῦ ἁμαρτήματός μου αἰτία ἐπὶ σέ, ὅτι με ἀπὸ τοῦ υἱοῦ σου οὐκ ἐκδικησας ὡς ἔδει κατὰ τὸ δίκαιον καὶ ἀληθές, ὅστις κατʼ ἐμοῦ ἐχώρησεν εἰς τοσοῦτον μω- ρίας καὶ ἀναισχυντίας καὶ παρανομίας.“

Τότε ὁ βασιλεὺς τοῖς τῆς γυναικὸς λόγοις ὑπα- χθείς, κελεύει τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι. μετὰ δὲ τὴν ἀπόφασιν πάλιν, κατὰ τὴν τετάρτην ἡμέραν ὁ τῶν φιλοσόφων αὐτοῦ καὶ συμβούλων τέταρτος ἔρχεται. καὶ συνήθως αὐτὸν προσκυνήσας, „ζῆθι, βασιλεῦ,“ εἶπεν „εἰς τὸν αἰῶνα. γνωρίζω τῷ κρά- τει σου, ὡς οὐ χρή τινα τῶν κατὰ σὲ βασιλέων κατὰ συναρπαγήν τι τὸ σύνολον διαπράξασθαι, ἕως οὗ καθαρῶς ἐρευνήσῃς καὶ τὴν ἀλήθειαν στήσῃς, καὶ ὅπερ ἀκούσῃς ἀκριβῶς ἐξετάσῃς, ὅπως μὴ συμβήωε- [*](p. 48 B.)ται ὡς ἔν τινι τῶν βασιλέων λέγεται προγενέσθαι.“ ὁ δὲ βασιλεὺς ἔφη· „καὶ πῶς γε, σαφήνισόν με.“ (ὃ δὲ ἐφη·) ἦν γάρ τις υἱὸς βασιλέως· καὶ ἐγένετο ἐν μιᾷ ἡμέρᾳ τοῦτον ἀπελθεῖν εἰς τὸ λουτρὸν τοῦ ἀπολοῦσαι τὸ ἑαυτοῦ σῶμα. ἦν δὲ αὐτὸς παχὺς ἅμα [*](1 δῴη cf. 33, 1. δώσει δώσῃ? θέλει δώσει D 2 εἰ δʼ οὖν, ὡς πρ. σοι ἐ. δ., καὶ ἔ.? cf. p. 58 B. 5 ἐκδίκησας] cf. 34, 15 6 ὅςτι V 8 τοῖς om. A 12 ἔρχεται om. VA) [*](ζῆθι . . αἰῶνα om. A lemma: ὁ (om. V) τέταρτος σύμ- βουλος ABV 16 tertiam requiras personam; u. D de u. στήσῃς dubitauerim 17 ἀκούσης V: ἀκούσεις AB. coniuncti- uus apud scriptores recentiores sequitur pronomina et aduerbia relatiua etiam p. ἄν non addita σοι adiciendum uidetur ante συμβήσεται μὴ om. V 18 καί τινι? ἑνὶ? βαλανέων u. 38, 19 παραγενέσθαι B. an προςγενέσθαι? 19 uu. ὁ δὲ ἔφη in libris praetermissa suppleui; u. D lemmata τοῦ τε- τάρτου φιλοσόφου V. διήγησις τετάρτου τοῦ τετάρτου φιλο- σόφου A 20 ἦν] ὦν B 22 αὐτὸς] οὗτος ? om. D )

37
καὶ εὐμεγέθης, ὡς ἐκ τοῦ πάχους μὴ καθορᾶσθαι τὰ τούτου αἰδοῖα. τοῦτον θεασάμενος ὁ λουτράρης ὡς κακοῦ ὄντος τοῦ πάθους ἔκλαιεν. ὁ δὲ τοῦ βα- σιλέως υἱὸς πρὸς αὐτὸν εἶπεν· „ἵνα τί οὕτως δα- κρύεις ἐλεεινῶς“ ὃ δὲ ἀντέφησεν ὅτι „κλαίω, διότι „ὁρῶ σε, βασιλέως ὄντα σε υἱόν, σὺ δὲ υἱὸν οὐ „δυνήσῃ κτήσασθαι. ὁρῶ γάρ σε μὴ ἔχοντα τὰ τῶν „ἀνδρῶν αἰδοῖα· καὶ πῶς δυνήσῃ γυναικὶ συγγε- „νέσθαι;“ ὁ δὲ νέος τὰ ῥήματα τοῦ λουτραρίου εὐφροσύνως δεξάμενος, δέδωκεν αὐτῷ χρυσίον, λέ- ξας πρὸς αὐτόν· „θέλω γινώσκειν σε ὡς ὁ βασιλεὺς „ὁ πατήρ μου γυναῖκά μοι ἀγαγέσθαι βούλεται· καὶ „τοῦτο ὅπερ μοι εἶπας καὶ ἐγὼ γινώσκων, ἀπορῶ „τὰ μέγιστα, πῶς ἔσται μοι ἐκείνῃ τῇ γυναικὶ κατὰ [*](p. 49 B.) „τὴν τάξιν τῶν ἀνδρῶν συναφθῆναι. ἀλλὰ νῦν λάβε „τουτονὶ τὸν χρυσὸν καὶ ἀπελθὺν φέρε μοί τινα „γυναῖκα περικαλλῆ, ὡς ἂν ἐπʼ αὐτῇ δοκιμάσω „ἐμαυτόν.“ ὁ δὲ λουτράριος τὸν χρυσὸν λαβών, ἔλεγεν ἐν ἑαυτῷ· „ἐνέγκω ἐνθάδε τῷ νέῳ βασιλεῖ „τὴν ἐμὴν γυναῖκα, ἐπεί, ὡς ὁρῶ, οὐκ ἔχει μόριον „πρὸς συνουσίαν.“ καὶ ταῦτα συλλογισάμενος, ἀπελθὼν ὁ μάταιος ἤνεγκεν αὐτῷ τὴν ἑαυτοῦ σύ- ζυγον. ὁ δὲ τοῦ βασιλέως υἱὸς εἰσήγαγε τὴν γυ- ναῖκα ἔνθα ἡ στρωμνὴ ἐν τῷ λοετρῷ ἡτοίμασται, καὶ ὅλην τὴν νύκτα ὡς συνήθεια τοῖς ἀνδράσι τῇ γυναικὶ συνεμίγνυτο. εἶτα περὶ τὴν αὐγὴν παρα- κύψας ὁ λουτράριος ἀπό τινος ὀπῆς, ὁρᾷ τοῦτον [*](6 σε, nescio an delendum sit; potest tamen ab auctore pro- fectum esse, ut structura interrupta pergat l. 7. cf. p. 19, 9. 31, 20. 38, 21. 23. 15 λάβε ABV; u. 8, 14 16. 18 χρυσὸν] χρυσοῦν? 16 φέρε 22 ἤνεγκεν: cf. 20, 20 19 ἐνέγκω fut. loco est; ἂσ φέρω D ἐνθάδε scripsi: τάδε ABV, om. D) [*](24 ἡτοίμαστο? 26 . . μμ . . V)
38
γαυριῶντα μεγάλως καὶ ὥσπερ ἵππον μετὰ χρεμε- τισμοῦ τῇ γυναικὶ μιγνύμενον· καὶ πικρῶς ὁ βαλα- νεὺς ἀνοιμώξας ὠδύρετο λέγων· „οἴμοι, τίς γένω- „μαι; τί πέπονθα ὁ τάλας; τί εἴπω τῇ γυναικί μου, „ἢ αὐτὴ τί εἴπῃ πρός με; ἆρα θελήσει ἐμοὶ συνοι- „κεῖν ἣ τὸν νέον ἀγαπήσασα, ἐμὲ καταλείφει;“ οὕ- [*](p. 50 B.)τως οὖν τοῦ ἀνδρὸς τῇ ἀθυμίᾳ τρυχομένου, ὡς ὁ νέος ἐπαύσατο, ὁρᾷ τὴν γυναῖκα ἐκεῖθεν ἐξερχομέ- νην καί φησι πρὸς αὐτὴν ὁ ματαιόφρων ἀνήρ· „ἄπιθι τὸ λοιπόν, γύναι, πρὸς τὴν οἰκίαν ἡμῶν.“ ἣ δὲ πρὸς αὐτὸν ἀντέφησε· „πῶς ἄρα προθύμως „ἐπὶ τὴν οἰκίαν πορεύσομαι, οὕτως παρὰ σοῦ ὑβρι- „σθεῖσα ὁλόκληρον νύκτα, ὅς με τὴν σὴν γυναῖκα „οὐκ ἐνετράπης τῷ τοῦ βασιλέως υἱῷ συγκοιτάσαι;“ τούτοις τοῖς λόγοις ὁ ἀνὴρ τρωθείς, τῇ λύπῃ καὶ τῇ πολλῇ ἀθυμίᾳ λιποψυχήσας τὴν ζωὴν κατέστρεψε. Διὸ καὶ σύ, βασιλεῦ, μακροθύμησον καὶ μὴ σπεύ- σῃς οὕτως ἀνερευνήτως ἀπολέσαι σου τὸν υἱόν, μή πως καὶ σὺ κατʼ ἐκεῖνον τὸν μὴ ἐξετάσαντα βαλα- νέα πικρότατα μεταμεληθεὶς τὸ ζῆν ἐκμετρήσῃς. πῶς γὰρ ἕνα σε παῖδα καὶ μόνον κεκτημένον οὕτω συν- αρπάζεσθαι πρέπον εἰς τὴν ἐκείνου ἀναίρεσιν; καὶ ταῦτα μὴ γινώσκοντά σε καθαρῶς εἴτε ἀληθὲς εἴτε ψευδὲς τὸ κατʼ ἐκείνου λαλούμενον. καὶ δὴ πρὸς τούτοις ἕτερόν τί σε βούλομαι διηγήσασθαι.

[*](3 ἀνοιγκώσας A τί ut D? u. Cobet V. L. 106 γέ- νομαι V 5 ἢ αὐτῆ V ἡ αὕτη A 6 ἤ VBD: ἡ A. ἡ . . ἀγαπήσασα; Boiss. καταλίφει VB κατάλέψει A: cor- rexit Boissonade 7 τρυχωμένου V 10 τολοιπὸν V sae- pius 12 πορεύομαι A 14 συγκοιτᾶσαι VAB Boiss. 15 τοῖς om. A 18 ἀνερμηνεύτως VB ἀπωλέσαι V 20 μεληθεὶς A omissa praepositione ἐκμετρήσεις libri: u. 48, 20 25 σε] cf. 3, 11)
39