Anonymi Dissertatio De Terrae Motibus

Anonymi de Terrae Motibus

Ioannis Lavrentii Lydi Liber de Ostentis et Calendaria Graeca Omnia. Wachsmuth, Kurt, editor. Leipzig: Teubner, 1897.

λέγεται τοίνυν σημαίνειν[*]() σεισμὸς τῶν κακοποιῶν ἀστέρων ἐν τοῖς ἐπισήμοις τῷ πάθει ζωδίοις γιγνομένων.

Κρόνος ἐν[*]() ταύρῳ.[*]()

Κρόνος μὲν γὰρ εἰς τὸν ταῦρον τὴν μετάβασιν ποιούμενος σεισμὸν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ κατὰ τόπους καὶ μάλιστα ἐν ταῖς χώραις καὶ πόλεσιν, ἐν αἷς ὑπάρχει ἡ τοῦ ταύρου δεσποτία.

ὁ δ᾽ αὐτὸς ἀστὴρ τοῦ Κρόνου καὶ φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ τοῦ ταύρου σεισμοὺς κατὰ τόπους ποιεῖ.

Κρόνος ἐν διδύμοις.

ἐν δὲ τοῖς διδύμοις ὁ Κρόνος γενόμενος καὶ ἐν τοῖς βορείοις ἐλθὼν τούτου τοῦ ζωδίου μέρεσι σεισμοὺς κατὰ τόπους ποιεῖ.

Κρόνος ἐν καρκίνῳ.

ἔτι δ᾽ ἐν καρκίνῳ τὴν μετάβασιν ὁ Κρόνος ποιούμενος σεισμοὺς ποιεῖ.

Κρόνος ἐν σκορπίῳ.

ἐν δὲ τῷ τρίτῳ δεκανῷ τοῦ σκορπίου φάσιν ὁ Κρόνος ποιούμενος σεισμὸν γενέσθαι σημαίνει.

Ἄρης ἐν ταύρῳ.

Ἄρης δ᾽ ἐν ταύρῳ διὰ μέσου τοῦ ζωδίου γινόμενος σεισμῶν ἐστι

κινητικός.

ἐν δὲ τοῖς διδύμοις ὁ αὐτὸς ἀστὴρ γινόμενος καὶ ἐν τοῖς βορείοις τοῦ ζωδίου μέρεσιν ἐλθὼν σεισμὸν ποιεῖ.

ἐν καρκίνῳ δὲ Ἄρης φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ σεισμὸν σημαίνει.

ἥλιος ἐν ὑδροχόῳ.

καὶ ἥλιος δὲ ἐκλείπων ἐν τῷ δευντέρῳ δεκανῷ τοῦ ὑδροχόου σεισμοὺς σημαίνει.