Anonymi Dissertatio De Terrae Motibus
Anonymi de Terrae Motibus
Ioannis Lavrentii Lydi Liber de Ostentis et Calendaria Graeca Omnia. Wachsmuth, Kurt, editor. Leipzig: Teubner, 1897.
ἥλιος ἐν ἰχθύσιν.
ἔτι δὲ ἐκλείπων ὁ ἥλιος ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τῶν ἰχθύων σεισμὸν ἐν ταῖς παραλίαις σημαίνει.
σελήνη ἐν σκορπίῳ.
σελήνη δὲ ἐκλείπουσα ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τοῦ σκορπίου ἐνίοτε σεισμὸν σημαίνει.
Καθόλου δὲ αἱ ὑπὸ γῆν[*]() ἐκλείψεις ἡλίου ἢ σελήνης σεισμοὺς ἀποτελοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον.
ἔτι τὰ προηγούμενα τοῦ δωδεκατημορίου τοῦ ταύρου καὶ μάλιστα τὰ κατὰ τὴν πλειάδα σεισμώδη γίγνεται, εἰ μή[*]() τις τῶν ἀγαθοποιῶν ἀστέρων ἐπίδοι.
καὶ τὰ βόρεια δὲ τοῦ δωδεκατημορίου τῶν διδύμων σεισμώδη καθίσταται καὶ τὰ τοῦ δωδεκατημορίου τοῦ σκορπίου ἑπόμενα σεισμώδη φασίν.
ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ τὴν οἰκοδεσποτίαν λαβὼν σεισμῶν ἀποτελεστικὸς περὶ τὸ κατάστημα.
περὶ δὲ τὰς τῆς σελήνης ἐκλείψεις ἐνίοτε προσδοκᾶν χρὴ εὐθὺς γενέσθαι σεισμόν[*]().
ἐὰν δὲ μεθ᾽ ἡμέραν[*]() ἢ μικρὸν μετὰ δυσμὰς αἰθρίας οὔσης νεφέλιον λεπτὸν φαίνηται διατεῖνον καὶ μακρὸν οἷον γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, σεισμὸν σημαίνει παραυτίκα[*]().
ὅταν δὲ σεισμὸς μέγας γένηται,
πρότερον μὲν ἐπὶ τεσσαράκοντα ἡμέρας σείει·ὕστερον δὲ καὶ ἐπ᾽ ἐνιαυτὸν καὶ δύο ἔτη πολλάκις σείει κατὰ τοὺς αὐτοὺς[*]() τόπους.
Τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς τῶν σεισμῶν προγνώσεως ἐσημειώθη παρὰ τοῖς παλαιοῖς· ἡμῖν δὲ νόμος καὶ ὅρος ἑκάστοτε καὶ ἐφ᾽ ἑκάστῳ τῶν συμβαινόντων ἄνωθεν τὸ θεῖον πρόσταγμα πιστεύεται, ἀρρήτῳ τινὶ προνοίας[*]() λόγῳ τοῦ πάντα πεποιηκότος θεοῦ κυβερνῶντος καὶ διοικοῦντος τὰ σύμπαντα.
Σχόλιον ἀπὸ φωνῆς Συμεὼν μονάχου τοῦ χρυσογράφου εἰς τὰ προκείμενα δύο κανόνια περὶ σεισμῶν[*]().
τὸν ἀστέρα τὸν κύριον τῆς προγενομένης συνόδου ἢ πανσελήνου ἐπισκόπει καὶ τὸ πλάτος αὐτοῦ εἴτε βόρειόν ἐστιν ἢ νότιον, καὶ ἐπὶ ποίου βαθμοῦ τοῦ πλάτους ἕστηκεν ὁ ἀστήρ, καὶ ταῦτα ἐφευρίσκων εἰσέρχου τὰ προκείμενα κανόνια καὶ ἀναψηλαφῶν τὸ ζώδιον, ἐν ᾧ ὁ κύριος τῆς συζυγίας ἔτυχεν, ἀποφαίνου.